Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Περὶ τῆς τοῦ ἁγίου πνεύματος ἐκπορεύσεως λόγοι δύο

Γρηγόριος Παλαμᾶς

Η τάξη των θείων προσώπων και η κοινή ομολογία της Εκκλησίας

Εξέταση της σειράς των θείων προσώπων, αναίρεση των απόψεων του Ευνομίου και των Λατίνων περί τάξεως, και προβολή της υπεροχής της κοινής εκκλησιαστικής παράδοσης έναντι των καινοτομιών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 4 από 11

Ἵνα δέ σοι καὶ λόγον δῶμεν, μᾶλλον δὲ καταξιώσωμεν διδάξαι· τίνος ἕνεκεν ὡς ἐπὶ πλεῖστον ὁ μὲν υἱὸς μετὰ τὸν πατέρα, τὸ δὲ πνεῦμα μετὰ τὸν υἱὸν ἡμῖν ὑμνεῖται, καὶ μυεῖσθαι παραδέδοται; Ὁ θεὸς καὶ πατὴρ ἡ πάντων ἀρχή, υἱοῦ πατήρ ἐστι μονογενοῦς, ὃς καὶ πρὶν ἢ προστεθῆναι τῷ πατρὶ συννοεῖται πάραυτα. Πῶς οὖν ἀφέντες τὸν καὶ πρὶν ἢ λεχθῆναι προσεχέστατα τῷ πατρὶ νοούμενον, εὐθὺς ἂν τὸ πνεῦμα μετὰ τὸν πατέρα θείημεν; Διὰ τοῦτο μετὰ τὸν τοῦ πατρὸς υἱὸν λέγεται τὸ πνεῦμα· μὴ δυναμένων γὰρ ἡμῶν ἄμφω προφέρειν διὰ γλώττης ἅμα, ὥσπερ ἄρα καὶ ἐκ τοῦ πατρὸς προῆλθον, εἰ πρὸ τοῦ υἱοῦ τὸ πνεῦμα τῷ πατρὶ συνημμένον θείημεν, δόξαι ἂν υἱὸς τὸ πνεῦμα· τὸ γὰρ ‘πατὴρ’ ὄνομα εὐθὺς συνεισάγει τῇ διανοίᾳ τὸν υἱόν· προϊόντες δ’ αὖθις καὶ μετὰ τὸ πνεῦμα προσεχῶς εὐθὺς τιθέντες τὸν υἱόν, πατέρα τὸ πνεῦμα ποιήσομεν νοεῖσθαι. Ὁ γὰρ υἱός, πατρὸς υἱὸς καὶ συνεισάγει τῇ διανοίᾳ τὸν πατέρα καὶ μάλιστα τὸν πρὸ αὐτοῦ λεγόμενον· ὁ δὲ υἱὸς προσεχῶς τῷ πατρὶ τιθέμενος καὶ τὸ μονογενὲς ἑαυτῷ φυλάττει καὶ τὸ ἐκπορευτῶς ἐκ πατρὸς εἶναι τὸ πνεῦμα οὐ κωλύει.

Ὃ καὶ ὁ Νυσσαέων Γρηγόριός φησιν, οὗτινος οἱ λατινικῶς φρονοῦντες τὸ ὕψος τῆς διανοίας μὴ χωρήσαντες, πόρρω μὲν τοῦ πατρός, ὢ τῆς ἀσεβείας, δοξάζουσι τὸ πνεῦμα, προσεχὲς δὲ τοῦ υἱοῦ· ἀλλ’ οὐχ ὅτι πατήρ τε καὶ υἱὸς ἄλληλα εἰσάγουσι τῇ διανοίᾳ κατὰ τοῦτο ὄντα προσεχῆ, διὰ τοῦτο πόρρω τὸ πνεῦμα τοῦ πατρὸς καὶ οὐκ ἀμέσως ἐξ αὐτοῦ· ἀλλὰ περὶ μὲν τούτων, ὕστερον.

Νῦν δ’ ἵνα καὶ δευτέραν αἰτίαν ἀποδῶμεν, ἥτις καὶ αὕτη, ἵνα διὰ πάντων συνετίσωμέν σε, διὰ τὴν προειρημένην γέγονε· πρῶτον ἡμῶν τὸ γένος θεὸν ἔγνω τὸν πατέρα καὶ πατέρα τὸν θεόν, τῆς αὐτοῦ θεότητος φανερωθείσης τε καὶ πιστευθείσης ἀμυδρῶς, ὥς γε συνήνεγκεν ἡμῖν. Εἰ γὰρ ἐπίσης ὢν πατὴρ καὶ προβολεύς, τόθ’ ἡμῖν οὐ πατὴρ ἀλλὰ προβολεὺς ἢ ἐκπορεύων ἐκηρύττετο, πῶς ἂν παρεδεξάμεθα, μὴ δυνάμενοί πω χωρῆσαι διὰ τὸ νηπιῶδες ἔτι, τὴν ἐπίγνωσιν τοῦ ἐμφύτου πλούτου τῆς θεότητος;

