Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Περὶ αἰχμαλωσίας

Γρηγόριος Παλαμᾶς

Προοίμιο και θεολογική αποτίμηση της αιχμαλωσίας

Ο αρχιεπίσκοπος Γρηγόριος απευθύνει επιστολικό χαιρετισμό προς το ποίμνιό του και εξετάζει θεολογικά τα κρίματα του Θεού και τα αίτια της παραδόσεως των χριστιανών στους αλλοθρήσκους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 1 από 9

<ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ> ΕΠΙΣΤΟΛΗ ΠΡΟΣ ΤΗΝ ΕΑΥΤΟΥ ΕΚΚΛΗΣΙΑΝ Ὁ ταπεινὸς μητροπολίτης Θεσσαλονίκης, πᾶσι τοῖς ἐν ἁγίῳ Πνεύματι ἀγαπητοῖς καὶ τέκνοις καὶ ἀδελφοῖς τῆς ἐμῆς ταπεινότητος, τοῖς τε θεοφιλεστάτοις ἐπισκόποις καὶ τοῖς ἐκκλησιαστικοῖς ἄρχουσι καὶ δι’ αὐτῶν πᾶσι καὶ μάλιστα τοῖς τὰ ἡμέτερα ποθοῦσιν εἰδέναι· ἔλεος ὑμῖν αἰώνιον παρὰ Θεοῦ καὶ χάρις καὶ εἰρήνη πληθυνθείη.

Ἄβυσσον μὲν εἶναι πολλὴν τὰ τοῦ Θεοῦ κρίματα, δηλονότι τὴν αὐτοῦ περὶ ἡμᾶς πρόνοιαν, ἐπεὶ καὶ τὸ τῆς αὐτοῦ σοφίας ὕψος ἢ βάθος ἀνεξερεύνητον, καὶ παρὰ Δαυὶδ τοῦ θεοφάντορος ἐδιδάχθημεν· ἀλλ’ εἰσὶν οἳ διὰ φρενῶν, ὡς εἰπεῖν, ἀτονίαν, καθάπερ ἰλιγγιῶντες πρὸς ταῦτα στροβούμενοί τε καὶ δεινῶς καταπίπτοντες, ἢ τὴν πρόνοιαν δυσσεβῶς ἀναιροῦσιν ἢ τοῦ βίου τῶν οὐκ εὖ πασχόντων ἀλόγως κατηγοροῦσιν ἢ τὴν ἀρετὴν ἔσθ’ ὅτε καὶ τὴν πίστιν αὐτὴν ἀθλίως ἡγοῦνται κενὴν καὶ ἀνόνητον. Ὁ δ’ εὖ φρονῶν, ὅσον τῆς ἀβύσσου καὶ τοῦ ὕψους ἐκείνου καθορᾷ καὶ λογισμοῖς ἐφικνεῖται, τοσοῦτον καὶ διηγεῖται θαυμάζων μετὰ τοῦ ἀοράτου καὶ τὸ ὁρώμενον.

Ὃ γοῦν τῆς τοῦ Θεοῦ προνοίας ἐγὼ κατείληφα πρὸς Ἀσίαν διὰ τῆς αἰχμαλωσίας μετενεχθεὶς καὶ ἀναμὶξ Χριστιανοὺς καὶ Τούρκους οἰκοῦντας, περιϊόντας, ἄγοντας, ἀγομένους ὁρῶν, ἐρῶ πρὸς τὴν ὑμετέραν ἀγάπην. Δοκεῖ γάρ μοι διὰ τῆς οἰκονομίας ταύτης φανεροῦσθαι τὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ ἐπὶ πάντων Θεοῦ, καὶ αὐτοῖς τοῖς πάντων βαρβάρων βαρβαρωτάτοις, ὡς ἀναπολόγητοι ὦσιν ἐπὶ τοῦ μέλλοντος αὐτοῦ φρικωδεστάτου βήματος, ἐγγὺς ὄντος ἤδη· δι’ ἣν οἰκονομίαν, ὡς ἀπὸ τῶν ἐκβάντων ἔστι συνορᾶν, καὶ ἡμεῖς παρεδόθημεν ταῖς τούτων χερσίν, ἅμα καὶ πρὸς μικρὰν ἔκτισιν τῶν πολλῶν εἰς Θεὸν ἡμετέρων ἁμαρτημάτων, οἷόν τινι πυρὶ παραδιδομένων τῶν νῦν πειραζομένων ἀλλὰ σβεννυμένῳ, τῶν ἐπιφερόντων τὰς ἐπηρείας, εἰ μὴ μετάμελον σχοῖεν τῆς τε ἀπιστίας καὶ τῆς θηριωδίας, τῷ ἀσβέστῳ ἐκείνῳ τηρουμένων πυρί.

Καὶ εἰ μὴ τὸ περὶ λόγους φιλότιμον ἐκ μακροῦ παροφθὲν σχεδόν μοι τελέως τῆς ψυχῆς ἀπερρύη, τῶν ἄρτι μοι συνενεχθέντων οὔποτ’ ἂν εὗρον ὑπόθεσιν ἀξιωτέραν, ἐμοί τε προσήκουσαν ὅ,τι μάλιστα καὶ μηδὲν ἧττον πρὸς συγγραφὴν ἀποχρῶσαν· ἦν γάρ μοι κατ’ αὐτὴν ἐξηγεῖσθαι καὶ τὰς τῶν ἐφ’ ἡμῶν τε καὶ καθ’ ἡμᾶς ἡγεμόνων πράξεις (μέχρι γὰρ Τενέδου τῇ βασιλικῇ συνεστελλόμην τριήρει, κἀκεῖθεν ἄχρι Βιθυνίας καὶ Μεσοθυνίας μοι διαβάντι οὐδὲν τῶν ἐκ τῆς Κωνσταντινουπόλεως πραττομένων κατ’ ἤπειρόν τε καὶ θάλατταν διαλέληθεν), ἔτι δὲ καὶ τὰς ἄνωθεν οὐκ οἶδ’ εἴτε παιδείας εἴτ’ ἐγκαταλείψεις χρὴ λέγειν τοῦ καθ’ ἡμᾶς γένους καὶ μάλιστα τὸν τῆτες σεισμόν, ὃς οὐ κτίσματα καὶ κτήματα μόνον, ἀλλὰ καὶ σώματα καὶ πνεύματα, κατὰ τὸν ποιητήν, «ἑλώρια τεῦχε κύνεσσιν οἰωνοῖσί τε πᾶσι», λογικοῖς καὶ ἀλόγοις. Ὡς ἂν δὲ μὴ πάντα λιπὼν λυπῶ, μέτριά τινα τῶν ἐμῶν καὶ μετρίως ἐξείπω τοῖς εἰδέναι ταῦτα ποθοῦσιν ὑμῖν.