Ἑώρων οἱ τῶν ἀγγέλων ὀφθαλμοὶ τότε τὴν αἰσθήσει καὶ σαρκὶ συνημμένην τοῦ ἀνθρώπου ψυχὴν καὶ θεὸν ἄλλον ἑώρων, μὴ γεγενημένον μόνον ἐπὶ γῆς δι’ ἀγαθότητα θείαν, νοῦν τε καὶ σάρκα τὸν αὐτόν, ἀλλὰ δι’ ὑπερβολὴν ταύτης καὶ κατὰ θεοῦ χάριν μεμορφωμένον, ὡς εἶναι τὸν αὐτὸν σάρκα καὶ νοῦν καὶ πνεῦμα καὶ τὸ κατ’ εἰκόνα καὶ ὁμοίωσιν θείαν τὴν ψυχὴν ἔχειν ἐντελῶς ὡς ἑνιαίαν οὖσαν ἐν νῷ καὶ λόγῳ καὶ πνεύματι. Ἀλλ’ εἶδε καὶ ὁ βάσκανος ὀφθαλμός, οὐκ ἤνεγκεν ὁ ἀρχέκακος ὄφις· τοσοῦτον ἐκαρτέρησεν, οἶμαι, ὅσον δραστικώτερον τὸν ἰὸν ὑπὸ τὴν γλῶσσαν κεράσαι καὶ οἷον συσκευάσαι καὶ μῖξαι δόλῳ, γλυκερῷ λόγῳ, τὸ δι’ ἀκοῆς δηλητήριον· ἐπῆλθεν, ἔθελξεν, ἔτρωσεν —ὢ καὶ τῆς ἐμῆς εὐκολίας καὶ τῆς ἐκείνου κακίας—εἰσέχεε τῇ ψυχῇ τὸν ἰόν, ἐθανάτωσε τὸ ζῶν ἐκεῖθεν, τὸ σῶμα λέγω, τὴν δ’ ἀφ’ ἑαυτῆς ζῶσαν ψυχὴν ἠμαύρωσεν· ἀφῃρήμεθα τὸ θεῖον κάλλος, ἐστερήμεθα τῆς θείας μορφῆς, τὸ φῶς ἀπεβάλομεν, τὴν πρὸς αὐτὸ τὸ ἀνωτάτω φῶς ὁμοιότητα διεφθείραμεν· περιεβαλόμεθα τὸν ζόφον ὡς ἱμάτιον, φεῦ, καὶ ὡς διπλοΐδα τὸ σκότος ἐνεδεδύμεθα. Ἀλλ’ ἠλέησε δωρεάν, ἵνα μὴ μηκύνω λέγων, οὗ φύσις ἡ ἀγαθότης καὶ ὁ δι’ αὐτὴν ἔλεος· καὶ δι’ ἐμὲ τὸν πεσόντα κατῆλθε καὶ γέγονε, καθά φησιν ὁ ἀπόστολος, «εἰς πνεῦμα ζωοποιοῦν», ὡς ἂν ζωοποιήσας ἀνακαινίσῃ τὴν ἀμαυρωθεῖσαν εἰκόνα.