Τὸ δὲ ‘πατὴρ’ ὄνομα καὶ πρὸς ἡμῶν ἐστι καὶ οἷον κοινὸν ἔχομεν αὐτὸ ταῖς ἐξ αὐτοῦ ὁμοουσίοις μὲν αὐτῷ ἡμῖν δὲ δεσποτικαῖς ἐκείναις ὑποστάσεσιν. Εἰ κἀκεῖναι μὲν φύσει καὶ ὑπὲρ ἡμᾶς ἔχουσιν αὐτό, ἡμῶν δ’ ὑπὸ φιλανθρωπίας καλεῖσθαι κατηξίωσε—διὸ καὶ Ἰουδαῖοι ἔλεγον, «ἡμεῖς πατέρα ἔχομεν τὸν θεόν» —σοφῶς οὖν ἄγαν καὶ οἷον ὑποκλέπτων τὴν διάνοιαν ἡμῶν, μᾶλλον δὲ ἡμᾶς ἀπὸ τῆς τοῦ πονηροῦ δουλείας καὶ ψευδοδοξίας καὶ ψευδολατρίας ἐπὶ τὴν οἰκείαν δεσποτείαν πρὸς θεογνωσίαν ὑφαιρούμενος καὶ τὴν τοῦ μονογενοῦς ὑπεμφαίνων συνεισέφερε θεότητα, πατὴρ κηρυττόμενος αὐτός. Μετ’ αὐτὸν ὁ υἱὸς πεφανέρωται τῷ κόσμῳ, διὰ σαρκὸς ἡμῖν ὀφθεὶς καὶ συναναστραφείς· ὃς σὺν ἑαυτῷ καὶ τὸ πνεῦμα ὑπεδείκνυ, λόγοις τε καὶ ἔργοις διὰ πάντων πιστούμενος, συνημμένον φύσει καὶ ὁμότιμον ἑαυτῷ καὶ τῷ πατρί. Μετὰ τὸν υἱὸν τὸ πνεῦμα τὸ ἅγιον ἐπεδήμησε τῷ κόσμῳ, παρὰ μὲν τοῦ υἱοῦ πεμπόμενον, ὡς οὐκ ἀντίθεον οὐδὲ ἀντίχριστον, καὶ πεμπόμενον οὐχ ἁπλῶς καὶ ἀπολύτως, ἀλλὰ χρονικῶς καὶ πρός τινας καὶ δι’ αἰτίαν· παρὰ δὲ τοῦ πατρὸς ἐκπορευόμενον οὐ δι’ αἰτίαν ὅλως, οὐδὲ χρονικῶς ἢ πρός τινας, ἀλλ’ ἁπλῶς καὶ ἀπολύτως πάντῃ, ὡς ὁμόθεον καὶ ὁμοούσιον καὶ τῆς αὐτῆς οὐχ ἧττον ἐξημμένον τῷ υἱῷ αἰτίας καὶ ἀρχῆς, παρ’ ἑαυτοῦ δὲ ἐρχόμενον ὡς κύριον καὶ αὐτεξούσιον.

Ἐπεγένετο δὲ καὶ τρίτη τις αἰτία τοῖς θεολόγοις, δι’ ἣν μετὰ τὸν υἱὸν καὶ ἐκ τῶν τοῦ υἱοῦ παριστᾶσιν ὡς ἐπὶ πλεῖστον τὸ συναφὲς καὶ τέλειον καὶ ὁμοούσιον πατρὶ τῆς θεότητος τοῦ πνεύματος· ὅτι μετὰ τὸ κατευνασθῆναι καὶ μετασκευασθῆναι τὴν πλειόνων κατὰ τοῦ υἱοῦ μανίαν, πολυειδῶς ἀποδειχθείσης καὶ ἀναφανείσης καὶ στηριχθείσης ἀσφαλέστατα τῆς τούτου πρὸς τὸν πατέρα συμφυΐας καὶ ὁμοτιμίας, ὁ κατὰ τοῦ θείου πνεύματος ἐμφανέστερον ἀνερριπίσθη πόλεμος. Ταῦτ’ ἄρα καὶ τοῖς θεολόγοις ὁ λόγος ἅπας, οὐ περὶ τοῦ τρόπου τῆς ὑπάρξεως, ἀλλὰ περὶ τῆς πρὸς τὸν υἱὸν ὁμοουσιότητος τοῦ πνεύματος, εἰ καὶ Λατῖνοι βιάζονται τὰς ῥήσεις, μεθέλκοντες αὐτῶν τὴν διάνοιαν εἰς τὴν οἰκείαν κακόνοιαν.

