Ἔργον
Γρηγόριος Παλαμᾶς – Ομιλίες ΜΓ΄–ΞΓ΄
Ομιλία ΞΒ΄: Στη ΙΕ΄ Κυριακή του Λουκά (του Ζακχαίου)
Η έμπρακτη μετάνοια του αρχιτελώνη Ζακχαίου, η καταδίκη του πάθους της φιλαργυρίας και η προτροπή για ελεημοσύνη.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ομιλία ΞΒ΄: Στη ΙΕ΄ Κυριακή του Λουκά (του Ζακχαίου)
Η έμπρακτη μετάνοια του αρχιτελώνη Ζακχαίου, η καταδίκη του πάθους της φιλαργυρίας και η προτροπή για ελεημοσύνη.
Τῌ ΠΕΝΤΕΚΑΙΔΕΚΑΤῌ ΚΥΡΙΑΚῌ ΤΟΥ ΛΟΥΚΑ ΥΠΟΘΕΣΙΝ ΕΧΟΥΣΑ ΤΗΝ ΤΟΥ ΑΡΧΙΤΕΛΩΝΟΥ ΖΑΚΧΑΙΟΥ ΔΙΟΡΘΩΣΙΝ ΚΑΙ ΣΩΤΗΡΙΑΝ, ἐν ᾗ καὶ κατὰ φιλαργυρίας Πρῴην μὲν τοῦ εὐαγγελιστοῦ Λουκᾶ περὶ τῆς τῶν λεπρῶν κατὰ σῶμα καὶ τυφλῶν ἱστοροῦντος ἰάσεως, ἀφορμὴν τοῦτον καὶ ἡμεῖς εἴχομεν τῆς πρὸς τὴν ὑμετέραν ἀγάπην πνευματικῆς ὁμιλίας· σήμερον δὲ τὸν ἐνοικοῦντα τῇ Ἱεριχῷ τυφλὸν κατὰ ψυχὴν Ζακχαῖον καὶ τὴν τούτου κατ’ αὐτὴν ἀνάβλεψιν ὑπόθεσιν ποιησόμεθα. Μέγα δὲ καὶ τὸ κατὰ τοῦτον θαῦμα καὶ τοῦ κατ’ ἐκείνους οὐκ ἔλαττον· σκοτεινοὺς γὰρ εἶχε καὶ οὗτος τοὺς ἔνδον ὀφθαλμοὺς τῆς καρδίας, ὡς ὁ τυφλὸς ἐκεῖνος τῆς ἐκτὸς τοῦ προσώπου μορφῆς· οὐδὲ γὰρ οὐδ’ οὗτος ἠδύνατο τὸν Ἰησοῦν ἰδεῖν κατὰ τὴν ἱστορίαν, ἀπηλλάγη δὲ καὶ οὗτος τοῦ κατὰ νοῦν σκότους ἀναβλέψας λόγῳ μόνῳ τοῦ καὶ τὴν ἀρχὴν λόγῳ μόνῳ τὸ φῶς ὑποστήσαντος καὶ τὴν αἰσθητὴν ἅπασαν καταυγάσαντος κτίσιν.
Ὡς γὰρ τότε πρὸ τοῦ τὸν Θεὸν εἰπεῖν, «γενηθήτω φῶς καὶ ἐγένετο φῶς», σκότος ἦν ἐπάνω τῆς ἀβύσσου, οὕτω καὶ νῦν πρὸ τοῦ τὸν Κύριον εἰπεῖν πρὸς τὸν Ζακχαῖον ὅτι, «σήμερον ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι», τὸ δεινὸν σκότος τῆς φιλαργυρίας ἐφιζάνον ἐπέκειτο τῇ τούτου ψυχῇ, τῆς αὐτοῦ διανοίας τῷ χρυσῷ πάντως ἐν σκοτεινοῖς χωρίοις συγκατορωρυγμένης ὅπου τοῖς φιλαργύροις ὁ χρυσὸς καὶ ὁ ἄργυρος θησαυρίζεται· «ὅπου γάρ ἐστιν ὁ θησαυρός σου, ἐκεῖ καὶ ὁ νοῦς σου», φησὶν ὁ Κύριος.
