Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ὑπὲρ τῶν ἱερῶς ἡσυχαζόντων

Γρηγόριος Παλαμᾶς

Τριάδα Α', Λόγος 3ος: Το νοερό φως και η έλλαμψη της θείας χάριτος

Ανάλυση της φύσεως του θείου φωτός έναντι της φυσικής γνώσεως, η υπέρβαση της αποφατικής θεολογίας και η εμπειρία του θαβωρείου φωτός ως άκτιστης δόξας του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 3 από 9

ἘΡΩΤΗΣΙΣ ΤΡΙΤΗ Ἄρτι, πάτερ, ἀκριβέστερον ἔγνων μὴ μόνον τὴν ἀπὸ τῶν ἔργων οὐκ ἔχοντας εἴδησιν, μηδὲ τῆς ἀπὸ τοῦ βίου πείρας, ἣ καὶ μόνη βεβαία καὶ ἀνεξέλεγκτος, ἀνεπιγνώμονας ὄντας τοὺς κατὰ τῶν ἡσυχαζόντων γράφοντας, ἀλλὰ καὶ τῶν πατρικῶν λόγων ἀνηκόους παντάπασιν. «Εἰκῇ δὴ φυσιούμενοι» κατὰ τὸν Ἀπόστολον «καὶ ἃ μὴ ἑωράκασιν ἐμβατεύοντες ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτῶν», εἰς τοσοῦτον ἐξετράπησαν τῆς εὐθείας, ὡς ἐκείνους μὲν συκοφαντεῖν φανερῶς, ἑαυτοῖς δὲ μηδ’ ὁπωσοῦν συμφωνεῖν· διὸ καὶ περὶ φωτισμοῦ λέγειν ἐπιχειροῦντες ἀπαγορεύουσι μὲν ὡς πλάνην πάντα φωτισμὸν αἰσθήσει ληπτόν, οἱ αὐτοὶ δὲ καὶ πάντα φωτισμὸν θεῖον αἰσθήσει λέγουσι ληπτόν, συμβολικοὺς μὲν φάσκοντες τοὺς ἐν τῷ πάλαι νόμῳ πρὸ τῆς Χριστοῦ παρουσίας ἐν Ἰουδαίοις καὶ τοῖς ἐξ αὐτῶν προφήταις γενομένους, αἰσθητὸν δὲ σαφῶς τὸν ἐν Θαβωρίῳ ἐπὶ ἐκεῖνον ἀκούεις, τὸν Φιλαδελφείας πρόεδρον, μᾶλλον δ’ ἀπὸ ταύτης ὡς ἀπὸ λυχνίας τὸν κόσμον φωτίσαντα, τὸν Ἀθανάσιον ἐκεῖνον, ὃς ἐπ’ ἐνιαυτοὺς οὐκ ὀλίγους τὸν πατριαρχικὸν ἐκόσμησε θρόνον, οὗ καὶ τὴν σορὸν ὁ Θεὸς ἐτίμησε, Νεῖλον ἐκεῖνον, τὸν ἐξ Ἰταλῶν, τὸν τοῦ μεγάλου ζηλωτὴν Νείλου, τὸν Σελιώτην καὶ τὸν Ἠλίαν, τοὺς μηδὲν ἀποδέοντας ἐκείνου, Γαβριὴλ καὶ Ἀθανάσιον, τοὺς καὶ προφητικοῦ χαρίσματος ἠξιωμένους.

Τούτους πάντας πάντως ἀκούεις καὶ πολλοὺς ἄλλους πρὸ αὐτῶν τε καὶ σὺν αὐτοῖς καὶ μετ’ αὐτοὺς γεγονότας, ἐπαινοῦντας καὶ παραινοῦντας κατέχειν τοὺς βουλομένους τὴν παράδοσιν ταύτην, ἣν οἱ νέοι διδάσκαλοι τῆς ἡσυχίας, οἱ μηδ’ ἴχνος ἡσυχίας εἰδότες, μηδ’ ἀπὸ πείρας, ἀλλ’ ἀπὸ λογολεσχίας νουθετοῦντες, ἀθετεῖν καὶ μεταδιδάσκειν καὶ ἐξουθενεῖν πειρῶνται, πρὸς οὐδὲν χρήσιμον τῶν ἀκουόντων. Ἡμεῖς δὲ καὶ τῶν ἁγίων ἐκείνων ἔστιν οἷς αὐτοπροσώπως ὡμιλήσαμεν καὶ διδασκάλοις ἐχρησάμεθα. Πῶς οὖν τούτους παρ’ οὐδὲν θέμενοι, τοὺς καὶ πείρᾳ καὶ χάριτι δεδιδαγμένους, τοῖς ἀπὸ τύφου καὶ λογομαχίας ἐπὶ τὸ διδάσκειν χωρήσασιν εἴξομεν; Οὐκ ἔσται τοῦτο, οὐκ ἔσται. Καὶ σὺ τοίνυν τοὺς τοιούτους ἀποτρέπου μετὰ τοῦ Δαυὶδ συνετῶς σεαυτῷ προσλαλῶν· «Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ»· σεαυτόν τε πειθήνιον παρέχων τοῖς πατράσιν, ἄκουε πῶς εἴσω πέμπειν ἀεὶ τὸν νοῦν προτρέπονται.

ἘΡΩΤΗΣΙΣ ΤΡΙΤΗ Ἄρτι, πάτερ, ἀκριβέστερον ἔγνων μὴ μόνον τὴν ἀπὸ τῶν ἔργων οὐκ ἔχοντας εἴδησιν, μηδὲ τῆς ἀπὸ τοῦ βίου πείρας, ἣ καὶ μόνη βεβαία καὶ ἀνεξέλεγκτος, ἀνεπιγνώμονας ὄντας τοὺς κατὰ τῶν ἡσυχαζόντων γράφοντας, ἀλλὰ καὶ τῶν πατρικῶν λόγων ἀνηκόους παντάπασιν. «Εἰκῇ δὴ φυσιούμενοι» κατὰ τὸν Ἀπόστολον «καὶ ἃ μὴ ἑωράκασιν ἐμβατεύοντες ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτῶν», εἰς τοσοῦτον ἐξετράπησαν τῆς εὐθείας, ὡς ἐκείνους μὲν συκοφαντεῖν φανερῶς, ἑαυτοῖς δὲ μηδ’ ὁπωσοῦν συμφωνεῖν· διὸ καὶ περὶ φωτισμοῦ λέγειν ἐπιχειροῦντες ἀπαγορεύουσι μὲν ὡς πλάνην πάντα φωτισμὸν αἰσθήσει ληπτόν, οἱ αὐτοὶ δὲ καὶ πάντα φωτισμὸν θεῖον αἰσθήσει λέγουσι ληπτόν, συμβολικοὺς μὲν φάσκοντες τοὺς ἐν τῷ πάλαι νόμῳ πρὸ τῆς Χριστοῦ παρουσίας ἐν Ἰουδαίοις καὶ τοῖς ἐξ αὐτῶν προφήταις γενομένους, αἰσθητὸν δὲ σαφῶς τὸν ἐν Θαβωρίῳ ἐπὶ τῇ μεταμορφώσει τοῦ Σωτῆρος καὶ τὸν ἐπὶ τῆς τοῦ ἁγίου Πνεύματος καθόδου καὶ ὅσοι κατ’ αὐτούς. Ὑπὲρ αἴσθησιν δὲ φωτισμόν, τὴν γνῶσιν μόνην λέγουσι, διὸ καὶ ταύτην κρείττω τοῦ φωτὸς καὶ τέλος πάσης ἀποφαίνονται θεωρίας.

Ἃ δέ φασι παρά τινων ἀκοῦσαι, νῦν ὡς ἐν βραχεῖ σοι διηγήσομαι. Παρακαλῶ δ’ ἀνέχεσθαί μου καὶ διανοεῖσθαι ὡς παρ’ οὐδενὸς ἐγώ ποτε τοιαῦτ’ ἀκούσας τῶν ἡσυχαζόντων, οὐ δύναμαι πείθειν ἐμαυτὸν ὡς ἐκεῖνοι τοιοῦτό τι παρά τινος ἀκηκόασι τῶν ἡμετέρων. Λέγουσι δ’ ὅμως ὑποκριθῆναι μὲν μαθητιῶντας, ἀλλ’ οὐκ εὐμαθεῖς, διὸ γραφῇ διδόναι τὰ παρὰ τῶν διδασκάλων πρὸς αὐτοὺς λεγόμενα λιπαρῆσαί τε καὶ πεῖσαι. Γράφουσι τοίνυν φάναι τοὺς διδάσκοντας αὐτοὺς πάσης μὲν Γραφῆς ἱερᾶς ὡς πονηρᾶς ἀφεῖσθαι, προσανέχειν δὲ μόνῃ τῇ εὐχῇ, δι’ ἧς ἀπελαύνεσθαι μὲν τὰ πονηρὰ πνεύματα, συνουσιωμένα ὄντα τοῖς ἀνθρώποις, ἐκπυροῦσθαι δὲ τοὺς αὐτοὺς αἰσθητῶς καὶ σκιρτᾶν καὶ ἥδεσθαι, μηδὲν ἀλλοιουμένης τῆς ψυχῆς, βλέπειν δὲ φῶτα τούτους αἰσθητά, σημεῖον δ’ ἡγεῖσθαι τῶν μὲν θείων, τὴν ἐπικεχρωσμένην λευκότητα, τῶν δὲ πονηρῶν, τὸ οἷον πυρῶδες καὶ ξανθόν.

Τοὺς μὲν οὖν διδάσκοντας αὐτοὺς φάναι ταῦτα γράφουσιν, αὐτοὶ δὲ δαιμονιώδη ταῦτ’ εἶναι πάντα ἀποφαίνονται· κἄν τις ἐπί τινος τῶν εἰρημένων ἀντιλέγῃ τούτοις, σημεῖον μὲν τοῦτο τίθενται τῆς ἐμπαθείας, τήνδ’ αὖθις δεῖγμα τίθενται τῆς πλάνης, καὶ διὰ πολλῶν ἄν τις ἐπισκέψαιτο περιπίπτοντας οἷς κατηγοροῦσι καὶ μάλιστα τὸ πολυέλικτον καὶ δολερὸν τοῦ ὄφεως ἐν τοῖς ἑαυτῶν μιμουμένους γράμμασι, πολλάς τε στροφὰς στρεφομένους καὶ πολλὰς ἐξελίττοντας πλοκὰς καὶ ἄλλοτε ἄλλως καὶ ἐναντίως τὰ σφῶν αὐτῶν ἐξηγουμένους. Τὸ γὰρ ἑδραῖον καὶ ἁπλοῦν οὐκ ἔχοντες τῆς ἀληθείας, εὐπερίτρεπτοί εἰσιν εἰς τἀναντία καὶ τῷ ἐλέγχῳ τοῦ οἰκείου συνειδότος αἰσχυνόμενοι κρύπτειν ἑαυτοὺς ὡς καὶ ὁ Ἀδὰμ ἐπιχειροῦσι τῷ ποικίλῳ καὶ γριφοειδεῖ καὶ ἀμφιρρεπεῖ πρὸς διάφορα νοήματα τῶν λόγων. Σὲ δ’ ὅπως ἡμεῖς ἔχομεν δόξης περὶ τῶν ὑπ’ ἐκείνων εἰρημένων ἀξιῶ, πάτερ, σαφηνίσαι.

ΤΟΥ ΑΥΤΟΥ ΛΟΓΟΣ ὙΠΕΡ ΤΩΝ ἹΕΡΩΣ ἩΣΥΧΑΖΟΝΤΩΝ, ΤΩΝ ΠΡΟΤΕΡΩΝ Ὁ ΤΡΙΤΟΣ. ΠΕΡΙ ΦΩΤΟΣ ΚΑΙ ΦΩΤΙΣΜΟΥ ΘΕΙΟΥ ΚΑΙ ἹΕΡΑΣ ΕΥΔΑΙΜΟΝΙΑΣ ΚΑΙ ΤΗΣ ἘΝ ΧΡΙΣΤΩ ΤΕΛΕΙΟΤΗΤΟΣ ἈΠΟΚΡΙΣΙΣ ΤΡΙΤΗ Οὐκ ἄρα μόνον ταῖς ἀρεταῖς αἱ κακίαι παραπεπήγασιν, ἀλλὰ καὶ τοῖς εὐσεβέσι λόγοις ἐπὶ τοσοῦτον οἱ δυσσεβεῖς ἐν γειτόνων εἶναι δοκοῦσιν, ὡς διὰ μικρᾶς πάνυ προσθήκης ἢ ἀφαιρέσεως μεταβάλλειν εἰς ἀλλήλους ῥαδίως καὶ πρὸς πᾶν τοὐναντίον μεταχωρεῖν τὴν τῶν ῥημάτων διάνοιαν· ἐντεῦθεν ψευδοδοξία σχεδὸν πᾶσα προσωπεῖον φέρει τῆς ἀληθείας τοῖς μὴ τὴν μικρὰν ἔλλειψιν ἢ προσθήκην συνορᾶν δυναμένοις. Τέχνη δὲ καὶ τοῦτο δεινὴ τοῦ πρὸς ἀπάτην εὐμηχάνου πονηροῦ δαίμονος. Μὴ μακρὰν γὰρ ἀποστήσας τὸ ψεῦδος τῆς ἀληθείας, διπλῆν συνεσκευάσατο τὴν ἀπάτην· τῇ γὰρ βραχύτητι τῆς διαφορᾶς τοὺς πολλοὺς λανθανούσης, ἢ τὸ ψεῦδος ἡγήσεταί τις ἀλήθειαν ἢ καὶ τὴν ἀλήθειαν, ὡς παραπλησίαν τῷ ψεύδει, ψεῦδος· ἑκατέρωθεν δὲ πάντως ἐκπεσεῖται τῆς ἀληθείας. Ταύτην μυηθέντες τὴν τέχνην οἱ τὰ Ἀρείου πρεσβεύοντες, τὴν ἐν Νίκῃ τῇ πόλει πίστιν ἀντὶ τῆς ἐν Νικαίᾳ προὐβάλλοντο, «τὸν ὀρθοτομοῦντα τῆς ἀληθείας» λυμαινόμενοι «λόγον».

Ταύτῃ κεχρημένος αὐτὸς Ἄρειος τῇ ἀπάτῃ, μικροῦ κοινωνοὺς ἂν ἔσχε καὶ συλλειτουργοὺς τοὺς αὐτὸν ἐπ’ Ἐκκλησίας ἀποκηρύξαντας, εἰ μή, τὸν δόλον φωρᾶσαι μὲν δυνηθείς, ἀλλ’ οὐκ ἐξελέγξαι σαφῶς, ὁ μέγας Ἀλέξανδρος, Θεῷ δι’ εὐχῆς προσέδραμε καὶ δι’ αὐτῆς μυσαρῷ θανάτῳ δικαίως τὸν μυσαρὸν ἐκεῖνον καὶ φερωνύμως μεμηνότα παρέπεμψε.

Ταύτῃ καὶ νῦν, ἀδελφέ, χρῆσθαι διὰ πάντων μοι δοκοῦσιν οἱ λέγοντες ἃ διήγησαι. Ἀφεῖσθαι μὲν γὰρ τοὺς ἀρχομένους ἡσυχάζειν μακρᾶς ἀναγνώσεως καὶ προσανέχειν τῇ μονολογίστῳ προσευχῇ, μέχρις ἂν ἕξιν τινὰ σχοῖεν τοῦ ταύτης ἀδιαλείπτως ἔχεσθαι κατὰ διάνοιαν, κἂν ἄλλο τι τὸ σῶμα πράττῃ, ὅ τε ἅγιος Διάδοχος καὶ Φιλήμων ὁ μέγας καὶ ὁ πολὺς τὰ θεῖα Νεῖλος καὶ ὁ τῆς Κλίμακος Ἰωάννης καὶ πολλοὶ τῶν ζώντων εἰσηγοῦνται πατέρων, ἀλλ’ οὐχ ὡς ἀνονήτου καὶ πονηρᾶς· προστιθέντες δ’ οὗτοι τὸ «πονηρᾶς», πονηρὰς ἐποίησαν τὰς ἀγαθὰς εἰσηγήσεις. Καὶ τῶν πονηρῶν δὲ πνευμάτων καὶ παθημάτων εἶναι τὴν προσευχὴν ἐλάτειραν τοὺς ἁγίους πάντας σχεδὸν ἔργῳ τε καὶ λόγῳ δείξαντας γινώσκομεν καὶ πᾶς τις εὖ φρονῶν οὕτω καὶ δοξάζει καὶ διδάσκει· συνουσιωμένα δὲ ταῦθ’ ἡμῖν οὐδείς· τοῦτο δὲ προσθέντες οὓς φῂς παρ’ ἑαυτῶν, φευκτὸν ἐποίησαν τὸ διωκτόν.

Σκιρτᾶν δὲ τὴν καρδίαν οἱονεὶ πηδῶσαν τῷ ἐνθουσιασμῷ τῆς ἀγάπης τοῦ ἀγαθοῦ καὶ ὁ μέγας εἴρηκε Βασίλειος, καὶ ὁ μέγας Ἀθανάσιος σημεῖον τοῦτο τίθεται τῆς χάριτος· ἐξέρχεσθαί τε ἀπὸ τῆς εὐχῆς οἱονεὶ πεπυρωμένον, ὅταν ἀνεπιθολώτῳ νῷ τὴν πρὸς τὸν Θεὸν ἔντευξιν ποιήσηταί τις, ἥτε πείρᾳ, καὶ ὁ τῆς Κλίμακος σαφῶς διδάσκει· τούτου τε χωρὶς καὶ τῆς κατὰ τὴν εὐχὴν ἐπιδημίας τοῦ φωτὸς καὶ τῆς ἐξ αὐτῆς ἐγγινομένης τῇ ψυχῇ πρᾳότητος, σωματικὴν ἢ καὶ Ἰουδαϊκὴν τὴν προσευχὴν ἡγεῖται· ἡδονῆς τε ἔμφασιν ἐγγίνεσθαι τῷ τῶν εὐχομένων στόματι οὐκ ἀπὸ τῆς προσευχῆς μόνον, ἀλλὰ καὶ τῆς ἐν συνέσει ψαλμῳδίας, πολλοί τε ἄλλοι καὶ ὁ ἅγιος Ἰσαὰκ δείκνυσι σαφῶς. Ἀλλὰ ταῦτα πάντα τὴν τῆς λογικῆς ψυχῆς βελτίωσιν ἔχουσιν ἀρχήν. Τοῦτο δὲ νῦν οἱ συκοφάνται τῶν ἁγίων οὓς λέγεις ἀφελόντες, τὰ ἀξιέπαινα μεμπτέα πεποιήκεσαν καὶ τοῦ ἱεροῦ καὶ θείου φωτισμοῦ, τἄλλα μὲν περικόψαντες ὅσα περ ἀσφαλῆ τεκμήρια, μικρὸν δέ τι καὶ τοῦτο τὸ χωροῦν τὰς διαβολὰς αὐτῶν προθέντες, δαιμονιῶδες φεῦ τὸ θεῖον ἡγεῖσθαι πείθειν ἐπιχειροῦσι τοὺς ἀπείρους. Τὸ δὲ μεῖζον ὅτι τὸν μὲν «ὑπὸ ζόφον αἰώνιον τετηρημένον» φωτίζειν πείθονται, εἰ καὶ ἀπατηλῶς, τὸν δ’ ὑπερφαῆ καὶ ἀρχίφωτον καὶ πᾶσαν λογικὴν φύσιν ἐπιτηδείως πρὸς κατάλληλον φωτοληψίαν ἔχουσαν ἐμπιπλῶντα νοεροῦ φωτὸς Θεὸν φωτίζειν νοητῶς οὐκ οἴονται.