Ἀλλὰ γὰρ οὕτως ἡμῖν ὁ ἐν τρισὶν ὑποστάσεσιν εἷς θεὸς ἐκπεφασμένος, οὕτω καὶ δοξάζεται· καὶ οὕτω μιᾶς εἰκόνος οὔσης καὶ μορφῆς ἐπὶ τῆς μόνης ἀνειδέου καὶ προσκυνητῆς τριάδος —«ἡ γὰρ τριὰς συνάπτεται μὲν ἀδιαστάτως, σύνεστι δὲ ἀϊδίως, εἰκόνα δὲ προφαίνει μίαν καὶ τὴν αὐτήν», Ἀθανάσιος ὁ μέγας λέγει—μιᾶς οὖν οὕτως εἰκόνος οὔσης ἐπὶ τῆς σεπτῆς τριάδος, τὸν μὲν υἱὸν τοῦ πατρὸς μορφήν τε καὶ εἰκόνα λέγομεν, τὸ δὲ πνεῦμα τοῦ υἱοῦ. Οὕτω γὰρ ἡμῖν ὡς εὐδόκησεν ἑαυτὴν ἐγνώρισε καὶ οὕτως ἔχειν πρὸς τὸν υἱὸν τὸ πνεῦμα λέγομεν, ὡς αὐτὸς πρὸς τὸν πατέρα· ὁμοίως γὰρ ἀμφότερα ἔχουσι πρὸς τὸν πατέρα, πλὴν τοῦ τρόπου τῆς ὑπάρξεως, ὡς ἀνωτέρω διὰ πλειόνων ἀποδέδεικται. Προσεχῶς δὲ τῷ πατρὶ ὁ υἱὸς ἔγνωσται ἡμῖν καὶ διὰ τοῦ προσεχῶς τούτου ἐγνωσμένου τὸ πνεῦμα τὸ ἅγιον ἐφανερώθη, κηρυχθέν τε καὶ πεμφθὲν ἐν τῷ ὀνόματι αὐτοῦ, ὡς καὶ οὗτος πρῴην ἦλθεν ἐν τῷ τοῦ πατρὸς ὀνόματι. Καὶ πάντα λέγομεν ἔχειν τὸν υἱὸν τὰ τοῦ πατρὸς ἄνευ τῆς αἰτίας, πάντα δὲ τὰ τοῦ υἱοῦ τὸ πνεῦμα ἄνευ τῆς υἱότητος. Πάντα γὰρ τοῦ πατρὸς ὁμοίως ἔχει ὁ υἱός τε καὶ τὸ πνεῦμα ἄνευ τῆς αἰτίας, συμπεριβαλλούσης ἄμφω τὰς ὑπαρκτικὰς καθ’ ὑπόστασιν διαφοράς.

Διὸ καὶ πρὸ τοῦ υἱοῦ ἔστιν οὗ τίθεμεν τὸ πνεῦμα, εἰ καὶ ὡς ἐπ’ ἔλαττον, ὡς δὲ ἐπὶ πλεῖστον μετὰ τὸν υἱὸν καὶ μετὰ τὸν πατέρα τοῦτον, ἵνα τῶν τριῶν ὑπὲρ ἡμῶν μεγίστων ἔργων καὶ θεοπρεπῶν καὶ προμηθεστάτων οἰκονομιῶν, συνεχῆ καὶ ἀδιάλειπτον τὴν μνήμην φέροντες, συντομωτάτην διὰ πάντων ἀποδιδῶμεν τὴν εὐχαριστίαν.

