Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Περὶ τῆς τοῦ ἁγίου πνεύματος ἐκπορεύσεως λόγοι δύο

Γρηγόριος Παλαμᾶς

Εισαγωγή στον Δεύτερο Λόγο και η ερμηνεία του κυριακού εμφυσήματος

Έναρξη του δεύτερου λόγου, εξέταση των αγιογραφικών μαρτυριών και θεολογική εξήγηση ότι το εμφύσημα του Χριστού μεταδίδει άκτιστη ενέργεια και χάρη, όχι την υπόσταση του Πνεύματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 6 από 11

ΤΟΥ ΑΥΤΟΥ ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ ΠΕΡΙ ΤΗΣ ΕΚΠΟΡΕΥΣΕΩΣ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ ΠΕΡΙ ΤΗΣ ΕΚΠΟΡΕΥΣΕΩΣ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ ΟΤΙ ΟΥΧΙ ΚΑΙ ΕΚ ΤΟΥ ΥΙΟΥ ΚΑΙ ΠΡΟΣ ΤΑ ΠΑΡΑ ΛΑΤΙΝΩΝ ΕΚ ΤΗΣ ΘΕΙΑΣ ΓΡΑΦΗΣ ΕΙΣ ΣΥΝΗΓΟΡΙΑΝ ΑΥΤΩΝ ΔΗΘΕΝ ΠΡΟΤΕΙΝΟΜΕΝΑ Ὧν μὲν οὖν ἔδει καὶ αὐτῷ τῷ τῶν εὐσεβούντων καταλόγῳ πρὸς διασάφησίν τε καὶ βεβαίωσιν τοῦ ὀρθοῦ φρονήματος καὶ δι’ ὧν ὡς ἐν βραχεῖ τὸ δυσσεβὲς ἅπαν τῶν ἐνισταμένων ἀναφαίνεται Λατίνων, πρότερον εἰς δύναμιν διεξελθόντες, ἃ δὲ αὐτοὶ προτείνουσι καθ’ ἡμῶν τε καὶ τῆς εὐσεβείας, καὶ δι’ ὧν ἰσχυρίζονται μηδὲν καινοτομεῖν, ἀλλὰ τοῖς αὐτοῦ Χριστοῦ θείοις λόγοις συνῳδὰ φρονεῖν καὶ λέγειν καὶ τοῖς κατὰ Χριστὸν θεολογήσασι κατ’ οὐδὲν ἀπᾴδοντα, ταῦτα δὲ μήπω πάνθ’ ἑξῆς εἰς τοὐμφανὲς παραγαγόντες μηδὲ ἀπελέγξαντες, νῦν ἴδωμεν καθ’ ἕκαστον ἅττα λέγουσι καὶ τίσι λογισμοῖς ἢ καὶ γραφικοῖς ῥήμασί τε καὶ νοήμασι χρησάμενοι, μᾶλλον δὲ παραχρησάμενοι, τῆς θεολέκτου τε καὶ πατροπαραδότου διαπεπτώκασιν ὁμολογίας. Καὶ τὸ δεινότατον ἁπάντων, οὐδ’ ἐπαναλῦσαι καὶ ἀσφαλῶς ἐπιλαβέσθαι οὗ διαπεπτώκασιν ἐθέλουσιν, ἀλλὰ τοῖς πρὸς ἐπανόρθωσιν διδοῦσι χεῖρα, ἀληθείας λόγου δύναμιν πρὸς ἀλήθειαν ἀναγωγόν, οἷά τινες ὡς ἀληθῶς ἀνάγωγοι, δυσχεραίνουσί τε ἐς τὰ μάλιστα καὶ ἀντιλέγουσι.

Τὸ μὲν οὖν τοῦ ὀρθοῦ διαπεσεῖν κοινὸν ἐγένετο ταῖς ἐκκλησίαις ἁπάσαις, ἄλλοτε ἄλλῃ διὰ τοῦ μακροῦ χρόνου λυμηναμένου τοῦ χείρονος. Τὸ δὲ διαπεσοῦσαν μηκέτ’ ἐπανελθεῖν μόνης τῆς τῶν Λατίνων ἐγένετο, καίτοι μεγίστης τε καὶ κορυφαίας οὔσης καὶ τῶν πατριαρχικῶν θρόνων ἐξόχου περιωπῆς· καὶ ταὐτὸν ταύτῃ συμβέβηκε, μεγίστῃ τῶν ἐκκλησιῶν οὔσῃ, τῷ μεγίστῳ τῶν ζῴων ἐλέφαντι. Ὅν φασι μηδ’ ὕπνου καιρὸν ἐπ’ ἐδάφους ἀνακλίνεσθαι πρὸς ἄνεσιν, τοῖς δὲ πλαγίοις ἄρθροις μικρὸν ἐποκλάζοντα διαναπαύεσθαι· ἂν δέ πού τι παθὼν καταπέσῃ, μηκέτ’ ἀνίστασθαι δύνασθαι. Ἀλλὰ τοῖς μὲν ἐλέφασι τὸ βάρος τοῦ σώματος αἴτιον καὶ ἡ πολυσαρκία δύσχρηστός τε οὖσα καὶ κάτω πιέζουσα, καθάπερ τις ἐπικειμένη μόλυβδος πολυτάλαντος, τοῖς δὲ Λατίνοις ὁ τύφος οἶμαι τὸ μόνον, μικροῦ δέω λέγειν, πάθος ἀνίατον, ὃ καὶ τῷ μόνῳ πονηρῷ κρίμα κατὰ τὸν ἀπόστολον ἰδιαίτατον· δι’ ὃ κἀκεῖνος εἰς αἰῶνας ἀνίατος.

Ἂν δὲ τὸ τῶν Λατίνων τοῦτο φῦλον τοῦτον ἀπόθωνται—δύνανται γάρ, καὶ γὰρ ἄνθρωποι—τάχ’ ἂν ἡμεῖς οἱ τοῦ ὀρθοῦ πάντες συναχθέντες εἰς ἓν καὶ οἷόν τισι προνομαίαις, ὃ καὶ τοῖς καταπεσοῦσιν ἐλέφασι παρὰ τῶν μὴ κειμένων ἡ φύσις ἐξεῦρε βοήθημα, τοῖς θεοπνεύστοις λογίοις χρησάμενοι διαναστήσομέν τε καὶ στήσομεν ὀρθίους, ἀπαρεγκλίτως ἐχομένους τοῦ κανόνος τῆς εὐσεβείας. Ἐθελοντὰς δὲ κειμένους ὀνήσει τὸ παράπαν οὐδέν, κἂν παρ’ αὐτῶν τῶν οὐρανίων νόων σκευάζηταί τε καὶ προσάγηται τὸ τῆς ψευδοδοξίας ἴαμα· τούτων γὰρ λόγος προφητικοῖς ῥήμασιν ἐκπεφασμένος, ὡς «ἰατρεύσαμεν τὴν Βαβυλῶνα καὶ οὐκ ἰάθη».

