Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Περὶ τῆς τοῦ ἁγίου πνεύματος ἐκπορεύσεως λόγοι δύο

Γρηγόριος Παλαμᾶς

Η μοναρχία του Πατρός και η αναίρεση των δύο αρχών

Θεολογική τεκμηρίωση, με βάση τους Πατέρες, ότι ο Πατέρας αποτελεί το μοναδικό αίτιο στην Αγία Τριάδα, και αναίρεση της λατινικής διδασκαλίας περί συναιτιότητας του Υιού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 2 από 11

Ἐξ αὐτοῦ εἶπεν ἄμφω. Ἆρ’ οὖν οὐ νοήσομεν τὸ «μόνου», ἀλλὰ νοήσομεν τὸ «οὐκ ἐκ μόνου», καὶ φρονήσομεν καὶ προσθήσομεν, ὅτι ἐκ τοῦ πατρὸς καὶ ἐξ ἑτέρου τινὸς προέρχεται ἀμφότερα, ὅτι μὴ πρόσκειται τὸ «μόνου», καὶ τοῦ μόνου θεοῦ τῆς ἀνωτάτω τριάδος διὰ τοῦτο ἐκπεσούμεθα; Μὴ σύ γε τοῦτο πάθῃς, μᾶλλον δὲ μὴ διαμείνῃς ἀνίατος παθών· γνωστὸν γὰρ ἤδη γέγονέ σοι τὸ ὀρθόν.

Καὶ μὴν ἐκ τοῦ πατρός φαμεν εἶναι τὸν υἱόν, ὡς ἐκ τῆς θείας οὐσίας γεννηθέντα, δηλονότι κατὰ τὴν πατρικὴν ὑπόστασιν· ἡ γὰρ οὐσία μία τῶν τριῶν ἐστιν· ὥστε τὸ γεννᾶν τῇ πατρικῇ ὑποστάσει ἐφαρμόζεται καὶ οὐκ ἔστιν εἶναι τὸν υἱὸν ἐκ τοῦ πνεύματος. Ἐπεὶ οὖν καὶ τὸ πνεῦμα τὸ ἅγιον ἐκ τοῦ πατρός, ἐκ τῆς θείας οὐσίας καὶ αὐτὸ κατὰ τὴν πατρικὴν ὑπόστασιν ἐκπορευόμενόν ἐστιν· ἡ γὰρ οὐσία πάντῃ τε καὶ πάντως μία τῶν τριῶν. Οὐκοῦν τὸ ἐκπορεύειν τῇ πατρικῇ ὑποστάσει ἐφαρμόζεται καὶ οὐκ ἔστιν εἶναι τὸ πνεῦμα καὶ ἐκ τοῦ υἱοῦ, οὐ γάρ ἐστι τὰ τῆς πατρικῆς ὑποστάσεως ἔχειν τὸν υἱόν.

Κατὰ γὰρ τὸν ἱερὸν Δαμασκηνόν, «τὴν διαφορὰν τῶν θείων ὑποστάσεων ἐν μόναις τρισὶν ἰδιότησιν ἐπιγινώσκομεν, τῇ ἀναιτίῳ καὶ πατρικῇ, τῇ αἰτιατῇ καὶ υἱϊκῇ, καὶ τῇ αἰτιατῇ καὶ ἐκπορευτῇ». Ὁρᾷς ὡς ἡ τοῦ υἱοῦ ὑπόστασις οὐχὶ καὶ αἰτία, ἀλλ’ αἰτιατὴ μόνον ἐστί; Μόνην γάρ, φησί, ταύτην ἔχει τὴν ἰδιότητα, καθάπερ καὶ ἡ τοῦ πνεύματος. Συνορᾷς δὲ καὶ τοῦτο, ὡς ἡ πατρική, καθὸ πατρικὴ ἰδιότης, ἄμφω τὸ γεννᾶν καὶ ἐκπορεύειν συμπεριβάλλει; Τοιγαροῦν, εἰ καὶ ἐκ τοῦ υἱοῦ τὸ πνεῦμα τὸ ἅγιον, εἴη ἂν καὶ ὁ υἱὸς αἴτιός τε ἅμα καὶ πατὴρ ὡς αἴτιος.

Οὔκουν ἔνι τι τῶν τῆς πατρικῆς ὑποστάσεως ἔχειν τὸν υἱόν· εἰ δ’ ἔχει, ἢ δύο ἔσονται τὰ αἴτια, ὡς ἐν δυσὶν ὑποστάσεσι τοῦ ἐκπορεύειν ὄντος, οὕτω γὰρ δύο καὶ τὰ αἰτιατά, ὡς τοῦ αἰτιατοῦ ἐν δυσὶν ὑποστάσεσι θεωρουμένου, ἢ συνδραμοῦνται εἰς μίαν τὴν ὑπόστασιν ὁ πατὴρ καὶ ὁ υἱός. Ἐκ μόνου ἄρα τοῦ πατρὸς ἐκπορεύεται τὸ πνεῦμα τὸ ἅγιον, καὶ προσεχῶς καὶ ἀμέσως ἐκ πατρός, ὡς καὶ ὁ υἱὸς ἐκ τοῦ πατρὸς γεννᾶται.

Διὸ καὶ Γρηγόριος ὁ Νύσσης θεῖος πρόεδρος, «τὰ τοῦ ἀνθρώπου, φησί, πρόσωπα πάντα, οὐκ ἀπὸ τοῦ αὐτοῦ προσώπου κατὰ τὸ προσεχὲς ἔχει τὸ εἶναι, ὡς πολλὰ καὶ διάφορα εἶναι πρὸς τοῖς αἰτιατοῖς καὶ τὰ αἴτια. Ἐπὶ δὲ τῆς ἁγίας τριάδος οὐχ οὕτως· ἓν γὰρ πρόσωπον καὶ τὸ αὐτὸ τοῦ πατρός, ἐξ οὗπερ ὁ υἱὸς γεννᾶται καὶ τὸ πνεῦμα τὸ ἅγιον ἐκπορεύεται. Διὸ καὶ κυρίως τὸν ἕνα αἴτιον μετὰ τῶν αὐτοῦ αἰτιατῶν ἕνα θεόν φαμεν τεθαρρηκότως».