Εὐνόμιος δὲ καὶ μετ’ αὐτὸν οἱ λατινικῶς φρονοῦντες μὴ συνετῶς ἀκηκοότες τῆς πρὸς τὸν θεὸν τοιαύτης εὐχαριστίας τῶν πατέρων καὶ τῆς ἐν ταῖς πρὸς τοὺς ἑτεροδόξους ἀντιρρήσεσιν οἰκονομίας μὴ δυνηθέντες συνιδεῖν, συνήγαγον κακῶς ἐντεῦθεν τρίτον ἀπὸ πατρὸς εἶναι τὸ πνεῦμα τὸ ἅγιον, μηδὲ τοῦτο συνιδόντες, ὡς εἴγε τοῦτο ἧν καὶ διὰ τοῦτο ἡ φυσικὴ τάξις τοῦ τε υἱοῦ πρὸς τὸν πατέρα καὶ τοῦ θείου πνεύματος πρὸς τὸν υἱὸν ἐδείκνυτο, οὐκ ἄν, ἐπαλλαττομένης ἐν τῇ θείᾳ γραφῇ τῆς συνεκφωνήσεως τῶν τριῶν προσκυνητῶν προσώπων, ἔστιν οὗ μετὰ τὸ πνεῦμα ὁ υἱὸς ἐτίθετο, προαριθμουμένου δηλαδὴ τοῦ ἁγίου πνεύματος, καθάπερ καὶ ὁ πολὺς ἐν θεολογίᾳ φησὶ Γρηγόριος, ὅτι «τὰ αὐτὰ καὶ προαριθμεῖται καὶ ὑπαριθμεῖται παρὰ τῇ γραφῇ διὰ τὴν ἰσοτιμίαν τῆς φύσεως»· ἐν δὲ τῇ παρουσίᾳ τῶν ἀπ’ Αἰγύπτου ἐπισκόπων καὶ ἡμᾶς οὕτω παραινεῖ θεολογεῖν, «μετὰ Παύλου, λέγων, θεολόγησον, τοῦ πρὸς τρίτον οὐρανὸν ἀναχθέντος, ποτὲ μὲν συναριθμοῦντος τὰς τρεῖς ὑποστάσεις, καὶ τοῦτο ἐνηλλαγμένως, οὐ τετηρημένως ταῖς τάξεσι, προαριθμοῦντος, ἐναριθμοῦντος, ὑπαριθμοῦντος τὸ αὐτό».

Ἀλλ’ οὐδὲ τὸ ‘δι’ οὗ’ μόνῳ τῷ υἱῷ παρὰ τῆς θείας ἀπονενέμηται γραφῆς· ὁ γὰρ θεῖος Κύριλλος ἐν Θησαυροῖς φησι, «Χριστοῦ τὸ πνεῦμα, ὡς τοῦ θεοῦ λόγου διὰ πνεύματος ἡμῖν ἐνοικιζομένου». Τούτων οὖν Εὐνόμιός τε καὶ τὸ τῶν Λατίνων γένος, μηδένα ποιησάμενοι λόγον, τρίτον εἶναι τῇ τάξει καὶ τῷ ἀξιώματι τὸ πνεῦμα τὸ ἅγιον ἐδογμάτισαν, οὐ τῇ κατὰ τὴν ὁμολογίαν τάξει ἀλλὰ τῇ φυσικῇ, κακῶς. Ὅ γε μὴν Εὐνόμιος ἐντεῦθεν τρίτον ἀπὸ τοῦ πατρὸς εἶναι καὶ τῇ φύσει, ὡς ἀμφοτέρων κατ’ αὐτὴν διαφέρον, προσεδογμάτισεν. Οἱ δὲ Λατῖνοι καὶ ἐκ τοῦ υἱοῦ ἐκπορεύεσθαι τὸ πνεῦμα τὸ ἅγιον κατασκευάζουσιν.

Ἡμεῖς δὲ σὺν τοῖς ἱεροῖς πατράσιν ὡς ἐπὶ τὸ πλεῖστον τὸ πνεῦμα μετὰ τὸν υἱὸν τιθέαμεν καὶ μετὰ τὸν πατέρα τοῦτον, ἵνα τῶν τριῶν ὑπὲρ ἡμῶν μεγίστων ἔργων καὶ θεοπρεπῶν καὶ προμηθεστάτων οἰκονομιῶν συντομωτάτην ἀποδιδῶμεν διὰ πάντων τὴν δοξολογίαν καὶ τὴν εὐχαριστίαν καὶ τὴν ἀνάμνησιν· οὐχ ὅτι δεύτερα καὶ τρίτα τῇ τιμῇ καὶ τῇ ἀξίᾳ—καὶ γὰρ ὁμότιμα—οὐδὲ τὴν δυάδα ποιοῦντες τοῦ ἑνὸς ἀρχήν, οὐδ’ εἰς τὴν δυάδα ἀναφέροντες τὸ ἕν, ἀλλ’ εἷς ἡμῖν θεός, εἰς ἓν αἴτιον καὶ υἱοῦ καὶ πνεύματος ἀναφερομένων, ἐξ οὗ μόνου ἔχει καὶ τὴν ὕπαρξιν ἑκάτερον αὐτῶν· καὶ ὅτι μία ἀρχή, ὁ πατήρ, ὡς καὶ ὁ θαυματουργὸς Γρηγόριος λέγει—κατὰ τοῦτο τοίνυν εἷς θεός· καὶ ὅτι μία φύσις τοῖς τρισὶν—αὐτὰ γὰρ τὰ δύο καὶ τὰ τρία καὶ τὸ ἐξ αὐτοῦ καὶ τὸ ἀναφέρεσθαι εἰς αὐτὸν οὐ τὴν φύσιν διαιρεῖ, ἀλλὰ περὶ αὐτὴν διαιρεῖται, οὐδὲ γοῦν ἐξ αὐτῆς ἐστι κυρίως, εἰ καὶ μὴ χωρὶς αὐτῆς, οὐδ’ εἰς αὐτὴν ἀναφέρεται, εἰ καὶ μὴ ἄνευ ταύτης· τὸ γὰρ ἕν, πῶς ἂν αὐτὸ ἑαυτὸ γεννήσαι τε καὶ προβάλλοιτο καὶ εἰς ἑαυτὸ ἀναφέροιτο; Οὐδ’ ἀρχὴ τοίνυν καὶ τὰ ἐξ αὐτῆς, οὐδὲ αἴτιον καὶ αἰτιατὸν αὐτὸ ἑαυτοῦ τὸ ἕν.