Ἐγὼ δὲ καὶ τὴν γνῶσιν, ἣν φῂς φωτισμὸν μόνον λέγειν νοητὸν αὐτούς, διὰ τοῦτ’ οἴομαι φῶς αὐτὴν καλεῖσθαι, διότι τῷ φωτὶ ἐκείνῳ χορηγεῖται, καθὰ καὶ ὁ μέγας λέγει Παῦλος· «Ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ». Συνωδὰ δὲ τούτῳ καὶ ὁ μέγας Διονύσιος «ἡ τοῦ νοητοῦ» φησι «φωτὸς παρουσία ἑνωτικὴ τῶν φωτιζομένων ἐστίν, εἰς μίαν καὶ ἀληθῆ συνάγουσα γνῶσιν». Ὁρᾷς τὸ τῆς γνώσεως φῶς ὑπὸ τῆς παρουσίας τοῦ φωτὸς τῆς χάριτος χορηγούμενον καὶ τῆς διαιρετικῆς ἀγνοίας ἀπαλλάττον; Οὗτος μὲν οὖν «νοητὸν» αὐτὸ προσεῖπεν, ὁ δὲ μέγας Μακάριος, ἐντρέπων ἀριδήλως τοὺς γνῶσιν οἰομένους τὸ τῆς χάριτος φῶς, «νοερὸν» προσηγόρευσεν αὐτό· «Εἴσῃ» γάρ φησιν «ἐκ τῶν ἐνεργημάτων τὸ ἐλλαμφθὲν ἐν τῇ ψυχῇ σου νοερὸν φῶς, εἴτε τοῦ Θεοῦ, εἴτε τοῦ Σατανᾶ πέφυκεν ὄν». Ἀλλαχοῦ δὲ τὴν ἐπὶ τοῦ προσώπου Μωϋσέος δόξαν «ἀθανασίαν» προσειπών, εἰ καὶ τῷ θνητῷ περιήστραψε προσώπῳ τότε, καὶ δεικνὺς ὅπως ταῖς ψυχαῖς ἀρτίως ἐμφανίζεται τῶν ἐν ἀληθείᾳ τὸν Θεὸν ἠγαπηκότων, «ὡς οἱ τῆς αἰσθητῆς» φησιν «ὄψεως ὀφθαλμοὶ ὁρῶσι τὸν αἰσθητὸν ἥλιον, οὕτως ἐκεῖνοι διὰ τῶν τῆς ψυχῆς ὀφθαλμῶν τὸ νοερὸν ὁρῶσι φῶς, ὃ κατὰ τὸν καιρὸν τῆς ἀναστάσεως προκύψαν καὶ ἐπιχυθὲν τοῖς σώμασιν ὡραϊσμένα καὶ ταῦτα δείξει τῷ αἰωνίῳ φωτί».

Τὸ γοῦν φῶς τῆς γνώσεως «νοερὸν» οὐδέποτ’ ἄν τις φαίη, τὸ δὲ φῶς ἐκεῖνο καὶ ὡς νοερὸν ἔστιν ὅτε ἐνεργεῖ καὶ ὡς νοητὸν διὰ νοερᾶς αἰσθήσεως ὑπὸ τοῦ νοῦ ὁρᾶται καὶ ταῖς λογικαῖς ἐγγινόμενον ψυχαῖς τῆς κατὰ διάθεσιν ἀγνοίας ἀπαλλάττει ταύτας, εἰς μονοειδῆ γνῶσιν ἀπὸ τῶν πολλῶν ἐπιστρέφον δοξασμάτων. Διὸ καὶ ὁ τῶν Θείων ὀνομάτων ὑμνῳδὸς ἐκεῖνος, τὴν τοῦ ἀγαθοῦ φωτονυμικὴν ἐπωνυμίαν ἐπιβαλλόμενος ὑμνεῖν, ῥητέον φησὶν ὅτι «φῶς νοητὸν ὁ ἀγαθὸς λέγεται, διὰ τὸ πάντα μὲν ὑπερουράνιον νοῦν ἐμπιπλάναι νοητοῦ φωτός, πᾶσαν δὲ ἄγνοιαν καὶ πλάνην ἐλαύνειν ἐκ πασῶν αἷς ἂν ἐγγένηται ψυχαῖς».

Οὐκοῦν ἄλλο μὲν ἡ γνῶσις, ἡ καὶ τῆς ἀγνοίας ἀπελαυνομένης ἐπιγινομένη, ἄλλο δὲ τὸ νοητὸν φῶς, ὃ παρεκτικόν ἐστιν αὐτῆς. Διὸ καὶ τὸ μὲν νοητὸν φῶς τῷ «ὑπερουρανίῳ νῷ» ἐμφανῶς ἐγγίνεται, τουτέστι τῷ ὑπεραναβάντι ἑαυτόν. Πῶς δ’ ἂν κληθείη «γνῶσις», εἰ μὴ μεταφορικῶς, τὸ ὑπερουράνιον καὶ ὑπὲρ νοῦν ἐκεῖνο φῶς; Ἡ δὲ τῆς κατὰ διάθεσιν ἀγνοίας ἀποκάθαρσις, ἣν «ἄγνοιαν» καὶ «πλάνην» ὠνόμασεν ὁ μέγας οὗτος, ἐπὶ μόνης τῆς λογικῆς ψυχῆς τελεῖσθαι πέφυκεν.

Ὑπεραναβαίνει δὲ ἑαυτὸν οὐκ ἀγγέλων μόνον, ἀλλὰ καὶ ἀνθρώπινος νοῦς, ἀγγελοειδὴς δι’ ἀπαθείας γεγονώς· οὐκοῦν καὶ τοῦ φωτὸς ἐκείνου τεύξεται καὶ θεοφανείας ὑπερφυοῦς ἀξιωθήσεται. Τὴν μὲν τοῦ Θεοῦ οὐσίαν οὐχ ὁρῶν, Θεὸν δὲ ὁρῶν διὰ θεοπρεποῦς ἐκφαντορίας ἀναλόγου ἑαυτῷ. Κατὰ ἀπόφασιν μέν, οὔ· ὁρᾷ γάρ τι· κρεῖττον δ’ ἢ κατὰ ἀπόφασιν, τοῦ Θεοῦ μὴ μόνον ὑπὲρ γνῶσιν, ἀλλὰ καὶ ὑπεραγνώστου ὄντος καὶ ὡς ἀληθῶς κρύφιον καὶ τὴν ἔκφανσιν ἔχοντος, τὸ θειότατον καὶ πάντων καινότατον, ἐπεὶ καὶ αἱ θεοειδεῖς ὄψεις, κἂν συμβολικαὶ ὦσιν, ὑπεροχικῶς ἔχουσι τὸ ἄγνωστον· ἑτέρῳ γὰρ παρὰ τὴν φύσιν τήν τε θείαν καὶ ἀνθρωπίνην θεσμῷ διαφαίνονται καί, ὡς εἰπεῖν, καθ’ ἡμᾶς ὑπὲρ ἡμᾶς, ὡς μηδὲ ὄνομα δηλωτικὸν αὐτῶν κυρίως εἶναι.

Καὶ τοῦτ’ ἔδειξεν ὁ τῷ Μανωὲ πυθομένῳ «τί τὸ ὄνομά σου;» φάμενος ὅτι «καὶ αὐτὸ θαυμαστόν», ὡς καὶ τῆς ὁράσεως οὐχ ἧττον οὔσης θαυμαστῆς καὶ πρὸς τῷ ἀλήπτῳ καὶ τὸ ἀνώνυμον ἐχούσης. Οὐ μὴν ἀλλ’ εἰ καὶ ἡ ὅρασις κρεῖττον ἢ κατὰ ἀπόφασιν, ἀλλ’ ὁ ἑρμηνεὺς ἐκείνης λόγος ἀποδεῖ τῆς κατὰ ἀπόφασιν ἀνόδου, παραδειγματικῶς ἢ κατὰ ἀναλογίαν προαγόμενος, διὸ καὶ τὸ «ὡς», ὁμοιωματικὴν φέρον σημασίαν, συνηρτημένον ὡς ἐπὶ τὸ πλεῖστον ἔχει τοῖς ὀνόμασιν, ὡς ἀρρήτου καὶ ὑπερωνύμου τῆς ὁράσεως οὔσης.

Ὅταν δ’ ἐν ἑαυτοῖς οἱ ἱεροὶ ἄνδρες τὸ θεοπρεπὲς ἐκεῖνο θεωρῶσι φῶς, ὁρῶσι δ’ ἡνίκα τύχωσι τῆς θεουργοῦ κοινωνίας τοῦ Πνεύματος κατὰ τὴν ἀπόρρητον τῶν τελεσιουργῶν ἐλλάμψεων ἐπιφοίτησιν, τὸ τῆς θεώσεως αὐτῶν ὁρῶσιν ἔνδυμα, τοῦ νοῦ δοξαζομένου καὶ τῆς ὑπερκάλου πληρουμένου ἀγλαΐας ὑπὸ τῆς τοῦ Λόγου χάριτος, καθάπερ ὑπὸ τῆς τοῦ Λόγου θεότητος θεοπρεπεῖ φωτὶ τὸ συνημμένον ἐπὶ τοῦ ὄρους ἐδοξάσθη σῶμα. «Τὴν γὰρ δόξαν ἣν ὁ Πατὴρ ἔδωκεν αὐτῷ» δέδωκεν αὐτὸς τοῖς ὑπηκόοις, κατὰ τὸν ἐν εὐαγγελίοις λόγον, καὶ «ἠθέλησεν ἵνα ὦσιν οὗτοι μετ’ αὐτοῦ καὶ θεωρῶσι τὴν δόξαν τὴν αὐτοῦ».

Τοῦτο δὲ πῶς ἂν γίγνοιτο σωματικῶς, μηκέτι σωματικῶς αὐτοῦ παρόντος μετὰ τὴν εἰς οὐρανοὺς ἀνάληψιν; Τελεῖται τοίνυν κατὰ πᾶσαν ἀνάγκην νοερῶς, ὁπηνίκα γεγονὼς ὁ νοῦς ὑπερουράνιος καὶ οἷον ὁπαδὸς χρηματίσας τοῦ ὑπεραναβεβηκότος δι’ ἡμᾶς τοὺς οὐρανούς, ἐμφανῶς καὶ ἀπορρήτως ἑνωθείη τῷ Θεῷ ἐκεῖ καὶ τῶν ὑπερφυῶν καὶ ἀπορρήτων ἐπιτυγχάνοι θεαμάτων, πάσης ἀΰλου γνώσεως, ὑψηλοτέρου φωτὸς ἀναπιμπλάμενος, οὐχ ὡς αἰσθητῶν συμβόλων ἱερῶν θεωρός, οὐδ’ ὡς ἱερογραφικῆς ποικιλίας ἐπιγνώμων, ἀλλ’ ὡς τῷ καλλοποιῷ καὶ ἀρχικῷ καλλωπιζόμενος κάλλει καὶ τῇ τοῦ Θεοῦ λαμπρυνόμενος λαμπρότητι.

Τὸν αὐτὸν γὰρ τρόπον καὶ αἱ ἀνωτάτω τάξεις τῶν ὑπερκοσμίων νόων ἀναλόγως ἑαυταῖς, κατὰ τὸν οὐρανοφάντορα καὶ ὑποφήτην τῆς κατ’ αὐτὰς Ἱεραρχίας, οὐ μόνον πρωτοδότου γνώσεως καὶ ἐπιστήμης, ἀλλὰ καὶ πρώτου φωτὸς πρὸς τῆς ἀνωτάτω τριαδικῆς τελεταρχίας ἱεραρχούμεναι πληροῦνται καὶ οὐχὶ τῆς τριαδικῆς μόνης δόξης μέτοχοι γίνονται καὶ θεωροί, ἀλλὰ καὶ τῆς Ἰησοῦ φωτοφανείας, ἣ καὶ τοῖς μαθηταῖς ἐν Θαβὼρ ἀπεκαλύφθη. Μυοῦνται γὰρ τῆς θεωρίας κατηξιωμέναι ταύτης, θεουργὸν φῶς ὄντα καὶ αὐτόν, ὡς ἀληθῶς αὐτῷ πλησιάζουσαι καὶ τῶν θεουργικῶν αὐτοῦ φώτων ἐν πρώτῃ μετουσίᾳ γινόμεναι. Διὸ καὶ ὁ φερωνύμως Μακάριος «βρῶμα τῶν ἐπουρανίων» τουτὶ καλεῖ τὸ φῶς. Ἕτερος δέ τις τῶν θεολόγων «τοῦτό» φησι «πᾶσα τῶν ὑπερκοσμίων ἡ νοητὴ διακόσμησις ἀΰλως ἑστιωμένη τεκμήριον ἐναργέστατον τίθεται τῆς περὶ ἡμᾶς τοῦ Λόγου φιλανθρωπίας». Ταῦτ’ ἄρα καὶ ὁ μέγας Παῦλος, τοῖς ἀοράτοις καὶ ἐπουρανίοις ἐν αὐτῷ θεάμασι μέλλων ἐντυγχάνειν, «ἁρπαγεὶς» γέγονεν ὑπερουράνιος, οὐχ ὡς τοπικῶς ὑπεραναβῆναι δεομένου τοῦ νοῦ τοὺς οὐρανούς, εἰ καὶ μυστήριον ἄλλο τι ἡ ἁρπαγὴ δηλοῖ, μόνοις τοῖς παθοῦσιν ἐγνωσμένον, περὶ οὗ νῦν λέγειν οὐκ ἐπάναγκες, ἃ παρὰ τῶν πεπειραμένων πατέρων ἐσμὲν ἀκηκοότες, μὴ καὶ ταῦτα προθώμεθα πρὸς κακουργίαν.

Ὡς δ’ ἔστι φωτισμὸς νοερὸς τοῖς κεκαθαρμένοις τὴν καρδίαν ἐνορώμενος, ἄλλος παντάπασι παρὰ τὴν γνῶσιν, ὃς καὶ παρεκτικός ἐστιν αὐτῆς, καὶ ἀπ’ αὐτῶν τῶν εἰρημένων τοῖς μὴ πειθομένοις εὐχερέστατά γε δείξομεν.

Φασὶ γάρ, ὡς αὐτὸς εἶπες, συμβολικοὺς εἶναι τοὺς ἐν τῷ πάλαι νόμῳ φωτισμούς. Ἐκεῖνοι τοίνυν τοῦτ’ αὐτὸ δεικνύουσιν ὡς ἔστιν ἱερὸς φωτισμὸς οὗ γεγόνασιν αὐτοὶ σύμβολον. Ὅτι δὲ τούτου ἦσαν οἱ πλείους ἐκείνων σύμβολα καὶ παρὰ τοῦ ἁγίου μεμαθήκαμεν Νείλου λέγοντος· «Ὅταν ὁ νοῦς τὸν παλαιὸν ἄνθρωπον ἀποδυσάμενος τὸν ἐκ τῆς χάριτος ἐπενδύσηται, τότε καὶ τὴν ἑαυτοῦ κατάστασιν ὄψεται κατὰ τὸν καιρὸν τῆς προσευχῆς σαπφείρῳ ἢ οὐρανίῳ χρώματι παρεμφερῆ, ἥντινα καὶ τόπον Θεοῦ ἡ Γραφὴ ὀνομάζει, ὑπὸ τῶν πρεσβυτέρων ὀφθέντα ὑπὸ τὸ ὄρος Σινᾶ». Ὡσαύτως δὲ καὶ τοῦ ἁγίου Ἰσαὰκ ἀκούομεν λέγοντος· «Κατὰ τὸν καιρὸν τῆς προσευχῆς ὁρᾶν τὴν ἑαυτοῦ καθαρότητα τὸν κεχαριτωμένον νοῦν, ὁμοίαν τῇ ἐπουρανίῳ χροιᾷ, ἥτις Θεοῦ ὑπὸ τῆς γερουσίας τοῦ Ἰσραὴλ ὠνόμασται τόπος, ἡνίκα ὤφθη αὐτοῖς ἐν τῷ ὄρει». Βλέπεις πῶς τῶν ἐν ταῖς καθαραῖς καρδίαις ἀρτίως τελουμένων ἐκεῖνα σύμβολα; Ἰωάννης δὲ ὁ χρυσοῦς καὶ τὴν γλῶτταν καὶ τὴν διάνοιαν, τὸ ἀποστολικὸν ἐκεῖνο διευκρινῶν «ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν», «δείκνυσί» φησι «μετὰ προσθήκης τὴν Μωσέως δόξαν ἐν ἡμῖν ἀστράπτουσαν· καθάπερ γὰρ εἰς τὸ πρόσωπον Μωσέως, οὕτως εἰς τὰς ἡμετέρας καρδίας ἔλαμψε», καὶ παρακατιὼν «ἐν ἀρχῇ μέν» φησι «τῆς κτίσεως εἶπε, καὶ ἐγένετο φῶς· νῦν δὲ οὐκ εἶπεν, ἀλλ’ αὐτὸς ἡμῖν γέγονε φῶς».

Εἰ μὲν οὖν τὸ φῶς τὸ ἐν ἀρχῇ τῆς κτίσεως ἢ τὸ ἐν τῷ προσώπῳ Μωσέως γνῶσις ἦν μετρία, καὶ ἡ ἐν ταῖς καρδίαις ἡμῶν ἔλλαμψις γνῶσις ἂν ἦν ὑψηλοτέρα, ὡς προσθήκην δεξαμένη. Ἐπεὶ δ’ ἐκείνη οὐ γνῶσις ἦν, ἀλλὰ λαμπρότης ἐπιφαινομένη τῷ προσώπῳ, καὶ ἡ ἐν ἡμῖν ἔλλαμψις οὐ γνῶσις, ἀλλὰ λαμπρότης ἐστὶ ψυχῆς, ἐπιφαινομένη τῷ κεκαθαρμένῳ νῷ. Ἐκείνην μὲν οὖν αἰσθητοῖς ὀφθαλμοῖς ὑποκειμένην αἰσθητὴν ἀνάγκη λέγειν, καθάπερ ταύτην νοητήν, νοητοῖς ὑποκειμένην ὄμμασι καὶ ἐντὸς ἡμῖν ἐνεργουμένην.

Ἀλλ’ οὐδ’ ἐκείνη αἰσθητὴ ἁπλῶς ὑπῆρχεν, εἰ καὶ τῷ προφητικῷ ἐπεφαίνετο προσώπῳ, εἴπερ τὴν δόξαν τοῦ φωτὸς τοῦ προσώπου Μωϋσέος νῦν ἐν τῇ ψυχῇ, κατὰ τὸν ἅγιον Μακάριον, δέχονται οἱ ἅγιοι. Τὸ αὐτὸ δ’ οὗτος καὶ «δόξαν τοῦ Χριστοῦ» καλεῖ καὶ ὑπὲρ αἴσθησιν ἡγεῖται, εἰ καὶ κατ’ αἴσθησιν ἐφάνη, τὸ ἀποστολικὸν ἐκεῖνο προβαλλόμενος μετὰ μικρᾶς προσθήκης· «Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου, τουτέστι τὸ νοερὸν φῶς αὐτοῦ, κατοπτριζόμεθα, τὴν αὐτὴν εἰκόνα μεταμορφούμενοι ἀπὸ δόξης εἰς δόξαν, τῇ περιουσίᾳ δηλαδὴ τῆς ἐν ἡμῖν λαμπρότητος, ὑπὸ τοῦ θεϊκοῦ φωτὸς προϊούσης ἐπὶ τὸ τηλαυγέστερον ἀεί». Τί γὰρ καὶ ὁ ἅγιος Διάδοχος λέγει; «Οὐ δεῖ ἀμφιβάλλειν ὡς ὅταν ὁ νοῦς ἄρξηται πυκνῶς ὑπὸ τοῦ θείου φωτὸς ἐνεργεῖσθαι διαφανής τις ὅλος γίνεται, ὥστε τὸ ἑαυτοῦ φῶς αὐτὸν πλουσίως ὁρᾶν· τοῦτο γὰρ ὅλως γίνεται, ὅταν ἡ δύναμις τῆς ψυχῆς κατακυριεύσῃ τῶν παθῶν». Τί δ’ αὖθις ὁ θεῖος Μάξιμος; «Οὐκ ἂν τοσοῦτον ἴσχυσεν ἀναδραμεῖν ἀνθρώπινος νοῦς ὡς ἀντιλαβέσθαι θείας ἐλλάμψεως, εἰ μὴ αὐτὸς ὁ Θεὸς ἀνέσπασεν αὐτὸν καὶ ταῖς θείαις αὐγαῖς κατεφώτισε». Τί δ’ αὖθις σὺν τῷ μεγάλῳ Βασιλείῳ Νεῖλος ὁ περιβόητος; «

Τῆς ἀληθείας» φησὶν «ὁ στῦλος, ὁ Καππαδόκης Βασίλειος τὴν μὲν ἀνθρωπίνην γνῶσιν μελέτη καὶ γυμνασία κρατύνει, τὴν δὲ ἐκ Θεοῦ χάριτος ἐγγινομένην, δικαιοσύνη καὶ ἔλεος· καὶ τὴν μὲν προτέραν δυνατὸν καὶ τοὺς ἐμπαθεῖς ὑποδέξασθαι, τῆς δὲ δευτέρας οἱ ἀπαθεῖς μόνοι εἰσὶ δεκτικοί, οἳ καὶ παρὰ τὸν καιρὸν τῆς προσευχῆς τὸ οἰκεῖον φέγγος τοῦ νοῦ περιλάμπον αὐτοὺς θεωροῦσι». Συνῆκας, ἀδελφέ, σαφῶς ὅτι νοῦς παθῶν ἀπαλλαγεὶς ὡς φῶς αὐτὸς ἑαυτὸν κατὰ τὴν προσευχὴν ὁρᾷ καὶ θείῳ περιλάμπεται φωτί;

Νῦν οὖν πειθήνιον ὑπέχων οὖς αὖθις ἄκουε καὶ τοῦ φερωνύμως Μακαρίου, ὃν «σκεῦος ἐκλογῆς» ὁ πολὺς τὰ θεῖα Νεῖλος προσηγόρευσεν, ὅς φησιν ἐν τοῖς ὑπὸ τοῦ Μεταφραστοῦ μεταφρασθεῖσι Κεφαλαίοις· «Ἡ τελεία τοῦ Πνεύματος ἔλλαμψις οὐχ οἷον νοημάτων μόνον ἀποκάλυψίς ἐστιν, ἀλλ’ ὑποστατικοῦ φωτὸς ἐν ταῖς ψυχαῖς βεβαία καὶ διηνεκὴς ἔλλαμψις· τὸ γάρ, ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν, καὶ τό, φώτισον τοὺς ὀφθαλμούς μου μήποτε ὑπνώσω εἰς θάνατον, καὶ τό, ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου, αὐτά με ὁδηγήσουσιν εἰς ὄρος ἅγιόν σου, καὶ τό, ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, καὶ πάνθ’ ὅσα τούτοις παραπλήσια τὸ αὐτὸ παρίστησιν».