Ἴδωμεν οὖν πρῶτον καθ’ ἱστορίαν τὰ κατ’ αὐτόν. «Τῷ καιρῷ ἐκείνῳ εἰσελθὼν ὁ Ἰησοῦς διήρχετο τὴν Ἱεριχώ». Ποίῳ καιρῷ ἐκείνῳ; Ἡνίκα τοὺς λεπροὺς ἐκάθαρεν, ἡνίκα τοὺς τυφλοὺς ἐφώτισεν, ἡνίκα διὰ τῆς τῶν τοιούτων φήμης μετὰ πλείστων ἄλλων καὶ τὸν Ζακχαῖον πρὸς πόθον τῆς οἰκείας ἐπεσπάσατο θέας. «Εἰσελθὼν οὖν ὁ Ἰησοῦς διήρχετο τὴν Ἱεριχώ»· οὐ τὴν Ἱεριχὼ δὲ μόνον, ἀλλὰ καὶ τὴν Ἰουδαίαν καὶ τὴν Γαλιλαίαν καὶ ἁπλῶς τὴν γῆν ὁ Κύριος διήρχετο· οὐ γὰρ ἦλθεν ἐνταῦθα καταμεῖναι σωματικῶς, εἰ καὶ τὸ σῶμα καθ’ ἡμᾶς ὑπὲρ ἡμῶν ἔλαβεν ὡς ηὐδόκησεν, ἀλλὰ διελθεῖν καὶ ἀναβῆναι πρὸς τὸν οὐρανόν, ὅθεν καὶ κατῆλθε, συναναφέρων τὸ ἡμέτερον φύραμα καὶ πάσης ἀρχῆς καὶ ἐξουσίας ὑπεράνω τιθείς· ἀλλὰ καὶ κατὰ τὸν καιρὸν τῆς διδασκαλίας πάντα τὸν τῆς Παλαιστίνης τόπον διήρχετο περιιών.
Ὡς γὰρ τὴν ἀρχὴν τὸ τῆς ἡμέρας φῶς ἅπαν εἰς ἕνα δίσκον συναγαγὼν καὶ βασιλέα ταύτης ὑποστήσας τὸν ἥλιον, οὐκ ἀφῆκεν ἑστάναι, ἀλλὰ περιπολοῦντα πεποίηκεν, οὕτω τὸ πλήρωμα τῆς θεότητος συνάψας τῷ σώματι καὶ βασιλέα τοῦ παντὸς ἑαυτὸν ὑποδείξας ὄντως ἐπίγειον καὶ οὐράνιον, ὁρατὸν καὶ ἀόρατον, ἀρκτὸν καὶ ἀΐδιον, οὐκ ἐφ’ ἑνὸς τόπου καθῆσθαι ἠνέσχετο, ἀλλὰ περιιέναι εὐδόκησε μέχρις ἂν ἐργάσηται σωτηρίαν μένουσάν τε καὶ ἀδιάκοπον ἐν μέσῳ τῆς γῆς, καθὰ προανεφώνησεν ὁ Δαβὶδ λέγων, «ὁ Θεὸς ἡμῶν πρὸ αἰώνων εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς»· ταύτην γὰρ περιελθὼν ὁ Κύριος τὴν σωτηρίαν εἰργάσατο. Ἐπεὶ δὲ καὶ ὁ ἥλιος οὐχ ἁπλῶς πάντα περιπολεῖ τὸν οὐρανόν, ἀλλὰ τοῦ ζωδιακοῦ πόλου τὸ μεσαίτατον· οὕτως οὖν καὶ «ὁ τῆς δικαιοσύνης ἥλιος» Χριστὸς τῆς ὑπὸ τῶν ζώων οἰκουμένης τὸ μέσον ἐφ’ ὅσον ἔδει, περιερχόμενος, τὰ ἐν τούτῳ διήρχετο, καὶ οὕτως εἰσελθὼν διήρχετο τὴν Ἱεριχώ. «Καὶ ἰδού», φησίν, «ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος, καὶ αὐτὸς ἦν ἀρχιτελώνης· καὶ οὗτος ἦν πλούσιος καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν, καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου, ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν». Οὐ μικρὸς ἦν μόνον, ἀλλὰ καὶ μακρὰν ἦν τοῦ Ἰησοῦ· εἰ γὰρ ἤγγιζεν, εἰ καὶ μικρὸς ἦν, οὐκ ἂν ἠμοίρει τῆς θέας.