Εἰ τοίνυν ταῦθ’ ἅπαντα, κατὰ ταῦτα κυρίως καθ’ ἃ καὶ μερίζεται, ταῦτα δ’ ἐστὶν αἱ τρεῖς ὑποστάσεις, εἴτ’ οὖν τὰ τρία πρόσωπα τῆς μιᾶς τῇ φύσει θεότητος, ὅταν οἱ Λατῖνοι λέγωσιν ἐξ ἀμφοτέρων τὸ ἕν, τῶν προσώπων δηλαδή φασι· κατὰ τοῦτο γὰρ καὶ ἀμφότερα, τὸ γὰρ ἓν οὐκ ἂν ῥηθείη ποτὲ ἀμφότερα.

Ἐπεὶ τοίνυν κατὰ ταῦτα λέγουσιν ἐκ τῶν δύο τὸ ἕν, καθ’ ἃ καὶ ἡ ἀρχὴ καὶ τὸ αἴτιον καὶ νοεῖται καὶ λέγεται, ἐκ δύο ἀρχῶν λέγουσι τὸ ἓν καὶ δύο ἀρχὰς καὶ δύο αἴτια καὶ πολυθεΐαν εἰσάγουσιν. Οὐ γὰρ μόνον ὅτι μία φύσις εἷς θεός, ἀλλ’ ὅτι καὶ εἰς ἓν πρόσωπον τὴν ἀναφορὰν ἔχει τὰ ἐξ αὐτοῦ, καὶ εἰς ἓν αἴτιον καὶ μίαν ἀρχὴν τὰ ἐξ ἀρχῆς ἀναφέρεται· οὐ τὰ δύο μόνον ἄμφω, ἀλλὰ καὶ ἑκάτερον αὐτῶν χωρίς. Καὶ διὰ τοῦτο μία τῆς θεότητος ἀρχὴ καὶ εἷς θεός ἐστι καὶ κατὰ ταύτην τὴν ἀναφοράν· ὅτι καὶ ἑκάτερον ἀναφέρεται εἰς ἓν ἀμέσως. Εἰ γὰρ μὴ ἀμέσως καὶ τὸ πνεῦμα ἐκ πατρός, τὸ ἐμμέσως τοῦτο δύο ἐξ ἀνάγκης τὰ αἴτια ποιεῖ τοῦ πνεύματος, τό τε μέσον καὶ τὸ ἄκρον, καὶ οὐκ ἔνι διὰ τὴν οὕτως ἔχουσαν ἀναφορὰν ἕνα θεὸν τὰ τρία εἶναι· μᾶλλον δὲ οὐδὲ θεὸν εἶναι τὸ διὰ μέσης θεότητος ἐκ τοῦ πατρός· ἐπὶ γὰρ τὰ κτίσματα ἦλθεν ὁ πατὴρ διὰ μέσης θεότητος κατὰ τοὺς θεολόγους.

Οὐ γὰρ ὡς πατὴρ ταῦτ’ ἔκτισεν, ἀλλ’ ὡς θεός. Ὁ δὲ υἱὸς εἷς θεὸς μετὰ πατρός· διὰ τοῦτο ἐκ πατρὸς δι’ υἱοῦ ὡς ἐξ ἑνὸς θεοῦ τὰ κτίσματα καὶ μία ἡ ἀρχὴ τῶν κτισμάτων, ὁ θεός. Γεννᾷ δὲ ὁ θεὸς καὶ ἐκπορεύει ὡς πατὴρ τῶν αὐτῷ συναϊδίων φώτων.