Μικροῦ τοίνυν μάτην τούτοις δίδωσιν ὁ χεῖρα διδούς, τοῦτο μόνον εὖ ἄγαν ἑαυτῷ νείμας καὶ ἀποδοὺς τῷ θεῷ, τὴν τῆς οἰκείας καλοκαγαθίας ἐπίδειξιν, ἐκείνους δὲ μόνον ἐθελοκακοῦντας ἀποδείξας καὶ ἴσως στήσας, τοῦ μὴ πρόσω τῶν ἀτοπημάτων χωρεῖν. Καὶ νῦν γάρ, εἰ μὴ σαφῶς ἑτεροφρονεῖν ἐθέλουσι, τί κρεῖττον ἂν σχοῖεν φάρμακον πρὸς ἐπανόρθωσιν, ἢ ὅτιπερ ἐκ μόνου τοῦ πατρός, ἀλλ’ οὐχὶ καὶ ἐκ τοῦ υἱοῦ τὴν ὑπόστασιν ἔχει τὸ πνεῦμα τὸ ἅγιον; Ὃ προαποδέδεικται διὰ πολλῶν καὶ διὰ τῆς ὑποφωνήσεως τοῦ ‘μόνου’, ἀριδηλοτέρας γεγονυίας τῆς ὀρθοδόξου διανοίας περὶ τῆς τοῦ ἁγίου πνεύματος ἀσφαλοῦς θεολογίας καὶ τῆς κατ’ αὐτοὺς προσθήκης ὑπεναντίας φανερῶς ἐληλεγμένης τοῦ ὀρθοτομοῦντος κηρύγματος τῆς ἀληθείας.

Ἀλλὰ καὶ χωρὶς τούτων οὐδέ τινά ποθεν ἀνάγκην ἐπαγομένην ὁρῶμεν μετακινεῖν τὰς πνευματοκινήτους περὶ θεοσεβείας ψήφους τῶν ἀπ’ αἰῶνος ἱερῶν συνόδων καὶ μετασκευάζειν τὸ πατροπαράδοτον τῆς εὐσεβείας σύμβολον, ὡς προστιθέναι καὶ ἰσχυρίζεσθαι τὴν ὕπαρξιν ἔχειν καὶ ἐκ τοῦ υἱοῦ τὸ πνεῦμα τὸ ἅγιον.

Τί γάρ, εἰ τῆς θεοπνεύστου γραφῆς ἔστιν ἃ δοκοῦσι διαφωνεῖν πρὸς τὰ κοινῇ τοῖς θεολόγοις ἐκπεφασμένα, κἀντεῦθεν ἀνωμολογημένα πᾶσιν ἡμῖν, οὐκ ἐκεῖνα μᾶλλον συμβιβάσομεν τῇ πανταχόθεν ἐχούσῃ τὸ ἀναμφισβήτητον ἀληθείᾳ πρὸς δύναμιν, ἀλλ’ ἡμεῖς ἐκπεσούμεθα δι’ ἐκεῖνα τῆς ἀληθείας; Οὐδ’ εἴ τι καὶ τὴν ἡμετέραν ὑπερβαίνει διάνοιαν ὁμολογήσομεν καὶ ἄλλοις δή τισι τῆς κατ’ αὐτὰ συνέσεως παραχωρήσομεν, ὅστις ἂν ἀξιωθείη—κἂν τῶν ἐσχάτων ᾖ—τῶν βαθέων καὶ ἀποκεκρυμμένων μυστηρίων τοῦ πνεύματος, ἡμᾶς δ’ αὐτοὺς ἀναξίους κρίναντες τούτων, ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ ταπεινώσομεν, ἀλλ’ ὢ τοῦ πάθους, καὶ θεὸν αὐτὸν ἀγνοήσομεν διὰ τὸ μηδὲν ἐθέλειν ὁμολογεῖν ἀγνοεῖν, ὥσπερ οἱ καὶ τὴν τοῦ υἱοῦ θεότητα ἀγνοήσαντες διὰ τὰ δυσλήπτως περὶ αὐτοῦ γεγραμμένα; Οὔμενουν. Οὐδὲ γὰρ ἐκείνοις αἱ γραφικαὶ μαρτυρίαι, μὴ καλῶς ἐκληφθεῖσαι, δυνηθεῖεν ἂν συνάρασθαι παραιτουμένοις οὐ κατὰ καιρὸν ἢ τῆς ἀσεβείας αὐτοὺς καὶ τῆς δι’ αὐτὴν αἰωνιζούσης καταδίκης ἐξελέσθαι· ἀλλὰ κρίσιν τίσουσιν αἰώνιον, ὅτι τὰς σαφεῖς ἀθετήσαντες φωνὰς καὶ τὰς ἀσαφεῖς φυσιώσει γνώσεως ἀνερευνήσαντες, μᾶλλον δὲ μὴ ἐρευνήσαντες, μηδὲ τοῖς ὡς ἀληθῶς ἐρευνήσασι πεισθέντες, ἐξ αὐτῆς ἐνδίκως τῆς πεφυσιωμένης γνώσεως τὴν ὄντως ἀφροσύνην ἐκαρπώσαντο.

Καίτοι πλεῖσταί εἰσιν αὗται αἱ φωναί, αἳ τοῖς μὴ διορατικωτάτοις τὸ πρὸς τὸν πατέρα συνάναρχόν τε καὶ ὁμότιμον ἀφαιροῦνται τοῦ υἱοῦ καὶ αὐτὸ δὲ τὸ δεσποτικὸν ἀξίωμα καὶ τὴν βασιλείαν τὴν ἄληκτον· «ὑποταγήσεται γάρ, φησί, καὶ ὁ υἱός», καὶ «χρὴ αὐτὸν βασιλεύειν ἄχρι τινός», καὶ «μείζων ὁ πατήρ», καὶ «ἡ Σοφία ἔκτισται», καὶ «ἀγνοεῖ τι τῶν ἐκτισμένων ὑπ’ αὐτοῦ», καὶ «ἀφ’ ἑαυτοῦ οὐδὲν δύναται ποιεῖν», καὶ «καταβέβηκεν οὐχ ἵνα τὸ οἰκεῖον θέλημα ποιῇ», καὶ «ἦν διανυκτερεύων ἐν τῇ προσευχῇ τοῦ θεοῦ», καὶ ‘ἔμαθε’, καὶ ‘προέκοψε’, καὶ ‘ὑψώθη’, καὶ ‘ἐδοξάσθη’, καὶ ‘τετελείωται’, καὶ ὅσα τῆς τοῦ ἡμετέρου φυράματος ταπεινότητος, καὶ ὅσα τῆς εὐγνωμοσύνης, ἵν’ οὕτως εἴπω, τοῦ γεννήματος πρὸς τὸν γεννήτορα, καὶ ὅσα τοῦ μὴ ἀντίθεος εἶναι δείγματα, καὶ ὅσα πρὸς ἡμᾶς δι’ ἔργων ἀρετῆς ὑποδείγματα.