Ἐγὼ δὲ νομίζω τοῦτον ὑπὸ τῆς θείας τοῦ Ἰησοῦ δυνάμεως ἀρρήτως καὶ ἕλκεσθαι καὶ ἐπέχεσθαι· εἵλκετο μὲν γάρ, ἐπεὶ τρόπον εἶχε χρηστὸν καὶ ψυχὴν ἐπιτηδείαν πρὸς ἀρετήν, διὸ καὶ ἐπεθύμει καὶ ἐπεχείρει θεάσασθαι τὸν Ἰησοῦν· ἐπείχετο δὲ ὑπὸ τῆς θείας δυνάμεως ὡς τοῖς ἀντιθέτοις τῇ τοῦ Χριστοῦ πολιτείᾳ, τελωνίᾳ καὶ πλούτῳ, περιπαρείς. Ἅπερ οἶμαι καὶ τὸν εὐαγγελιστὴν δι’ ὀλίγων ἐνδεικνύμενον τοῖς συνιεῖσιν, ὡς μὲν θαυμασίου τινὸς τοὺς τρόπους ὄντος εἰπεῖν περὶ αὐτοῦ, «ἰδοὺ ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος», ὡς δὲ τοῖς βρόχοις ἐνισχημένου τῆς κακίας ἐπενεγκεῖν, «καὶ αὐτὸς ἦν ἀρχιτελώνης, καὶ οὗτος ἦν πλούσιος».
Τὸ μὲν γὰρ «ἰδοὺ ἀνὴρ» ἐπὶ τῶν ἀξιολογωτάτων καὶ μὴ τοῖς πολλοῖς ἐναριθμίων λέγεται. Καὶ τὸ μνησθῆναι τῆς τοῦ ἀνδρὸς ἐπωνυμίας πρὸς τοῦτο τείνει· οὐ γὰρ ἦν ἐκείνων, περὶ ὧν φησιν ὁ Δαβὶδ «οὐ μὴ μνησθῶ τῶν ὀνομάτων αὐτῶν διὰ χειλέων μου».
Τὸ δὲ μὴ μόνον τελώνην εἶναι μαρτυρῆσαι τοῦτον, ἀλλὰ καὶ ἀρχιτελώνην καὶ πλούσιον ἐντεῦθεν, ἔδειξεν ὄντα διαφορώτατον ἐπὶ κακίᾳ. Ἀλλ’ ὡς μικρός τε καὶ μακρὰν ὢν οὐκ ἠδύνατο ἰδεῖν ὁ Ζακχαῖος τὸν Ἰησοῦν, «προσδραμών», φησίν, «ἔμπροσθεν, ἀνέβη ἐπὶ συκομορέαν, ἵνα ἴδῃ αὐτόν· ὅτι δι’ ἐκείνης ἔμελλε διέρχεσθαι».
Ὅρα τὸ σφοδρὸν τοῦ πόθου, καὶ τὸν τρόπον οἷος ἐντεῦθεν ἀναλογίζου· ὡς γὰρ οὐκ ἠδυνήθη τὸν ὄχλον διατεμεῖν, οὐκ ἀπεπήδησε, μᾶλλον δὲ ἐπεπήδησε καὶ ἀπέδραμεν οὐ τοῦ πόθου, τοῦ ὄχλου δέ· καὶ γεγονὼς ἔμπροσθεν, ἐπὶ συκομορέαν ἀνέβη τῇ ὁδῷ παραπεφυτευμένην, ἵνα ἐκεῖθεν ἴδῃ τὸν ποθούμενον.
Καὶ ὁ μὲν ταῦτα σαφῶς ὁμοῦ καὶ φιλοθέως ἔπραττε, πόθου κέντροις βαλλόμενος καὶ κατὰ τὴν ὁδὸν προτρέχων καὶ πόθου πτεροῖς κουφιζόμενος καὶ ἀναβαίνων τὸ δένδρον. Τί δὲ Ἰησοῦς ἡ τοῦ ἀνάρχου Πατρὸς ἐνυπόστατος σοφία, ὁ διὰ τοῦ Σολομῶντος λέγων, «ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ· οἱ δὲ ἐμὲ φιλοῦντες εὑρήσουσι χάριν», «ὃς καὶ ἐν τοῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς»;