Ἆρα νοῦν ἔλαβες πληγεὶς τῷ τῆς ἀληθείας λόγῳ καὶ μεταμανθάνεις τὴν ἀλήθειαν καὶ πείθῃ θεῷ καὶ τοῖς κατὰ θεὸν πατράσιν, ὡς ἐκ τοῦ πατρὸς ἀκούων τὸ πνεῦμα συνυπακούειν τὸ ἐκ μόνου καὶ μηκέτ’ ἐκ διαφόρων προσώπων τὴν ὕπαρξιν αὐτῷ παρέχειν, ἀλλ’ ἐκ τοῦ ἑνός, τοῦ πατρός, κατὰ τὸ προσεχὲς θεολογεῖν, οὐ τὸν υἱὸν μόνον, ἀλλὰ καὶ τὸ πνεῦμα τὸ ἅγιον ἓν πρόσωπον τὸ αἴτιον μετὰ τῶν αὐτοῦ αἰτιατῶν εἶναι δοξάζων τὸν θεόν, ἀλλ’ οὐχ ἓν αἴτιον ὡς τῆς αὐτῆς οὐσίας τὰ δύο πρόσωπα λέγων τοῦ ἑνός, οὕτω γὰρ πολλὰ γίνεται τὰ αἴτια, ὡς ἐφ’ ἡμῶν συμβαίνει, καὶ οὐκέτι θεὸς εἷς, ὥσπερ οὐδ’ ἡμεῖς εἷς οἱ πάντες ἄνθρωπος, εἰ καὶ τῆς αὐτῆς ἐσμεν οὐσίας;

Ἆρ’ οὖν πείθῃ κατὰ ταῦτα θεῷ καὶ τοῖς κατὰ θεὸν θεολογοῦσιν ἢ ζητεῖς ἔτι καὶ διὰ βροντῆς ἀκηκοέναι κατὰ τοὺς μετὰ τὰς πολλὰς Ἰησοῦ θεοσημίας σημεῖον ζητοῦντας ἐκ τῶν οὐρανῶν ἰδεῖν; Ἄκουε δὴ καὶ τῆς βροντῆς, Ἰωάννου τοῦ θεολογικωτάτου τῶν τοῦ κυρίου μαθητῶν, ὅς φησιν· «εἴδομεν τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός». Τί οὖν, οὐκ ἐροῦμεν τὸν μονογενῆ παρὰ μόνου τοῦ πατρός, ἐπεὶ μὴ πρόσκειται τὸ «μόνου»; Ἀλλὰ καὶ ὁ κύριος αὐτὸς πρὸς Ἰουδαίους λέγων, «εἰ ὁ θεὸς πατὴρ ὑμῶν ἦν, ἠγαπᾶτε ἂν ἐμέ· ἐγὼ γὰρ ἐκ τοῦ θεοῦ ἐξῆλθον καὶ ἥκω», καὶ πάλιν, «οὐχ ὅτι τις ἑώρακε τὸν πατέρα, εἰ μὴ ὁ ὢν παρὰ τοῦ θεοῦ, οὗτος ἑώρακε τὸν πατέρα», πῶς οὐ προσέθηκε τὸ «μόνου», λέγων ἐκ τοῦ πατρὸς μόνου ἐξῆλθον, ἢ ὁ ὢν παρὰ μόνου τοῦ πατρός, οὐχ ὡς ἐξ ἀνάγκης συννοούμενον;

Τοσαυτάκις οὖν εἰρημένου περὶ τοῦ υἱοῦ ὅτι παρὰ τοῦ πατρὸς καὶ μηδαμοῦ τοῦ «μόνου» προσκειμένου, αὐτός τε πανταχοῦ συνυπακούεις τοῦτο καὶ τοῖς πανταχοῦ συνυπακούουσιν οὐ δυσχεραίνεις. Μᾶλλον μὲν οὖν καὶ τοῖς μὴ συννοοῦσι τοῦτο ἐς τὰ μάλιστα δυσχερανεῖς καὶ ὡς δυσσεβέσιν ἢ καὶ ἀσεβέσιν ἐγκαλέσεις. Περὶ δὲ τοῦ ἁγίου πνεύματος ἐκ τοῦ πατρὸς ἀκούων, εἶτα τί παθών, οὐ συννοεῖς τὸ ἐξ ἀνάγκης συνυπακουόμενον, ἀλλὰ καὶ εἰς τὴν ἐναντίαν ἐξετράπης δόξαν· ὃ ἂν ἐνεκάλεσας δικαίως τοῖς περὶ τοῦ υἱοῦ κακῶς νοοῦσι, τοῦτ’ αὐτὸς ἀδίκως πεπονθὼς ἐπὶ τοῦ πνεύματος, ἐκ μηδεμιᾶς ὅλως τὸ δυσσεβὲς προξενούσης ἀφορμῆς.

Οὐ γὰρ μόνον ὅτι λέγεται παρὰ τοῦ πατρὸς τὸ πνεῦμα, ὡς ὁ τοῦ θεοῦ λόγος πρὸς αἰώνων παρὰ τοῦ πατρός, ἐξ ἀνάγκης παρὰ μόνου τοῦ πατρὸς ἐκπορευόμενον νοεῖται, ἀλλ’ ἐπεὶ καὶ κατὰ τὸν σοφὸν μάρτυρα τῆς ἀληθείας Ἰουστῖνον, «ὡς ὁ υἱός ἐστιν ἐκ τοῦ πατρός, οὕτω καὶ τὸ πνεῦμα τὸ ἅγιον ἐκ τοῦ πατρός, πλὴν τοῦ τρόπου τῆς ὑπάρξεως· ὁ μὲν γὰρ γεννητῶς ἐκ φωτὸς ἐξέλαμψε, τὸ δέ, φῶς μὲν ἐκ φωτὸς καὶ αὐτό, οὐ μὴν γεννητῶς, ἀλλ’ ἐκπορευτῶς προῆλθεν». Εἰ ὁ υἱὸς ἀμέσως ἐκ πατρός, καὶ τὸ πνεῦμα ἐκ πατρὸς ἀμέσως· καὶ εἰ ὁ υἱὸς οὐχὶ καὶ ἐκ τοῦ πνεύματος, καὶ τὸ πνεῦμα οὐχὶ καὶ ἐκ τοῦ υἱοῦ· καὶ εἰ ὁ υἱὸς ἐκ μόνου τοῦ πατρός, καὶ τὸ πνεῦμα ἐκ μόνου τοῦ πατρός. Ἐπεὶ γὰρ τὸ πνεῦμα τὸ ἅγιον ἐκπορευτὸν ἐκ τοῦ πατρός, ὡς ὁ υἱὸς γεννητὸς ἐκ τοῦ πατρός, τὸ δὲ ὡς ὁ υἱὸς γεννητὸς ἐκ τοῦ πατρὸς ἐκπορευτόν, ἐκ μόνου τοῦ πατρὸς ἐκπορευτόν, τὸ πνεῦμα ἄρα τὸ ἅγιον θεὸς ἐκ θεοῦ πατρὸς μόνου ἐκπορευτῶς προερχόμενος.

Ταῦτ’ ἄρα καὶ ὁμοίως λέγεταί τε καὶ ἔστιν ὁμοῦ τε καὶ χωρὶς ἑκάτερον. Διὰ μὲν τοῦ ὁμοίως εἶναι τὴν ἀπόδειξιν ἡμῖν τῆς ἀληθείας αἰτιώδη παρεχόμενα, διὰ δὲ τοῦ ὁμοίως λέγεσθαι τεκμηριώδη· οὐ γὰρ ὅτι ἅμα ἐξ ἀϊδίου ὁ υἱός τε καὶ τὸ πνεῦμα, διὰ τοῦτο οὐκ ἐκ τοῦ υἱοῦ τὰ τοῦ πνεύματος γνωρίσομεν, ἀλλ’ ὅτι γνωριμώτερα ἡμῖν ἐστι τὰ τοῦ υἱοῦ, ἐκ τῶν γνωριμωτέρων τούτων καὶ τὸ πνεῦμα ἀποδείξομεν. Ἄλλως τε οὐδὲ ἐκ τοῦ υἱοῦ ἁπλῶς, ἀλλ’ ἐκ τοῦ εἶναι ὡς ὁ υἱὸς τὸ πνεῦμα ἐκ πατρός, ἐκ μόνου τοῦ πατρὸς ὑπάρχον ἀποδέδεικται.

