Ἀλλ’, ὦ θεὲ τοῦ παντός, ὁ μόνος δοτὴρ καὶ φύλαξ τῆς ἀληθινῆς θεολογίας καὶ τῶν κατ’ αὐτὴν δογμάτων καὶ ῥημάτων, ἡ μόνη μοναρχικωτάτη τριάς, οὐ μόνον ὅτι μόνη τοῦ παντὸς ἄρχεις, ἀλλ’ ὅτι καὶ μίαν ἐν σεαυτῇ μόνην ἔχεις ὑπεράρχιον ἀρχήν, τὴν μόνην ἀναίτιον μονάδα, ἐξ ἧς προάγεσθον καὶ εἰς ἣν ἀνάγεσθον ἀχρόνως καὶ ἀναιτίως ὁ υἱός τε καὶ τὸ πνεῦμα, πνεῦμα τὸ ἅγιον, τὸ κύριον, τὸ ἐκ θεοῦ πατρὸς ἐκπορευτῶς τὴν ὕπαρξιν ἔχον, καὶ δι’ υἱοῦ τοῖς ὀρθῶς πιστεύουσιν εἰς σὲ καὶ διδόμενον καὶ πεμπόμενον καὶ φαινόμενον· υἱὲ μονογενές, ἐκ θεοῦ πατρὸς γεννητῶς τὴν ὕπαρξιν ἔχων καὶ διὰ τοῦ ἁγίου πνεύματος ταῖς καρδίαις τῶν εἰς σὲ πιστευόντων ἐμμορφούμενος καὶ ἐνοικῶν καὶ ἀοράτως ὁρώμενος· πάτερ ἀγέννητε μόνε καὶ ἀνεκπόρευτε, καί, τὸ σύμπαν εἰπεῖν, ἀναίτιε, ὁ μόνος πατὴρ τῶν ἀνεκφοιτήτων καὶ ὁμοτίμων σοι φώτων, ἓν κράτος, μία δύναμις, ἡ δημιουργὸς τῶν ποιητῶν καὶ ὑπὸ χεῖρά σοι φώτων, ἡ πάσης γνώσεως δότειρα, ἡ πολυειδεῖς ἰδέας παραγαγοῦσα γνωστικῶν τε καὶ γνωστῶν καὶ καταλλήλως τοῖς γινώσκουσι καὶ φυσικῶς ἐνθεῖσα τὰς γνώσεις, τοῖς μὲν νοεροῖς ἁπλᾶς καὶ ἀπαθεῖς νοήσεις, τοῖς δὲ αἰσθητικοῖς πολυμερεῖς καὶ παθητὰς αἰσθήσεις, τοῖς δὲ μικτοῖς ἡμῖν ἀμφότερα· ἡ καὶ τὴν περὶ σοῦ κατὰ τὸ ἐγχωροῦν γνῶσιν μόνοις τοῖς λογικοῖς σου κτίσμασιν ἀφάτῳ χρηστότητι χαριζομένη, δὸς καὶ ἡμῖν ἀρτίως εὐαρέστως σοι θεολογῆσαι καὶ τοῖς ἀπ’ αἰῶνος ἔργῳ σοι καὶ λόγῳ εὐαρεστήσασι συμφώνως· ὡς ἂν καὶ τοὺς μὴ θεαρέστως σε θεολογοῦντας ἀπελέγξωμεν, καὶ τοὺς ἐν ἀληθείᾳ σε ζητοῦντας πρὸς τὴν ἀλήθειαν στηρίξωμεν, ἵνα σε γινώσκωμεν πάντες μίαν μόνην πηγαίαν θεότητα, τὸν μόνον πατέρα τε καὶ προβολέα, καὶ σοῦ υἱὸν ἕνα καὶ υἱὸν μόνον, ἀλλ’ οὐχὶ καὶ προβολέα, καὶ σὸν ἓν πνεῦμα ἅγιον, καὶ πρόβλημα μόνον, ἀλλ’ οὐχὶ καὶ ποίημα· καὶ δοξάζοιμεν ἕνα θεόν, ἐν μιᾷ μὲν καὶ ἁπλῇ, πλουσίᾳ δ’, ἵν’ οὕτως εἴπω, καὶ ἀστενοχωρήτῳ θεότητι, καὶ ἀντιδοξαζοίμεθα παρὰ σοῦ ἐν πλουσίᾳ θεώσει καὶ τρισσοφαεῖ φωτοχυσίᾳ, νῦν καὶ εἰς τοὺς ἀκαταλήκτους αἰῶνας.