Εἰ γοῦν ἐκ πατρὸς δι’ υἱοῦ ὡς ἐξ ἑνός ἐστι τὸ πνεῦμα τὸ ἅγιον, οὐχ ὡς ἐξ ἑνὸς ἔσται θεοῦ, τοῦ πατρὸς καὶ τοῦ υἱοῦ, ἀλλ’ ὡς ἐξ ἑνὸς ὄντος πατρός, τοῦ πατρὸς καὶ τοῦ υἱοῦ. Καὶ ταύτης τῆς συγχύσεως τίς ἂν ἀτοπωτέρα γένοιτο; Διὸ καὶ ταύτην οἱ Λατῖνοι φεύγοντες, ὡς ἐξ ἑνός φασι θεοῦ· ὃ χώραν οὐδαμόθεν ἔχει, καθάπερ ἀναπέφηνε· καὶ ταῦθ’ ὅτι καὶ τὸ πνεῦμα εἷς θεός ἐστι μετὰ πατρός τε καὶ υἱοῦ.

Τοιγαροῦν, ἐπειδήπερ πάντῃ τε καὶ πάντως εἷς ὑπάρχει ὁ πατήρ, οὐκ ἄμφω μόνον ὁ υἱός τε καὶ τὸ πνεῦμα, ἀλλὰ καὶ χωρὶς ἑκάτερον μίαν ἀρχὴν καὶ ἓν αἴτιον ἔχει μόνον τὸν πατέρα. Καὶ οὕτω μία τῆς θεότητος ἀρχή, κἂν οἱ λατινικῶς φρονοῦντες ἐγκαλούμενοι, πῶς δύο λέγουσιν ἐπὶ τῆς θεότητος ἀρχάς, ἀπολογεῖσθαι οἴωνται μίαν ἀρχὴν ἰσχυριζόμενοι δοξάζειν τοῦ υἱοῦ τε καὶ τοῦ πνεύματος· σοφίζεσθαι γὰρ ἡμᾶς βουλόμενοι τοῦτο διαβεβαιοῦνται, ὡς καὶ τὴν ἀρχὴν ἔφθημεν εἰπόντες. Αὐτὸ γὰρ τοῦτό ἐστι τὸ παρ’ ἡμῶν ἐγκαλούμενον αὐτοῖς· πῶς υἱοῦ μὲν καὶ τοῦ πνεύματος μίαν τὴν ἀρχήν φασι, τοῦ δὲ ἑνὸς πνεύματος δύο λέγουσιν ἀρχάς; Ἐκεῖνοι δὲ περὶ τοῦ ἑνὸς ἐρωτώμενοι, σοφιστικῶς περὶ τῶν δύο τὴν ἀπόκρισιν ποιοῦνται· σφῶν αὐτῶ μᾶλλον ἢ τῶν πυνθανομένων κατασοφιζόμενοι.

Πατὴρ μὲν οὖν καὶ ἀρχὴ καὶ αἴτιον ἐπὶ θεοῦ πάντῃ τε καὶ πάντως ἕν· προβολεὺς γὰρ παρ’ οὐδενὸς τῶν ἀποστόλων ἢ τῶν εὐαγγελιστῶν ἐκλήθη, ἀλλὰ καὶ ἀντὶ τούτου ἡ τοῦ πατρὸς ἀπέχρησεν αὐτοῖς φωνή. Ἀρχὴν δὲ λέγω οὐ τὴν καταρχήν, οὐδὲ τὴν δημιουργικήν, οὐδ’ ᾗ τὸ τῆς δεσποτείας ἐστὶν ἐπώνυμον.

Καὶ τοίνυν ὁ θεὸς καὶ πατήρ, καθὸ πατήρ, ἀρχὴ καὶ αἴτιός ἐστι· καὶ καθὸ ἀρχή, πατὴρ τῶν φώτων, δηλαδὴ υἱοῦ καὶ πνεύματος· καὶ καθὸ αἴτιος, αἴτιος, ἀρχή τε καὶ πατήρ. Εἰ οὖν καὶ ὁ υἱὸς αἴτιός ἐστι τοῦ πνεύματος, ἐξ ἀνάγκης ἔσται καὶ ἀρχὴ καὶ πατὴρ ὡς αἴτιος· ὡς γὰρ τοῦ ἀνθρώπου, καθὸ ἀνθρώπου ἐπιστήμης δεκτικοῦ ὑπάρχοντος, τὸν ἐπιστήμης δεκτικὸν οὐκ ἔνι μὴ καὶ ἄνθρωπον ὑπάρχειν, οὕτω καὶ ἐπὶ θεοῦ· ἐπεὶ ὁ πατήρ, καθὸ πατήρ, ἀρχὴ καὶ αἴτιός ἐστι, τὸν αἴτιον ὑπάρχοντα οὐκ ἔνι μὴ καὶ ἀρχὴν εἶναι καὶ πατέρα, καίτοι τοῦ θεολόγου Γρηγορίου γράφοντος, «οὕτως εἶναι υἱὸν κυρίως τὸν υἱόν, ὅτι μὴ ἔστιν οὗτος καὶ πατήρ».