Καὶ μὴν κατὰ τὸν θεῖον Παῦλον πνεῦμα καὶ νοῦς λέγεται Χριστοῦ τὸ πνεῦμα τὸ ἅγιον, καθάπερ ὁ μέγας Βασίλειος ἐν τοῖς πρὸς Εὐνομιανοὺς περὶ τοῦ πνεύματός φησι γράφων· «τὸ ἐκ θεοῦ τὸ πνεῦμα εἶναι τρανῶς ἀνεκήρυξεν ὁ ἀπόστολος λέγων, ὅτι ‘τὸ πνεῦμα τὸ ἐκ τοῦ θεοῦ ἐλάβομεν’· καὶ τὸ δι’ υἱοῦ πεφηνέναι σαφὲς πεποίηκεν, υἱοῦ πνεῦμα ὀνομάσας αὐτὸ καθάπερ θεοῦ, καὶ νοῦν Χριστοῦ προσειπών, καθάπερ καὶ θεοῦ πνεῦμα, ὡς τὸ τοῦ ἀνθρώπου».

Καθάπερ οὖν τῶν ἀνθρώπων ἕκαστος τὸν οἰκεῖον ἔχει νοῦν καὶ αὐτοῦ μέν ἐστιν ἑκάστου τούτων ὁ οἰκεῖος νοῦς, ἀλλ’ οὐκ ἐξ αὐτοῦ, ἀλλ’ ἐξ οὗπερ καὶ αὐτός, οὐκ ἐξ αὐτοῦ τοίνυν ἑκάστου ὁ οἰκεῖος νοῦς, εἰ μὴ ἄρα κατ’ ἐνέργειαν οὕτω καὶ τὸ θεῖον πνεῦμα φυσικῶς ἐνυπάρχον ὡς θεῷ τῷ Χριστῷ, καὶ πνεῦμα καὶ νοῦς ἐστιν αὐτοῦ. Καὶ κατὰ μὲν τὴν ἐνέργειαν αὐτοῦ ἐστι καὶ ἐξ αὐτοῦ, ὡς ἐμφυσώμενον καὶ πεμπόμενον καὶ φανερούμενον, κατὰ δὲ τὴν ὕπαρξιν καὶ τὴν ὑπόστασιν αὐτοῦ μὲν ἔστιν, οὐκ ἐξ αὐτοῦ δέ, ἀλλ’ ἐκ τοῦ γεννήσαντος αὐτόν.

Ἵν’ οὖν σοι πανταχόθεν τὰς κατὰ τῆς ἀληθείας ἐκκρούσωμεν λαβάς, ὁ υἱὸς καὶ λόγος τοῦ θεοῦ, φύσει ὢν ἐκ τοῦ θεοῦ, φύσει γεννᾶται, ἀλλ’ οὐ χάριτι γίνεται ἐκ τοῦ πατρός. Ἐπεὶ δὲ ὁ γεννῶν πηγαία θεότης καὶ πηγὴ θεότητος, πηγάζεται ὁ γεννώμενος. Ἐπεὶ δὲ μόνος πηγὴ θεότητος καὶ πηγαία θεότης ὁ πατήρ, ὡς Διονύσιος ὁ Ἀρεοπαγίτης καὶ Ἀθανάσιος ὁ μέγας συνῳδὰ φθέγγονται, ἐκ μόνου ἄρα ὁ φύσει υἱὸς ὑπάρχει τοῦ πατρός· ὁ δὲ θέσει οὐκ ἐκ μόνου ἀλλὰ δι’ υἱοῦ ἐκ τοῦ πατρός, καίτοι οὐχ υἱὸς μόνον, ἀλλὰ καὶ πνεῦμα χάριτί ἐστιν· «ὁ γὰρ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστι», φησὶν ὁ ἀπόστολος.

Τὸ δὲ πνεῦμα τὸ ἅγιον οὐ χάριτι, ἀλλὰ φύσει ἐστὶν ἐκ τοῦ θεοῦ, ὡς καὶ ὁ υἱὸς καὶ λόγος τοῦ θεοῦ ἐκ τοῦ θεοῦ. Τὸ δὲ φύσει ὂν πνεῦμα ἐκ θεοῦ φύσει ἐκπορεύεται ἐκ τοῦ θεοῦ· τὸ δὲ φύσει ἐκπορευόμενον πηγάζεται ἐκ τοῦ θεοῦ· τὸ δὲ πηγαζόμενον ἐκ τοῦ θεοῦ ἐκ τῆς πηγαίας θεότητος πηγάζεται, ἥτις ἐστὶ μόνος ὁ πατήρ. Τὸ πνεῦμα ἄρα τὸ ἅγιον φύσει θεός, ἐκ θεοῦ πατρὸς μόνου ἐκπορευτῶς πηγαζόμενον.

Εἰ δέ τις τοῦθ’ οὕτως ἔχειν οὐχ ὁμολογεῖ, καὶ περὶ τοῦ υἱοῦ κακῶς δοξάζων ἐξελεγχθήσεται. Τῇ γὰρ τῆς ἀληθείας ἀποδείξει ταύτῃ συμμαρτυρῶν καὶ ὁ θεολογικώτατος Γρηγόριος, «τί, φησίν, οὐ προσαγορεύεται τὸ πνεῦμα ὧν ὁ υἱός, πλὴν γεννήσεως»; Καὶ «πάντα ὅσα τοῦ υἱοῦ, καὶ τοῦ πνεύματος, πλὴν τῆς υἱότητος».

Δαμασκηνὸς δ’ ὁ θεῖος, «διὰ τὸν πατέρα, φησί, τουτέστι διὰ τὸ εἶναι τὸν πατέρα, ἔχει ὁ υἱὸς καὶ τὸ πνεῦμα πάντα ἃ ἔχει, τουτέστι διὰ τὸ τὸν πατέρα ἔχειν αὐτά, πλὴν τῆς ἀγεννησίας καὶ τῆς γεννήσεως καὶ τῆς ἐκπορεύσεως».

Ἑκάτερον ἄρα τούτων οὐκ ἔχει τὸ γεννᾶν καὶ ἐκπορεύειν· καὶ ὡς τὸ πνεῦμα κατ’ οὐδένα τρόπον ἔχει τὴν γέννησιν, οὕτως ὁ υἱὸς κατ’ οὐδένα τρόπον ἔχει τὴν ἐκπόρευσιν. Τοιγαροῦν ὁ αὐτὸς υἱοῦ καθάπερ ὅρος καὶ τοῦ πνεύματος, πλὴν τοῦ γεννητῶς τε καὶ ἐκπορευτῶς, καθ’ ἃ καὶ μόνα διενηνόχασιν ἀλλήλων.