Τί οὖν, διὰ ταῦτα τὸ ἑτέρωθεν προσμαρτυρούμενον τῷ υἱῷ θεῖον οἷον ἀδιεξίτητον ὕψος ἀθετητέον, ὅτι «ἐν ἀρχῇ ἦν», «καὶ πρὸς τὸν θεὸν ἦν, καὶ θεὸς ἦν», καὶ «πρὸ πάντων βουνῶν γεννᾶται», καὶ «πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ», καὶ «οὗτος ὁ θεὸς καὶ οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν», αὐτὸς γάρ ἐστιν ὁ «μετὰ ταῦτα τοῖς ἀνθρώποις συναναστραφείς», ὅτι τε αὐτὸς καὶ ὁ πατὴρ ἕν εἰσι, καὶ αὐτὸς ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν αὐτῷ, καὶ «ὁ ἑωρακὼς αὐτὸν ἑώρακε τὸν πατέρα», καὶ «μετ’ αὐτοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεως αὐτοῦ», «καὶ κατακυριεύσει μετὰ τὸ ἀνταναιρεθῆναι τὴν σελήνην», καὶ «πᾶν αὐτῷ γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων», καὶ «ἡ βασιλεία αὐτοῦ, βασιλεία αἰώνιος», καὶ «βασιλεῖ ἑτέρῳ οὐχ ὑπολειφθήσεται»;

Ταῦτα τοίνυν καὶ τ’ ἄλλ’ ὅσα τούτοις παραπλήσια, τὰ τοσοῦτο θαυμαστά, τὰ ἐπὶ τοσοῦτον ὑψηλά, τὰ οὕτως ἀνυπέρβλητα, διὰ τὰ ταπεινοῦντα τῶν ῥημάτων συγκαθελκύσομεν αὐτοῖς; Ἀλλ’ οὐ ζητήσομέν τε καὶ στέρξομεν τὸ ἐγκεκρυμμένον τοῖς δοκοῦσι χαμερπέσιν ὑψηλὸν καὶ τοῦ εὐσεβοῦς νοήματος γενόμενοι διαλύσομεν τὸ προσιστάμενον; Ἀλλὰ τῷ φαινομένῳ προσπταίσομέν τε καὶ πεσούμεθα καὶ ἐναπομενοῦμεν τῷ γράμματι; Οὔμενουν· ἀποκτένει γὰρ τὸ γράμμα κατασπῶν ἀφ’ ὕψους τοὺς μὴ ἄνω πρὸς τὸ πνεῦμα βλέποντας.

Ταῦτ’ ἄρα καὶ ἡμεῖς, ὅσοι καθαρῶς τοῦ πνεύματος, ὅσοι καθάπερ αὐτὸ ἑαυτὸ διεσάφησε θεολογοῦμεν, ὅσοι μηδὲν ἀνάξιον αὐτοῦ καὶ φρονοῦμεν καὶ κηρύττομεν, μηδ’ ἐξ ὧν λέγομεν ἐκβαῖνον· ἡμεῖς τοίνυν, κἄν τι μὴ ὁμόφωνον δοκῇ τῇ περὶ τοῦ ἁγίου μόνου καὶ προσκυνητοῦ πνεύματος θεολογίᾳ καὶ αὐτὸ τοῦ ἁγίου πνεύματος διδόντος, νοήσομεν πνευματικῶς καὶ διευκρινήσομεν καὶ διαρρίψομεν τοὺς λίθους τοῦ προσκόμματος καὶ πᾶσι τρόποις ἀποδείξομεν τοῖς προτέροις τῶν πατέρων ὁμολογοῦντας τοὺς ὑστέρους, κοινῇ τε καὶ ἰδίᾳ ἑαυτοῖς καὶ ἡμᾶς αὐτοὺς αὐτοῖς καὶ κοινῇ πάντας τῷ κοινῷ τῆς φύσεως δεσπότῃ καὶ κατὰ χάριν ἡμετέρῳ πατρί. Ἐπεὶ δὲ ὅσα σχεδὸν ἀγνοοῦσι τῶν γραφῶν ὑπ’ ἀπορίας ἢ κακοβουλίας πρὸς τὴν οἰκείαν κακοδοξίαν οἱ Λατῖνοι περιτρέπουσι στρεβλοῦντες, πλεῖστα δέ εἰσιν αὐτοῖς τὰ ἀγνοούμενα τῶν δοκούντων αὐτοῖς ἀναντιρρήτων καὶ δι’ ὧν ὡς προφανῶν τὸν περὶ αὐτοὺς ἐξαπατῶσιν ὄχλον, τούτων ἡμεῖς ἀρτίως μνησθέντες καὶ ταῦτα κακῶς παρ’ αὐτῶν ἐξειλημμένα θεοῦ συναιρουμένου ἀπελέγξαντες καὶ οἷόν τινας θεμελίους ὑποσπάσαντες, σαθρὸν αὐτῶν ἀποδείξομεν τὸ ὅλον τῆς δυσσεβείας οἰκοδόμημα.