Ὁρᾷς ἀθετουμένην σαφῶς τὴν μοναρχίαν καὶ τὸ καθ’ ὑπόστασιν ἑνιαῖον τοῦ πατρὸς ὑπὸ τῶν λεγόντων καὶ ἐκ τοῦ υἱοῦ τὸ πνεῦμα καὶ μὴ ἀναγόντων ἑκάτερον τῶν προσώπων εἰς μίαν μόνην τὴν τῆς θεότητος πηγήν; Μία γὰρ φύσις καὶ οἱ πάντες ἄνθρωποι, ἀλλ’ οὐχ εἷς οἱ πάντες ἄνθρωπος. Καίτοι δι’ ἀλλήλων, μᾶλλον δὲ διὰ τῶν πρὸ ἡμῶν, ἀναχθείημεν ἂν εἰς ἕνα τὸν προπάτορα, ἀλλ’ εὐθὺς πολλὰ τὰ αἴτια, καὶ οὐκ ἐξ ἑνὸς ἡμεῖς· διὰ τοῦτο καὶ οὐχ εἷς. Ἆρ’ οὐ φανερῶς καινοτομεῖς ὁ λατινικῶς φρονῶν;

Καὶ εἰ μὴ πρὸ ὑμῶν ἐλλιπὲς ἦν τὸ καθ’ ἡμᾶς εὐαγγέλιον, ὃ «ἐκηρύχθη ἐν ἔθνεσιν, ἐπιστεύθη ἐν κόσμῳ», καὶ «ἡ τοῦ θεοῦ σωτήριος χάρις» καὶ ἡ κατ’ αὐτὴν θεογνωσία, ἡ πᾶσιν ἐκφανεῖσα καὶ διδάξασα πάντας, εἰ μὴ «κεκένωται ἡ πίστις», εἰ μὴ διέφθαρται τὰ τῆς ὁμολογίας, αἷς καὶ ἐνήθλησαν καὶ ἐνήσκησαν «τὸ τῶν μαρτύρων ἡμῖν περικείμενον νέφος», ὁ τῶν ὁσίων παμπληθὴς κατάλογος, ὁ τῶν διδασκάλων θεοδίδακτος θίασος, πάντες οἱ ἔργῳ καὶ λόγῳ καὶ τοῖς καθ’ ἑαυτοὺς παθήμασι μαρτυρήσαντες τῇ ἀληθείᾳ, ὑπὲρ ἧς καὶ μέχρι θανάτου καλῶς ποιοῦντες ἐνέστησαν, καὶ οὐχ ὑπὲρ αὐτῆς μόνον ἢ καὶ ἑαυτῶν, ἀλλὰ καὶ ὑπὲρ τοῦ ἡμετέρου στηριγμοῦ—εἰ μὴ ταῦθ’ ἅπαντα καὶ ἡ τῶν ἀπὸ Χριστοῦ καλουμένων πίστις ἐλλιπής, διακενῆς ὄντως σὺ προσθήκας ἐξευρίσκεις καὶ κατὰ τῆς σεαυτοῦ καινοτομεῖς ψυχῆς.

Εἰ μὲν γὰρ ἐγίνωσκον καὶ ἐξ υἱοῦ τὸ πνεῦμα, τίνος ἕνεκεν οὐ παρρησίᾳ διετέλεσαν κηρύττοντες καὶ διὰ τῶν ἱερῶν συνόδων πολλῶν καὶ πολλάκις γενομένων βεβαιώσαντες; Ἀλλ’ οὐκ ἐγνωσμένον ἦν αὐτοῖς; Οὐκοῦν οὐδ’ ἦν οὕτω τἀληθές· πάντα γὰρ ἐγνώρισεν αὐτοῖς ὁ δι’ ἡμᾶς ἐγνωσμένος καθ’ ἡμᾶς. Καὶ πάντα κατὰ τὴν ἐπαγγελίαν ἐδίδαξεν αὐτοὺς τὸ πνεῦμα καὶ διὰ τοῦτ’ ἐδίδαξεν, ἵν’ ἡμᾶς οὗτοι διδάξωσιν, ὡς ἐδιδάχθησαν, ὡς καὶ ἀνωτέρω εἴρηται. Εἰ γὰρ τοῦτο λέγειν τολμήσεις, ὡς οὐκ ἔγνωσαν οἱ πρὸ ἡμῶν θεολόγοι τἀληθές, ὡς καὶ τοῦτο μηδὲν ἧττον βλάσφημον ἀποπεμψόμεθα.