Καὶ τοῦτ’ ἄρα τηρητέον ἐφ’ ἅπασι τὸν μὴ βλασφημεῖν ἀλλὰ θεολογεῖν ἐθέλοντα. Ὡς γὰρ εἰς καὶ μόνος γεννητὸς ὑπάρχει ὁ υἱός, διόπερ καὶ μονογενής, οὕτως ἓν καὶ μόνον ἐκπορευτὸν ὑπάρχει πνεῦμα ἅγιον· καὶ ὡς ὁ υἱὸς γεννητὸς ἐκ μόνου τοῦ πατρός, οὕτω καὶ τὸ πνεῦμα τὸ ἅγιον ἐκπορευτὸν ἐκ μόνου τοῦ πατρός· καὶ ὡς ὁ υἱὸς ἀμέσως ἐκ πατρὸς γεννητός, οὕτω καὶ τὸ πνεῦμα τὸ ἅγιον ἐκπορευτὸν ἐκ τοῦ πατρὸς ἀμέσως.

Ὁρᾷς ὅτι τὸ μὲν παρ’ ἡμῶν προσκείμενον ἔκφανσίς ἐστι τῆς ἀληθείας συνεκφωνουμένη διὰ τὴν σὴν πρὸς τὴν ἀλήθειαν ἀθέτησιν; Καὶ γὰρ παρόν τε καὶ ἀπὸν τὸ αὐτὸ δίδωσι νοεῖν. Τὸ δὲ σὸν οὐ προσθήκη λέγοιτ’ ἂν κυρίως, ἀλλὰ σαφὴς ἐναντιότης καὶ ἀνατροπὴ τοῦ εὐσεβοῦς φρονήματος· περιτρέπει γὰρ τὴν τῶν ἀκουόντων διάνοιαν εἰς τοὐναντίον καὶ ἀντὶ μιᾶς δύο δίδωσι δοξάζειν ἐπὶ τῆς μιᾶς θεότητος ἀρχὰς καὶ τῇ πολυθέῳ πλάνῃ πάροδον παρέχει. Τίς γὰρ τὸ ἓν ἐξ ἀμφοτέρων ἀκούων ἢ λέγων ἢ πιστεύων ἑτέρως ἂν φρονήσαι;

Ἀλλ’ οὐδὲν ἄτοπον, φησίν, εἴ τις δύο μὲν ἀρχὰς λέγει, οὐκ ἀντιθέτους μέντοι, ἀλλὰ τὴν ἑτέραν ἐκ τῆς ἑτέρας, ὡς καὶ Γρηγόριος ὁ θεολόγος περὶ τοῦ υἱοῦ φησιν, «ἡ ἐκ τῆς ἀρχῆς ἀρχή»· οὕτω γὰρ πάλιν μία ἔσται ἡ ἀρχὴ καὶ τὸ τῆς μοναρχίας δόγμα περισώζεται. Πρὸς ὃ λέγομεν ἡμεῖς, ὅτι καὶ θεὸν ἐκ θεοῦ φαμεν, ἀλλ’ οὐ δύο ποτὲ θεούς.

Ἄλλως τε τὸ δημιουργικὸν ταύτης σημαινούσης τῆς ἀρχῆς οὐ δύο μόνον ἂν εἴποι τις, εἰ καὶ μὴ καλῶς, ἀλλὰ καὶ πλείους. Τρισυπόστατος γὰρ αὕτη ἡ ἀρχή· φύσει δὲ οὖσα καὶ κοινή ἐστι· κοινὴν δὲ οὖσαν πῶς οὐκ ἂν ἔχοι καὶ τὸ πνεῦμα ταύτην τὴν ἀρχήν;

Καὶ ὁ τῷ Ἰὼβ δὲ προσδιαλεγόμενος ὑπὲρ τῆς τοῦ θεοῦ δικαιοσύνης Ἐλιούς, «πνεῦμα λέγων κυρίου τὸ ποιῆσάν με» οὐ ποιητικὴν ἀρχὴν τὸ πνεῦμα λέγει; Καὶ ὁ θεῖος ᾠδικὸς Δαβίδ, «λόγῳ μὲν κυρίου τοὺς οὐρανοὺς στερεωθῆναι» ψάλλων, «πνεύματι δὲ τὰς τῶν οὐρανῶν δυνάμεις», οὐχ ὥσπερ τῷ υἱῷ, οὕτω καὶ τῷ πνεύματι, τὴν δημιουργικὴν ἀρχὴν προσμαρτυρεῖ; Εἰ τοίνυν διὰ τὸ γεγράφθαι «ἡ ἐκ τῆς ἀρχῆς ἀρχὴ» δύο εἰπεῖν ἀρχὰς οὐδὲν κωλύει κατὰ σέ, οὐκοῦν καὶ διὰ τὸ γεγράφθαι καὶ τὸ πνεῦμα ποιητήν, δύο ποιητὰς εἰπεῖν οὐδὲν κωλύει· ἢ διὰ τὸ «λόγῳ θεοῦ καὶ πνεύματι τὴν κτίσιν στερεοῦσθαι», ταὐτὸ δ’ εἰπεῖν συνίστασθαι, τρεῖς ἀρχὰς εἰπεῖν οὐδὲν ἄτοπόν ἐστιν.

Ἀλλ’ οὐδαμοῦ τῶν θεολόγων εἶπέ τις οὔτε δύο οὔτε τρεῖς. Ὥσπερ γὰρ θεὸν ἑκάστην τῶν τριῶν προσκυνητῶν ἐκείνων ὑποστάσεών φαμεν καὶ θεὸν ἑκατέραν ἐκ θεοῦ, ἀλλ’ οὐ παρὰ τοῦτο τρεῖς ἢ δύο ποτὲ θεούς, οὕτω καὶ ἀρχὴν ἐξ ἀρχῆς φαμεν, ἀλλ’ οὐ δύο ποτὲ ἀρχάς· δευτέραν γὰρ ἀρχὴν οὐδέπω καὶ τήμερον ὑπὸ τῶν εὐσεβῶν ἀκηκόαμεν, ὥσπερ οὐδὲ θεὸν δεύτερον. Ἀλλ’ εἷς ἡμῖν θεὸς καὶ μοναρχία τὸ προσκυνούμενον, οὐκ ἐκ δύο θεῶν, οὐδ’ ἐκ δύο ἀρχῶν συνιόντα εἰς ἕν· ἐπεὶ μηδὲ κατὰ ταῦτα μεριστὸν ἡμῖν τὸ σεβόμενον. Καὶ μὴν οὐδὲ κατὰ τὸ αὐτὸ μερίζεταί τε καὶ συνάγεται· διαιρεῖται μὲν γὰρ ταῖς ὑποστατικαῖς ἰδιότησι, ταῖς δὲ κατὰ τὴν φύσιν ἑνοῦται.

Εἰ γοῦν δύο ἀρχὰς εἰπεῖν οὐδὲν κωλύει, λοιπὸν αὗταί εἰσι, καθ’ ἃς μερίζεται· ἑνωθῆναι τοίνυν αὖθις κατ’ αὐτὰς ἀδύνατον· οὐκ ἄρ’ αἱ δύο μία. Μᾶλλον δὲ ἀναλαβόντες καὶ ἑτέραν ἀρχὴν τῷ λόγῳ δόντες τὰ τῆς μοναρχικωτάτης ἀρχῆς εἰς δύναμιν διατρανώσωμεν, ὡς ἂν φερωνύμως ἔχοντά τε δείξωμεν τὸν τῆς θεολογίας ἐπώνυμον καὶ ἀπελέγξωμεν τοὺς τοῦ ἑνὸς ἁγίου πνεύματος δύο δογματίζοντας ἀρχάς, ὅτι τε τοῦτο δογματίζουσι καὶ ὅτι οὐ καλῶς.