Φθάνει τὸν Ζακχαῖον, καὶ βλέπει πρότερος τοῦτον, καὶ φιλικώτατα προσλαλεῖ καὶ ἐπαγγέλλεται τούτῳ τὴν ἑαυτοῦ παρουσίαν καὶ τὴν ἐν τῷ οἴκῳ τούτου μονήν. «Ἐλθὼν» γάρ, φησίν, «ὁ Ἰησοῦς ἐπὶ τὸν τόπον» (ἔνθα δηλονότι τὸν Ζακχαῖον ἡ συκομορέα οἷόν τινα καρπὸν οὐράνιον ἔφερε διὰ τὸν ἔνθεον πόθον) «ἀναβλέψας εἶδεν αὐτόν, καὶ εἶπε πρὸς αὐτόν· Ζακχαῖε, σπεύσας κατάβηθι· σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι». Δοκεῖ μοι μὴ ρᾳδίως γνωρίζεσθαι μεταξὺ τοῦ ὄχλου τὸν Ἰησοῦν ἀπὸ μόνης τῆς θέας τοῖς μὴ τοῦτον ἰδοῦσι πρότερον, ὡς ἐν λιτότητι περιπατοῦντα καὶ μηδὲν ἐξηλλαγμένον ἔχοντα τῶν πολλῶν, ἀλλὰ μηδὲ ἐκ μετεώρου τυχεῖν εἶναι τῆς αὐτοῦ κατὰ πρόσωπον θέας τὰ πολλὰ πρὸς ἑαυτὸν νεύοντος. Διὰ τοῦτο ὁ τὰς καρδίας τῶν ἀνθρώπων εἰδὼς καὶ τὸν ἐγκάρδιον τοῦ Ζακχαίου πόθον ἰδὼν ἀναβλέπει καὶ προσφωνεῖ καὶ ἐξ ὀνόματος καλεῖ τοῦτον, ὃν οὔπω πρότερον ἴδοι κατ’ αἴσθησιν, ἵνα φιλανθρώπως ἐπιδείξῃ τὴν ὄψιν καὶ φιλοφρόνως ἑαυτὸν τῷ ποθοῦντι γνωρίσῃ καὶ δείξῃ μὴ ποθοῦντα μόνον, ἀλλὰ καὶ ποθούμενον.
Ἔτι δὲ καὶ σπεύδειν ἐπὶ τὸν οἶκον προστάττει, ἵνα μετὰ δαψιλείας καὶ πράξῃ καὶ κομίσηται τῆς θεοφιλίας τὰ τέλη παρ’ αὐτοῦ τοῦ διδόντος ὑπερεκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν. «Ὁ δὲ σπεύσας», φησί, «κατέβη, καὶ ὑπεδέξατο αὐτὸν χαίρων».
Ὁ γὰρ πρὸ τοῦ ἰδεῖν τρέχων ἐπὶ τὴν θέαν καὶ πάντα πράττων ὥστε ταύτης τυχεῖν, πῶς οὐκ ἂν ἔσπευδεν, ἰδὼν καὶ αὐτήκοος γεγονὼς καὶ ταῦτα τοιαύτην ἐπαγγελίαν δεξάμενος; Ὡς οὖν καὶ τὴν ἐπαγγελίαν εἰς ἔργον εἶδεν ἐκβᾶσαν, ἔχαιρε μὲν αὐτὸς τῷ ποθουμένῳ συνὼν καὶ τῆς πηγῆς ἤδη γευόμενος τῶν ἀκηράτων χαρίτων· οἱ δὲ ὁρῶντες οὐχ ὁρῶντες μετὰ συνέσεως, «ἐγόγγυζον», φησί, «κατὰ τοῦ Ἰησοῦ, λέγοντες, ὅτι παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθε καταλῦσαι».
Ἀλλ’ ὁ τελώνης ἀντιφιλοτιμούμενος τῷ μὴ μόνον μέχρις ἡμῶν καταβάντι διὰ σαρκός, ἀλλὰ καὶ τὸν ἡμῶν ὀνειδισμὸν δι’ ἄφατον φιλανθρωπίαν αἴροντι, «σταθεὶς εἶπε πρὸς τὸν Ἰησοῦν»· τὸ δὲ στῆναι δεῖγμα βεβαίας γνώμης καὶ πεπαρρησιασμένης ἅμα καὶ τεταπεινωμένης· σταθεὶς οὖν καὶ τοὺς ἐγκαλοῦντας εὐπαρρησιάστως ἐπιστομίζων, «εἶπε πρὸς τὸν Ἰησοῦν· ἰδοὺ τὰ ἡμίση τῶν ὑπαρχόντων μου, Κύριε, δίδωμι τοῖς πτωχοῖς· καὶ εἴ τινός τι ἐσυκοφάντησα, ἀποδίδωμι τετραπλοῦν»· καὶ οὕτω δίκαιος ἀναφανείς, τὸν πρὸς τὸν Κύριον ὀνειδισμὸν ἔλυσε τῶν γογγυζόντων καὶ λεγόντων, «ὅτι παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθε καταλῦσαι»· τετραπλασίως μὲν γὰρ ἀποδοὺς νομίμως τὰ συκοφαντηθέντα ὄντως ἐξέκλινεν ἀπὸ κακοῦ, τὰ δὲ ἡμίση τῶν ὑπαρχόντων διανείμας πτωχοῖς ἐποίησε τὸ ἀγαθὸν καὶ διὰ πάντων ἀνεφάνη κεκαθαρμένος.