Φέρε δὴ προθῶμεν πρότερον τὸ καὶ πρότερον αὐτοῖς δοκοῦν παντάπασιν ἄμαχον, ὡς ὑπὸ τοῦ λόγου τῆς ἀληθείας εἰρημένον· «ἐνεφύσησεν αὐτοῖς καὶ εἶπε, λάβετε πνεῦμα ἅγιον». Ὁρᾷς, φασί, πῶς σαφῶς καὶ ἐκ τοῦ υἱοῦ τὸ πνεῦμα τὸ ἅγιον; Ἆρ’ οὖν ὅτι ἐμφυσήσας εἶπε «λάβετε πνεῦμα ἅγιον», τὸ ἅγιον πνεῦμα τὸ ἐμφύσημα ἦν, ὡς ταὐτὸν εἶναι τῷ διὰ σαρκὸς ἐμφυσήματι τὸ ἐκπόρευμα ἢ τῷ δεδόσθαι δι’ ἐμφυσήματος τεκμηριοῦνται καὶ τῆς τοῦ Χριστοῦ θεότητος ἐμφύσημα εἶναι τὸ πνεῦμα τὸ ἅγιον, κἀντεῦθεν παρὰ τοῦ υἱοῦ ἐκπορεύεσθαι συμπεραίνουσιν; Ἀλλ’ ὁπότερον τούτων λέγουσιν, ἐπιστομιζέσθωσαν αὐτόθεν πρῶτον διὰ βραχέων· οὐ γὰρ ἐμφυσήσας εἶπεν ὁ κύριος, ‘λάβετε τὸ πνεῦμα’, ἀλλὰ χωρὶς τοῦ ἄρθρου, ‘λάβετε πνεῦμα ἅγιον’, δηλαδὴ βραχύ τι τοῦ πνεύματος. Σαφὲς οὖν ὡς μερικὴν τοῦ πνεύματος ἐνέργειαν διὰ τοῦ ἐμφυσήματος ἔδωκεν, οὐκ αὐτοῦ τὴν φύσιν ἢ τὴν ὑπόστασιν· ἀμερὴς γὰρ παντάπασιν ἡ τοῦ θείου πνεύματος φύσις τε καὶ ὑπόστασις. Διὰ τί δὲ ἐμφυσήσας ἔδωκεν ὅπερ ἔδωκεν; Ἵνα δείξῃ μίαν οὖσαν ἑαυτοῦ καὶ τοῦ θείου πνεύματος τὴν ἐνέργειαν· κἀντεῦθεν ἀλλήλων, ἑαυτοῦ κἀκείνου, παραστήσῃ τὸ συναφὲς καὶ συμφυὲς καὶ ὁμότιμον. Καθάπερ καὶ ὁ χρυσόστομός φησι θεολόγος γράφων· «τινὲς μέν φασιν ὅτι οὐ τὸ πνεῦμα ἔδωκεν, ἀλλ’ ἐπιτηδείους αὐτοὺς πρὸς ὑποδοχὴν δι’ ἐμφυσήματος κατεσκεύασεν.

Οὐκ ἂν δέ τις ἁμάρτοι καὶ τότε εἰληφέναι αὐτοὺς λέγων ἐξουσίαν τινὰ πνευματικὴν καὶ χάριν, ὥστε ἀφιέναι ἁμαρτήματα. Διὸ ἐπήγαγεν, ‘ὧν ἂν ἀφῆτε ἀφέωνται’, δεικνὺς ποῖον εἶδος ἐνεργείας δίδωσι· καὶ γὰρ ἄφατος ἡ τοῦ πνεύματος χάρις καὶ πολυειδὴς ἡ δωρεά. Τοῦτο δὲ γίνεται, ἵνα μάθῃς ὅτι μία ἡ δωρεὰ καὶ ἡ ἐξουσία πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος».

Ὡς ἂν δὲ καὶ διεξοδικώτερον πρὸς αὐτοὺς ἀπαντήσωμεν, εἰ τὸ ἐμφύσημα τοῦ κυρίου τὸ πνεῦμα τὸ ἅγιον ἦν, καὶ ἡ ἀναπνοὴ λοιπὸν ᾖ ἐχρῆτο, δι’ ἧς καὶ τὸ ἐμφύσημα γέγονε, τὸ πνεῦμα τὸ ἅγιον ἦν. Οὐκοῦν οὐ καθ’ ἡμᾶς ἐγένετο ἄνθρωπος, ἀλλ’ ἢ φαντασίᾳ, κατὰ τὴν φαντασίαν τῶν Ἀκεφάλων, ἢ καὶ πρὶν ἀνθρώποις συναναστραφῆναι τὴν σαρκώδη φύσιν ἐξ ἀρχῆς εἶχεν οὕτω πως συνισταμένην, κατὰ τὴν Ἀπολιναρίου ἄνοιαν· καὶ μὴν αὐτὸς ὁ κύριος καὶ τοῦτ’ εἶπε πάντως· «τὰ ῥήματα, ἃ ἐγὼ λαλῶ, πνεῦμά εἰσι καὶ ζωή εἰσιν». Εἰ δὲ πνεῦμά εἰσι, καὶ πνεῦμα ἅγιόν εἰσι· πῶς γὰρ οὔ; Οὐκοῦν, κατὰ τὴν Ἰταλῶν περὶ τοῦ ἐμφυσήματος ἑρμηνείαν, καὶ τὸ πνεῦμα λόγος καὶ θεοῦ λόγος.

Οὗ τί ἂν ἀκουσθείη καινότερον; Μᾶλλον δὲ λόγοι, καὶ θεοῦ λόγοι· τὰ γὰρ ῥήματα, πλῆθος. Ἐπιστῆσαι δὲ κἀνταῦθα δέον, ὡς οὐδὲ νῦν εἶπεν, ὅτι «τὰ ῥήματα ἃ ἐγὼ λαλῶ τὸ πνεῦμά εἰσιν», ἀλλὰ χωρὶς τοῦ ἄρθρου, δηλῶν μὴ τοῦ πνεύματος τὴν ὑπόστασιν εἶναι ταῦτα, τῆς δὲ τοῦ θείου πνεύματος ἐνεργείας εἶναι πεπληρωμένα καὶ τὴν ζωοποιὸν τοῦ πνεύματος δι’ αὐτῶν χορηγεῖσθαι ἐνέργειαν. Καὶ ἡνίκα τοίνυν ἐμφυσήσας εἶπε, ‘λάβετε πνεῦμα ἅγιον’, τοῦτ’ ἄντικρυς ἔφη, ὅτι τὸ ἐμφύσημα τοῦτο τῆς τοῦ λύειν καὶ δεσμεῖν ἐξουσίας τοῦ θείου πνεύματος πεπληρωμένον ἐστί.

Πρὸς ὃ δὲ νῦν ὁ λόγος καὶ παρ’ ἡμῶν τὰ τοῦ κυρίου ῥήματα ἐξαγγέλλεται· «ἐν γὰρ τοῖς χείλεσί μου, φησίν, ἐξήγγειλα πάντα τὰ κρίματα τοῦ στόματός σου». Ἆρ’ οὖν καὶ ἐξ ἡμῶν ἐκπορεύεται τὸ πνεῦμα τὸ ἅγιον; Ἀλλὰ καὶ ἐξερευνῶνται καὶ μελετῶνται καὶ τηροῦνται καὶ πράττονται καὶ κατανοοῦνται, εἰς ὅσα κατάγει τὸ πνεῦμα ὁ τὰ τοῦ πνεύματος ἑρμηνεύων οὐ διὰ πνεύματος, ὅση δὲ καὶ ἡ διαφορὰ τῶν τοῦ κυρίου λόγων· ἐντολαί, νόμοι, μαρτύρια, δικαιώματα, κρίματα. «Καὶ ἐγένετο ῥῆμα κυρίου ἐπὶ Ἰωάννην τὸν Ζαχαρίου», κατὰ τὸν θεῖον εὐαγγελιστὴν Λουκᾶν, καὶ «καθὼς ἐλάλησε κύριος διὰ τῶν ἁγίων αὐτοῦ προφητῶν ποιῆσαι ἔλεος», ὁ Ζαχαρίας φησί, καὶ «ἐπὶ Ἰωνᾶν τὸν τοῦ Ἀμαθῆ λόγος κυρίου ἐγένετο», καὶ «ὁ λόγος ὁ γενόμενος πρὸς Ἡσαΐαν» καὶ ἄλλοτ’ ἐπ’ ἄλλον, καὶ «εἶπε κύριος πρὸς Μωσῆν» καὶ τὸν δεῖνα ἢ τὸν δεῖνα καὶ ἐφ’ ὅσους ἀρτίως οὐδὲ ἀριθμῆσαι ῥᾴδιον.