Ἡ δημιουργικὴ ἀρχὴ μία ἐστίν, ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον. Ὅταν οὖν ἐκ τοῦ θεοῦ τὰ ἐκ τοῦ μὴ ὄντος προηγμένα λέγωμεν, τήν τε ἀγαθότητα, δι’ ἣν τὸ εἶναι ἔσχον, καὶ τὴν ἐγγεγενημένην χάριν, ὅθεν ἕκαστον τοῦ εὖ εἶναι καταλλήλως μετεσχήκασι, καὶ τὴν ἐπιγεγενημένην ὕστερον, δι’ ἣν πρὸς τὸ εὖ εἶναι τὰ διαπεπτωκότα ἐπανῆλθον, ὅταν ταῦτά τε καὶ περὶ τούτων ποιώμεθα τοὺς λόγους, ἀρχὴν καὶ πηγὴν καὶ αἴτιον καὶ τὸν υἱὸν ἐν ἁγίῳ πνεύματί φαμεν, οὐχ ἑτέραν, ἄπαγε, ἀλλὰ τὴν αὐτὴν ὡς τοῦ πατρὸς δι’ αὐτοῦ ἐν ἁγίῳ πνεύματι καὶ προάγοντος καὶ ἐπανάγοντος καὶ συνέχοντος καλῶς τὰ πάντα. Ὁ δὲ πατὴρ πρὸς τῷ πηγὴ τῶν πάντων εἶναι διὰ τοῦ υἱοῦ ἐν ἁγίῳ πνεύματι, καὶ πηγὴ καὶ ἀρχή ἐστι θεότητος μόνος θεογόνος ὤν. Καὶ τοῦτ’ ἐσμὲν εἰδότες κρεῖττον ἢ κατὰ ἀπόδειξιν, διὰ τῶν θεοπνεύστων λογίων τρανῶς ἐκπεφασμένον.

Ὅταν οὖν ἀκούσῃς ὅτι ὁ υἱός, «ἡ ἐκ τῆς ἀρχῆς ἀρχὴ» καὶ «ὁ καλῶν αὐτὸν ἀπὸ γενεῶν ἀρχὴν» καὶ «μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου», τῶν δημιουργημάτων νόει. Καθάπερ καὶ Ἰωάννης ἀριδήλως ἐν τῇ Ἀποκαλύψει περὶ αὐτοῦ βοᾷ, «ἡ ἀρχὴ τῶν κτισμάτων τοῦ θεοῦ», οὐχ ὡς καταρχή, ἄπαγε, θεὸς γάρ, ἀλλ’ ὡς δημιουργὸς αὐτῶν· κοινωνὸς γάρ ἐστι τῆς ἐξ ἧς ταῦτα πατρικῆς ἀρχῆς, ἣ καὶ τῆς πάντων δεσποτείας ἐστὶν ἐπώνυμον.

Τοῦ δὲ πνεύματος τὸν υἱὸν ἀρχὴν ἐπὶ τῆς σημασίας ταύτης πῶς ἂν φαίη τις, εἰ μὴ καὶ τὸ πνεῦμα δοῦλον καὶ κτιστόν; Ἀλλ’ ἐπεὶ θεὸς τὸ πνεῦμα, οὐκ ἀρχὴ αὐτοῦ κατὰ τοῦτο ὁ υἱός, εἰ μὴ ἄρα ὡς θεότητος ἀρχή. Εἰ δὲ τῆς τοῦ ἁγίου πνεύματος θεότητος ὁ υἱός ἐστιν ἀρχή, κοινωνεῖν δὲ κατὰ ταύτην τὴν ἀρχὴν τῷ πατρὶ ἀμήχανον, μόνος γὰρ τεθεολόγηται πηγαία θεότης ὁ πατήρ, ἑτέρας ἄρα διαφόρου τινὸς θεότητος ὁ υἱός ἐστιν ἀρχὴ καὶ διέσπασε τὸ πνεῦμα τῆς πηγαζούσης ἐκ τοῦ πατρὸς θεότητος. Ἢ δύο διαφόρους θεότητας δώσωμεν τούτῳ τῷ ἑνί, οἱ καὶ τοῖς τρισὶ μίαν ἀνομολογοῦντες θεότητα;

Πῶς δὲ καὶ αἱ δύο κατὰ Λατίνους τοῦ πνεύματος ἀρχαὶ μία ἐστὶν ἀρχή; Οὐ γὰρ ἀξιώσουσιν ἡμᾶς πίστει δέχεσθαι τούτων τὰ προβλήματα, ἀλλὰ μηδὲ σοφιστικῶς ἀποκρινέσθωσαν ἄλλην ἀντ’ ἄλλης ποιούμενοι τὴν ἀπόκρισιν. Ἡμῶν γὰρ ἐρωτώντων, πῶς δύο κατ’ αὐτοὺς τοῦ ἑνὸς πνεύματος ἀρχαί, μίαν ἐκεῖνοι διισχυρίζονται τῶν δύο εἶναι τὴν ἀρχήν. Ἡμεῖς δὲ οὐ περὶ τῶν δύο προσώπων ἐρωτῶμεν, ἀλλὰ περὶ τοῦ ἑνός· περὶ τούτου γὰρ πρὸς αὐτοὺς ποιούμεθα τὸν λόγον.

Ὡς ἐπεὶ τῶν δύο μία ἡ ἀρχὴ καλῶς, πῶς τοῦ ἑνὸς δύο ἔσονται ἀρχαὶ καὶ πῶς αἱ δύο μία κατ’ αὐτούς; Φασὶν οὖν, διότι ἡ μία ἐστὶν ἐκ τῆς ἑτέρας. Τί οὖν ὁ Σήθ, ἐκ μιᾶς ἄρα γεγέννηται ἀρχῆς, ὅτι ἡ Εὔα ἦν ἐκ τοῦ Ἀδάμ, καὶ οὐ δύο εἰσὶ τούτου τοῦ ἑνὸς ἀρχαί, ὅτι ἡ μία ἐστὶν ἐκ τῆς ἑτέρας; Τί δὲ ἡ Εὔα, οὐ δευτέρα ἀρχὴ τῶν ἐξ αὐτῆς, ὅτι καὶ αὐτὴ τὴν ἀρχὴν ἔσχεν ἐξ Ἀδάμ; Καίτοι ἀμφοῖν τὸ γόνιμον αὐτοῖς, ἀλλὰ διάφορον καὶ ἐν διαφόροις ὑποστάσεσι· διόπερ οὐδὲ μία ἐστὶν αὗται αἱ ἀρχαί, καθάπερ καὶ τὸν Νύσσης θεῖον πρόεδρον ἀνωτέρω προηνέγκαμεν εἰπόντα, καίτοι ἡ μία τούτων ἐστὶν ἐκ τῆς ἑτέρας.

Εἰ γοῦν ἐνταῦθα οὗ εἰ καὶ μὴ ἕν, ὅμως ἐστὶ τὸ γόνιμον ἀμφοῖν, οὐκ ἔνι τοῦ ἑνὸς μίαν εἶναι τὴν ἀρχήν, πῶς ἐπὶ τῆς ἀνωτάτω τριάδος αἱ δύο κατ’ αὐτοὺς τοῦ ἑνὸς ἁγίου πνεύματος μία εἰσὶν ἀρχαί, ἐν ᾗ μηδαμῶς ἐστι κατὰ τὸ θεογόνον κοινωνία; Μόνος γὰρ τεθεολόγηται θεότης θεογόνος ὁ πατήρ.