Ὑποστατικὸν δὲ εἶπεν, ἵν’ ἐμφράξῃ τὰ στόματα τῶν τὴν γνῶσιν μόνον οἰομένων φωτισμὸν καὶ περιτρεπόντων τὴν τῶν πολλῶν διάνοιαν, καὶ πρὸ τῶν ἄλλων τὴν οἰκείαν, τῷ μεταλαμβάνειν εἰς τὴν γνῶσιν παρεξηγουμένους πᾶν ὅ τι περ ἂν εἴποι τις περὶ ἐκείνου τοῦ φωτός. Ἐγὼ δὲ καὶ τὴν γνῶσιν παρωνύμως ἀπ’ ἐκείνου λεγομένην οἶδα φῶς, ὡς ὑπ’ αὐτοῦ χορηγουμένην, ὃ καὶ ἀνωτέρω εἶπον.

Διόπερ οὐδὲ τὴν ἀπὸ τῶν αἰσθήσεων προσγινομένην εἴδησιν, καίτοι γνῶσιν οὖσαν ἔστιν ὅπου καὶ ἀσφαλεστάτην, φῶς πώποτέ τις προσηγόρευσεν, ἀλλὰ μόνην τὴν ἀπὸ τοῦ νοῦ καὶ λογικήν. Οὐδὲν γὰρ ὁρῶμεν λόγου δύναμιν ἔχον, ὃ μὴ νοερόν ἐστι φῶς. Οἵ τε γὰρ ἄγγελοι, πῦρ οἷον ἄϋλον καὶ ἀσώματον· τί δ’ ἄλλο τοῦτό ἐστιν ἢ φῶς νοερόν; Ὅ τε νοῦς αὐτὸς ἑαυτὸν ὁρῶν, ὡς φῶς ὁρᾷ· τί τοίνυν καὶ οὗτος, εἰ μὴ νοερὸν ἑαυτὸν βλέπει φῶς; Καὶ αὐτὸς δὲ ὁ παντὸς νοεροῦ φωτὸς ἐπέκεινα Θεὸς καὶ πάσης οὐσίας ὑπερουσίως ἐκβεβηκώς, «πῦρ» παρὰ τῶν ἱερῶν θεολόγων ὠνομασμένος, ἔχει μέν, ὡς κατὰ τὴν τοῦ πυρὸς ἀμυδρὰν ἐν αἰσθητοῖς εἰκόνα, τὸ κρύφιόν τε καὶ ἀθεώρητον καθ’ ἑαυτόν, μὴ προκειμένης ὕλης τῆς χωρούσης τὴν θείαν ἐμφάνειαν· ἡνίκα δ’ ἂν ἐπιτηδείας ὕλης ἀπερικαλύπτως ἐχούσης ἐπιλάβηται, τοιαύτη δέ ἐστι πᾶσα νοερὰ κεκαθαρμένη φύσις, τὸ τῆς κακίας οὐκ ἐπιφερομένη κάλυμμα, τηνικαῦτα καὶ αὐτὸς ὡς φῶς ὁρᾶται νοερόν, ὡς δι’ αὐτῶν τῶν καὶ παθόντων καὶ ἰδόντων λαμπρότητα Θεοῦ ἐδείξαμέν τε καὶ δείξομεν ἁγίων.

Ὥσπερ δὲ τὸ πῦρ, ἂν ἐπικαλυφθῇ δι’ ὕλης οὐ διαφανοῦς, θερμαίνειν μὲν αὐτὴν δύναται, φωτίζειν δὲ οὐχί, οὕτω καὶ ὁ νοῦς, ὅταν ἐπικείμενον ἔχῃ τὸ ζοφῶδες κάλυμμα τῶν πονηρῶν παθῶν, γνῶσιν μὲν παρέχειν δύναιτ’ ἄν, ἀλλ’ οὐχὶ καὶ φῶς. Ἐπεὶ δὲ μὴ μόνον φῶς ἐστιν ὁ νοῦς νῷ θεωρητόν, εἰ καὶ ἔσχατον τῶν τοῦτον τὸν τρόπον ὁρωμένων, ἀλλὰ καὶ θεωρητικόν, οἷον ὀφθαλμὸς ὑπάρχων τῆς ψυχῆς, «ὄψις» γάρ φησι «τῇ ψυχῇ ὁ συμφυὴς αὐτῇ νοῦς», ὥσπερ ἡ κατ’ αἴσθησιν ὄψις οὐκ ἂν ἐνεργείᾳ γίγνοιτο, μὴ ἔξωθεν ἐπιλάμψαντος αὐτῇ φωτός, οὕτω καὶ ὁ νοῦς οὐκ ἂν ᾗ νοερὰν ἔχων αἴσθησιν ὁρῴη καὶ καθ’ ἑαυτὸν ἐνεργείᾳ γίγνοιτο, μὴ τοῦ θείου περιλάμψαντος αὐτὸν φωτός. Ὥσπερ δὲ ἡ ὄψις, ὅταν ἐνεργῇ, φῶς αὐτή τε γίνεται καὶ μετὰ τοῦ φωτὸς συγγίνεται καὶ τοῦτ’ αὐτὸ πρῶτον ὁρᾷ τὸ φῶς πᾶσι τοῖς ὁρωμένοις περικεχυμένον, τὸν αὐτὸν τρόπον καὶ ὁ νοῦς, ἡνίκ’ ἂν εἰς ἐντελέχειαν ἀφίκοιτο τῆς νοερᾶς αἰσθήσεως, αὐτὸς ὅλος οἷον φῶς ἐστι καὶ μετὰ τοῦ φωτός ἐστι καὶ σὺν τῷ φωτὶ γνωστῶς ὁρᾷ τὸ φῶς, οὐχ ὑπὲρ τὰς σωματικὰς αἰσθήσεις μόνον, ἀλλὰ καὶ ὑπὲρ πᾶν ὅ τι τῶν ἡμῖν γνωρίμων καὶ ἁπλῶς τῶν ὄντων πάντων.

Θεὸν γὰρ ὁρῶσιν οἱ κεκαθαρμένοι τὴν καρδίαν, κατὰ τὸν ὑπὸ τοῦ Κυρίου ἀψευδῆ μακαρισμόν, ὃς φῶς ὤν, κατὰ τὴν θεολογικωτάτην Ἰωάννου τοῦ τῆς βροντῆς υἱοῦ φωνήν, οἰκίζει τε καὶ ἐμφανίζει ἑαυτὸν τοῖς ἀγαπῶσιν αὐτὸν καὶ ἀγαπηθεῖσιν ὑπ’ αὐτοῦ κατὰ τὴν πρὸς αὐτοὺς ἑαυτοῦ ἐπαγγελίαν· ἐμφανίζει δὲ ὡς ἐν ἐσόπτρῳ τῷ κεκαθαρμένῳ νῷ, τὸ καθ’ ἑαυτὸν ἀόρατος ὑπάρχων· τοιοῦτον γὰρ ἡ ἐν ἐσόπτρῳ μορφή· φαινομένη οὐχ ὁρᾶται καὶ σχεδὸν ἀδύνατόν ἐστιν ὁρᾶν τε ἐν ἐσόπτρῳ καὶ αὐτὸ κατὰ ταὐτὸ τὸ μορφοῦν τὸ ἔσοπτρον ὁρᾶν.

Νῦν μὲν οὖν οὕτω τοῖς ἐν ἀγάπῃ καθαρθεῖσιν ὁ Θεὸς ὁρᾶται, τότε δέ φησι «πρόσωπον πρὸς πρόσωπον». Οἱ δὲ τῷ μὴ παθεῖν τὰ θεῖα, μηδ’ ἰδεῖν μηδαμῶς πιστεύοντες ὡς φῶς ὑπὲρ φῶς ὁρᾶσθαι τὸν Θεόν, ἀλλὰ λογικῶς μόνον θεωρεῖσθαι, τυφλοῖς ἐοίκασιν, οἱ τῆς τοῦ ἡλίου θέρμης μόνης ἀντιλαμβανόμενοι τοῖς ὁρῶσιν ἀπιστοῦσιν ὅτι καὶ φαιδρός ἐστιν ὁ ἥλιος. Εἰ δὲ καὶ τοὺς ὁρῶντας οἱ τυφλοὶ μεταδιδάσκειν ἐγχειροῦσιν, ὡς οὐ φῶς ἐστιν ὁ ἐν αἰσθητοῖς φανότατος ἁπάντων ἥλιος, καταγέλαστοι μὲν οὗτοι τοῖς αἰσθητῶς ὁρῶσιν ἔσονται.

Ἐκεῖνοι δ’ οἱ τὰ παραπλήσια πάσχοντες περὶ τὸν τοῦ παντὸς ὑπερανιδρυμένον «τῆς δικαιοσύνης ἥλιον», οὐ παρὰ τῶν νοερῶς ὡς ἀληθῶς ὁρώντων μόνον, ἀλλὰ καὶ παρὰ τῶν πιστευόντων τοῖς ὁρῶσι θρηνηθήσονται, μὴ μόνον ὅτι τοῦ Θεοῦ δι’ ὑπερβολὴν τῆς περὶ ἡμᾶς ἀγαθότητος, ἐκ τοῦ πάντων ἐξῃρημένου καὶ ἀλήπτου καὶ ἀφθέγκτου, πρὸς τὸ νῷ μεθεκτόν τε καὶ θεωρητὸν ἀοράτως συγκαταβαίνοντος καθ’ ὑπερούσιον ἑαυτοῦ δύναμιν ἀνεκφοίτητον, αὐτοὶ μένουσιν ἀνέραστοι πρὸς τὸν αὐτοπτικὸν καὶ αὐτονόητον ἐκεῖνον ἔρωτα, ἀλλ’ ὅτι καὶ τοῖς πρὸς τὸ φῶς ἐκεῖνο χειραγωγοῦσι διὰ τῶν λόγων ὑπὸ φιλανθρωπίας ἁγίοις οὐκ ἐθέλοντες ἕπεσθαι, κατὰ κρημνῶν φέρουσιν ἑαυτοὺς καὶ συγκατασπᾶν ἐπιχειροῦσι τοὺς πειθομένους, ὡς ἂν δήπου κοινωνοὺς σχοῖεν ὅταν «ὡς πῦρ ἴδωσι» κατὰ τὸν θεολόγον Γρηγόριον «ὃν ὡς φῶς οὐκ ἐγνώρισαν», οὐδὲ ἐπίστευσαν. Ἀλλὰ γὰρ καὶ τὸ πῦρ ἐκεῖνο σκοτεινόν, μᾶλλον δὲ τῷ ἠπειλημένῳ σκότει ταὐτόν. Ταῦτα δὲ «τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ προητοίμασται» κατὰ τὸν τοῦ Κυρίου λόγον.

Οὐκοῦν οὔτε αἰσθητὸν ἁπλῶς, ἀμοιροῦσι γὰρ αἰσθήσεως προητοίμασται τοῖς πονηροῖς ἀγγέλοις, οὔθ’ ἁπλῶς ἄγνοια τουτὶ τὸ σκότος, οὐ γὰρ ἀγνοήσουσι τότε μᾶλλον τὸν Θεὸν ἢ νῦν οἱ νῦν τοῖς κληρονόμοις τοῦ σκότους ἐκείνου πεπεισμένοι, μᾶλλον μὲν οὖν καὶ βέλτιον εἴσονται· «πᾶσα» γάρ φησι «σὰρξ ἐξομολογήσεται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός»· ἀμήν. Οὐκ ἄρ’ οὐδὲ τὸ φῶς ἐκεῖνο αἰσθητὸν κυρίως, οὐδὲ μὲν οὖν γνῶσις, εἴπερ μηδὲ ἄγνοια τὸ ἀντιδιαστελλόμενον πρὸς τοῦτο σκότος. Εἰ δὲ μὴ τὸ φῶς ἐκεῖνο γνῶσις, παρεκτικὸν δὲ μᾶλλον τῆς μυστικῆς καὶ ἀπορρήτου γνώσεως τῶν μυστηρίων τοῦ Θεοῦ καὶ ὁ ἀρραβὼν νῦν τοῖς κεκαθαρμένοις τὴν καρδίαν ἐνορώμενος, οὐ γνῶσίς ἐστιν ἁπλῶς, ἀλλ’ ἀναλόγου μὲν γνώσεως χορηγός, αὐτὸς δὲ φῶς νοητὸν καὶ νοερόν, μᾶλλον δὲ πνευματικόν, πνευματικῶς ἐγγινόμενός τε καὶ ὁρώμενος, ὑπεροχικῶς ἐξῃρημένος πάσης γνώσεως καὶ ἀρετῆς καὶ τῆς ἐνταῦθα κατὰ χριστιανοὺς τελειότητος παρεκτικὸς μονώτατος, οὐκ ἀπὸ μιμήσεως ἢ φρονήσεως προσγινομένης, ἀλλ’ ἀποκαλύψει καὶ χάριτι τοῦ Πνεύματος.

Διό φησιν ὁ μέγας Μακάριος, συνεπιμαρτυροῦντά τε καὶ συμφθεγγόμενον ἔχων Συμεώνην τὸν ἀκούειν ἥδιστον ἐν ἑρμηνεῦσιν· «Ὁ θεῖος ἀπόστολος Παῦλος ἀκριβέστερόν τε καὶ τηλαυγέστερον τὸ ἐντελὲς τοῦ χριστιανισμοῦ μυστήριον ἑκάστῃ ψυχῇ δεδήλωκεν, ὅπερ ἐστὶν ἡ τοῦ ἐπουρανίου φωτὸς ἐν ἀποκαλύψει καὶ δυνάμει τοῦ Πνεύματος ἔλλαμψις, ἵνα μή τις, τὸν διὰ γνώσεως νοημάτων φωτισμὸν μόνον τοῦ Πνεύματος εἶναι νομίσας, κινδυνεύσῃ δι’ ἄγνοιάν τε καὶ ῥαθυμίαν τοῦ τελείου τῆς χάριτος ἀποτυχεῖν μυστηρίου· διὰ τοῦτο καὶ τὸ ὑπόδειγμα τῆς τῷ προσώπῳ Μωϋσέος περικειμένης τοῦ Πνεύματος δόξης εἰς παράστασιν ὡμολογημένην προήνεγκεν· εἰ γὰρ τὸ καταργούμενόν φησι διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον ἐν δόξῃ· καταργούμενον εἰρηκώς, διὰ τὸ θνητῷ σώματι Μωϋσέος περικεῖσθαι τὴν δόξαν· ἔδειξε δὲ τὴν ἀθάνατον ἐκείνην τοῦ Πνεύματος ἐν ἀποκαλύψει δόξαν νῦν ἐν τῷ ἀθανάτῳ τοῦ ἔσω ἀνθρώπου προσώπῳ τοῖς ἀξίοις ἀκαταργήτως ἐλλάμπεσθαι. Φησὶ γοῦν· ἡμεῖς δὲ πάντες, τουτέστιν οἱ κατὰ τελείαν πίστιν ἐκ τοῦ Πνεύματος γεννηθέντες, ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμεθα, τὴν αὐτὴν εἰκόνα μεταμορφούμενοι ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος· ἀνακεκαλυμμένῳ προσώπῳ, τῷ τῆς ψυχῆς δηλαδή· καὶ γὰρ ἡνίκ’ ἂν ἐπιστρέψῃ τις πρὸς Κύριον, περιαιρεῖται, φησί, τὸ κάλυμμα· ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστι.

Φανερῶς οὖν διὰ τούτων ἔδειξε κάλυμμα σκότους ἐπιβεβλῆσθαι τὴν ψυχήν, ὅπερ ἀπὸ τῆς τοῦ Ἀδὰμ παραβάσεως χώραν ἔσχεν εἰς τὴν ἀνθρωπότητα παραδύναι, νυνὶ δέ, ἀπὸ τῆς ἐλλάμψεως τοῦ Πνεύματος, περιαιρεῖσθαι τοῦτο τῶν πιστῶν τε καὶ ἀξίων τῷ ὄντι ψυχῶν, δι’ ἣν αἰτίαν καὶ ἡ ἔλευσις ἡ τοῦ Χριστοῦ γεγένηται».

Βλέπεις, ἀδελφέ, πῶς τὸν ἐν ταῖς ψυχαῖς τῶν ἔργῳ καὶ ἀληθείᾳ πιστευόντων εἰς Χριστὸν φωτισμὸν τοῦ Πνεύματος οἱ ἐν τῷ παλαιῷ προϋπέγραψαν αἰσθητοὶ ἐκεῖνοι φωτισμοί; Τοὺς οὖν αἰσθητοὺς καὶ συμβολικοὺς ἐκείνους λέγοντας ἐχρῆν δι’ ἐκείνων πρὸς τὴν τούτου πίστιν τε καὶ ζήτησιν ἐνάγεσθαι. Οὗτοι δὲ καὶ τοὺς πιστεύοντας, μᾶλλον δὲ εἰ δυνατὸν καὶ τοὺς τῆς χάριτος ἐμφανῶς εὐμοιρηκότας καὶ ἄληστον τὴν ἐπὶ ταύτῃ γνῶσιν ἐσχηκότας, πρὸς ἀπιστίαν ἐκκαλέσασθαι πάντα τρόπον σπεύδουσι, μεταδιδάσκειν τολμηρῶς καὶ ἀνοήτως ἐγχειροῦντες τοὺς ὑπὸ τοῦ Θεοῦ καὶ τῆς αὐτοῦ μυστικῆς ἐμφανείας τε καὶ ἐνεργείας τὰ ἀπόρρητα δεδιδαγμένους, οὐδ’ ὑπὸ τοῦ μεγάλου Παύλου ἐντρεπόμενοι, ὅς φησιν ὅτι «ὁ μὲν πνευματικὸς ἀνακρίνει πάντα, αὐτὸς δὲ ὑπ’ οὐδενὸς ἀνακρίνεται, νοῦν γὰρ ἔχει Χριστοῦ· τίς δὲ ἔγνω νοῦν Κυρίου, ὃς συμβιβάσει αὐτόν», τουτέστι πιστὰ ποιήσει, λογισμοῖς ἀνακρίνων, τὰ τοῦ Πνεύματος;

Καὶ γὰρ οὐδὲ γνῶναι ὅλως ἢ πιστεῦσαι δύναται τὰ τοῦ πνευματικοῦ ἀνθρώπου ὁ τοῖς οἰκείοις λογισμοῖς καὶ ταῖς δι’ αὐτῶν συζητήσεσι πιστεύων, διαιρέσεσί τε καὶ συλλογισμοῖς καὶ ἀναλύσεσι πᾶσαν ἀλήθειαν εὑρίσκεσθαι οἰόμενος. Ψυχικὸς γάρ ἐστιν ὁ τοιοῦτος· «Ὁ δὲ ψυχικός» φησιν «οὐ δέχεται τὰ τοῦ Πνεύματος», οὐδὲ δύναται· ὁ γοῦν μὴ γινώσκων μηδὲ πιστεύων, πῶς τοῖς ἄλλοις συμβιβάσας γνωστά τε καὶ πιστὰ ποιήσειε;

Διὰ τοῦτο εἴ τις ἄνευ ἡσυχίας τε καὶ νήψεως τῆς κατὰ νοῦν καὶ τῆς ἐν αὐτῇ τῶν πνευματικῶς καὶ ἀπορρήτως τελουμένων πείρας περὶ νήψεως διδάσκει, στοιχῶν τοῖς οἰκείοις διαλογισμοῖς καὶ διὰ λόγου δεῖξαι ζητῶν τὸ ὑπὲρ λόγον ἀγαθόν, εἰς ἔσχατον ἀπονοίας δῆλός ἐστι κατενεχθεὶς καὶ τὴν σοφίαν ὄντως μωρανθείς, ὅτι ἀφρόνως ὑπενόησε φυσικῇ γνώσει τὰ ὑπὲρ φύσιν κατοπτεῦσαι καὶ τὰ «βάθη τοῦ Θεοῦ, ἃ γνωστὰ μόνῳ τῷ Πνεύματι», καὶ τὰ χαρίσματα τοῦ Πνεύματος, ἃ γνωστὰ μόνοις τοῖς πνευματικοῖς καὶ νοῦν ἔχουσι Χριστοῦ, φυσικῇ διανοίᾳ καὶ σαρκικῇ φιλοσοφίᾳ ἐρευνῆσαί τε καὶ δεῖξαι· πρὸς δὲ τῇ ἀφροσύνῃ, καὶ θεομάχος εὑρεθήσεται, παραγνωρίζων εἰς τὴν τοῦ Βελίαρ, ὢ τῆς συμφορᾶς, τὴν τοῦ ἀγαθοῦ Πνεύματος ἐνέργειαν καὶ χάριν καὶ ἀντιταττόμενος τοῖς «λαβοῦσι τὸ ἐκ Θεοῦ Πνεῦμα, ἵνα δι’ αὐτοῦ εἰδῶσι τὰ ἐκ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν», ἀλλὰ καὶ τοῦ «οὐαὶ» ἔσται κληρονόμος διὰ τὴν τῶν ἀκουόντων βλάβην· «οὐαὶ» γάρ φησιν ὁ προφήτης «τῷ ποτίζοντι τὸν ἀδελφὸν αὐτοῦ ἀνατροπὴν θολεράν».