Ὡς ὁ Κύριος πρὸς μὲν τοὺς Φαρισαίους ἔλεγε, «πλὴν τὰ ἐνόντα δότε ἐλεημοσύνην, καὶ πάντα καθαρὰ ὑμῖν ἐστι», νῦν δὲ τοῖς τοιούτοις ἐπιψηφιζόμενος ἔργοις καὶ τὴν πρὸς τοὺς κατ’ αὐτοῦ γογγύζοντας ἀπολογίαν ἐντεῦθεν ποριζόμενος, «σήμερον», φησί, «σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ ὁ Ζακχαῖος υἱὸς Ἀβραάμ ἐστιν», ὡς πιστὸς ἄρτι γεγονώς, ὡς δίκαιος καὶ φιλόξενος καὶ φιλόπτωχος· «ἦλθε γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός», ἄντικρυς ἐκεῖνο λέγων πρὸς τοὺς γογγύζοντας, ὅτι εἰσῆλθον παρὰ ἁμαρτωλῷ καταλῦσαι, ἀλλ’ ἵνα τοῦτον μετασκευάσω καὶ σώσω, δείξας ἀντὶ φιλαργύρου φιλόθεον, ἀντὶ ἀδίκου δίκαιον, ἀντὶ μισοξένου φιλόξενον, ἀντὶ ἀσυμπαθοῦς ἐλεήμονα, καθάπερ ἤδη καὶ ὁρᾶτε γενόμενον.
Ἀλλ’ ὁρᾶτε πάντες τὸν Ζακχαῖον, ὅπως ἠγάπησε καὶ ἐξεζήτησε καὶ ἠγαπήθη καὶ προσεκλήθη καὶ ᾠκειώθη Χριστῷ; Εἴ τις οὖν τελώνης ἐστὶν ἢ ἀρχιτελώνης πλουτῶν ἐντεῦθεν κακῶς καὶ συνάγων ἀδίκως, μιμείσθω τὴν τοῦ ἀρχιτελώνου τούτου πρὸς σωτηρίαν ὁδόν, καὶ ἀποδιδότω καὶ σκορπιζέτω καλῶς, ἃ κακῶς ἐθησαύρισεν. Εἴ τις τῶν ὑπαρχόντων ἁρπαγὴν ὑποστὰς ἢ καὶ ἄλλως πτωχεύει, χαίρων εὐχάριστος ἔστω· τὴν γὰρ σωτήριον ἔχει πτωχείαν, μᾶλλον δὲ αὐτὸς σωτήριον ταύτην διὰ τῆς εὐχαριστίας ποιείτω, πρὸς ἣν καὶ ὁ πλούσιος τελώνης καταφυγὼν εὐθύμως ἐσώθη, καθὰ περὶ αὐτοῦ νῦν ἀκηκόατε. Τὰ μὲν οὖν καθ’ ἱστορίαν τοιαῦτα.
Τοῖς δὲ ἑξῆς προσέχετε τὸν νοῦν οἱ διαβατικώτεροι τὴν διάνοιαν· ἐπεὶ γὰρ Ζακχαῖος ἑρμηνεύεται δικαιούμενος, νόει μοι ἐντεῦθεν τοὺς δικαιοῦντας ἑαυτοὺς Φαρισαίους, οἳ καὶ τελωνοῦσιν οἷον, καθά φησιν ἐν Εὐαγγελίοις ὁ Κύριος, «τὰς οἰκίας τῶν χηρῶν κατεσθίοντες καὶ προφάσει μακρὰ προσευχόμενοι». Ὅταν οὖν τις τῶν τοιούτων ποθήσῃ τῆς ἀληθείας ἐπιγνώμων γενέσθαι, ζητεῖ μὲν ἰδεῖν καὶ γνῶναι, ὡς καὶ ὁ Ζακχαῖος ἐζήτει, τὸν Ἰησοῦν, οὗτος γὰρ ἡ ἀλήθεια· μὴ δυνάμενος δὲ ὡς μικρὸς ὢν καὶ εὐτελὴς τὴν διάνοιαν κατὰ τὸν μικρὸν τὴν ἡλικίαν Ζακχαῖον ἀναβαίνει ἐπὶ συκομορέαν, τὴν ἀκρίβειαν τοῦ νόμου καὶ τῶν ἰουδαϊκῶν ἐθῶν, νομίζων ἐντεῦθεν τῆς ἀληθείας κατά τε γνῶσιν καὶ πρᾶξιν ἐπιτυγχάνειν. Οὗ τὸν ἀγαθὸν ἰδὼν σκοπὸν καὶ τὸν πρὸς τὴν ἀλήθειαν πόθον ὁ διὰ τῆς νομίμου πολιτείας καθάπερ τινὸς ὁδοῦ τότε διερχόμενος Κύριος, ἑαυτὸν ἀποκαλύπτει τούτῳ καὶ προσλαλεῖ προσκαλούμενος καὶ προστάττει τούτῳ καταβαίνειν ἀπὸ τῆς συκομορέας, τοὐτέστιν ἀφίεσθαι τοῦ μηδὲν μέγα καρποφοροῦντος νόμου, καὶ σπεύδειν ἐπὶ τὴν χάριν καὶ τὴν κατὰ τὸ εὐαγγέλιον πολιτείαν, ἀφ’ ὧν ἔστιν ἔνοικον λαμβάνειν Θεὸν καὶ καρποῦσθαι τὴν σωτηρίαν.