Πάλιν ἡ Εὔα ἐκ μόνου οὖσα τοῦ Ἀδάμ, ἐκ μιᾶς ἐστιν ἀρχῆς· ὁ δὲ Ἀδὰμ ἐκ γῆς ἐστιν. Ἀλλ’ οὐ παρὰ τοῦτο ἡ Εὔα ἐκ τῆς γῆς καὶ τοῦ Ἀδάμ; Ὁ γὰρ Ἀδὰμ μόνος ἐκ τῆς γῆς. Ἢ τοίνυν καὶ αὐτοὶ ἐκ τοῦ υἱοῦ μόνου λεγέτωσαν τὸ πνεῦμα καὶ οὕτως αὐτὸ ἐκ μιᾶς ἀρχῆς λεγέτωσαν, ἑαυτοῖς μὲν ἀκολούθως ἀλλ’ οὐκ εὐσεβῶς, οὐ γὰρ ἐκ τῆς αὐτῆς ἀφ’ ἧς καὶ ὁ υἱός, κἀντεῦθεν πάλιν δύο εἰσὶν ἐπὶ τῆς θεότητος ἀρχαὶ καὶ οὐκέτ’ ἐστὶ μείζων ὁ πατὴρ τῷ αἰτίῳ τοῦ υἱοῦ, ἐπίσης γὰρ καὶ αὐτὸς αἴτιος θεότητος, ἢ ἐκ μόνου τοῦ πατρὸς αὐτὸ λέγοντες μίαν καὶ τῷ πνεύματι ὡς καὶ τῷ υἱῷ εὐσεβῶς διδότωσαν ἀρχήν. Μέχρι γὰρ ἂν ἐκ τοῦ υἱοῦ ἢ ἐξ ἀμφοτέρων λέγωσιν, ἀλλ’ οὐκ ἐκ μόνου τοῦ πατρός, οὐκ ἔστι μίαν εἶναι τῆς θεότητος τοῦ ἑνὸς πνεύματος ἀρχήν.

Συνάπτων γάρ τις ἐπὶ τῶν τοιούτων, εἰ καὶ μίαν φαίη τὴν ἀρχήν, ἀλλ’ ὁμωνύμως, ὥστ’ οὐ μία. Εἰ δὲ διαιρῶν κατὰ μίαν ὁρᾷ τὰς ὑποστάσεις, τῆς μιᾶς ἐξ ἀνάγκης δύο φανερῶς γίνονται ἀρχαί. Ἐμοὶ δ’ ἔπεισι θαυμάζειν καὶ τὸ ὑπερβάλλον τῆς ἀνοίας τῶν τὰς δύο ταύτας, ἅς φασιν ἀρχάς, μίαν λεγόντων τε καὶ οἰομένων· εἰ μὲν γὰρ κοινωνεῖ τῷ πατρὶ κατὰ τὸ θεογόνον ὁ υἱὸς προβαλλόμενος τὸ πνεῦμα καὶ ἓν αὐτοῖς τὸ θεογόνον καὶ ἡ ἐκ τούτων αὕτη πρόοδος, τῆς φύσεως ἄρα τοῦτο καὶ οὐ δύο εἰσὶν ἀρχαί, οὐδ’ αἱ δύο μία, ἀλλὰ ἁπλῶς μία καὶ ἀπεξένωται τῆς θείας φύσεως αὐτὸ τὸ πνεῦμα, μὴ καὶ αὐτὸ κατὰ θεογόνον κοινωνοῦν.

Εἰ δὲ μὴ κοινωνεῖ ὁ υἱὸς κατὰ τοῦτο τῷ πατρί, μηδὲ ἓν αὐτοῖς τοῦτο τὸ προβάλλειν, καθ’ ὑπόστασιν τῷ υἱῷ ἡ πρόοδος τοῦ πνεύματος· διάφορος ἄρα αὕτη τῆς ἐκ τοῦ πατρὸς τοῦ πνεύματος προόδου· τὰ γὰρ ὑποστατικὰ διάφορα.

Πῶς οὖν μία αἱ διάφοροι ἀρχαί, καὶ μὴν τοῦ μεγάλου Διονυσίου ἐν δευτέρῳ κεφαλαίῳ τοῦ Περὶ θείων ὀνομάτων λόγου λέγοντος, «ὅσα ἐστὶ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ, ταῦτα καὶ τῷ θεαρχικῷ πνεύματι κοινῶς καὶ ἡνωμένως ἀνατίθεσθαι», καὶ τοῦ μεγάλου Βασιλείου ἐν τοῖς πρὸς Εὐνομιανοὺς Ἀντιρρητικοῖς αὐτοῦ κεφαλαίοις γράφοντος, «πάντα τὰ κοινὰ πατρί τε καὶ υἱῷ κοινὰ εἶναι καὶ τῷ πνεύματι»; Εἰ μὲν κοινόν ἐστι πατρί τε καὶ υἱῷ τὸ ἐκπορεύειν, κοινὸν ἔσται τοῦτο καὶ τῷ πνεύματι, καὶ τετρὰς ἔσται ἡ τριάς· καὶ τὸ πνεῦμα γὰρ ἐκπορεύσει πνεῦμα ἕτερον. Εἰ δὲ μὴ κοινόν ἐστι κατὰ Λατίνους τῷ πατρὶ καὶ τῷ υἱῷ τὸ ἐκπορεύειν, ὡς τοῦ μὲν πατρὸς ἐμμέσως κατ’ αὐτούς, τοῦ δὲ υἱοῦ ἀμέσως ἐκπορεύοντος τὸ πνεῦμα, οὕτω γὰρ καὶ ὑποστατικῶς ἔχειν τὸν υἱὸν τὸ προβλητικόν φασιν, οὐκοῦν κατ’ αὐτοὺς καὶ τὸ δημιουργεῖν καὶ ἁγιάζειν καὶ ἁπλῶς ἅπαντα τὰ φυσικὰ οὐ κοινὰ πατρός τε καὶ υἱοῦ, ἐπειδὴ ὁ μὲν πατὴρ διὰ τοῦ υἱοῦ κτίζει τε καὶ ἁγιάζει καὶ διὰ μέσου τοῦ υἱοῦ δημιουργεῖ καὶ ἁγιάζει, ὁ δὲ υἱὸς οὐ δι’ υἱοῦ. Τοιγαροῦν κατ’ αὐτοὺς ὑποστατικῶς ἔχει τὸ δημιουργεῖν καὶ ἁγιάζειν ὁ υἱός· ἀμέσως γὰρ καὶ οὐχ ὡς ὁ πατὴρ ἐμμέσως· καὶ οὕτω κατ’ αὐτοὺς τὰ φυσικὰ τῶν ὑποστατικῶν διενήνοχεν οὐδέν· οὐκοῦν καὶ ἡ φύσις τῆς ὑποστάσεως, ὡς ἢ μὴ τρισυπόστατον ἢ τριφυᾶ κατ’ αὐτοὺς εἶναι τὸν θεόν.