Δέον οὖν τοῖς πάντα ἀνακρίνειν δυναμένοις, δηλονότι τοῖς πνευματικοῖς, «ὁ γὰρ πνευματικὸς πάντα ἀνακρίνει» κατὰ τὸν Ἀπόστολον, δέον οὖν τούτοις τοὺς μὴ τοιούτους φέροντας ὑποτάσσειν ἑαυτούς, ὡς τῇ τούτων ἀνακρίσει καὶ τὰ καθ’ ἑαυτοὺς εἰσομένους ἀσφαλῶς. Αὐτοὶ τοὺς ὑπ’ οὐδενὸς τούτους ἀνακρινομένους, «ὁ γὰρ πνευματικὸς» κατὰ τὸν αὐτὸν ἀπόστολον «ὑπ’ οὐδενὸς ἀνακρίνεται», κρίνειν καὶ διορθοῦν ἐπιχειροῦσι πρὸς καταστροφὴν ἑαυτῶν τε καὶ τῶν τούτοις πειθομένων. Φασὶ γὰρ μηδένα δυνατὸν εἶναι τελειότητός τε καὶ ἁγιότητος μετέχειν, τὴν ἀληθῆ περὶ τῶν ὄντων οὐχ εὑρηκότα δόξαν, εὑρηκέναι δὲ αὐτὴν ἄνευ διαιρέσεως καὶ συλλογισμοῦ καὶ ἀναλύσεως, ἀδύνατον ὑπάρχειν.

Οὐκοῦν τὸν ἐπειλῆφθαι τελειότητος καὶ ἁγιότητος ἐπιθυμοῦντα τὰς διαιρετικὰς καὶ συλλογιστικὰς καὶ ἀναλυτικὰς μεθόδους ἀναγκαιότατον παρὰ τῆς ἔξω παιδείας διδαχθῆναί τε καὶ μετιέναι συμπεραίνειν οἴονται καὶ διὰ τοιούτων λόγων τὴν καταργηθεῖσαν πάλιν ἐνεργὸν αὐτοὶ δεῖξαι σπεύδουσι σοφίαν. Εἰ δὲ παρὰ τῶν «πάντα ἀνακρίνειν» δυναμένων ἐν ταπεινώσει προσελθόντες ἠθέλησαν τὴν ἀλήθειαν μαθεῖν, ἤκουσαν ἂν ὡς τοῦτο τὸ δόγμα φρονήματός ἐστιν ἑλληνικοῦ, Στωϊκῶν τε καὶ Πυθαγορείων αἵρεσις, οἳ τὴν ἐπιστήμην τέλος λέγουσι τῆς θεωρίας προσγινομένην διὰ τῆς τῶν μαθημάτων ἀναλήψεως. Ἡμεῖς δὲ οὐ τὴν διὰ λόγων καὶ συλλογισμῶν εὑρισκομένην γνῶσιν δόξαν ἀληθῆ νομίζομεν, ἀλλὰ τὴν δι’ ἔργων τε καὶ βίου ἀποδεικνυμένην ἣ καὶ μόνη μὴ μόνον ἀληθής, ἀλλὰ καὶ ἀσφαλής ἐστι καὶ ἀπερίτρεπτος. «Λόγῳ» γάρ φησι «παλαίει πᾶς λόγος», βίῳ δὲ τίς; Καὶ μὴν οὐδὲ ἑαυτὸν γνῶναι δυνηθῆναί τινα οἰόμεθα διαιρετικαῖς καὶ συλλογιστικαῖς καὶ ἀναλυτικαῖς μεθόδοις, ἂν μὴ δι’ ἐπιπόνου μετανοίας καὶ ἀσκήσεως συντόνου, ἄτυφον καὶ ἀπόνηρον ποιήσῃ τὸν οἰκεῖον νοῦν. Ὁ γὰρ μὴ τοιοῦτον καὶ οὕτω τὸν ἑαυτοῦ κατασκευάσας νοῦν, οὐδὲ τὴν οἰκείαν κατὰ γνῶσιν εἴσεται πενίαν, ὃ τοῦ γνῶναί τινα ἑαυτόν ἐστιν ἀρχὴ λυσιτελής.

Ἀλλ’ οὐδὲ πᾶσαν ἀγνωσίαν ὑπ’ ἔγκλημα θοῖτ’ ἄν τις εὖ φρονῶν, οὐδὲ πᾶσαν γνῶσιν οἰόμεθα μακαριστήν. Πῶς οὖν πρὸς αὐτὴν ὡς πρὸς τέλος ἀφορῶντες πάντα πράξομεν; «Διπλοῦν δέ» φησι καὶ ὁ μέγας Βασίλειος «Τὸ εἶδος τῆς ἀληθείας, ὧν τὸ μὲν ἔχειν τε καὶ παρέχειν ἀναγκαιότατον, ὡς συνεργὸν τῆς σωτηρίας ὑπάρχον· περὶ δὲ γῆς καὶ θαλάσσης, οὐρανοῦ τε καὶ τῶν κατ’ οὐρανόν, ἐὰν μὴ ἴδωμεν τὴν ἐν τοῖς τοιούτοις ἀλήθειαν, οὐδὲν ἡμῖν ἐμποδίσει πρὸς τὴν ἐν ἐπαγγελίαις μακαριότητα». Καὶ τέλος δὲ τὸ προκείμενον ἡμῖν, αἱ παρὰ τοῦ Θεοῦ ἐπαγγελίαι τῶν μελλόντων ἀγαθῶν, ἡ υἱοθεσία, ἡ ἐκθέωσις, ἡ τῶν οὐρανίων θησαυρῶν ἀποκάλυψις καὶ κτῆσις καὶ ἀπόλαυσις· τὴν δ’ ἐκ τῆς ἔξω παιδείας γνῶσιν τῷ αἰῶνι τούτῳ συναπαρτιζομένην ἴσμεν. Εἰ γὰρ αἰσθητοὶ λόγοι ἐν τῷ αἰῶνι τῷ μέλλοντι παριστῶσι τὰ πράγματα, οἱ σοφοὶ τοῦ αἰῶνος τούτου γένοιντ’ ἂν κληρονόμοι τῆς τῶν οὐρανῶν βασιλείας· «Εἰ δὲ καθαρότης ψυχῆς ὁρᾷ, μακρὰν οἱ σοφοὶ γενήσονται τῆς γνώσεως τοῦ Θεοῦ», κατὰ τὸν ἀληθῆ φιλόσοφον Μάξιμον. Τίς οὖν ἡμῖν χρεία γνώσεως τῆς μὴ ἐγγιζούσης Θεῷ; Πῶς δὲ χωρὶς αὐτῆς τελειότητος καὶ ἁγιότητος μεταλαχεῖν οὐκ ἔνι;

Καὶ ἵνα τἄλλα νῦν παρῶ τῶν οἰομένων εἶναί τι καὶ φρεναπατώντων ἑαυτοὺς ἐπὶ τοσοῦτον, ὡς καὶ τὰς Γραφὰς τοῦ Πνεύματος κατὰ τῶν πνευματικῶν παρεξηγουμένους ἔργων χρῆσθαι καὶ ἀνδρῶν, ἐκεῖνα δὴ προθήσω, ἃ καὶ νῦν ὑπόθεσις ἡμῖν ἐστι τοῦ ἀνὰ χεῖρας λόγου. Φασὶ γὰρ ἀόρατον εἶναι τὸν Θεὸν καὶ ἀπερινόητον· «Θεὸν γοῦν οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς υἱὸς τοῦ Θεοῦ, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός, ἐκεῖνος ἐξηγήσατο». «Πῶς οὖν» φασιν «οὐχὶ σαφῶς πλανῶνται οἱ τὸν Θεὸν ὡς φῶς νοερῶς ἐν ἑαυτοῖς ὁρᾶν ἰσχυριζόμενοι;» Κἄν τις αὐτῶν αὖθις τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον προενέγκῃ λέγοντα ὅτι «οἱ καθαροὶ τῇ καρδίᾳ τὸν Θεὸν ὄψονται» καὶ «ἐγὼ ἐμφανίσω αὐτοῖς ἐμαυτόν, μετὰ τοῦ Πατρὸς τούτοις ἐνσκηνώσας», εὐθὺς θεωρίαν τὴν γνῶσιν λέγουσι καὶ οὐκ ἴσασιν ἑαυτοῖς ἀνακόλουθα λέγοντες· ὡς γὰρ ἀόρατον, οὕτω καὶ ἀπερινόητον τὸ θεῖον. Τοὺς γοῦν τὴν ἐν φωτὶ νοερὰν ὅρασιν Θεοῦ διὰ τὸ τοῦ Θεοῦ ἀόρατον φαντασίαν ἐψευσμένην καὶ δαιμονικὴν δογματίζοντας ἐνέργειαν ἔδει καὶ τὴν γνῶσιν, διὰ τὸ τοῦ Θεοῦ ἀπερινόητον, πρὸς τὰς ὁμοίας κατασπᾶν ἐρεσχελίας. Ἀλλ’ ἡμεῖς περὶ μὲν τῆς γνώσεως οὐδὲν ἀντειπεῖν πρὸς αὐτοὺς αἱρούμεθα· συνωδὰ γὰρ λέγουσιν ἡμῖν, εἰ καὶ μὴ συνιᾶσιν ὅ τι λέγουσιν.

Ἔστι γὰρ καὶ ἡ περὶ Θεοῦ καὶ τῶν κατ’ αὐτὸν δογμάτων γνῶσις, θεωρία, ὃ θεολογίαν ὀνομάζομεν, καὶ ἡ τῶν τῆς ψυχῆς δυνάμεων καὶ τῶν τοῦ σώματος μελῶν κατὰ φύσιν χρῆσίς τε καὶ κίνησις ἀναμόρφωσιν ποιεῖται τῆς λογικῆς εἰκόνος· ἀλλ’ οὐ τοῦτό ἐστιν ἡ τελεία τῆς ἄνωθεν ἡμῖν εὐγενείας εὐπρέπεια καὶ ἡ πρὸς τὸ ὑπερφαὲς φῶς ὑπερφυὴς ἕνωσις, παρ’ ἧς μόνης ἐγγίνεται καὶ τὸ θεολογεῖν ἀσφαλῶς καὶ τὸ κατὰ φύσιν ἑστάναι τε καὶ κινεῖσθαι τὰς ἐν ἡμῖν δυνάμεις τῆς ψυχῆς καὶ τοῦ σώματος· ταύτην οὖν ἀναιροῦντες συνανεῖλον πᾶσαν ἀρετὴν καὶ ἀλήθειαν.

Περὶ τοῦ μὴ εἶναι τοίνυν τῆς γνώσεως ἧς αὐτοὶ λέγουσι μυστικωτέραν καὶ ὑψηλοτέραν θεωρίαν, μηδ’ εἶναι ὅλως τοιαύτην θεωρίαν τοῦ Θεοῦ διὰ τὸ τοῦ Θεοῦ ἀόρατον, παρὰ τῶν ἐν ἀληθεῖ θεωρίᾳ γεγονότων μυηθέντες, ἐρωτήσομεν αὐτούς· τί ὑμῖν δοκεῖ, οὐδὲ τὸ Πνεῦμα τὸ ἅγιον ὁρᾷ τὰ τοῦ Θεοῦ; Ἀλλὰ μὴν αὐτὸ «ἐρευνᾷ καὶ τὰ βάθη τοῦ Θεοῦ». Εἰ μὲν οὖν χωρὶς Πνεύματος ἁγίου ὁρᾶν ἔλεγέ τις τὸ ἀκήρατον φῶς, καλῶς ἂν ἀντιπίπτοντες ἐλέγετε· «Πῶς ἂν ὁραθείη ὁ ἀόρατος;»

Εἰ δέ τις ἀποθέμενος τὸ πνεῦμα τοῦ κόσμου, ὃ «σκότος νοητὸν ἐπικείμενον ταῖς μὴ κεκαθαρμέναις καρδίαις» οἱ πατέρες ὀνομάζουσιν, εἴ τις οὖν ἀποθέμενος τοῦτο καὶ καθαρεύσας παντὸς οἰκείου θελήματος καὶ ἀπαναστὰς πάσης παραδόσεως ἀνθρωπίνης καὶ πρὸς ὀλίγον ἀναβολὴν ἐμποιούσης τῇ ὀφειλομένῃ σπουδῇ, κἂν εὐπρόσωπος ᾖ κατὰ τὸν μέγαν Βασίλειον, καὶ τὰς τῆς ψυχῆς δυνάμεις ὡς ἐνὸν συναθροίσας καὶ νηφάλιον ἐπιστήσας τὴν τῆς διανοίας ἐπισκοπήν, πρῶτον μὲν ἐν τοῖς κατὰ φύσιν καὶ θεαρέστοις διαζῇ κατὰ νοῦν θεωρήμασιν, εἶθ’ ἑαυτὸν ὑπεραναβὰς ἐν ἑαυτῷ λάβοι «τὸ ἐκ Θεοῦ Πνεῦμα», ὃ «οἶδε τὰ τοῦ Θεοῦ ὡς τὸ πνεῦμα τοῦ ἀνθρώπου τὰ ἐν αὐτῷ», καὶ ταῦτα διὰ τοῦτο τοῦτο λαβών, καθάπερ ὁ μέγας κηρύττει Παῦλος, ἵν’ «εἰδῇ τὰ ὑπὸ τοῦ Θεοῦ χαρισθέντα μυστικῶς αὐτῷ», «ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη», πῶς οὐκ ἂν ὁρῴη οὗτος διὰ τοῦ Πνεύματος τὸ ἀόρατον φῶς; Πῶς δ’ οὐκ ἂν εἴη πάλιν ἀόρατον καὶ ἀνήκουστον καὶ ἀπερινόητον τοῦτο, καίπερ ὁρώμενον, τὸ φῶς; Ὁρᾶται γὰρ ὑπὸ τῶν βλεπόντων «ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη».

Πνευματικοὺς γὰρ λαμβάνουσιν οὗτοι ὀφθαλμοὺς καὶ «νοῦν ἔχουσι Χριστοῦ», δι’ ὧν καὶ βλέπουσι τὸν ἀόρατον καὶ νοοῦσι τὸν ἀπερινόητον· οὐ γὰρ ἑαυτῷ ἀόρατός ἐστιν, ἀλλὰ τοῖς διὰ κτιστῶν καὶ φυσικῶν ὀφθαλμῶν καὶ λογισμῶν νοοῦσι καὶ ὁρῶσιν. Οἷς δ’ ὁ Θεὸς ἑαυτὸν ἐνήρμοσεν ὡς μέλος ἡγεμονικόν, πῶς οὐχὶ δι’ ἑαυτοῦ καὶ τὴν τῆς ἑαυτοῦ χάριτος ἐμφανῶς παράσχοι θεωρίαν;

Πῶς δ’ οὐκ ἂν τῶν τῆς ᾀσματικῆς θεολογίας ἀξιῶσαι προσρημάτων, ἐγκωμιάζων τὴν ἐγγεγενημένην πνευματικὴν δύναμιν τοῖς ὄμμασιν αὐτῶν; «Ἰδοὺ εἶ καλὴ» λέγων πρὸς αὐτοὺς «ἡ πλησίον μου· ὀφθαλμοί σου περιστεραί»· δι’ ὧν καὶ αὐτοί, τῆς ὡραιότητος αἰσθόμενοι τοῦ νοητοῦ νυμφίου, δαψιλῆ τὸν τῶν ἐγκωμίων ἀντιδιδόασι λόγον. Οὐκ ἄδηλον δ’ ἄρα τοῖς μεμυημένοις τίς αὕτη ἡ περιστερὰ ἣν ἡ νύμφη σχοῦσα ἐν τοῖς ὄμμασι καὶ αὐτὴ τῷ τοῦ νυμφίου Θεοῦ τό τε πρῶτον τρανῶς ἐνατενίζει κάλλει καὶ εἰς ἐπήκοον τῶν πιστῶς περιεστώτων ἀφηγεῖται διεξοδικώτερον τὴν καλλοποιὸν εὐπρέπειαν ἐκείνην. Ὡς γὰρ ἡ ἐν ὀφθαλμοῖς αὐγή, ἑνωθεῖσα ταῖς ἡλιακαῖς αὐγαῖς, φῶς ἐντελεχείᾳ γίνεται καὶ οὕτως ὁρᾷ τὰ αἰσθητά, τὸν αὐτὸν τρόπον καὶ ὁ νοῦς, «ἓν Πνεῦμα μετὰ τοῦ Κυρίου» γεγονώς, οὕτω τὰ πνευματικὰ τρανῶς ὁρᾷ. Μένει δ’ ὅμως καὶ ἐκεῖ τρόπον ἕτερον ὑψηλότερον ἢ κατὰ τοὺς χαμερπεῖς λογισμοὺς τῶν τοῖς πνευματικοῖς ἀνδράσιν ἀντιλέγειν ἐγχειρούντων ἀόρατος ὁ Δεσπότης· οὐ γὰρ ἑώρακέ ποτέ τις τὸ πᾶν τῆς καλλονῆς ἐκείνης, διὸ καὶ κατὰ τὸν Νύσσης Γρηγόριον «ὀφθαλμὸς τοῦθ’ ἑώρακεν οὐδείς, εἰ καὶ ἀεὶ βλέπει»· οὐδὲ γὰρ ὅσον ἐστὶν ἐκεῖνο, ἀλλὰ καθόσον ἑαυτὸν ἐποίησε δεκτικὸν τῆς τοῦ θείου Πνεύματος δυνάμεως, κατὰ τοσοῦτο βλέπει.

Πρὸς δὲ τῇ ἀκαταληψίᾳ ταύτῃ, καὶ ἣν ἔχουσι κατάληψιν ἀκαταλήπτως ἔχουσι, τὸ θειότατον ἁπάντων καὶ καινότατον· οὐ γὰρ ᾧ ταῦτα βλέπουσι τότ’ ἴσασιν οἱ βλέποντες, οὐδ’ ᾧ ἀκούουσί τε καὶ μυοῦνται, ἢ τὴν τῶν μήπω γεγονότων γνῶσιν, ἢ τὴν τῶν ἀεὶ ὄντων ἐπιστήμην, διὰ τὸ ἀκατάληπτον τοῦ Πνεύματος, δι’ οὗ ὁρῶσι· «Κατὰ γὰρ ἀπόπαυσιν πάσης νοερᾶς ἐνεργείας ἡ τοιάδε γίνεται τῶν ἐκθεουμένων πρὸς τὸ ὕπερθεν φῶς ἕνωσις» ὡς ὁ μέγας λέγει Διονύσιος, κατ’ αἰτίαν μὲν οὐκ οὖσα ἢ κατὰ ἀναλογίαν, ἐπεὶ ταῦτα κατ’ ἐνέργειάν ἐστι τοῦ νοῦ, κατὰ δὲ ἀφαίρεσιν οὖσα, ἀλλ’ οὐκ αὐτὸ τοῦτο οὖσα ἀφαίρεσις· εἰ γὰρ ἀφαίρεσις ἦν μόνον, ἐφ’ ἡμῖν ἂν ἦν· ἀλλὰ τοῦτο τῶν Μασσαλιανῶν ἐστι τὸ δόγμα· «ἡνίκ’ ἄν τις ἐθελήσῃ ἀνέρχεσθαι εἰς τὰ τοῦ Θεοῦ ἀπόρρητα μυστήρια», καθάπερ καὶ ὁ ἅγιος Ἰσαὰκ περὶ αὐτῶν φησιν. Οὔκουν ἀφαίρεσις καὶ ἀπόφασις μόνη ἐστὶν ἡ θεωρία, ἀλλ’ ἕνωσις καὶ ἐκθέωσις, μετὰ τὴν ἀφαίρεσιν πάντων τῶν κάτωθεν τυπούντων τὸν νοῦν, μυστικῶς καὶ ἀπορρήτως χάριτι γινομένη τοῦ Θεοῦ, μᾶλλον δὲ μετὰ τὴν ἀπόπαυσιν ἣ καὶ μεῖζόν ἐστι τῆς ἀφαιρέσεως· ἀπεικόνισμα γάρ ἐστι ἡ ἀφαίρεσις τῆς ἀποπαύσεως ἐκείνης.