Τί οὖν, ταῦτα πάντα τὸ πνεῦμα τὸ ἅγιον ἦν καὶ οὐκ ἐλάλησεν αὐτὸ διὰ τῶν προφητῶν κατὰ τὸ γεγραμμένον, ἀλλ’ αὐτὸ ἐλαλήθη δι’ αὐτῶν ἢ ἐλαλήθη πρὸς αὐτούς; Ἄπαγε τῆς βλασφημίας. Εἰ δὲ μὴ ταῦτα τὰ ἐκ τοῦ ἀσωμάτου θεοῦ ἀσωμάτως λεγόμενα τὸ πνεῦμα τὸ ἅγιον ἦν, πολλῷ μᾶλλον οὐδὲ τὰ τοῦ Χριστοῦ ῥήματα σωματικῶς προφερόμενα. Εἰ δὲ μὴ ταῦτα, οὐδὲ ἡ ἀναπνοὴ ἐν ᾗ τυποῦται αὐτὰ καὶ προάγεται. Εἰ δὲ μὴ αὕτη, οὐδὲ τὸ ἐμφύσημα τὸ γεγονὸς δι’ αὐτῆς. Πρὸς δὲ τούτῳ, οὐδὲ τὸ παρ’ αὐτοῦ αἰνιττόμενον. Εἰ γοῦν καὶ παντάπασιν ἀδύνατον, ὅμως ἔστω μὴ τῆς σαρκὸς εἶναι, ἀλλὰ τῆς θεότητος τοῦ υἱοῦ τὸ ἐμφύσημα· μᾶλλον δέ, ἵν’ αὐτὸ θῶμεν τὸ παρὰ τῶν Λατίνων λεγόμενον, ἔστω παρὰ τοῦ αἰσθητοῦ τὸ νοητὸν ἐκεῖνο παρὰ τοῦ σωτῆρος σημαίνεσθαι. Ἀλλ’ ἐνεφύσησεν οὗτος καὶ τὴν ἀρχὴν εἰς τὸ πρόσωπον τοῦ πρώτου πλάσματος. Τί δὲ ἐνεφύσησε; ‘Πνοὴν ζωῆς’. Τί ἐστι ‘πνοὴν ζωῆς’; ‘Ψυχὴν ζῶσαν’. Διδασκέτω σε Παῦλος· «ἐγένετο ὁ πρῶτος ἄνθρωπος εἰς ψυχὴν ζῶσαν». Τί δέ ἐστι ζῶσαν; Ἀείζωον, ἀθάνατον, ταὐτὸν δ’ εἰπεῖν λογικήν· ἡ γὰρ ἀθάνατος λογική· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ κεχαριτωμένην θείως. Τοιαύτη γὰρ ἡ ὄντως ζῶσα ψυχή. Τοῦτο δὲ τῷ κατ’ εἰκόνα ταὐτόν, εἰ δὲ βούλει καὶ καθ’ ὁμοίωσιν· ὢ τῆς ζημίας, ἐκ τίνος εἰς τί μετεβάλομεν.

Ἑώρων οἱ τῶν ἀγγέλων ὀφθαλμοὶ τότε τὴν αἰσθήσει καὶ σαρκὶ συνημμένην τοῦ ἀνθρώπου ψυχὴν καὶ θεὸν ἄλλον ἑώρων, μὴ γεγενημένον μόνον ἐπὶ γῆς δι’ ἀγαθότητα θείαν, νοῦν τε καὶ σάρκα τὸν αὐτόν, ἀλλὰ δι’ ὑπερβολὴν ταύτης καὶ κατὰ θεοῦ χάριν μεμορφωμένον, ὡς εἶναι τὸν αὐτὸν σάρκα καὶ νοῦν καὶ πνεῦμα καὶ τὸ κατ’ εἰκόνα καὶ ὁμοίωσιν θείαν τὴν ψυχὴν ἔχειν ἐντελῶς ὡς ἑνιαίαν οὖσαν ἐν νῷ καὶ λόγῳ καὶ πνεύματι. Ἀλλ’ εἶδε καὶ ὁ βάσκανος ὀφθαλμός, οὐκ ἤνεγκεν ὁ ἀρχέκακος ὄφις· τοσοῦτον ἐκαρτέρησεν, οἶμαι, ὅσον δραστικώτερον τὸν ἰὸν ὑπὸ τὴν γλῶσσαν κεράσαι καὶ οἷον συσκευάσαι καὶ μῖξαι δόλῳ, γλυκερῷ λόγῳ, τὸ δι’ ἀκοῆς δηλητήριον· ἐπῆλθεν, ἔθελξεν, ἔτρωσεν —ὢ καὶ τῆς ἐμῆς εὐκολίας καὶ τῆς ἐκείνου κακίας—εἰσέχεε τῇ ψυχῇ τὸν ἰόν, ἐθανάτωσε τὸ ζῶν ἐκεῖθεν, τὸ σῶμα λέγω, τὴν δ’ ἀφ’ ἑαυτῆς ζῶσαν ψυχὴν ἠμαύρωσεν· ἀφῃρήμεθα τὸ θεῖον κάλλος, ἐστερήμεθα τῆς θείας μορφῆς, τὸ φῶς ἀπεβάλομεν, τὴν πρὸς αὐτὸ τὸ ἀνωτάτω φῶς ὁμοιότητα διεφθείραμεν· περιεβαλόμεθα τὸν ζόφον ὡς ἱμάτιον, φεῦ, καὶ ὡς διπλοΐδα τὸ σκότος ἐνεδεδύμεθα. Ἀλλ’ ἠλέησε δωρεάν, ἵνα μὴ μηκύνω λέγων, οὗ φύσις ἡ ἀγαθότης καὶ ὁ δι’ αὐτὴν ἔλεος· καὶ δι’ ἐμὲ τὸν πεσόντα κατῆλθε καὶ γέγονε, καθά φησιν ὁ ἀπόστολος, «εἰς πνεῦμα ζωοποιοῦν», ὡς ἂν ζωοποιήσας ἀνακαινίσῃ τὴν ἀμαυρωθεῖσαν εἰκόνα.