Ὁ γοῦν ὑπακούσας τῷ Λόγῳ διδάσκοντι καὶ καλοῦντι, ὡς ὁ Ναθαναὴλ ἐκεῖνος (καὶ τοῦτον γὰρ εἶδε πρότερον ὁ Χριστὸς ὑπὸ τὴν τῆς συκῆς σκιὰν ὄντα, τουτέστιν κατὰ τὸν σκιώδη νόμον βιοῦντα), ἢ Παῦλος ὁ μέγας (καὶ τοῦτον γὰρ «κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ, καθάπερ αὐτός φησι, γενόμενον ἄμεμπτον», πρῶτος προσεῖδε καὶ προσεκάλεσεν ὁ Χριστός)· εἴ τις οὖν οὕτως ὑπακούσει τῷ Λόγῳ καλοῦντι καὶ διδάσκοντι, Ζακχαῖος ἄντικρυς γίνεται· καὶ τὰ μὲν ἡμίση τῶν ἐκ τοῦ νόμου πρότερον ὑπαρχόντων αὐτῷ διδαγμάτων Ἰουδαίοις τοῖς πτωχοῖς ἀφίησι τὴν διάνοιαν, περιτομάς, σαββατισμούς, βαπτισμούς, ζωοθυσίας καὶ ἁπλῶς πάντα τὰ κατὰ τὸ χαμαίζηλον γράμμα. Ἐκ δὲ τῶν τοῦ νόμου λόγων τε καὶ παραγγελμάτων παριστῶν καὶ συμβιβάζων ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ τοῦ Θεοῦ μονογενὴς Υἱός, καὶ εἴ τινά ποτε τῶν πιστῶν ἐσυκοφάντησεν ἄπιστον αὐτὸν λέγων ἢ ὡς τοιοῦτον ἀδεῶς ἐκάκωσεν, ἀποδίδωσι πολλαπλασίως πολλοὺς πιστοὺς θεραπεύων καὶ πολλοὺς τῶν ἀπίστων πρὸς τὴν εἰς Χριστὸν πίστιν ἐνάγων. Ἔχομεν ὡς ἐν βραχεῖ καὶ τὰ τῆς ἀλληγορίας.