Διὸ καὶ τὸ χωρίζειν πάντων τῶν κτισμάτων τὸν Θεὸν παντός ἐστι πιστοῦ· ἡ δὲ πάσης νοερᾶς ἐνεργείας ἀπόπαυσις καὶ ἡ μετ’ αὐτὴν πρὸς τὸ ὕπερθεν φῶς ἕνωσις, οἷόν τι πάθος οὖσα καὶ τέλος θεουργόν, μόνων ἐστὶ τῶν κεκαθαρμένων καὶ κεχαριτωμένων τὴν καρδίαν. Καὶ τί λέγω τὴν ἕνωσιν, ὅτε καὶ ἡ πρὸς βραχὺ θέα τῶν ἐκκρίτων τέως ἐδεῖτο μαθητῶν, καὶ τούτων κατ’ ἔκστασιν γεγονότων πάσης αἰσθητῆς καὶ νοερᾶς ἀντιλήψεως καὶ τῷ μηδόλως ὁρᾶν τὸ ὄντως ὁρᾶν εἰσδεδεγμένων καὶ τῷ πάσχειν ἀγνώστως τῶν ὑπὲρ φύσιν τὴν αἴσθησιν προσιεμένων; Ἀλλ’ ὅτι μὲν οὗτοι καὶ εἶδον καὶ οὐχὶ κατ’ αἴσθησιν ἢ νοῦν κυρίως εἶδον, σὺν Θεῷ προϊόντος τοῦ λόγου δείξομεν.

Νῦν δ’ ἆρα συνορᾷς ὅτι τὸ ἀκατάληπτον ἀντὶ νοῦ καὶ ὀφθαλμοῦ καὶ ὤτων εὐμοιροῦσι Πνεῦμα, δι’ οὗ ὁρῶσι καὶ ἀκούουσι καὶ συνιᾶσι; Νοερᾶς γὰρ πάσης καταπαυσαμένης ἐνεργείας, τίνι ὁρῶσιν ἄγγελοί τε καὶ ἄνθρωποι ἰσάγγελοι Θεόν, εἰ μὴ τῇ τοῦ Πνεύματος δυνάμει; Διὸ καὶ ἡ ὅρασις αὐτοῖς αὕτη, αἴσθησις μὲν οὐκ ἔστιν, ἐπεὶ μὴ διὰ τῶν αἰσθητηρίων αὐτῆς ἀντιλαμβάνονται, νόησις δὲ οὐκ ἔστιν, ἐπεὶ μὴ διὰ λογισμῶν ἢ τῆς δι’ αὐτῶν γνώσεως, ἀλλὰ κατὰ ἀπόπαυσιν πάσης νοερᾶς ἐνεργείας εὑρίσκουσιν αὐτήν· οὔκουν οὐδὲ φαντασία ἐστίν, οὐδὲ διάνοια, οὐδὲ δόξα, οὔθ’ οἷον συμπέρασμα συλλογισμῶν. Οὐδὲ διὰ τῆς κατὰ ἀπόφασιν ἀνόδου μόνης ὁ νοῦς ἐπιτυγχάνει ταύτης· πᾶσα μὲν γὰρ θεία ἐντολὴ καὶ πᾶς νόμος ἱερὸς μέχρι τῆς καθαρότητος τῆς καρδίας ὁρίζεται, κατὰ τὸν λόγον τῶν πατέρων, καὶ πᾶς τρόπος καὶ πᾶν εἶδος προσευχῆς μέχρι τῆς καθαρᾶς λήγει προσευχῆς, καὶ πᾶς λόγος κάτωθεν ἀνιὼν εἰς τὸν ὑπερανιδρυμένον καὶ ἀπολελυμένον τοῦ παντὸς μέχρι τῆς ἀφαιρέσεως τῶν ὄντων πάντων ἵσταται.

Οὐ μὴν διὰ τοῦτο μετὰ τὰς θείας ἐντολὰς οὐδέν ἐστιν ἄλλο πλὴν ἡ τῆς καρδίας καθαρότης, ἀλλ’ εἰσὶ καὶ πλεῖστά εἰσιν· ὁ κατὰ τὸν νῦν αἰῶνα τῶν ἐπηγγελμένων ἀρραβὼν καὶ τὰ τοῦ μέλλοντος αἰῶνος ἀγαθὰ δι’ αὐτῆς ὁρώμενά τε καὶ τρυφώμενα· οὕτω καὶ μετὰ τὴν προσευχήν, θέα ἀνεκλάλητος καὶ ἔκστασις ἐν τῇ θέᾳ καὶ ἀπόρρητα μυστήρια· τὸν αὐτὸν τρόπον καὶ μετὰ τὴν ἀφαίρεσιν τῶν ὄντων, μᾶλλον δὲ καὶ μετὰ τὴν ἀπόπαυσιν, οὐ λόγοις μόνον, ἀλλὰ καὶ ἔργοις τελουμένην ἐν ἡμῖν, καὶ μετὰ ταύτην τοίνυν, εἰ καὶ ἀγνωσία ἐστίν, ἀλλ’ ὑπὲρ γνῶσιν, καὶ εἰ γνόφος ἐστίν, ἀλλ’ ὑπερφαής· καὶ ἐν τῷ ὑπερφαεῖ ἐκείνῳ γνόφῳ, δοτὰ γίνεται, κατὰ τὸν μέγαν Διονύσιον, τὰ θεῖα τοῖς ἁγίοις. Ὥστε οὐκ ἀφαίρεσίς ἐστιν ἁπλῶς ἡ περὶ Θεοῦ καὶ τῶν θείων τελεωτάτη θεωρία, ἀλλ’ ἡ μετὰ τὴν ἀφαίρεσιν μέθεξις τῶν θείων καὶ δόσις τε καὶ λῆψις μᾶλλον ἢ ἀφαίρεσις. Ἄρρητα δέ ἐστι τὰ λήμματα καὶ τὰ δόματα ἐκεῖνα, διὸ κἂν λέγωσι περὶ αὐτῶν, ἀλλὰ παραδειγματικῶς καὶ κατὰ ἀναλογίαν, οὐχ ὡς ὁρωμένων ἐκείνοις τούτων οὕτως, ἀλλ’ ὡς μὴ πεφυκότων ἄλλως δειχθῆναι τῶν ἐκείνοις ὁρωμένων. Οἱ τοίνυν τῶν παραδειγματικῶς οὕτω τούτων λεγομένων μὴ μετ’ εὐλαβείας ὡς ἀρρήτων ἐπαΐοντες, μωρίαν ἡγοῦνται τὴν ὑπέρσοφον γνῶσιν καὶ τοὺς νοητοὺς τῷ διασύρειν καταπατοῦντες μαργαρίτας, τοὺς ὡς ἔνεστι προδείξαντας αὐτούς, τῇ λογομαχίᾳ διαρρήσουσιν.

Ἐκεῖνοι δ’ ὅμως ὑπὸ φιλανθρωπίας, κατὰ τὸ ἐγχωροῦν, ὡς ἔφην, λέγουσι τὰ ἄρρητα, τὴν πλάνην ἀφαιροῦντες τῶν μετὰ τὴν ἀφαίρεσιν τῶν ὄντων ἀργίαν εἶναι τελείαν ἀμυήτως οἰομένων, ἀλλ’ οὐχ ὑπὲρ ἐνέργειαν ἀργίαν. Ἀλλ’ ἐκεῖνα πάλιν ἄρρητα τῇ ἑαυτῶν φύσει διαμένει. Διὰ τοῦτο ὁ μέγας Διονύσιος μετὰ τὴν ἀφαίρεσιν τῶν ὄντων οὐκ εἶναί φησι λόγον, ἀλλὰ «ἀλογίαν» καὶ «μετὰ πᾶσαν ἄνοδον ἑνωθησόμεθά» φησι «τῷ ἀφθέγκτῳ». Ἀλλ’ οὐχ, ὅτι ἄφθεγκτα, δι’ ἀποφάσεως μόνης ἐπιτεύξεται ὁ νοῦς τῶν ὑπὲρ νοῦν· καὶ ἡ τοιαύτη γὰρ ἄνοδος, νόησίς τίς ἐστι τῶν ἀπεμφαινόντων τῷ Θεῷ καὶ εἰκόνα μὲν φέρει τῆς ἀνειδέου ἐκείνης θεωρίας καὶ τῆς κατὰ νοῦν θεωρητικῆς ἀποπληρώσεως, ἀλλ’ οὐκ αὐτή ἐστιν ἐκείνη. Δι’ αὐτῆς δὲ τῆς πάντων ἀφαιρέσεως ὑμνοῦσιν ἐκεῖνο τὸ φῶς οἱ τούτῳ ἀγγελομιμήτως ἑνωθέντες, ἀπὸ τῆς πρὸς αὐτὸ μυστικῆς ἑνώσεως μεμυημένοι, ὅτι πάντων ἐστὶν ὑπερουσίως ἐξῃρημένον. Καὶ ὅσοι περ ἂν ἀπὸ τῶν τοιούτων, δι’ ἀκοῆς πιστῆς καὶ εὐγνώμονος, παραδέξασθαι καταξιωθῶσι τὸ μυστήριον, δύνανται μὲν καὶ οὗτοι ἐκ τῆς τῶν πάντων ἀφαιρέσεως ὑμνεῖν τὸ θεῖον καὶ ἀπερινόητον ἐκεῖνο φῶς· ἑνοῦσθαι δὲ αὐτῷ καὶ ὁρᾶν οὐ δύνανται, ἂν μὴ διὰ τῆς τῶν ἐντολῶν φυλακῆς ἑαυτοὺς καθάραντες, τῇ ἀπειλικρινημένῃ καὶ ἀΰλῳ προσευχῇ τὸν νοῦν ἀπασχολήσαντες, τὴν ὑπερφυᾶ δύναμιν τῆς θεωρίας δέξωνται.

Πῶς οὖν ταύτην, ἣ μήτ’ αἴσθησίς ἐστι μήθ’ ὅλως νόησις, ἡμεῖς καλέσομεν; Πάντως οὐκ ἄλλως ἢ ὡς ὁ ὑπὲρ πάντας τοὺς πρὸ αὐτοῦ σεσοφισμένος Σολομών, «αἴσθησιν» δηλονότι «νοερὰν καὶ θείαν». Τῇ γὰρ ἀμφοτέρων συζυγίᾳ πείθει τὸν ἀκούοντα μηδέτερον νομίσαι ταύτην, μήτ’ αἴσθησιν, μήτε νόησιν· οὔτε γὰρ ἡ νόησις αἴσθησίς ποτε, οὔθ’ ἡ αἴσθησις νόησις· οὐκοῦν ἡ νοερὰ αἴσθησις ἄλλο παρ’ ἑκάτερον αὐτῶν. Ἢ οὖν οὕτω προσρητέον ταύτην, ἢ ὡς ὁ μέγας Διονύσιος «ἕνωσιν», ἀλλ’ οὐχὶ γνῶσιν. «Δέον» γάρ φησιν «εἰδέναι τὸν καθ’ ἡμᾶς νοῦν, τὴν μὲν ἔχειν δύναμιν εἰς τὸ νοεῖν, δι’ ἧς τὰ νοητὰ βλέπει, τὴν δὲ ἕνωσιν ὑπεραίρουσαν τὴν τοῦ νοῦ φύσιν, δι’ ἧς συνάπτεται πρὸς τὰ ἐπέκεινα ἑαυτοῦ». Καὶ πάλιν· «Περιτταὶ μετὰ τῶν αἰσθήσεων καὶ αἱ νοεραὶ δυνάμεις, ὅταν ἡ ψυχὴ θεοειδὴς γενομένη δι’ ἑνώσεως ἀγνώστου ταῖς τοῦ ἀπροσίτου φωτὸς ἀκτῖσιν ἐπιβάλλῃ ταῖς ἀνομμάτοις ἐπιβολαῖς», καθ’ ἣν καί, κατὰ τὸν πολὺν τὰ θεῖα Μάξιμον, «τὸ φῶς τῆς ἀφανοῦς καὶ ὑπεραρρήτου δόξης οἱ ἅγιοι ἐποπτεύοντες, τῆς μακαρίας μετὰ τῶν ἄνω δυνάμεων καὶ αὐτοὶ δεκτικοὶ γίνονται καθαρότητος».

Καὶ μή τις ὑπολάβῃ τὴν διὰ τῶν ἀποφάσεων ἄνοδον ἐνταῦθα λέγειν τοὺς μεγάλους. Ἐκείνη γὰρ παντός ἐστι τοῦ βουλομένου καὶ τὴν ψυχὴν οὐ μετατάττει πρὸς τὴν τῶν ἀγγέλων ἀξίαν καὶ χωρίζει μὲν ἀπὸ τῶν ἄλλων τὴν διάνοιαν, ἕνωσιν δὲ οὐ δύναται μόνη πρὸς τὰ ἐπέκεινα ποιεῖν. Ἡ δὲ καθαρότης τοῦ παθητικοῦ μέρους τῆς ψυχῆς, πάντων διὰ τῆς ἀπαθείας ἐνεργῶς χωρίσασα τὸν νοῦν, ἑνοῖ διὰ τῆς προσευχῆς τῇ τοῦ Πνεύματος χάριτι, δι’ ἧς ἐν ἀπολαύσει γίνεται τῶν θείων μαρμαρυγῶν, ἐξ ὧν ἀγγελοειδής τε καὶ θεοειδὴς καθίσταται. Διὸ οἱ μετὰ τὸν μέγαν Διονύσιον πατέρες «αἴσθησιν πνευματικὴν» προσηγόρευσαν αὐτήν, ὃ καὶ αὐτὸ κατάλληλόν ἐστι καὶ ἐμφαντικώτερόν πως τῆς μυστικῆς ἐκείνης καὶ ἀπορρήτου θεωρίας. Τότε γὰρ ὡς ἀληθῶς ὁ ἄνθρωπος Πνεύματι, ἀλλ’ οὐχὶ νῷ, οὐδὲ σώματι ὁρᾷ· καὶ ὅτι μὲν ὁρᾷ φῶς ὑπὲρ φῶς ὑπερφυῶς οἶδεν ἀκριβῶς. Τίνι δὲ τοῦθ’ ὁρᾷ, οὐκ οἶδε τότε, ἀλλ’ οὐδ’ ἐξετάζειν δύναται τὴν τούτου φύσιν, διὰ τὸ ἀνεξιχνίαστον τοῦ Πνεύματος δι’ οὗ ὁρᾷ. Καὶ τοῦτό ἐστιν ὃ καὶ Παῦλος εἶπεν, ἡνίκα ἤκουε τὰ ἄρρητα καὶ ἑώρα τὰ ἀόρατα· «Ἑώρων» γάρ φησιν «εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, εἴτε ἐντὸς τοῦ σώματος οὐκ οἶδα»· τουτέστιν οὐκ ᾔδειν εἴτε νοῦς ἦν, εἴτε σῶμα τὸ ὁρῶν. Ὁρᾷ γάρ, οὐκ αἰσθήσει μέν, ὡς ἡ αἴσθησις δὲ τὰ αἰσθητὰ τρανῶς καὶ τρανότερον ἢ αὕτη.

Ὁρᾷ δ’ ἑαυτὸν ὑπὸ τῆς τοῦ ὁρωμένου γλυκυθυμίας ἀπορρήτου ἐκστάντα τε καὶ ἁρπαγέντα οὐ μόνον παντὸς πράγματός τε καὶ νοήματος πραγμάτων, ἀλλὰ καὶ ἑαυτοῦ. Καὶ αὐτῆς ὑπὸ τῆς ἐκστάσεως ἐπιλανθάνεται τῆς πρὸς Θεὸν δεήσεως· καὶ τοῦτό ἐστιν ὃ εἶπεν ὁ ἅγιος Ἰσαάκ, συνεπιμαρτυροῦντα τὸν μέγαν καὶ θεῖον ἔχων Γρηγόριον, ὅτι «προσευχή ἐστι καθαρότης νοός, ἥτις μόνη ἐκ τοῦ φωτὸς τῆς ἁγίας Τριάδος μετ’ ἐκπλήξεως τέμνεται». Καὶ πάλιν· «Καθαρότης ἐστὶ νοὸς ἐφ’ ᾗ διαυγάζει ἐν τῷ καιρῷ τῆς προσευχῆς τὸ φῶς τῆς ἁγίας Τριάδος, καὶ τότε ὁ νοῦς ὑπεράνω τῆς προσευχῆς γίνεται, καὶ οὐ δεῖ καλεῖν ταύτην προσευχή, ἀλλὰ τοκετὸν τῆς καθαρᾶς προσευχῆς, τῆς διὰ τοῦ Πνεύματος καταπεμπομένης· οὐδὲ προσευχῇ τότε προσεύχεται ὁ νοῦς, ἀλλ’ ἐν ἐκστάσει γίνεται ἐν τοῖς ἀκαταλήπτοις πράγμασι· καὶ αὕτη ἐστὶν ἡ ἄγνοια ἡ ὑπερτέρα τῆς γνώσεως».

Τὸ γοῦν ἁρπάσαν ἐκεῖνο καὶ τὸν νοῦν ἐκστῆσαν πάντων καὶ πρὸς ἑαυτὸ ὅλον ἐπιστρέψαν θυμηρέστατόν τι χρῆμα, φῶς οἷον ὁρᾷ, ἀποκαλυπτικὸν μέν, ἀλλ’ οὐκ αἰσθητῶν σωμάτων, μήτε μέντοι πρὸς τὰ κάτω περαινόμενον, μήτε πρὸς τὰ ἄνω, μήτ’ ἐπὶ τὰ πλάγια, καὶ πέρας ὅλως οὐχ ὁρᾷ τοῦ ὁρωμένου καὶ περιλάμποντος αὐτὸν φωτός, ἀλλ’ ὥσπερ ἂν εἴ τις ἦν ἥλιος ἀπειροπλασίως λαμπρότερός τε καὶ μείζων τοῦ παντός· μέσον δ’ ἕστηκεν αὐτός, ὢν ὅλος ὀφθαλμός· τοιοῦτόν τί ἐστιν ἐκεῖνο.

Διὸ ἄπειρον μὲν ὁ μέγας Μακάριος καὶ ὑπερουράνιον τουτί φησι τὸ φῶς. Πάντα δὲ τὰ ὄντα, ὥσπερ ὑπὸ μίαν τινὰ περιεχόμενα ἀκτῖνα τοῦ νοητοῦ ἡλίου τούτου, τῶν τελεωτέρων τις ἕτερος ἑώρακεν ἁγίων, καίτοι κἀκεῖνος, οὐχ ὅπερ καὶ ὅσον ἐστὶν ἐκεῖνο, ἀλλ’ ὅσον ἑαυτὸν ἐκείνου δεκτικὸν ἐποίησεν ἰδὼν καὶ μαθὼν ἀπὸ τῆς θεωρίας ταύτης καὶ τῆς πρὸς αὐτὸ ὑπὲρ νοῦν ἑνώσεως, οὐχ ὅπερ ἐστὶν αὐτὸ τὴν φύσιν, ἀλλ’ ὅτι ἐστὶν ὡς ἀληθῶς, καὶ ὑπερφυὲς καὶ ὑπερούσιόν ἐστιν, ἄλλο τι παρὰ τὰ ὄντα πάντα ὄν, ὂν δὲ κυρίως τε καὶ μόνον καὶ πᾶν ὂν ἀπορρήτως ἐν ἑαυτῷ συνειληφός.