Εἰ δ’ ἄρα φαῖεν διὰ τοῦ πνεύματος τὸν υἱὸν δημιουργεῖν καὶ ἁγιάζειν, ἀλλὰ πρῶτον μὲν οὐ σύνηθες τοῖς θεολόγοις διὰ τοῦ πνεύματος τὸν υἱὸν ἢ τὸν πατέρα δημιουργὸν εἶναι λέγειν τῶν κτισμάτων, ἀλλ’ ἐν ἁγίῳ πνεύματι. Ἔπειτα πρὸς τῷ μηδ’ οὕτω τὸ ἀνωτέρω δεδειγμένον ἄτοπον αὐτοὺς ἐκφεύγειν, οὐ γὰρ δι’ υἱοῦ πάλιν ὁ υἱὸς ἀναφαίνεται δημιουργὸς καθάπερ ὁ πατήρ, συμβήσεται τούτοις μηδὲ κοινὸν εἶναι λέγειν καὶ τῷ πνεύματι τὸ δημιουργεῖν καὶ ἁγιάζειν, ὡς μὴ δι’ ἑτέρου, μηδὲ ὡς ὁ πατὴρ ἢ καὶ ὁ υἱὸς αὐτοῦ ταῦτα ἐνεργοῦντος. Κατ’ αὐτοὺς οὖν ὑποστατικῶς ἔχει τὸ πνεῦμα τὸ δημιουργεῖν καὶ ἁγιάζειν, ὡς οὐκ ἐμμέσως καθάπερ ὁ πατὴρ κτίζον τε καὶ ἁγιάζον. Ἐντεῦθεν δὴ πάλιν κατ’ αὐτούς, ταῦτά τε εἶναι καὶ ἀδιάφορα δείκνυται τοῖς ὑποστατικοῖς τὰ φυσικά. Εἰ δὲ τοῦτο, καὶ ἡ φύσις ταῖς ὑποστάσεσι ταὐτόν τε καὶ ἀδιάφορον. Ἆρ’ οὐ σαφῶς τῆς ἀνωτάτω τριάδος ἐκπεπτώκασι καὶ τῆς ἑνότητος τῆς πίστεως καὶ τῆς κοινωνίας τοῦ ἁγίου πνεύματος οἱ ταῦθ’ οὕτω λέγοντές τε καὶ φρονοῦντες;

Ἀλλὰ γὰρ ἐπανέλθωμεν ὅθεν ἐξέβημεν. Τίς γὰρ τὸ πνεῦμα τὸ ἅγιον τὴν ὕπαρξιν ἔχειν ἐξ ἀμφοτέρων υἱοῦ τε καὶ πατρὸς ἀκούων ἢ λέγων ἢ πιστεύων καὶ παρὰ μὲν τοῦ υἱοῦ ἀμέσως, παρὰ δὲ τοῦ πατρὸς ἐμμέσως καὶ τὰ παρ’ αὐτῶν θρυλλούμενά τε καὶ περιᾳδόμενα προσεχῆ τε καὶ ἐφεξῆς καὶ πόρρῳ, τίς ταῦτ’ ἀκούων καὶ πιστεύων οὐ δύο δοξάσει τοῦ ἑνὸς πνεύματος ἀρχάς;

Πῶς δὲ οὐκ ἂν εἴη ὁ υἱὸς τῷ πατρὶ συναίτιος, εἰ μὴ μάτην λέγεται καὶ ἐξ αὐτοῦ; Πῶς δὲ οὐκ ἂν τὸ πνεῦμα εἴη κτίσμα; Ἐπὶ γὰρ τῶν κτισμάτων τῷ πατρὶ ὁ υἱὸς συναίτιος. Καὶ μὴν ἐπὶ τῆς κτίσεως, ἐφ’ ἧς φανερῶς αἴτιός ἐστι καὶ ὁ υἱὸς καὶ τῷ πατρὶ συναίτιος, ὡς ἐκ πατρὸς δι’ αὐτοῦ καὶ ἐξ αὐτοῦ τὸ εἶναι λαβούσης, ἀσεβὲς παντάπασιν εἰπεῖν ὅτι τὴν κτίσιν ἐκ τοῦ υἱοῦ οὐ λέγομεν καὶ ὅτι τὸ δημιουργικὸν ἰδιότης ἐστὶ τῆς τοῦ πατρὸς ὑποστάσεως. Τοιγαροῦν εἰ καὶ τὸ ἐκπορευτῶς ὑπάρχον πνεῦμα ἅγιον ἐκ πατρὸς δι’ υἱοῦ καὶ ἐξ υἱοῦ τὸ εἶναι εἶχεν, οὐκ ἂν ἦν ὅλως εὐσεβοῦς εἰπεῖν, ὡς ἐκ τοῦ υἱοῦ τὸ πνεῦμα οὐ λέγομεν καὶ ὡς ἡ ἐκπορευτικὴ ἰδιότης τῷ πατρὶ μόνῳ πρόσεστιν.

Ἐπεὶ δὲ οἱ ταῦτα λέγοντες Δαβὶδ ὁ θεοπάτωρ καὶ Γρηγόριος ὁ Νυσσαέων φανότατος φωστὴρ καὶ Δαμασκηνὸς ὁ θεοφόρος, κατὰ πᾶσαν ἀνάγκην οἱ συναίτιον τῷ πατρὶ τὸν υἱὸν λέγοντες ἐπὶ τοῦ παναγίου πνεύματος καὶ ἐκ τοῦ πατρὸς διὰ τοῦ υἱοῦ καὶ ἐκ τοῦ υἱοῦ τὴν ὕπαρξιν αὐτῷ διδόντες, τοσοῦτον ἀπέχουσι τῆς εὐσεβείας, ὅσον ἀντέχονται ταύτης οἱ προαπηριθμημένοι τῶν ἁγίων καὶ οἱ τούτοις συνῳδὰ θεολογοῦντες.

Καὶ τοῦτο δὲ συνορᾶν τῶν ἀναγκαιοτάτων, ὡς καθάπερ ἐκ τοῦ πατρὸς δι’ υἱοῦ καὶ ἐξ υἱοῦ τὴν γένεσιν ἔχοντες ἡμεῖς, πατέρα καὶ ποιητὴν ὁμοῦ τε καὶ χωρὶς ἑκάτερον ἐπικαλούμεθα καὶ ἀνομολογοῦμεν, οὕτω καὶ τοῦ θείου πνεύματος ὁμοῦ τε καὶ χωρὶς ἑκάτερος πατὴρ ἂν ἐλέγετο καὶ προβολεύς, εἴπερ ἐκ πατρὸς δι’ υἱοῦ καὶ ἐξ υἱοῦ τὴν ὕπαρξιν τὸ πνεῦμα εἶχεν. Ἀλλὰ τὰ τοιαῦτα πάντα πολυειδῶς συγχέοντα τὰς θείας ὑποστάσεις παρίστησι σαφῶς, ὡς οὐχὶ καὶ ἐκ τοῦ υἱοῦ τὴν ὕπαρξιν ἔχει τὸ πνεῦμα τὸ ἅγιον.