Ἀλλ’ ἐπεὶ τὸ πρότερον ὁ Ζακχαῖος κατὰ τὴν ἱστορίαν φιλάργυρος ἦν (καὶ συνῆγε γὰρ τὸ χρυσίον ἐκ τελωνίας, καὶ παρ’ ἑαυτῷ κατεῖχε πλουτῶν), ὕστερον ὑπῆρξε φιλόπτωχος, μᾶλλον δὲ πτωχὸς ἑκὼν καὶ ἀκτήμων, τὰ μὲν δοὺς τὰ δὲ ἀποδούς, νῦν ἡμεῖς ἐπαινεσόμεθα τὴν ἀρετήν, ἢ κατήγοροι τῆς κακίας ἐσόμεθα;
Ποιεῖν γὰρ ἄμφω τὸ μέτρον τῆς ὁμιλίας οὐ συγχωρεῖ. Ἀλλ’ ἐπεὶ δι’ ἡμᾶς τοὺς περιεστῶτας ὁ λόγος, ὧν οὐκ οἶδα εἴπερ τις ἀκτημοσύνης ἐθελούσιος ἔσται κτήτωρ, τῇ δὲ φιλαργυρίᾳ πάντες σχεδὸν ὑπείκομεν, φέρε μικρὰ καὶ τῷ καιρῷ σύμμετρα περὶ φιλαργυρίας εἰπόντες τὴν ἐκ ταύτης λύμην ἀνακαλύψωμεν, ταύτης ὑμᾶς τὸ ἐφ’ ἡμῖν ἀπαλλάττοντες. Ἡ φιλαργυρία ἁπάντων ἐστὶν αἰτία κακῶν, αἰσχροκερδείας, φειδωλίας, γλισχρότητος, ἀστοργίας, ἀπιστίας, μισανθρωπίας, ἁρπαγῆς, ἀδικίας πλεονεξίας, τόκου, δόλου, ψεύδους, ἐπιορκίας καὶ πάντων τῶν τούτοις παραπλησίων· διὰ φιλαργυρίαν ἱεροσυλίαι, λωποδυσίαι, καὶ κλοπῆς εἶδος σχεδὸν ἁπάσης· διὰ φιλαργυρίαν, οὐκ ἐν ὁδοῖς, γῇ τε καὶ πελάγεσιν ὁδοστάται καὶ λῃσταὶ καὶ πειραταὶ μόνον, ἀλλὰ καὶ ἐν μέσῳ τῆς πόλεως ἄδικα σταθμὰ καὶ ζυγοὶ δόλιοι καὶ μέτρα δισσὰ καὶ ἀργυρίου περίεργος κουρά τε καὶ παρεγχάραξις, ὅρων ὑπερβασίαι, γειτόνων ἅμιλλαι πονηραί· αὕτη καὶ ἔθνεσιν ἔθνη προσέρραξε καὶ τὰς ἀπὸ συνηθείας φιλίας διέστησε, καὶ τὸ συγγενὲς ἔσθ’ ὅτε διέσπασε· διὰ ταύτην καὶ πατρίδα τις προέδωκε, καὶ στρατόπεδον ὁμόφυλον ἕτερος, καὶ δικαστὴς ἄδικος νόμον, καὶ μάρτυς ἀλήθειαν, καὶ πρὸ τούτων ἕκαστος τούτων τὴν οἰκείαν ψυχήν.
Οὕτω κατὰ τὸν θεῖον ἀπόστολον, «ἡ φιλαργυρία μήτηρ καὶ ρίζα πάντων ἐστὶ τῶν κακῶν, ἧς τινος ὀρεγόμενοί τινες τῆς πίστεως ἀπεπλανήθησαν καὶ περιέπειραν ἑαυτοὺς ὀδύναις πολλαῖς».
Ἀλλὰ σκοπεῖτε μετὰ συνέσεως τὴν τοῦ ἀποστόλου φωνήν· οὐ γὰρ εἶπεν ὅτι οἱ πλουτοῦντες τῆς πίστεως ἀπεπλανήθησαν, ἀλλ’ οἱ ὀρεγόμενοι· ὡς καὶ ἀλλαχοῦ φησιν, ὅτι «οἱ ἐπιθυμοῦντες πλουτεῖν ἐμπίπτουσιν εἰς πειρασμοὺς καὶ παγίδας τοῦ Διαβόλου».
Μὴ τοίνυν εἴπητε, πτωχοί ἐσμεν οἱ πλεῖστοι, καὶ τί κατὰ φιλαργυρίας λαλεῖς ἐν τοῖς μὴ κεκτημένοις σχεδὸν ἀργύριον; Ἔχομεν γὰρ διὰ τῆς ἐπιθυμίας ἐν τῇ ψυχῇ τὴν νόσον καὶ χρῄζομεν πρὸς ταύτην τῆς θεραπείας. Εἰ δέ μοι λέγεις μὴ κεκτῆσθαι τὴν νόσον, δεῖξον μὴ ζητῶν ἀπαλλαγῆναι πτωχείας, ἀλλ’ ἐρασμιωτέραν καὶ τιμιωτέραν ταύτην τοῦ πλούτου τιθέμενος καὶ χαίρων διὰ ταύτην καὶ εὐχαριστῶν τῷ Θεῷ ὡς εὐκολωτέραν σοι ποιοῦσαν τὴν σωτηρίαν. Εἰ δέ τις πλούσιος, ἀκουέτω μὲν ὅτι δυσκόλως πλούσιος εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλὰ καὶ γινωσκέτω ὅτι καὶ ὁ Ἀβραὰμ πλούσιος ἦν, ἀλλ’ ἐσώθη (καὶ γὰρ φιλόξενος καὶ φιλόπτωχος, ἀλλ’ οὐ φιλάργυρος ἦν), καὶ ὁ διὰ πλούτου καὶ πτωχείας δοκιμασθεὶς Ἰώβ, ἡνίκα πλούσιος ἦν, περὶ ἑαυτοῦ φησιν, «εἰ ἔθηκα χρυσίον ἰσχύν μου, εἰ δὲ καὶ εὐφράνθην πολλοῦ πλούτου μοι γενομένου.» Οὐκοῦν ὁ πρὸς τὸν πλοῦτον ἔρως ἐστὶ κακόν, ὃν εἰ μὴ προσέχει καὶ ὁ πτωχὸς μάτην καὶ ὁ πλούσιος πάσχει.