Πάντοτε δ’ ἑνὶ ἢ πᾶσι τὸ ἄπειρον τοῦτο οὐχ ὁρᾶται. Ὁ δὲ μὴ ὁρῶν συνίησιν ὡς αὐτὸς ὁρᾶν ἀδυνατεῖ μὴ τελείως δι’ ἐντελεστέρας καθαρότητος ἐναρμοσθεὶς τῷ Πνεύματι, ἀλλ’ οὐχὶ τὸ ὁρώμενον λαμβάνει πέρας. Ὅτε τοίνυν τὰ τῆς θεωρίας ὑποβέβηκεν, ἐκ τῆς πηγαζομένης ὁμοίας ἀπαθοῦς τῷ ὁρῶντι θυμηδίας καὶ γαλήνης νοερᾶς καὶ τοῦ ἀνακαιομένου πυρὸς τῆς πρὸς τὸν Θεὸν ἀγάπης, ἀκριβῶς οἶδεν ὁ ὁρῶν ὅτι τοῦτό ἐστιν ἐκεῖνο τὸ φῶς, εἰ καὶ ἀμυδρότερον ὁρᾷ· καὶ κατ’ ἀναλογίαν δὲ τῆς θεαρέστου πράξεως, τῆς τε τῶν ἄλλων πάντων ἀποχῆς καὶ τῆς προσοχῆς τῆς προσευχῆς καὶ τῆς πρὸς τὸν Θεὸν ἐκ ψυχῆς ὅλης ἀνανεύσεως ἐπὶ τὰ πρόσω φερόμενος ἀεὶ καὶ διαυγεστέρας πειρώμενος τῆς θεωρίας, κἀντεῦθεν τὸ ἄπειρον συνίησι τοῦ ὁρωμένου ὅτι ἄπειρον καὶ τῆς μὲν λαμπρότητος ἐκείνου πέρας οὐχ ὁρᾷ, τῆς δ’ ἑαυτοῦ πρὸς φωτοληψίαν ἐπιτηδειότητος ἐπὶ μᾶλλον ὁρᾷ τὸ ἀδρανές.

Ἀλλ’ οὐδὲ αὐτὸ οἴεται εἶναι ἁπλῶς τὴν φύσιν τοῦ Θεοῦ, ὃ κατηξιώθη βλέπειν, ἀλλ’ ὥσπερ ὑπὸ τῆς ψυχῆς ἡ ζωὴ ἐγγίνεται τῷ ἐμψύχῳ σώματι, λέγομεν δὲ καὶ τὴν ζωὴν αὐτὴν ψυχήν, ἀλλ’ ἴσμεν ἄλλο τι παρὰ ταύτην οὖσαν τὴν ἐν ἡμῖν οὖσαν καὶ παρεκτικὴν ζωῆς ψυχήν, οὕτω καὶ τῇ θεοφόρῳ ψυχῇ ὑπὸ τοῦ ἐνοικοῦντος Θεοῦ ἐγγίνεται τὸ φῶς. Ἀλλὰ καὶ ὑπὲρ τοῦτό ἐστιν ἡ τοῦ παναιτίου Θεοῦ πρὸς τοὺς ἠξιωμένους ἕνωσις, καθ’ ὑπερούσιον δύναμιν καὶ ὅλου μένοντος ἐν ἑαυτῷ καὶ ὁλικῶς οἰκοῦντος ἐν ἡμῖν καὶ μεταδιδόντος ἡμῖν οὐ τῆς οἰκείας φύσεως, ἀλλὰ τῆς οἰκείας δόξης τε καὶ λαμπρότητος. Θεῖον οὖν ἐστι τουτὶ τὸ φῶς καὶ θεότης ὑπὸ τῶν ἁγίων ὀνομάζεται δικαίως· θεοποιεῖ γάρ· οὐκοῦν οὐ τοῦτο μόνον, ἀλλὰ καὶ αὐτοθέωσις καὶ θεαρχία, καὶ δοκεῖ μὲν εἶναι τοῦ ἑνὸς Θεοῦ διάκρισις καὶ πολυπλασιασμός, ἔστι δὲ οὐδὲν ἧττον ὁ ἀρχίθεος καὶ ὑπέρθεος καὶ ὑπεράρχιος, εἷς ἐν μιᾷ θεότητι, καὶ διὰ τοῦτο ἀρχίθεος καὶ ὑπέρθεος καὶ ὑπεράρχιος, ἐπειδὴ ταύτης τῆς θεότητός ἐστιν ὑποστάτης, ὡς οἱ τῆς Ἐκκλησίας διδάσκαλοι κατὰ τὸν Ἀρεοπαγίτην μέγαν Διονύσιον ἔφασαν, θεότητα λέγοντες τὴν θεοποιὸν ἐκ Θεοῦ προεληλυθυῖαν δωρεάν.

Καὶ τοίνυν ὁ αὐτὸς Γαΐῳ γράφων πῶς ὑπὲρ θεαρχίαν ὁ Θεός ἐστιν ἐρωτήσαντι «εἰ θεότητά» φησι «νοήσαις τὸ χρῆμα τοῦ θεοποιοῦ δώρου καθ’ ὃ θεούμεθα καὶ εἰ τοῦτο γίνεται ἀρχὴ τοῦ θεοῦσθαι, τῆς οὕτω λεγομένης θεότητος ὁ πάσης ἀρχῆς ὑπεράρχιός ἐστιν ἐπέκεινα». Θεολογεῖται τοιγαροῦν ὑπὸ τῶν πατέρων ἡ θεία χάρις τοῦ ὑπὲρ αἴσθησιν φωτός, ἀλλ’ οὐ τοῦθ’ ἁπλῶς ἐστι τὴν φύσιν ὁ Θεός, οὐ φωτίζειν μόνον καὶ θεοῦν δυνάμενος τὸν νοῦν, ἀλλὰ καὶ παράγειν ἐκ μὴ ὄντων πᾶσαν νοερὰν οὐσίαν.

Εἶδες πῶς καὶ ὁρῶντες αὐτὸν ἀόρατον ἡγοῦνται κρεῖττον ἢ κατὰ τοὺς τὴν ἔξω σοφίαν περιττούς; Ἴσασι μὲν οὖν οἱ πρὸς τοῦτο θεωρίας ἀναβεβηκότες ὅτι φῶς ὁρῶσιν αἰσθήσει νοερᾷ καὶ ὅτι τὸ φῶς τοῦτο ὁ Θεός ἐστι, τῇ ἑνώσει, χάριτι λαμπρύνων ἀπορρήτως τοὺς μετέχοντας.

Ἂν δ’ ἐρωτᾷς αὐτοὺς πῶς ὁ ἀόρατος ὁρᾶται, ἀποκριθήσονταί σοι· «Οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ’ ἐν διδακτοῖς Πνεύματος ἁγίου». Ἀνενδεεῖς γάρ εἰσι καὶ τῆς ἀνθρωπίνης σοφίας οὐ δέονται, τὴν διδασκαλίαν ἔχοντες τοῦ Πνεύματος καὶ μετὰ τοῦ Ἀποστόλου ταύτην ἔχοντες τὴν καύχησιν «ὅτι ἐν ἁπλότητι καὶ εἰλικρινείᾳ καὶ χάριτι Θεοῦ, ἀλλ’ οὐκ ἐν σοφίᾳ σαρκικῇ ἀνεστράφησαν ἐν τῷ κόσμῳ». Ἀποκριθήσονταί σοι τοίνυν εὐλαβῶς ὡς «οὐκ ἐν τῇ καθ’ ἡμᾶς γνώσει περιγράφεται τὰ θεῖα, ὦ ἄνθρωπε, πολλὰ δὲ τῶν ὑφ’ ἡμῶν ἀγνοουμένων αἰτίας ἔχει θεοπρεπεῖς· πνευματικοῖς οὖν πνευματικὰ συγκρίνοντες, κατὰ τὸν αὐτὸν Ἀπόστολον, ἐκ τῆς παλαιᾶς διαθήκης τὰς τῆς καινῆς βεβαιωσόμεθα χάριτας». Διὰ τοῦτο δὲ σύγκρισιν τὴν ἐκ τῶν παλαιῶν ἀπόδειξιν ὁ Ἀπόστολος ὠνόμασεν, ἐπεὶ μετὰ τῆς ἐκεῖθεν βεβαιώσεως καὶ μείζω δείκνυται τῶν νομικῶν τὰ τῆς χάριτος δόματα. Καὶ τοίνυν ἐροῦσιν οἱ Πνεύματι καὶ ζῶντες καὶ ὁρῶντες πρὸς τοὺς ἐρωτῶντας πῶς ὁρᾶται τὸ ἀόρατον φῶς· «Ὡς καὶ ὁ θεόπτης ἐκεῖνος ἑώρακεν Ἠλίας· ὅτι γὰρ οὐκ αἰσθητῶς ἐκεῖνος εἶδεν, ἔδειξεν ἡ ἐπιτεθειμένη τῷ προσώπῳ μηλωτή· ὅτι δὲ τὸν Θεὸν ἑώρακε, τῇ μηλωτῇ τοὺς αἰσθητοὺς ἐπηλυγάσας ὀφθαλμούς, μάρτυς τε καὶ κῆρυξ ἀξιόλογος τὸ παρὰ πᾶσι τούτου τῆς ἐπωνομίας γνώρισμα· θεόπτης γάρ, μᾶλλον δὲ καὶ μεθ’ ὑπερβολῆς θεοπτικώτατος, ἀκούει παρὰ πάντων».

Κἂν αὖθις ἔρηταί τις τοὺς τοιούτους «τί δ’ ὅ φατε μυστικῶς ἐνηχεῖν ὑμῖν τὴν εὐχὴν ἐν τοῖς ἐγκάτοις καὶ τί τὸ τὴν καρδίαν συγκινοῦν», τὸν αὐτοῦ πάλιν τοῦ Ἠλιοῦ προβαλοῦνται συσσεισμόν, προοίμιον ὄντα τῆς ἐμφανοῦς νοερᾶς Θεοῦ ἐπιφανείας, καὶ τὴν «ἠχοῦσαν κοιλίαν» Ἡσαΐου.

Τῷ δὲ προσερομένῳ «τίς δὲ καὶ ἡ ἀπὸ τῆς εὐχῆς ἐγγινομένη θέρμη», τὸ πῦρ ὑποδείξουσιν, ὅ φησιν αὐτὸς αὖθις ὁ Ἠλίας, σημεῖον μὲν Θεοῦ, ὅσον οὔπω ἐμφανιζομένου, δεομένου δ’ ἔτι τῆς πρὸς αὖραν λεπτὴν μεταποιήσεως, εἰ μέλλει ἐν ἑαυτῷ τὴν θείαν δεξάμενον ἀκτῖνα τῷ προσορῶντι δείξειν τὸν ἀόρατον, καὶ αὐτὸν δὲ τὸν Ἠλίαν ὡς πῦρ τε ὄντα καὶ φαινόμενον καὶ πύρινον ἀναβαίνοντα ἅρμα μετὰ σώματος, ἀλλὰ καὶ τὸν ὡς ὑπὸ πυρὸς καιόμενον τὰ σπλάγχνα ἕτερον προφήτην, καὶ ταῦτα τοῦ λόγου τοῦ Θεοῦ ὡς πῦρ γενομένου ἐν αὐτῷ. Κἂν ἄλλο τι τῶν ἐν αὐτοῖς μυστικῶς ἐνεργουμένων ἐξετάζῃς, ἐκεῖνοι τοῖς ὁμοίοις πνευματικοῖς συγκρίνοντες, ὡς ἔφημεν, τὰ παραπλήσιά σοι δείξουσι καὶ κοινῇ πρὸς πάντα φήσουσι· «Οὐκ ἀκούεις, ἄνθρωπε, ὅτι ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος; Οὐκ ἀκούεις τοῦ Κυρίου λέγοντος ὅτι δώσει Πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτὸν ἡμέρας καὶ νυκτός;» Τίς οὖν ὁ τῶν ἀγγέλων ἄρτος; Οὐ τὸ θεῖον καὶ ὑπερουράνιον φῶς ᾧ εἴτε κατ’ ἐπιβολήν, εἴτε κατὰ παραδοχήν, ὑπὲρ νοῦν οἱ νόες ἑνοῦνται, κατὰ τὸν μέγαν Διονύσιον;

Τούτου τοίνυν τοῦ φωτὸς τὴν εἰς ἀνθρώπους ἔλλαμψιν προϋπέγραψε μὲν ὁ Θεὸς ἐπὶ τεσσαρακονταετῆ χρόνον ἄνωθεν τὸ μάννα καθιείς, ἐπλήρωσε δὲ ὁ Χριστός, τοῖς βεβαίως εἰς αὐτὸν πιστεύουσι καὶ δι’ ἔργων τὴν πίστιν ἐπιδεικνυμένοις ἐνιεὶς τὸν φωτισμὸν τοῦ Πνεύματος καὶ τὸ φωτιστικὸν αὐτοῦ σῶμα προτιθέμενος εἰς βρῶσιν· καὶ τοῦτο γὰρ ἀρραβών ἐστι τῆς ἀπορρήτου κατὰ τὸ μέλλον Ἰησοῦ κοινωνίας. Εἰ δὲ καὶ ἄλλο τι τῶν ἡμῖν ὑπὸ Χριστοῦ δεδωρημένων προϋπέγραψαν ἐκεῖνα, θαυμαστὸν οὐδέν. Ἀλλ’ ὁρᾷς ὅτι καὶ ἀπὸ τῶν συμβολικῶν ἐκείνων φωτισμῶν ἀναφαίνεται φωτισμός τις νοερὸς καὶ μυστήρια ἕτερα παρὰ τὴν γνῶσιν;

Ἐπεὶ δὲ αἰσθητὸν ἔφης λέγειν φῶς τὸ φανὲν ἐν Θαβωρίῳ τοὺς τὸ θεῖον τῆς χάριτος ἀπωθουμένους φῶς, πρῶτον μὲν ἐρωτήσομεν αὐτοὺς εἰ θεολογοῦσι τὸ περιαστράψαν τηνικαῦτα φῶς ἐν Θαβωρίῳ τοὺς τῶν μαθητῶν ἐκκρίτους.

Εἰ γὰρ μὴ θεολογοῦσιν, ἐλέγξει μὲν αὐτοὺς ὁ Πέτρος, ἐν μὲν τῷ ὄρει κατὰ Μάρκον διαγρηγορήσας καὶ ἰδὼν τὴν δόξαν Χριστοῦ, ἐν δὲ τῇ δευτέρᾳ τῶν ἐπιστολῶν αὐτὸς γράφων «ἐποπτεῦσαι τὴν μεγαλειότητα αὐτοῦ, σὺν αὐτῷ ὢν ἐν τῷ ὄρει τῷ ἁγίῳ». Ἐπιστομίσει δὲ αὐτοὺς λαμπρῶς, ὁ χρυσῇ γλώττῃ τὰ εὐαγγελικὰ κηρύγματα διασαφῶν· φησὶ γάρ· «Λαμπρότερος ἑαυτοῦ ἐφαίνετο ὁ Κύριος, τοῦ μὲν σώματος μένοντος ἐπὶ τοῦ σχήματος, τῆς δὲ θεότητος παραδειξάσης τὰς ἀκτῖνας αὐτῆς». Ἐμφράξει δὲ αὐτῶν τελέως τὰ στόματα Διονύσιος ὁ μέγας, «θεοφάνειαν» αὐτὸ καὶ «θεοπτίαν» σαφῶς ἀποκαλῶν, πρὸς δὲ καὶ Γρηγόριος ὁ τῆς θεολογίας ἐπώνυμος, «φῶς» λέγων «ἡ παραδειχθεῖσα θεότης ἐπὶ τοῦ ὄρους τοῖς μαθηταῖς», σὺν πολλοῖς δὲ ἑτέροις καὶ Συμεών, ὁ τὰς πολιτείας πάντων σχεδὸν ἁγίων καλλιεπείᾳ κοσμήσας, γράφων τὸν διαφερόντως ἠγαπημένον τῷ Χριστῷ θεολόγον «αὐτὴν τὴν τοῦ Λόγου θεότητα παραγυμνωθεῖσαν» ἐπ’ ὄρους «ἰδεῖν». Εἰ δὲ τῇ ἀληθείᾳ καὶ τοῖς τῆς ἀληθείας ὑποφήταις συνωδὰ «θεῖον» καὶ «Θεοῦ φῶς» προσαγορεύουσι τὸ ὀφθὲν ἐκεῖνο φῶς, συνομολογήσουσιν ἐξ ἀνάγκης ὡς φῶς εἶναι τὴν τοῦ Θεοῦ τελεωτάτην θέαν. Διὸ καὶ Μωϋσῆς οὕτως ἑώρακεν αὐτόν, καὶ μικροῦ τῶν προφητῶν ἁπάντων ἕκαστος, καὶ μάλιστα οἷς ὕπαρ, ἀλλ’ οὐκ ὄναρ ὤφθη. Συμβολικὰ δ’ ὅμως ἅπαντ’ ἔστω τὰ ἱερὰ θεάματα ἐκείνων καὶ τοιαῦτα οἷά περ βούλοιντ’ ἂν οἱ ἀντιλέγοντες ἡμῖν.

Ἀλλ’ οὐχὶ καὶ ἡ τοῖς ἀποστόλοις ἐν Θαβὼρ ἀποκαλυφθεῖσα ὄψις τοιοῦτο συμβολικὸν ὑπῆρχε φῶς, ὡς γίνεσθαι καὶ ἀπογίνεσθαι. Τῆς γὰρ μελλούσης δευτέρας τοῦ Χριστοῦ παρουσίας ἔχει τὸ ἀξίωμα καὶ τοῦτ’ αὐτὸ περιαυγάζον διηνεκῶς ἔσται τοὺς ἀξίους κατὰ τὸν ἄληκτον αἰῶνα, ὡς ὁ θεσπέσιος ἔφη Διονύσιος, διὸ καὶ προοίμιον ἐκείνης ταύτην ὁ μέγας εἴρηκε Βασίλειος, ὁ δὲ Κύριος «βασιλείαν» ταύτην ἐν εὐαγγελίοις ὀνομάζει «τοῦ Θεοῦ».

Τί τοίνυν ἐγκαλοῦσι τοῖς λέγουσιν ὅτι ὡς φῶς ἀπορρήτως ὁρῶσι τὸν Θεὸν οἱ ἅγιοι, εἰ ὡς φῶς ἡ θέα αὐτοῦ καὶ νῦν κἀν τῷ μέλλοντι αἰῶνι; Ἆρ’ ὅτι μὴ αἰσθητὸν τοῦτο λέγουσιν, ἀλλὰ «νοερόν», ὡς καὶ Σολομὼν τὸ ἅγιον ὀνομάζει Πνεῦμα; Καὶ μὴν αὐτοί εἰσιν οἱ συκοφαντοῦντες λέγειν τοὺς τοιούτους αἰσθητὸν φῶς κατὰ τὴν προσευχὴν θεᾶσθαι καὶ κατηγοροῦντες πάντων τῶν αἰσθητόν τι τῶν θείων λεγόντων χαρισμάτων. Πῶς οὖν, ἑαυτῶν ἐπιλαθόμενοι, τοὺς μὴ αἰσθητὸν τὸ φῶς τὸ θεῖον λέγοντας κατηγορεῖσθαι οἴονται ἀξίους; Ὁρᾷς τὸ ἀβέβαιον καὶ εὐπερίστατον αὐτῶν;

Δεινοὶ γάρ εἰσιν ὡς ἔοικε κακῶς λέγειν, ἀλλ’ οὐχὶ καλόν τι συνορᾶν. Οὐ μὴν ἀλλὰ καὶ τοῦτ’ εἰπόντων οἱ τῆς παλαιᾶς καὶ καινῆς φωτοφανείας ἀκριβεῖς ἐξηγηταί· εἰ ζῶον ἄλογον ἐτύγχανε τότε παρὸν ἐπὶ τοῦ ὄρους, ἆρ’ ἂν ᾔσθετο τοῦ τὸν ἥλιον ὑπερλάμψαντος ἐκείνου φέγγους; Οὐκ ἔγωγε οἶμαι· καὶ γὰρ οὐδὲ τῆς περιλαμψάσης δόξης Κυρίου τοὺς ποιμένας ἐπὶ τῇ τοῦ Χριστοῦ γεννήσει αἰσθέσθαι γέγραπται τὰ ποίμνια.