Τοῦτο τοίνυν ἤδη τελῶν καὶ δεικνὺς ὡς οὗτος ἐκεῖνος ὁ καὶ τὴν ἀρχὴν δημιουργήσας δι’ ἐμφυσήματος, τοῖς μαθηταῖς ἐμφυσᾷ καὶ δι’ οἰκείου λόγου φανεροῖ τὸ δώρημα· οὐκ αὖθις λέγων ψυχὴν ἐντίθημι, ἀλλὰ πνεῦμα, καὶ πνεῦμα θεῖον αὖθις τῇ μεταδόσει τῶν χαρισμάτων τὴν ψυχὴν ἀπεργάζομαι. Εἰπέ, Παῦλε, πῶς, τὸν λόγον διαδεξάμενος· στόμα γὰρ ὄντα σε γινώσκω Χριστοῦ.

Αὐτήν, φησί, συνάπτων, ὡς ἐκεῖνος ἂν εἶπε, τῷ ἐμῷ πνεύματι καὶ οἷον πνέειν μετ’ ἐμοῦ τοὺς ἐμοὺς καὶ κατὰ χάριν ἔχειν διὰ τῆς πρὸς ἐμὲ συναφείας τὴν τῷ θείῳ πνεύματι φυσικῶς προσοῦσαν τοῦ λύειν καὶ δεσμεῖν ἐξουσίαν. «Ἡμεῖς γάρ, φησί, νοῦν Χριστοῦ ἔχομεν», καὶ «ὁ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν».

Ἀλλ’ ὁρᾷς πῶς τὸ ἐμφύσημα τοῦτο αἰνίττεται μὲν παρὸν τὸ πνεῦμα καὶ τελεσιουργοῦν τὴν ἐπὶ τὸ κρεῖττον τῆς ἀνθρωπίνης ψυχῆς ἀνακαίνισιν, ἣν ἐκ πατρὸς διὰ τοῦ υἱοῦ ἐν ἁγίῳ πνεύματι τελεῖσθαι πιστεύομεν, δίδωσι δὲ πνεῦμα καὶ πνεῦμα ἅγιον, ἀλλὰ κατὰ τὴν δωρεὰν καὶ τὴν δύναμιν καὶ τὴν χάριν καὶ τὴν ἐνέργειαν, ἥτις τὸ τὰς ἁμαρτίας τῶν ἀνθρώπων δεσμεῖν καὶ λύειν ἐστίν, οὐκ αὐτὴν τὴν ὑπόστασιν τοῦ παναγίου πνεύματος;

Παρ’ οὐδενὸς γὰρ αὕτη λαμβάνεσθαι δύναται. Τὰ δὲ χαρίσματα τοῦ πνεύματος, αἱ φυσικαὶ δυνάμεις καὶ ἐνέργειαι, μηδαμῶς αὐτοῦ χωριζόμεναι, λαμβάνονται μὲν παρὰ τῶν ἀξίων ἐνεργεῖσθαι παρὰ τοῦ πνεύματος, οἳ διὰ τὸ ἡνῶσθαι τούτῳ καὶ τῇ τούτου ἐνεργείᾳ χρισθῆναι—μόνος γὰρ ὁ μόνος Χριστὸς ὅλῳ ἐχρίσθη τῷ χρίοντι, κατὰ τὸν εἰπόντα, Χριστὸς διὰ τὴν θεότητα, οὐκ ἐνεργείᾳ κατὰ τοὺς ἄλλους χριστοὺς ἁγιάζουσαν, παρουσίᾳ δὲ ὅλου τοῦ χρίοντος—τῷ γοῦν ἡνῶσθαι διὰ τῆς ἐκεῖθεν θείας ἐνεργείας καὶ χρηματίσαι τοῦ πνεύματος ὄργανα καὶ δι’ ἑαυτῶν αὐτὸ φανεροῦν λαβεῖν λέγονται καὶ πρὸς αὐτοὺς δίδοσθαι διὰ τοῦ υἱοῦ, εἰ δὲ βούλει καὶ παρὰ τοῦ υἱοῦ, τὸ πνεῦμα τὸ ἅγιον. Καὶ τοῦτ’ ἔδειξεν ὁ κύριος ἐμφυσήσας καὶ εἰπὼν τοῖς μαθηταῖς, «λάβετε πνεῦμα ἅγιον», ὡς καὶ Δαμασκηνὸς ὁ θεῖος ἡμᾶς ἐδίδαξεν· εἰπὼν γάρ, «ὅτι ἐκ τοῦ υἱοῦ τὸ πνεῦμα οὐ λέγομεν, πνεῦμα δὲ υἱοῦ ὀνομάζομεν καὶ δι’ υἱοῦ πεφανερῶσθαι καὶ μεταδίδοσθαι ἡμῖν ὁμολογοῦμεν», εὐθὺς ἐπήνεγκεν· «ἐνεφύσησε γὰρ καὶ εἶπε τοῖς μαθηταῖς, λάβετε πνεῦμα ἅγιον». Ἆρ’ οὐ κατάδηλον, ὡς ὁ δαμασκηνὸς πατὴρ ἀπὸ τοῦ ἐμφυσήματος τούτου μὴ εἶναι καὶ ἐκ τοῦ υἱοῦ, ἀλλὰ φανεροῦσθαι μόνον καὶ μεταδίδοσθαι δι’ αὐτοῦ τὸ πνεῦμα τὸ ἅγιον ἐνόησε καὶ ἀπέδειξε;