Ἐπειδὴ δὲ ὁ πονηρὸς πλοῦτος καὶ συζυγίαν ἔσθ’ ὅτε πονηροτέραν μεθ’ ἑαυτοῦ, προσλαμβάνει τὴν ὑψηλοφροσύνην καὶ τὸ θαρρεῖν ἐπὶ πλούτῳ, διὰ ταῦτα Τιμοθέῳ γράφων ὁ θεῖος Παῦλός φησι, «τοῖς πλουσίοις παράγγελλε τοῦ νῦν αἰῶνος μὴ ὑψηλοφρονεῖν, μηδὲ ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητι, ἀλλ’ ἐπὶ τῷ Θεῷ»· ἀληθείας γάρ ἐστιν ἐπίγνωσις ἐν ἀνθρώποις ταπείνωσις, ὁ δὲ ἐπὶ πλούτῳ μᾶλλον ὄντι τῶν ἐν ἡμῖν ἁπάντων ὡς ἀληθῶς γηίνῳ μέγα φρονῶν καὶ ἐπ’ αὐτῷ ἐλπίζων, ἄφρων ἐστὶν ὄντως καὶ τοῖς ὑπὸ τοῦ Κυρίου προτεθεῖσιν εἰς παραβολὴν πλουσίοις οὐδὲν ἀνόμοιος· ὧν ὁ μὲν ἐν προθύροις ἔχων τὸν Λάζαρον ἐξ ὑψηλοφροσύνης οὐδὲ προσέβλεπεν, ὁ δὲ προσδιαλεγόμενος τῇ ἑαυτοῦ ψυχῇ περὶ τῶν εἰς πολλὰ ἔτη τεθησαυρισμένων τὴν ἐλπίδα τῷ πλούτῳ ἥτις ἐστὶ παρέστησε· διὸ τὸν μὲν φλὸξ ἄσβεστος διεδέξατο, τὸν δὲ ψυχῆς ἀπαίτησις ἀπαραίτητος. Ὁρᾶτε τῶν πλούτῳ προσκειμένων τὸ τέλος; Διὰ τοῦτο ὁ Δαβίδ, «πλοῦτος ἐὰν ρέῃ», φησί, «μὴ προστίθεσθε καρδίαν»· ὁ δὲ Σολομῶν, «ὁ πεποιθώς», φησίν, «ἐπὶ πλούτῳ πεσεῖται», ἑτέρωθι δ’ αὖθις, ᾅδῃ καὶ ἀπωλείᾳ παρεικάζει τοὺς κεχηνότας ἐπὶ τὰ κέρδη, «ὥσπερ λέγων ὁ ᾅδης καὶ ἡ ἀπώλεια οὐκ ἐμπιπλᾶται, οὕτως οἱ ὀφθαλμοὶ τῶν ἀφρόνων»· ὁ δὲ Κύριος, «οὐαί», φησίν, «οἱ πλουτοῦντες, οὐαὶ οἱ ἐμπεπλησμένοι».
Ἀλλ’ ἡμεῖς, ἀδελφοί, πλουτήσωμεν ἐν ἔργοις ἀγαθοῖς· ἐμπλήσωμεν ἐξ ὧν ἔχομεν γαστέρας πενήτων, ἵνα καὶ τῆς ἐπηγγελμένης φωνῆς καὶ εὐλογίας ἀξιωθῶμεν, καὶ τὴν οὐράνιον βασιλείαν κληρονομήσωμεν, ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ πρέπει δόξα, κράτος, μεγαλοσύνη τε καὶ μεγαλοπρέπεια σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ ζωοποιῷ Πνεύματι νῦν καὶ ᾀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.