Πῶς τοίνυν αἰσθητὸν φῶς ὃ τοῖς τὰ αἰσθητὰ ὁρῶσι τῶν ἀλόγων ζώων οὐχ ὁρᾶται ὄμμασι, παροῦσι καὶ ἀνεῳγμένοις ἐπιλάμπον; Εἰ δὲ τοῖς ἀνθρωπίνοις αἰσθητικοῖς ὄμμασιν ὡράθη, κατὰ τοῦτ’ ἄρ’ ἑωράκασιν αὐτό, καθ’ ὃ τῶν ἀλόγων ὄψεων διενηνόχασι. Τί δὴ τοῦτό ἐστι; Τί γε ἄλλο ἢ τὸ δι’ ἀνθρωπίνων ὄψεων τὸν νοῦν ὁρᾶν; Εἰ δὲ μὴ τῇ αἰσθητικῇ δυνάμει, τάχα γὰρ ἂν καὶ τὰ ἄλογα ἑώρων, ἀλλὰ τῇ διὰ τῆς αἰσθήσεως ἀντιλαμβανομένῃ νοητικῇ δυνάμει, μᾶλλον δὲ οὐδὲ ταύτῃ, πᾶς γὰρ ἂν εἶδεν ὀφθαλμός, μάλιστα δὲ οἱ πλησιόχωροι, λάμψαν ὑπὲρ ἥλιον· εἰ τοίνυν μηδὲ ταύτῃ κυρίως τὸ φῶς ἐκεῖνο εἶδον, οὐκ ἄρ’ οὐδὲ τὸ φῶς τοῦτο κυρίως αἰσθητόν. Καὶ μὴν οὐδὲν αἰσθητὸν ἀΐδιον· τὸ δὲ τῆς θεότητος φῶς, ὃ καὶ δόξα τοῦ Θεοῦ καλεῖται πολλαχοῦ, προαιώνιόν τε καὶ ἀτελεύτητόν ἐστιν. Οὐκ ἄρα αἰσθητόν.

Εἰ δὲ μὴ αἰσθητόν, εἰ καὶ ὀφθαλμοῖς λαβεῖν αὐτὸ οἱ ἀπόστολοι κατηξιώθησαν, ἀλλ’ ἑτέρᾳ τινὶ δυνάμει, καὶ οὐχὶ τῇ αἰσθητικῇ· διὸ καὶ τὴν λαμπρότητα τοῦ προσώπου Ἰησοῦ ἄρρητον καὶ ἀπρόσιτον καὶ ἄχρονον οἱ θεολόγοι πάντες λέγουσιν, ὡς ἀπόρρητόν τι οὖσαν, ἀλλ’ οὐκ αἰσθητὴν κυρίως, ὥσπερ καὶ τὸ φῶς, ὃ καὶ τῶν ἁγίων ἐστὶ τόπος μετὰ τὴν ἐνθένδε ἐκδημίαν κατὰ τὰς ἐν οὐρανῷ λήξεις, ὅπου τὸ φῶς, οὗ καὶ προοίμιον αὕτη ἡ λαμπρότης ἦν καὶ ἐν ἀρραβῶνος μέρει τοῖς ἁγίοις δέδοται ἐνταῦθα· εἰ γὰρ καὶ φωτωνυμικῶς καλεῖται ταῦτα πάντα καὶ δοκεῖ αἰσθήσει ὑποπίπτειν παραδόξως ἔστιν ὅτε, ἀλλὰ καὶ νοῦ ὑψηλότερά ἐστι καὶ τῆς καθ’ ἑαυτὰ ἀληθείας ἀποδεούσας ἔχει τὰς ἐπωνυμίας, πῶς οὖν αἰσθητὰ κυρίως; Καὶ μὴν ὑπὲρ τῶν κεκοιμημένων εὐχὰς ἱερὰς ποιούμενοι, «κατάταξον αὐτῶν τὰς ψυχάς» πρὸς τὴν θεαρχικὴν ἐκτενῶς βοῶμεν ἀγαθότητα «ἐν τόπῳ φωτεινῷ». Τίς οὖν χρεία ταῖς ψυχαῖς τοῦ αἰσθητοῦ φωτός; Τίς δ’ ἄρ’ ἀνία ταύταις κἀκ τοῦ ἐναντίου μέν, αἰσθητοῦ δ’ ὁμοίως σκότους;

Ὁρᾷς ὡς οὐδὲν τῶν τοιούτων κυρίως αἰσθητόν; Ὅτι δ’ οὐδὲ ἁπλῶς ἄγνοια ἢ γνῶσις ταῦτα, πρότερον ἐδείξαμεν, ἡνίκα καὶ περὶ τοῦ ἡτοιμασμένου σκοτεινοῦ πυρὸς τῷ δαιμονίῳ φύλῳ ὑπεμνήσαμεν. Ἐχρῆν οὖν καὶ περὶ τῆς ἐν Θαβὼρ ἀπορρήτου Ἰησοῦ φωτοφανείας, μὴ λογισμοῖς δειλοῖς, ἀνθρωπίνοις δηλονότι, καὶ ἐπισφαλέσιν ἐπινοίαις ἀποφαίνεσθαι, ἀλλὰ πειθαρχεῖν ταῖς πατρικαῖς φωναῖς καὶ τὴν ἐν καθαρότητι καρδίας ἀκριβῆ διὰ τῆς πείρας ἀναμένειν εἴδησιν. Αὕτη γὰρ τὴν πρὸς τὸ φῶς ἐκεῖνο ἕνωσιν ἱερουργοῦσα, μυστικῶς ἐκδιδάσκει τοὺς εὐμοιρηκότας ὅτι τὸ φῶς τοῦτο τῶν ὄντων ἐστὶν οὐδέν, ὡς τὰ ὄντα πάντα ὑπερέχον.

Πῶς οὖν τὸ ὑπὲρ τὰ ὄντα πάντα αἰσθητόν; Τί δὲ τῶν αἰσθητῶν οὐ κτίσμα; Πῶς δὲ κτίσμα ἡ λαμπρότης τοῦ Θεοῦ; Οὐκ ἄρα αἰσθητὴ κυρίως. Ὁ δὲ μέγας Μακάριος «ὅταν ἡ ψυχή» φησι «φόβῳ καὶ ἀγάπῃ καὶ αἰσχύνῃ, ὡς καὶ ὁ ἄσωτος υἱός, ἐπιστρέψῃ πρὸς τὸν ἴδιον δεσπότην καὶ πατέρα Θεόν, προσδέχεται αὐτήν, μὴ λογιζόμενος τὰ παραπτώματα αὐτῆς, καὶ δίδωσιν αὐτῇ στολὴν δόξης, τοῦ φωτὸς τοῦ Χριστοῦ».

Τίς δ’ ἄλλη δόξα καὶ φῶς ἐστι Χριστοῦ ἢ ἥνπερ διαγρηγορήσας εἶδεν ὁ Πέτρος «σὺν αὐτῷ ὢν ἐν τῷ ὄρει τῷ ἁγίῳ»; Πῶς οὖν στολὴ ψυχῆς τοῦτο γίνοιτ’ ἄν, εἴπερ αἰσθητόν; Ἀλλαχοῦ δ’ ὁ αὐτὸς θεολόγος «ἐπουράνιόν» φησι «τουτὶ τὸ φῶς». Τί τοίνυν ἐπουράνιον τῶν αἰσθητῶν; Ἀλλαχοῦ δ’ αὖ «τὸ φύραμα τῆς ἀνθρωπίνης φύσεως, ὅπερ ὁ Κύριος ἀνέλαβεν, ἐκάθισέ» φησιν «ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν οὐρανοῖς, πλῆρες δόξης, οὐκέτι μόνῳ τῷ προσώπῳ, ὡς ὁ Μωϋσῆς, ἀλλ’ ὅλῳ τῷ σώματι». Ἆρ’ οὖν ἐκεῖ μάτην φαίνει, μηδενὸς ἀντιλαμβανομένου τοῦ φωτὸς ἐκείνου;

Μάτην γάρ, εἴπερ αἰσθητόν. Ἢ τοῦτό ἐστιν ὡς ἀληθῶς ἡ τῶν πνευμάτων τροφή, τῶν τε ἀγγέλων καὶ τῶν δικαίων; Διὸ καὶ προσευχόμενοί φαμεν ὑπὲρ τῶν κεκοιμημένων πρὸς Χριστόν· «κατατάξαι τὰς ψυχὰς αὐτῶν ἔνθα ἐπισκοπεῖ τὸ φῶς τοῦ προσώπου αὐτοῦ». Πῶς οὖν ἀπολαύσονται ψυχαί, πῶς δὲ καὶ ὅλως ἐνσκηνώσουσιν αἰσθητῶς ἐπιλάμποντι φωτί; Ὁ δὲ μέγας Βασίλειος τοὺς τηνικαῦτα καθαροὺς τὴν καρδίαν, κατὰ τὴν διὰ σαρκὸς δεσποτικὴν ἐπιφάνειαν, «ὁρᾶν» φησι «διηνεκῶς τὴν δύναμιν ταύτην ἐκ τοῦ προσκυνητοῦ διαυγάζουσαν σώματος». Πῶς οὖν αἰσθητὸν φῶς, τὸ διὰ καθαρότητος τῆς καρδίας ὁρώμενον; «Χριστὸς δ’ ἐνὶ σκοπιῇ σέλας ἄπλετον εἴδεος ἧκε», κατὰ τὸν θεῖον ᾠδικὸν Κοσμᾶν. Πῶς οὖν ἄπλετον εἴπερ αἰσθητόν;

Στέφανος δέ, ὁ μετὰ Χριστὸν ὑπὲρ Χριστοῦ πρῶτος μαρτυρήσας, «ἀτενίσας εἶδε τοὺς οὐρανοὺς ἀνεῳγμένους καὶ δόξαν ἐν αὐτοῖς Θεοῦ καὶ τὸν Χριστὸν ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ». Ἔστι τοίνυν αἰσθητικὴν δύναμιν μέχρις αὐτῶν φθάνειν τῶν ὑπερουρανίων; Ἀλλὰ μὴν οὗτος κάτωθεν ἐκεῖσε ἀπὸ γῆς ἑώρα, καὶ τὸ μεῖζον, ὡς οὐ τὸν Χριστὸν μόνον, ἀλλὰ καὶ τὸν αὐτοῦ Πατέρα. Πῶς γὰρ ἂν ἐκ δεξιῶν αὐτοῦ ἑώρα τὸν Υἱόν, εἰ μὴ καὶ αὐτὸν ἐκεῖνον ἔβλεπεν;

Ὁρᾷς ὅτι ὁρᾶται ὁ ἀόρατος ὑπὸ τῶν κεκαθαρμένων τὴν καρδίαν, ἀλλ’ οὐκ αἰσθητῶς, οὐδὲ νοητῶς, οὐδὲ ἀφαιρεματικῶς, ἀλλ’ ἀρρήτῳ τινὶ δυνάμει; Τὸ μὲν γὰρ τοῦ ὕψους ὑπερβάλλον καὶ ἡ δόξα τοῦ Πατρὸς οὐδαμῶς προσίεται τὴν αἴσθησιν. Συμβολικὴ δ’ ἡ στάσις ἦν, ἀλλ’ οὐχ ἡ ὅρασις.

Ἀλλὰ καὶ αὐτὴ ἡ ἐκ δεξιῶν στάσις, καίτοι σύμβολον οὖσα τοῦ παγίου καὶ ἀναλλοιώτου καὶ τῆς μονιμωτάτης τῆς θείας φύσεως ἱδρύσεως, ὃ ἦν ἐκείνη, τοῦτο καὶ ἀρρήτως ἑωρᾶτο. Οὐ γὰρ ὑπεκρίνετο τὴν ἐκ δεξιῶν στάσιν ὁ μονογενής, ἵνα τι δείξῃ διὰ τούτου ἕτερον, ἀλλ’ ἀεὶ ὢν τοῦ Πατρὸς ἐκ δεξιῶν, τὴν οἰκείαν δόξαν εὐδόκησεν ἀποκαλύψαι ἔτι ὄντι ἐν σαρκί, τῷ καὶ τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῆς ἐκείνου δόξης προεμένῳ.

Ἀφαιρεματικῶς δὲ οὐκ ἔνι τι ὁρᾶν, οὐδὲ νοεῖν· ἐκεῖνος δὲ ἑώρα δόξαν Θεοῦ. Νοητὴ δ’ εἴπερ ἦν ἡ ὅρασις ἐκείνη ἢ κατ’ αἰτίαν ἢ κατὰ ἀναλογίαν, καὶ ἡμεῖς λοιπὸν ὁμοίως βλέπομεν ἐκείνῳ, καὶ γὰρ καὶ ἡμεῖς ἀναλογιζόμεθα τὴν ἐν οὐρανοῖς ἐκ δεξιῶν τῆς μεγαλειότητος στάσιν καὶ καθέδραν τοῦ ἐνανθρωπήσαντος Θεοῦ. Πῶς δὲ καὶ μὴ πρότερον καὶ ἀεὶ διενοεῖτο τοῦτο ὁ τοῦ εὐαγγελίου μαθητής, ἀλλὰ τότ’ ἐνόησεν αὐτό; «Ἰδοὺ» γάρ φησι «βλέπω τοὺς οὐρανοὺς ἀνεῳγότας καὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ Θεοῦ». Τίς δὲ καὶ χρεία ἦν, αὐτόν τε «ἀτενίσαι εἰς τὸν οὐρανὸν» καὶ τοὺς οὐρανοὺς «διανοιγῆναι», εἰ γνῶσις ἦν ἡ ὅρασις μόνη, νοητῶς προσγινομένη; Πῶς οὖν ἑώρακε ταῦθ’ ὁ πρωτόμαρτυς ἐκεῖνος, εἰ μήτε νοητῶς εἶδε, μήτε αἰσθητῶς, μήτ’ ἐξ ἀποφάσεως, μήτε κατ’ αἰτίαν ἢ ἀναλογίαν διανοούμενος τὰ θεῖα; Ἐγώ σοι παρρησίᾳ ἐρῶ· πνευματικῶς, ὡς καὶ τοὺς τὸ ἀκήρατον φῶς δι’ ἀποκαλύψεως ὁρῶντας εἶπον, ὃ καὶ πολλοὶ τῶν πατέρων πρότερον ἐξεῖπον. Τοῦτο γοῦν καὶ αὐτὸς ὁ θεῖος ἐδίδαξε Λουκᾶς εἰπών· «Ὑπάρχων δὲ Στέφανος πλήρης πίστεως καὶ Πνεύματος ἁγίου, ἀτενίσας εἰς τοὺς οὐρανοὺς εἶδε δόξαν Θεοῦ». Καὶ σὺ τοίνυν, ἂν πλήρης πίστεως καὶ Πνεύματος ἁγίου καταστῇς, τὰ καὶ νῷ ἀόρατα πνευματικῶς θεάσῃ· εἰ δὲ κενὸς εἶ παντάπασι τῆς πίστεως, οὐδὲ τοῖς μαρτυροῦσιν ὃ ἑωράκασι πιστεύσεις.

Πίστιν γὰρ ἔχων μετρίαν γοῦν εὐλαβῶς ἀκούσῃ τῶν διηγουμένων κατὰ τὸ ἐγχωροῦν ἐκ τῆς πείρας τὰ ἀπόρρητα, μήτε πρὸς τὰ αἰσθητὰ ταῦτα κατασπῶν ἢ τὰ νοητά, εἰ καὶ ὁμωνύμως λέγονται, καὶ οὕτω κατὰ τῆς ἀληθείας ἀγωνιζόμενος ὡς πλάνης, μήτε τὴν ἡμῖν δεδομένην ἀθετῶν ἀπόρρητον χάριν τοῦ Θεοῦ.

Τοιοῦτον γάρ τί ἐστι καὶ ἡ «ἐξαιρέτως ἀληθὴς» ὑπὸ τῶν πατέρων ὀνομαζομένη θεωρία καὶ ἡ τῆς εὐχῆς ἐγκάρδιος ἐνέργεια καὶ ἡ ἐξ αὐτῆς πνευματικὴ θέρμη τε καὶ ἡδονὴ καὶ τὸ ἐκ τῆς χάριτος θυμῆρες δάκρυον. Τὰ γὰρ τούτων αἴτια νοερᾷ κυρίως καταλαμβάνεται αἰσθήσει. Λέγω δὲ αἰσθήσει, διὰ τὸ τρανὸν καὶ ἐναργὲς καὶ ἀπλανὲς πάντῃ καὶ ἀφάνταστον τῆς καταλήψεως, καὶ πρὸς τούτοις ὅτι καὶ τὸ σῶμα μεταλαμβάνει πως τῆς κατὰ νοῦν ἐνεργουμένης χάριτος καὶ μεταρρυθμίζεται πρὸς ταύτην καὶ λαμβάνει τινὰ συναίσθησιν αὐτὸ τοῦ κατὰ ψυχὴν ἀπορρήτου μυστηρίου, καὶ τοῖς ἔξωθεν αἰσθητῶς κατὰ τὸν καιρὸν ἐκεῖνον βλέπουσι τοὺς κεκτημένους αἴσθησίν τινα παρέχει τῶν ἐν αὐτοῖς ἐνεργουμένων.

Οὕτω Μωσέως ἔλαμψε τὸ πρόσωπον, τῆς ἐντὸς λαμπρότητος τοῦ νοῦ κἀπὶ τὸ σῶμα περικεχυμένης, καὶ τοσοῦτον ἔλαμψεν ὡς μηδὲ τοὺς αἰσθητῶς προσβλέποντας αὐτῷ πρὸς τὴν περιουσίαν τῆς αὐγῆς ἐκείνης ἀτενίζειν ἔχειν.

Οὕτως ὤφθη τὸ αἰσθητὸν πρόσωπον Στεφάνου, ὡσεὶ πρόσωπον ἀγγέλου· καὶ γὰρ ἔνδοθεν αὐτῷ ὁ νοῦς ἀγγελομιμήτως τε καὶ ἀγγελοπρεπῶς, εἴτε κατ’ ἐπιβολὴν εἴτε κατὰ παραδοχὴν ἑνούμενος τῷ ὑπερανῳκισμένῳ τοῦ παντὸς φωτὶ κατὰ μέθεξιν ἀπόρρητον, ἀγγελοειδὴς ἐγίγνετο. Οὕτως ἡ Αἰγυπτία, μᾶλλον δ’ οὐρανία, Μαρία μετέωρος γέγονε καὶ τὸ σῶμα εὐχομένη τοπικῶς καὶ αἰσθητῶς, καὶ γάρ, ὑψουμένου τοῦ νοῦ, συνανυψώθῃ καὶ τὸ σῶμα, καὶ τῆς γῆς ἀπαναστὰν ὤφθη ἐναέριον.

Οὕτω τῆς ψυχῆς ἐνθουσιώσης καὶ οἱονεὶ συγκινουμένης τῷ ἀσχέτῳ ἔρωτι τοῦ μόνου ἐφετοῦ καὶ ἡ καρδία συγκινεῖται, σκιρτήμασι πνευματικοῖς τὴν κοινωνίαν τῆς χάριτος ἐνδεικνυμένη καὶ ὥσπερ ἐνθένδε ὁρμωμένη πρὸς τὴν μετὰ σώματος ἐν νεφέλαις κατὰ τὸ ἐπηγγελμένον τοῦ Κυρίου ὑπαντήν. Οὕτως ἐν τῇ συντόνῳ προσευχῇ, τοῦ νοητοῦ πυρὸς ἀναφανέντος καὶ τῆς νοητῆς λαμπάδος ἀναφθείσης καὶ εἰς μετέωρον φλόγα διὰ πνευματικῆς θεωρίας τοῦ νοῦ τὸν πόθον ἀνεγείραντος, καὶ τὸ σῶμα παραδόξως κουφίζεταί τε καὶ διαθερμαίνεται, ὡς ἀπὸ πυρὸς αἰσθητῆς καμίνου τοῖς ὁρῶσιν ἐξιέναι δοκεῖν, κατὰ τὸν συγγραφέα τῆς πνευματικῆς ἀναβάσεως. Ἐμὲ δὲ καὶ ὁ κατὰ τὴν προσευχὴν ἱδρὼς Χριστοῦ τὴν ἐγγινομένην αἰσθητὴν τῷ σώματι διδάσκει θέρμην ἐκ μόνης τῆς ἐκτενοῦς πρὸς τὸν Θεὸν δεήσεως. Τί δὴ πρὸς ταύτην φήσουσιν οἱ δαιμονιώδη τὴν ἐκ προσευχῆς ἀποφαινόμενοι θέρμην; Ἢ καὶ τοῦτο διδάξουσι μὴ ἐναγωνίως, μηδ’ ἐκτενῶς προσεύχεσθαι, ἵνα μή, κατὰ λόγον τοῦ κατὰ ψυχὴν ἀγῶνος, καὶ τὸ σῶμα τὴν ἀπηγορευμένην αὐτοῖς ἐπιδέξηται θέρμην; Ἀλλ’ οὗτοι μὲν ἔστωσαν διδάσκαλοι τῆς μὴ πρὸς Θεὸν ἢ τὸ θεομίμητον φερούσης, μηδὲ μετασκευαζούσης πρὸς τὸ κρεῖττον τὸν ἄνθρωπον εὐχῆς.