Λατῖνοι δὲ φρενοβλαβῶς ἀντιθετικῶς ἐκείνῳ νοοῦσι καὶ δογματίζουσιν· οὐ γὰρ συνορῶσιν ὡς τὰ χαρίσματα ταῦτα καὶ αἱ ἐνέργειαι, καθ’ ἃς διὰ τοῦ υἱοῦ χορηγεῖται τὸ πνεῦμα τὸ ἅγιον, οὐ παρὰ τοῦ υἱοῦ μόνον, ἀλλὰ καὶ παρ’ αὐτοῦ δίδονται τοῦ ἀνωτάτω πατρός. «Πᾶν γάρ, φησί, δώρημα τέλειον ἄνωθέν ἐστι παρὰ τοῦ πατρὸς τῶν φώτων». Τί δὲ τῆς ἐξουσίας τοῦ ἀφιέναι καὶ κρατεῖν τὰ ἁμαρτήματα τελεώτερον; Καὶ οὐ παρὰ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ μόνον, ἀλλὰ καὶ δι’ αὐτοῦ καὶ παρ’ αὐτοῦ τοῦ ἁγίου πνεύματος· «ἐκχεῶ γὰρ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα», διὰ τοῦ Ἰωὴλ εἶπεν ὁ θεός· ἧς ἐκχύσεώς ἐστι πάντως καὶ τὸ τοῖς μαθηταῖς παρὰ Χριστοῦ δεδομένον πνεῦμα δι’ ἐμφυσήματος· καὶ «τῷ μέν, φησί, διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας, τῷ δὲ λόγος γνώσεως», καὶ πάνθ’ ὅσα ἐφεξῆς τῷ ἐκλεκτῷ ‘σκεύει’ τῶν χαρισμάτων ἀπηρίθμηται Παύλῳ, τῷ καὶ τῶν ἀποκαλύψεων τὴν ὑπερβολὴν διὰ τοῦ πνεύματος ηὐμοιρηκότι· διὸ καὶ λέγοντι, «ἡμῖν δὲ ἀπεκάλυψεν ὁ θεὸς διὰ τοῦ πνεύματος αὐτοῦ», οὐ μόνον τὰ μὴ ἐγνωσμένα τοῖς περιβοήτοις κατ’ ἀρετὴν καὶ εὐσέβειαν πατράσιν, ἀλλὰ καὶ αὐτὴν τὴν τῶν ἀγγέλων ὑπερβαίνοντα γνῶσιν· «καὶ ταῦτα γινώσκομεν, φησὶν ὁ τῶν ἀποστόλων θεολογικώτατος Ἰωάννης, ἐκ τοῦ πνεύματος οὗ ἐλάβομεν παρ’ αὐτοῦ».

Καὶ ἁπλῶς πᾶσα ἐπὶ τὴν κτίσιν ἡ τῶν ἀγαθῶν χορηγία ἐξ αὐτοῦ πηγάζει· καὶ «οὐκ ἔστιν ὅλως δωρεά, φησὶν ὁ μέγας Βασίλειος, ἄνευ τοῦ ἁγίου πνεύματος εἰς τὴν κτίσιν ἀφικνουμένη»· ὃς καὶ πάντα ἀπαριθμησάμενος, τάς τε δωρεὰς καὶ τὰ χαρίσματα καὶ τὰς ἐνεργείας τοῦ πνεύματος, εἶτα φησί· «πάντα ταῦτα ἀϊδίως ἔχει τὸ πνεῦμα τὸ ἅγιον, ἀλλὰ τὸ μὲν ἐκ θεοῦ πηγάζον ἐνυπόστατόν ἐστι, τὰ δὲ ἐξ αὐτοῦ πηγάζοντα ἐνέργειαι αὐτοῦ εἰσιν». Ἆρ’ οὖν καὶ ἐξ ἑαυτοῦ τὸ πνεῦμα τὸ ἅγιον ἐκπορεύεται, ἐπεὶ ἐξ αὐτοῦ τε καὶ δι’ αὐτοῦ πᾶσα ἡ τῶν ἀγαθῶν χορηγία, ἐν ᾗ πάντως καὶ ἡ τοῦ λύειν καὶ δεσμεῖν ἐξουσία, ἣν ὁ κύριος δι’ ἐμφυσήματος τοῖς μαθηταῖς παρέσχεν;

Ἄπαγε τῆς ἀτοπίας· ἀλλὰ τὸ μὲν διδόναι τῶν τριῶν ἐστιν ὑποστάσεων κοινόν, ὡς καὶ ὁ ἀπόστολος συμμαρτυρεῖ· «διαιρέσεις γάρ, φησί, χαρισμάτων εἰσί, τὸ δὲ αὐτὸ πνεῦμα· καὶ διαιρέσεις διακονιῶν, ὁ δὲ αὐτὸς κύριος· καὶ διαιρέσεις ἐνεργημάτων, ὁ δὲ αὐτὸς θεός».

Κοιναὶ μὲν οὖν τῇ μόνῃ ἁγίᾳ καὶ προσκυνητῇ τριάδι αἵ τε θεῖαι δυνάμεις καὶ αἱ ἐνέργειαι, δι’ ὧν ὁ θεὸς ἐνοικεῖ καὶ ἐμπεριπατεῖ τοῖς ἀξίοις κατὰ τὴν ἐπαγγελίαν, δι’ αὐτῶν ἐνεργῶν τε καὶ γνωριζόμενος. Ὧνπερ θείων ἐνεργειῶν καὶ πηγὴ θεολογεῖται μὴ μόνον ὁ πατὴρ καὶ ὁ υἱός, ἀλλὰ καὶ τὸ πνεῦμα τὸ ἅγιον, ὡς καὶ ὁ μέγας φησὶ Βασίλειος ἐν τοῖς Περὶ τοῦ ἁγίου πνεύματος ἀντιρρητικοῖς αὐτοῦ κεφαλαίοις γράφων· «αἱ δὲ ἐνέργειαι τοῦ πνεύματος τίνες; Ἄρρητοι μὲν διὰ τὸ μέγεθος, ἀνεξαρίθμητοι δὲ διὰ τὸ πλῆθος». Καὶ πάλιν· «παρὰ τῷ ἁγίῳ πνεύματι πάντα τέλεια· ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, σοφία, σύνεσις, βουλή, ἀσφάλεια, εὐσέβεια, γνῶσις, ἁγιασμός, ἀπολύτρωσις, πίστις, ἐνεργήματα δυνάμεων, χαρίσματα ἰαμάτων, καὶ ὅσα τούτοις παραπλήσια, οὐδὲν ἔχον τι ἐν ἑαυτῷ ἐπίκτητον ἀλλ’ ἀϊδίως πάντα ἔχον, ὡς πνεῦμα θεοῦ καὶ ἐξ αὐτοῦ πεφηνός, αἴτιον ἑαυτῷ ἔχον ὡς πηγὴν ἑαυτοῦ κἀκεῖθεν πηγάζον. Πηγὴ δὲ καὶ αὐτὸ τῶν προειρημένων ἀγαθῶν.