Τίς γὰρ εἶ ὁ τοῦτο γρύξαι τολμῶν; Ποία δ’ ἰσάριθμος σύνοδος; Μᾶλλον δὲ πόσαι καὶ ποῦ μαρτυρηθεῖσαι παρὰ τοῦ πνεύματος, ὃ καὶ ζῶσιν ἐκείνοις καὶ γεγονόσιν ἐξ ἀνθρώπων συνεμαρτύρησε, καὶ ἀεὶ συμμαρτυρεῖ τε καὶ συμμαρτυρήσει διὰ τῶν ἐπὶ τοῖς σοροῖς τούτων τελουμένων τε καὶ τελεσθησομένων θαυμάτων;

Ἀλλ’ ἔχω κἀγώ, φησί, πολλοὺς τῶν πατέρων συμμαρτυροῦντάς μοι τῇ προσθήκῃ. Τί οὖν, ἕτερα μὲν οὗτοι κοινῇ συνειλεγμένοι παρεδίδουν τῇ ἐκκλησίᾳ, ἕτερα δὲ καθ’ ἑαυτοὺς ἐδογμάτιζον; Οὔμενουν. Ἀλλ’ ἢ παραχαράττεις αὐτὸς ἢ παραλογίζῃ καὶ παρεξηγῇ, μὴ μετὰ τοῦ πνεύματος ἑρμηνεύων τὰ εἰρημένα διὰ τοῦ πνεύματος.

Οὐ μήν, ἀλλ’ εἰ καὶ τοῦτο θείημεν, ὅπερ οὐκ ἔστιν, οὐ προσδεκτέα μᾶλλον τὰ κοινῇ παραδεδομένα τῶν ἰδίως εἰρημένων ἑκάστῳ; Ἐκεῖνα μὲν γὰρ πρὸς τῷ πάντων εἶναι καὶ ἀνεπιχείρητα τοῖς κακουργοῦσι καὶ τῷ παραχαράττειν δολοῦσι τὸν τῆς ἀληθείας λόγον, πᾶσιν ἐγνωσμένα σοφοῖς τε καὶ ἰδιώταις καὶ διὰ στόματος ἀεὶ φερόμενα. Τὰ δὲ μὴ ἐπὶ τοσοῦτο καθωμιλημένα ὕποπτά ἐστι καὶ μάλιστα προαγόμενα παρὰ Λατίνων, οἳ καὶ τῷ φανερωτάτῳ τῆς πίστεως συμβόλῳ διὰ προσθήκης ὑπεβούλευσαν.

Οἱ γὰρ τῷ ἐν τοῖς τῶν ὡς ἀληθῶς χριστιανῶν ἁπάντων στόμασι κειμένῳ καὶ τῆς ἡμέρας ἑκάστης πολλάκις ἀνακηρυττομένῳ προσθήκην ἐπινοήσαντές τε καὶ τολμήσαντες, τί οὐκ ἂν ἔδρασαν ἐν τοῖς ἀγνοουμένοις παρὰ τῶν πλειόνων; Τὰ γοῦν μὴ κοινὰ μηδὲ καθωμιλημένα ὕποπτά ἐστι, μὴ πονηρὸς ἄνθρωπος ἐνέσπειρεν αὐτοῖς ζιζάνια. Ταῦτ’ ἄρα, κἂν μὲν ὁμολογῶσι τῇ κοινῇ ὁμολογίᾳ, προσδεκτέα· ἂν δὲ μή, οὐχί.

Ὅμως ἐν δευτέρῳ λόγῳ τὰ δοκοῦντα συμμαρτυρεῖν σου τῇ καινοτομίᾳ ὀψόμεθα καὶ ἀπελέγξομεν, θεοῦ διδόντος, οὐκ ἐκεῖνα, ἄπαγε, ἀλλὰ σὲ τὰ καλῶς λελεγμένα ἐκλαμβάνοντα κακῶς, καὶ μὴ τοῖς σαφέσι τὰ ἀσαφῆ καὶ τοῖς παρρησίᾳ εἰρημένοις τὰ ἐν τῷ κρυπτῷ συμβιβάζοντα πρὸς δύναμιν.