Καὶ μὲν δή, «πάντα ὅσα ἔχει ὁ πατήρ, τοῦ υἱοῦ ἐστι», κατὰ τὸν θεολόγον Γρηγόριον, «ἄνευ τῆς αἰτίας». Ποίας αἰτίας; Τῆς τῶν κτισμάτων; Ἄπαγε· τούτων γὰρ ἀρχὴ καὶ αἴτιος καὶ ὁ υἱός. Τοιγαροῦν ἄνευ τῆς αἰτίας καὶ ἀρχῆς τῆς ἐν τῇ τριάδι νοουμένης θεότητος· πάντα οὖν ἔχει ὁ υἱὸς τοῦ πατρός, ἄνευ τοῦ ἀρχὴ καὶ αἴτιος εἶναι καὶ αὐτὸς τῆς θεότητος τοῦ πνεύματος.

Ἐκ μόνου ἄρα τοῦ πατρὸς ἐκπορεύεται τὸ πνεῦμα τὸ ἅγιον, καθάπερ ὁ υἱὸς ἐκ μόνου τοῦ πατρὸς γεννᾶται, καὶ προσεχῶς καὶ ἀμέσως τοῦ πατρὸς ἔχεται καθ’ ὕπαρξιν, καθὰ καὶ ὁ υἱός, εἰ καὶ διὰ τοῦ υἱοῦ πατρὸς εἶναι πνεῦμα ἔσχεν, ὡς τοῦ ἐκπορεύοντος ὄντος καὶ πατρός.

Ἐπεὶ δὲ καὶ δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστι κατὰ τὸν τοῦ κυρίου λόγον, «καὶ διὰ δύο ἢ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα», καὶ ἡμεῖς τὸ νῦν εἶναι τῶν ἄλλων ἀφέμενοι διὰ τὸ μῆκος τρεῖς παραστήσομέν σοι μάρτυρας, σαφῶς ἀπαγορεύοντάς σου τὴν προσθήκην. Καὶ δὴ παρίτω πρῶτος ὁ καὶ τῷ χρόνῳ πρότερος Βασίλειος ὁ μέγας· ἐν γὰρ τοῖς Κατ’ Εὐνομίου κεφαλαίοις, «γεννᾷ, φησίν, ὁ θεὸς οὐχ’ ὡς ἄνθρωπος, γεννᾷ δὲ ἀληθῶς· καὶ τὸ γεγεννημένον ἐξ αὐτοῦ ἐκφαίνει λόγον οὐκ ἀνθρώπινον, ἐκφαίνει δὲ λόγον ἀληθῆ ἐξ αὐτοῦ· ἐκπέμπει πνεῦμα διὰ στόματος, οὐχ οἷον τὸ ἀνθρώπινον, ἐπεὶ μηδὲ στόμα θεοῦ σωματικῶς· ἐξ αὐτοῦ δὲ τὸ πνεῦμα καὶ οὐχ ἑτέρωθεν». Ὁρᾷς ὅτι οὐχ ἑτέρωθεν, ἀλλ’ ἐκ μόνου τοῦ καὶ τὸν υἱὸν γεννῶντος;

Ὥστε οὐκ ἐκ τοῦ υἱοῦ τὸ πνεῦμα, ἐπεὶ καὶ λόγος ὁ υἱός, ἀλλ’ οὐ στόμα τοῦ πατρὸς ἐνταῦθα τῷ μεγάλῳ τεθεολόγηται. Ὃς ἀλλαχοῦ δεικνὺς καὶ τὸν λόγον τοῦτον ἐκ τοῦ αὐτοῦ προϊόντα στόματος, «εἰ γὰρ τὸ πνεῦμα μὴ πιστεύεις, φησίν, ἐκ στόματος θεοῦ προεληλυθέναι, οὐδ’ ἂν τὸν λόγον πιστεύσεις».

Ὁρᾷς σαφῶς ὅτι λόγος ὁ υἱός, ἀλλ’ οὐ στόμα τοῦ πατρός· ἐξ οὖ στόματος κατὰ τὸν μέγαν Βασίλειον πρόεισι καθ’ ὕπαρξιν καὶ τὸ πνεῦμα τὸ ἅγιον; Τὸν αὐτὸν δὲ τρόπον καὶ ὁ ἀδελφὸς αὐτῷ καὶ ἀδελφὰ φρονῶν Γρηγόριος ἐν τῷ Περὶ θεογνωσίας λόγῳ, «πνεῦμα δέ, φησί, τὸ τῆς πατρικῆς ἐκπορευόμενον ὑποστάσεως. Τούτου γὰρ ἕνεκα καὶ πνεῦμα στόματος ἀλλ’ οὐχὶ καὶ τὸν λόγον στόματος ὁ Δαβὶδ εἴρηκεν, ἵνα τὴν ἐκπορευτικὴν ἰδιότητα τῷ πατρὶ μόνῳ προσοῦσαν πιστώσηται».

Μετ’ αὐτὸν τὸν ἀψευδῆ τῆς ἀληθείας μάρτυρα, ὁ ζῶν φωστὴρ γεγονὼς Ἀλεξανδρείας Κύριλλος, συμμαρτυρήσων παρελθέτω· φησὶ γὰρ ἐν τῷ Περὶ τῆς ἁγίας τριάδος· «αἱ προσκυνηταὶ τρεῖς ὑποστάσεις γινώσκονται καὶ πιστεύονται ἐν πατρὶ ἀνάρχῳ καὶ ἐν υἱῷ μονογενεῖ καὶ ἐν πνεύματι ἁγίῳ τῷ ἐκπορευομένῳ ἐκ τοῦ πατρός· οὐ γεννητῶς καθάπερ ὁ υἱός, ἀλλ’ ἐκπορευομένῳ καθάπερ εἴρηται ἐκ μόνου τοῦ πατρὸς ὡς ἀπὸ στόματος, πεφηνότι δὲ διὰ τοῦ υἱοῦ καὶ λαλήσαντι ἐν τοῖς ἁγίοις πᾶσι προφήταις τε καὶ ἀποστόλοις». Καὶ ἀλλαχοῦ πάλιν· «οὐχ ὥσπερ ὁ υἱὸς ἀπὸ τοῦ πατρὸς γεννητῶς οὕτω καὶ τὸ πνεῦμα τὸ ἅγιον ἀπὸ τοῦ υἱοῦ ἐκπορευτῶς· ἄπαγε τῆς βλασφημίας καὶ πολυθεΐας· εἷς γὰρ παρ’ ἡμῖν ἀμφοῖν τοῖν προσώποιν αἴτιος καὶ σύνδεσμος, ὁ πατήρ».

Ἆρ’ ἔστι τρανότερον ἔλεγχον τῆς σῆς δυσσεβείας παρελθεῖν; Ἀνθρώπῳ μὲν οὐκ ἂν ἔδοξεν. Ἀλλὰ καὶ τοῦθ’ ἡμῖν τὸ πνεῦμα δέδωκε τὸν ἐκ Δαμασκοῦ σοφίσαν Ἰωάννην· «τὸ πνεῦμα γάρ, φησὶν οὗτος, τοῦ υἱοῦ μὲν λέγομεν, ἐκ δὲ τοῦ υἱοῦ οὐ λέγομεν· δι’ υἱοῦ δὲ πεφανερῶσθαι καὶ μεταδίδοσθαι ἡμῖν ὁμολογοῦμεν».