Ἀλλὰ τὸ μὲν ἐκ θεοῦ πηγάζον ἐνυπόστατόν ἐστι, τὰ δὲ ἐξ αὐτοῦ πηγάζοντα ἐνέργειαι αὐτοῦ εἰσι». Ταῦτα δέ εἰσι τὰ γνωριστικὰ τῆς θείας φύσεως αὐχήματα. Θέλων οὖν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁμοούσιον ἑαυτὸν δεῖξαι κατὰ τὴν θεότητα τῷ πατρὶ καὶ τῷ πνεύματι, τοῖς μαθηταῖς αὐτὸς ταύτην κατὰ χάριν δίδωσι τὴν φυσικὴν τῆς θεότητος ἐνέργειαν, ὡς καὶ ὁ πατὴρ πρότερον ἐνίας τῶν τοιούτων ἐνεργειῶν τοῖς προφήταις παρέσχε· καὶ τὸ πνεῦμα δὲ τὸ ἅγιον κατελθὸν μετὰ τὴν τοῦ σωτῆρος ἄνοδον, καὶ αὐτὸ τὰς τοιαύτας ἐνεργείας ἔδωκε τοῖς μαθηταῖς, δι’ αὐτῶν καὶ αὐτὸ δεικνύμενον ὁμοούσιον τῷ πατρὶ καὶ τῷ υἱῷ. Κοινὰ μὲν οὖν καὶ πολλὰ τῇ μόνῃ ἁγίᾳ καὶ προσκυνητῇ τριάδι τὰ πρὸς ἡμᾶς ἐξ αὐτῆς θεῖα δόματα καὶ ἡ τούτων δόσις, ἡ δὲ τοῦ ἁγίου πνεύματος ἐκπόρευσις μία καὶ τοῦ πατρὸς ἰδία καὶ προαιώνιος.

Ἀλλ’ ἵνα καὶ τὴν ἀπολογίαν ἐπισφραγίσωμαι καὶ «πᾶν στόμα τὸ ἀντιτεῖνον φραγῇ», αὐτὸν τὸν τῆς ἀληθείας λόγον τοῦ νυνὶ λόγου κατὰ τοὺς πρὸ ἡμῶν συμφθεγγόμενον ἡμῖν δείξας προβαλοῦμαι μάρτυρα τῆς ἀληθείας. Αὐτὸς γὰρ ὁ μηδαμόθεν χωριζόμενος, γῆθεν πρὸς τὸν ἐπουράνιον πατέρα ἀνιών, τοῖς διαμεμενηκόσιν εἰς τέλος μετ’ αὐτοῦ «παρήγγειλεν ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρὸς ἣν ἠκούσατέ μου», φησίν. Ἀλλὰ τίς ἡ ἐπαγγελία; Ὅτι «βαπτισθήσεσθε, φησίν, ἐν πνεύματι ἁγίῳ, οὐ μετὰ πολλὰς ταύτας ἡμέρας». Οὐκοῦν πρὸ τῆς τοῦ σωτῆρος ἀναλήψεως οὔπω τῆς ἐπαγγελίας ἔτυχον· οὐκ ἄρα διὰ τοῦ ἐμφυσήματος τὸ πνεῦμα τὸ ἅγιον αὐτοῖς ἐδόθη, τοῦτο γὰρ ἡ ἐπαγγελία. Πότε δὴ τοῦ σωτῆρος ἐπαγγειλαμένου ταῦτ’ ἤκουσαν οἱ μαθηταί; Ὅτε μέλλων ἑκὼν ὑπὲρ ἡμῶν ἀποθνήσκειν—βαβαὶ τοῦ μεγέθους τῆς πρὸς ἡμᾶς διαθέσεως—οὐχ ἑαυτὸν μόνον ὑπὲρ ἡμῶν παρεδίδου τῇ σφαγῇ, ἀλλὰ καὶ κληρονόμους ἐνδιαθήκως ἐποιεῖτο τῶν ὑπαρχόντων αὐτῷ καὶ τοὺς θησαυροὺς ἡμῖν ἀνεώγνυ τε καὶ παρεδίδου καὶ αὐτὸν τὸν συμφυᾶ καὶ πᾶσαν κτίσιν ὑπεραναβεβηκότα, τὸν ἀκένωτον πλοῦτον τοῦ πνεύματος· «ἐγὼ γάρ, φησίν, ἐρωτήσω τὸν πατέρα καὶ ἄλλον παράκλητον δώσει ὑμῖν, ἵνα μένῃ μεθ’ ὑμῶν εἰς τὸν αἰῶνα». Εἶτα μετ’ ὀλίγα, «ὁ δὲ παράκλητος, τὸ πνεῦμα τὸ ἅγιον, ὃ πέμψει ὁ πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα».

Εἶτ’ αὖθις μετὰ τὰς γλυκείας ὑποθήκας ἐκείνας, μετὰ τοὺς ψυχαγωγοῦντας λόγους, μετὰ τὰς πρὸς φυλακὴν τοῦ πλούτου προτροπάς, «ὅταν ἔλθῃ, φησίν, ὁ παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ». Εἶδες τοῦ ὄντος θησαυροῦ τὰ κατὰ μέρος κλεῖθρα διανοιγόμενα; Μᾶλλον δ’, ἵν’ εἴπω θεολογικώτερον, ὁρᾷς φωτισμοὺς ἡμῖν κατὰ μέρος ἐλλάμποντας;

Ἀλλ’ ὑπὲρ οὗ νῦν ἡμῖν ὁ λόγος, ἴδωμεν τὴν ἐπαγγελίαν· τὸ δ’ «οὐ μετὰ πολλὰς ταύτας ἡμέρας» ποῦ; Αὐτοῦ τῶν λόγων μικρὸν προελθὼν καὶ τοῦτο τότε προείρηκεν ἐκ τῶν μεγίστων τοὺς οἰκείους φιλανθρώπως παραμυθούμενος· «συμφέρει γάρ, φησίν, ὑμῖν, ἵνα ἐγὼ ἀπέλθω· ἐὰν γὰρ ἐγὼ μὴ ἀπέλθω, ὁ παράκλητος οὐκ ἐλεύσεται πρὸς ὑμᾶς». Πῶς οὖν τις τολμᾷ λέγειν, ὅτι διὰ τοῦ ἐμφυσήματος ἦλθε πρὸς τοὺς μαθητὰς τοῦ κυρίου πρὶν ἀναληφθῆναι αὐτόν; Ἀλλ’ ἔστω, φησίν· οὐ γὰρ ἐδόθη πρὸ τῆς ἀναλήψεως τοῦ σωτῆρος ὁ ἄλλος παράκλητος. Ἔχεις καὶ τοῦτο λέγειν, ὡς οὐκ ἐπέμφθη παρ’ αὐτοῦ μετὰ τὴν πρὸς οὐρανοὺς ἄνοδον, ὡς καὶ αὐτὸς σαφῶς τοῖς μαθηταῖς ἐπηγγείλατο λέγων, «ὃν ἐγὼ πέμψω ὑμῖν», καὶ «ἐὰν ἐγὼ πορευθῶ, πέμψω αὐτὸν πρὸς ὑμᾶς»;