Ὅσον χρόνων ἀϊδιότης καὶ κτισμάτων θεὸς καὶ τῶν φύσει δούλων ὁ φύσει δεσπότης τῆς κτίσεως. Ὁ τοίνυν παρὰ θεοῦ καὶ τῶν ὡς ἀληθῶς θεολόγων μεμυημένος ἐμφυσώμενον μὲν ἀκούων τὸ πνεῦμα δι’ ἐμφυσήματος παρὸν καὶ συμφυὲς ὂν τῷ ἐμφυσῶντι νοεῖ σημαινόμενον, ἀλλ’ οὐκ αὐτὸ ὑπάρχον ἐμφύσημα, ὡς ἐξ ἀνάγκης ἔχειν τὴν ὕπαρξιν ἐξ οὗ τὸ ἐμφύσημα· ἂν δὲ καὶ πεμπόμενον, φανερούμενον· ἂν δὲ καὶ διδόμενον, καὶ τὸ συνημμένον ἐπιγινώσκει τοῦ πεμπομένου τε καὶ τοῦ πέμποντος· ἂν δὲ παρ’ ἡμῶν λαμβανόμενον, οἶδε μὲν ᾖ θεόν, ἄληπτον, ληπτὰ δὲ ἡμῖν τὰ παρ’ ἐκείνου χαρίσματα· ἂν δὲ καὶ παρὰ τοῦ υἱοῦ ἀκούσῃ πεμπόμενον, διδόμενον, ἐμφυσώμενον, εὐθὺς καὶ τοῦτο πρὸς τοῖς ἄλλοις συνίησιν, ὡς ἐκ τοῦ πατρὸς ἐκπορεύεται, καθὰ καὶ Γρηγόριος ἐκλαμβάνειν ἀξιοῖ σοφῶς ὁ ἐν θεολογίᾳ πολύς· «ὅσα γάρ, φησί, περὶ τοῦ ἁγίου πνεύματος ταπεινότερα λέγεται, τὸ δίδοσθαι, τὸ στέλλεσθαι, τὸ μερίζεσθαι, τὸ χάρισμα, τὸ δώρημα, τὸ ἐμφύσημα, εἴτε τι ἄλλο τοιοῦτον, ἐπὶ τὴν πρώτην αἰτίαν ἀνακτέον, ἵνα τὸ ἐξ οὗ δειχθῇ», —δηλαδὴ τοῦ πατρός· αὐτὸς γὰρ ἡ πρώτη αἰτία—«καὶ μὴ τρεῖς, φησίν, ἀρχαὶ μεμερισμέναι πολυθέως παραδεχθῶσιν», ὅπερ αὐτὸς ἔπαθες, μὴ πρὸς τὴν πρώτην αἰτίαν διὰ τούτων τῶν φωνῶν ἀναγόμενος.