Ἡμεῖς δ’ ἴσμεν ὡς καὶ τὴν ἡδονήν, πρὸς ἣν φεῦ ηὐτομολήσαμεν τῆς ἐντολῆς ἀφηνιάσαντες, διὰ τῆς ἑκουσίου κατὰ τὴν ἐγκράτειαν ὀδύνης ἀπωθούμενοι, κατὰ τὴν προσευχὴν αἰσθήσει νοερᾷ γενόμεθα τῆς θείας καὶ ἀμιγοῦς ὀδύνης ἡδονῆς, ἧς θαυμασίως καὶ τὸ σῶμα πρὸς τὸν ἀπαθῆ καὶ θεῖον ἔρωτα μετασκευασαμένης, ὁ ἐν πείρᾳ γεγονὼς βοᾷ πρὸς τὸν Θεὸν ὡς «γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου» καὶ ὡς «ἐκ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου καὶ χείλει ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου». Μεθ’ ἣν καὶ δι’ ἧς οἱ ἀναβάσεις ἐν καρδίᾳ διατιθέμενοι τῆς «θεοειδοῦς ῥαστώνης» καὶ ἀγγελικῆς «εὐπαθείας» ἐν μεθέξει γίνονται, «κατὰ τὰς θεουργοὺς τῶν θείων ἐλλάμψεων ἐπιφοιτήσεις», ὡς Διονύσιος ὁ μέγας εἶπεν.

Εἰ δὲ καὶ τὸ κατὰ Θεὸν καθάρσιον πένθος οὐκ ἐπὶ τὴν ψυχὴν μόνον τελεῖται τῶν ἀγωνιζομένων, ἀλλ’ ἀπὸ ταύτης καὶ ἐπὶ τὸ σῶμα καὶ τὴν κατὰ σῶμα διαβαίνει αἴσθησιν, καὶ δεῖγμα τούτου ἐναργὲς τὸ κατώδυνον τοῖς ἐφ’ ἁμαρτήμασι πενθοῦσι δάκρυον, διατί μὴ καὶ τὰ τῆς κατὰ Πνεῦμα θείας ἡδονῆς τεκμήρια, ταῖς χωρούσαις τοῦ σώματος αἰσθήσεσιν ἐνσημαινόμενα, εὐλαβῶς παραδεξαίμεθα; Τί δὲ καὶ ὁ Κύριος, οὐ διὰ τοῦτο «μακαρίζει τοὺς πενθοῦντας», ἐπειδὴ «παρακληθήσονται», τουτέστι τὴν χαράν, τὸν καρπὸν ἐν ἑαυτοῖς ἕξουσι τοῦ Πνεύματος; Ἀλλὰ τῆς παρακλήσεως ταύτης καὶ τὸ σῶμα μεταλαγχάνει πολυτρόπως, ὧν τοὺς μὲν ἴσασιν οἱ ἐν πείρᾳ γεγονότες, οἱ δὲ καὶ τοῖς ἔξωθεν ὁρῶσι δῆλοι τὸ προσηνὲς ἦθος, τὸ γλυκὺ δάκρυον, ἡ χαρίτων γέμουσα τοῖς προσιοῦσιν ἔντευξις, κατὰ τὸν ἐν ᾌσμασιν εἰπόντα· «Κηρία μέλιτος ἀπὸ στόματός σου στάζουσι, νύμφη». Λαμβάνει γὰρ οὐχ ἡ ψυχὴ μόνον τὸν ἀρραβῶνα τῶν μελλόντων ἀγαθῶν, ἀλλὰ καὶ τὸ σῶμα τὸ συνδιανύον τὸν πρὸς ταῦτα τοῦ εὐαγγελίου δρόμον. Ὁ δὲ μὴ τοῦτο λέγων καὶ τὴν ἐν τῷ μέλλοντι αἰῶνι μετὰ σώματος ἀπαναίνεται διαγωγήν. Εἰ δὲ καὶ τὸ σῶμα συμμεθέξει τότε τῶν ἀπορρήτων ἐκείνων ἀγαθῶν, καὶ νῦν δήπου συμμεθέξει καταλλήλως ἑαυτῷ τῆς ἐνδιδομένης πρὸς Θεοῦ χάριτος τῷ νῷ.

Διὰ ταῦτα γοῦν αἰσθήσει καταλαμβάνεσθαί φαμεν αὐτά, προστίθεμεν δὲ τὸ «νοερᾷ», διά τε τὸ ὑπὲρ αἴσθησιν εἶναι ταῦτα φυσικὴν καὶ διὰ τὸ πρώτως τὸν νοῦν εἶναι τούτων δεκτικὸν καὶ διὰ τὴν πρὸς τὸν πρῶτον νοῦν ἀνάτασιν τοῦ ἡμετέρου νοῦ, οὗ κατὰ τὸ ἐγχωροῦν μεταλαγχάνων θείως, αὐτός τε καὶ δι’ αὐτοῦ τὸ συνημμένον σῶμα πρὸς τὸ θειότερον μετασκευάζεται, δεικνὺς ἐντεῦθεν καὶ προοιμιαζόμενος τὴν ὑπὸ τοῦ Πνεύματος ἐπὶ τοῦ μέλλοντος αἰῶνος τῆς σαρκὸς κατάποσιν. Οὐ γὰρ οἱ ὀφθαλμοὶ τοῦ σώματος, ἀλλ’ οἱ τῆς ψυχῆς, τὴν ὁρῶσαν ταῦτα δύναμιν τοῦ Πνεύματος λαμβάνουσι· διὰ ταῦτα νοερὰν αὐτὴν καλοῦμεν, ὑπὲρ νοερὰν οὖσαν.

Πρὸς δὲ τούτοις, ὡς ἂν καὶ τῶν ἀκουόντων τὴν διάνοιαν ἀπείρξωμεν τοῦ μὴ προσύλους καὶ σωματικὰς οἴεσθαι τὰς πνευματικὰς καὶ ἀπορρήτους ἐνεργείας ταύτας, ὅπερ καὶ οὗτοι πεπόνθασιν ἀρτίως, οἳ βεβήλοις καὶ ἀνιέροις ἀκοαῖς καὶ διανοίᾳ πιστεύειν οὐκ εἰδυίᾳ καὶ στοιχεῖν ταῖς πατρικαῖς φωναῖς, ἀνοσίως τὰ τῶν ὁσίων ἐκλαβόμενοι, κατεπάτησάν τε ταῦτα καὶ τοὺς ταῦτα τούτοις προδείξαντας διέρρηξαν, οὐ πειθόμενοι τῷ μεγάλῳ Μακαρίῳ, ἴσως δὲ μηδὲ πυθόμενοι αὐτοῦ λέγοντος· «Ἄψαυστά ἐστι τοῖς ἀπείροις τὰ πνευματικά· ψυχῇ δὲ ἁγίᾳ καὶ πιστῇ πρὸς κατάληψιν ἔρχεται ἡ τοῦ ἁγίου Πνεύματος κοινωνία, καὶ οἱ ἐπουράνιοι τοῦ Πνεύματος θησαυροὶ τῷ πείρᾳ παραλαβόντι μόνῳ γίνονται καταφανεῖς· ἀμυήτῳ δὲ οὐδὲ ἐννοῆσαι δυνατὸν τὸ παράπαν». Εὐλαβῶς τοίνυν φησὶ περὶ αὐτῶν· ἄκουε, μέχρις ἂν καὶ σοὶ γένοιτο πιστεύοντι καταξιωθῆναι τούτων τυχεῖν· τότε γὰρ εἴσῃ αὐτῇ πείρᾳ τῶν τῆς ψυχῆς ὀφθαλμῶν οἵων ἀγαθῶν καὶ μυστηρίων ψυχαὶ χριστιανῶν κἀνταῦθα κοινωνεῖν δύνανται. Ὀφθαλμοὺς δὲ ψυχῆς ἀκούων αὐτῇ πείρᾳ γινώσκοντας τοὺς ἐπουρανίους θησαυρούς, μὴ τὴν διάνοιαν νομίσῃς. Αὕτη γὰρ καὶ τὰ αἰσθητὰ καὶ τὰ νοερὰ ἐπίσης διανοητὰ δι’ ἑαυτῆς ποιεῖ.

Καθάπερ δὲ ἣν οὔπω εἶδες πόλιν, εἰ διανοῇ περὶ αὐτῆς, οὐ τῷ διανοεῖσθαι ταύτην ἐν πείρᾳ γέγονας αὐτῆς, οὕτω καὶ περὶ Θεοῦ καὶ τῶν θείων, οὐ τῷ διανοεῖσθαι ταῦτα καὶ θεολογεῖν ἐν πείρᾳ τούτων γίνῃ. Καὶ καθάπερ χρυσόν, εἰ μὴ αἰσθητῶς κτήσῃ καὶ αἰσθητῶς ἔχεις ταῖν χεροῖν καὶ αἰσθητῶς ὁρᾷς, κἂν μυριάκις νόημα χρυσοῦ ἐν διανοίᾳ λάβῃς, ἥκιστα κατέχεις ἢ ὁρᾷς ἢ κέκτησαι χρυσόν, οὕτω κἂν μυριάκις περὶ τῶν θείων θησαυρῶν διανοήσῃ, μὴ πάθῃς δὲ τὰ θεῖα, μηδὲ ἴδῃς τοῖς νοεροῖς καὶ ὑπεράνω τῆς διανοίας ὀφθαλμοῖς, οὔτε ὁρᾷς, οὔτε ἔχεις, οὔτε κέκτησαί τι τῶν θείων ἀληθῶς. Νοεροῖς δὲ εἶπον ὀφθαλμοῖς, ὡς αὐτοῖς ἐγγινομένης τῆς τοῦ Πνεύματος δυνάμεως, δι’ ἧς ὁρᾶται ταῦτα, ἐπεὶ καὶ ὑπὲρ τοὺς νοεροὺς ὀφθαλμούς ἐστι τὸ πανίερον ἐκεῖνο θέαμα τοῦ θειοτάτου καὶ ὑπερφαοῦς φωτός.

Διὸ καὶ ὁ Κύριος οὐ πάντας, ἀλλὰ τοὺς ἐκκρίτους, πρὸς τὴν ἐν Θαβὼρ γεγενημένην ἄρρητον καὶ ἀόρατον αἰσθητικῇ δυνάμει, πνευματικὴν ἐκείνην, συνεκάλεσεν ὄψιν. Εἰ γὰρ καὶ ὁ ἐξ Ἀρείου πάγου Διονύσιος ὁ μέγας, ἐν τῷ μέλλοντι αἰῶνι «τῇ μὲν ὁρατῇ» φησι «Χριστοῦ θεοφανείᾳ» περιαυγάζεσθαι ἡμᾶς, «ὡς τοὺς μαθητὰς ἐν τῇ μεταμορφώσει, τῆς δὲ νοητῆς φωτοδοσίας ἐν ἀπαθεῖ καὶ ἀΰλῳ τῷ νῷ μετέχειν, καὶ τῆς ὑπὲρ νοῦν ἑνώσεως ἐν θειοτέρᾳ μιμήσει τῶν ὑπερουρανίων νόων», ἀλλ’ οὐδ’ οὕτως ἡμεῖς οὕτως αἰσθητὴν ὑποληψόμεθα τὴν ἐκ τοῦ προσκυνητοῦ ἐκείνου σώματος ἀπαστράπτουσαν αὐγὴν ὡς αἰσθητηρίοις ἀντιληπτὴν εἶναι, μὴ δυνάμει λογικῆς ψυχῆς ἀντιλαμβανομένοις, ἣ μόνη δύναμις δεκτική ἐστι τῆς τοῦ Πνεύματος δυνάμεως, δι’ ἧς τὸ φῶς τῆς χάριτος ὁρᾶται. Ἡ δὲ μὴ διὰ τοιούτων αἰσθητηρίων αἰσθητή, οὐδὲ αἰσθητὴ κυρίως. Καὶ αὐτὸς δὲ ὁ ἅγιος τοῦτ’ ἐκεῖ τοῖς νοῦν ἔχουσιν ὑπέδειξεν. Ἐπεὶ γὰρ ἐν τῷ μέλλοντι αἰῶνι περιαυγάζεσθαί φησιν ἡμᾶς τούτῳ τῷ φωτί, ὅπου μήτε φωτός, μήτ’ ἀέρος, μήτε τινὸς ἑτέρου χρεία τῶν κατὰ τὸν παρόντα βίον, ὡς ἐκ τῶν θεοπνεύστων διδασκόμεθα Γραφῶν· «Ἔσται γὰρ τότε ὁ Θεὸς τὰ πάντα ἐν πᾶσι» κατὰ τὸν Ἀπόστολον· οὐδὲ γοῦν αἰσθητοῦ τότ’ ἄρα δεησόμεθα φωτός· εἰ γὰρ πάνθ’ ἡμῖν ἔσται τότε ὁ Θεός, θεῖον ἄρα καὶ τὸ φῶς ἐκεῖνο. Πῶς οὖν αἰσθητὸν κυρίως;

Ἀλλὰ καὶ τὸ «κατὰ τὴν τῶν ἀγγέλων θειοτέραν μίμησιν» προσκείμενον καὶ κατὰ τῶν τριῶν τρόπων λέγεσθαι δυνάμενον, καὶ τοὺς ἀγγέλους δείκνυσιν ἐκείνου τοῦ φωτὸς ἀντιλαμβανομένους. Πῶς οὖν, εἴπερ αἰσθητόν;

Καὶ μήν, εἴπερ αἰσθητόν, δι’ ἀέρος ὁρατόν· οὐκοῦν οὐ κατὰ τὸ μέτρον ἕκαστος τῆς οἰκείας ἀρετῆς καὶ τῆς ἀπὸ ταύτης καθαρότητος, ἀλλὰ κατὰ τὸ μέτρον τῆς περὶ τὸν ἀέρα καθαρότητος, τηλαυγέστερον ἢ ἀμυδρότερον ὄψονται τὸ φῶς. Εἰ δὲ καὶ «οἱ δίκαιοι λάμψουσιν ὡς ὁ ἥλιος», ἀναλόγως καὶ τούτων ἕκαστος, ταῖς μὲν ἀγαθοεργίαις οὔ, τῇ δὲ τοῦ περιέχοντος ἀέρος καθαρότητι, λαμπρότερος ἢ ἀμαυρότερος φανεῖται.

Πρὸς δὲ καὶ ὀφθαλμοῖς αἰσθητοῖς ἔσται ληπτὰ νῦν καὶ εἰσέπειτα τὰ τοῦ μέλλοντος αἰῶνος, ἃ μὴ μόνον «ὀφθαλμὸς οὐκ εἶδεν οὐδὲ οὖς ἤκουσεν», ἀλλ’ οὐδ’ «ἐπὶ καρδίαν ἀναβέβηκεν ἀνθρώπου», λογισμῶν ἐφόδοις τοῖς ἀκαταλήπτοις ἐμβατεύοντος. Πῶς δὲ καὶ τοῖς ἁμαρτολοῖς ἀόρατον, εἴπερ αἰσθητόν; Ἢ καὶ τὸ διαφράττον ἔσται τότε καὶ σκιαὶ καὶ κῶνοι, τούτοις ἑπομένως, ἐκλειπτικοί τε σύνδεσμοι καὶ φωτισμῶν κύκλοι πολυσχήμονες, ὡς καὶ τῆς πολυασχόλου δεῖν τῶν ἀστρολόγων ματαιότητος κατὰ τὴν ἐνθεωρουμένην τῷ ἀκαταλήκτῳ τῶν αἰώνων ζωήν;

Ἀλλὰ πῶς αἴσθησις σωματικὴ φωτὸς ἀντιλήψεται μὴ κυρίως αἰσθητοῦ; Τῇ τοῦ παντοδυνάμου Πνεύματος δυνάμει, καθ’ ἣν καὶ οἱ πρόκριτοι τῶν ἀποστόλων τοῦτο κατεῖδον ἐν Θαβώρ, οὐκ ἀπὸ τῆς ἐν ἑαυτῇ φερούσης τὸν Υἱὸν σαρκὸς μόνον ἀπαστράπτον, ἀλλὰ καὶ ἀπὸ τῆς ἐν ἑαυτῇ φερούσης τὸν Πατέρα τοῦ Χριστοῦ νεφέλης. Ἄλλως τε καὶ τὸ σῶμα τότε «πνευματικόν», ἀλλ’ οὐ «ψυχικὸν» ἔσται, κατὰ τὸν Ἀπόστολον. «Σπείρεται» γάρ φησι «σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν»· πνευματικὸν δ’ ὂν καὶ πνευματικῶς ὁρῶν τῆς θείας εἰκότως ἀντιλήψεται αὐγῆς.

Καὶ ὥσπερ νῦν ἔργον ἐστὶν ἰδεῖν ὡς ἔχομεν νοερὰν ψυχήν, καθ’ ἑαυτὴν ὑφεστάναι δυναμένην διὰ τὴν παχεῖαν ταύτην σάρκα καὶ θνητὴν καὶ ἀντίτυπον ἐπηλυγάζουσαν καὶ κατασπῶσαν, σωματοειδῆ τε καὶ φανταστικὴν μάλιστα καθιστῶσαν τὴν ψυχήν, διὸ καὶ τὴν κατὰ νοῦν νοερὰν ἀγνοοῦμεν αἴσθησιν, οὕτως ἐν τῇ τοῦ μέλλοντος αἰῶνος ἐκείνῃ μακαριωτάτῃ διαγωγῇ τοῖς «υἱοῖς τῆς ἀναστάσεως» ὡσανεὶ τὸ σῶμα κρυβήσεται, εἰς ἀγγέλων κατὰ τὸ εὐαγγέλιον τοῦ Χριστοῦ μεταποιηθεῖσιν ἀξίαν· διαλεπτυνθήσεται γάρ, ὡς μηδ’ ὕλην ὅλως εἶναι δοκεῖν, μηδ’ ἐπιπροσθεῖν ταῖς νοεραῖς ἐνεργείαις, ἐκνικήσαντος τοῦ νοῦ. Διὰ τοῦτο καὶ σωματικαῖς αἰσθήσεσιν ἀπολαύσονται τοῦ θεϊκοῦ φωτός.

Καὶ τί λέγω τὸ συγγενὲς πρὸς τὴν νοερὰν φύσιν τοῦ τότε σώματος; Ὁ γὰρ ἅγιος Μάξιμος «ἡ ψυχή» φησι «γίνεται Θεὸς τῇ μεθέξει τῆς θεϊκῆς χάριτος, πασῶν τῶν κατὰ νοῦν τε καὶ αἴσθησιν αὐτή τε παυσαμένη καὶ τὰς τοῦ σώματος συναποπαύσασα φυσικὰς ἐνεργείας, συνθεωθέντος αὐτῇ κατὰ τὴν ἀναλογοῦσαν αὐτῷ μέθεξιν τῆς θεώσεως, ὥστε μόνον τὸν Θεὸν διά τε τῆς ψυχῆς καὶ τοῦ σώματος τότε φαίνεσθαι, νικηθέντων αὐτῶν, τῇ ὑπερβολῇ τῆς δόξης, τῶν φυσικῶν γνωρισμάτων». Ἐπεὶ τοίνυν, ὃ καὶ τὴν ἀρχὴν εἶπον, τοῖς κτιστοῖς ἀόρατος ὁ Θεός, ἑαυτῷ δὲ οὐκ ἀόρατος, τότε δὲ οὐ μόνον διὰ τῆς καθ’ ἡμᾶς ψυχῆς, ἀλλὰ καὶ διὰ τοῦ σώματος, ὢ τοῦ θαύματος, ὁ Θεὸς ὁ βλέπων ἔσται, διὰ τοῦτο καὶ διὰ σωματικῶν ὀργάνων τότε τὸ θεϊκὸν καὶ ἀπρόσιτον φῶς τηλαυγῶς ὀψόμεθα· καὶ τῆς ἐσομένης εἰς ἡμᾶς μεγαλοδωρεᾶς ταύτης τοῦ Θεοῦ τὸν ἀρραβῶνα καὶ τὸ προοίμιον ἐν Θαβὼρ τοῖς ἀποστόλοις ὁ Χριστὸς ὑπέδειξεν ἀρρήτως. Ἡ γοῦν ὑπὲρ πάντα λόγον καὶ πᾶσαν ὅρασιν τῆς θεότητος ἀκτίς, πῶς ἂν εἴη αἰσθητή;

Συνῆκας ὅτι τὸ περιαστράψαν φῶς ἐν Θαβὼρ τοὺς ἀποστόλους οὐκ αἰσθητὸν κυρίως ἦν; Οὐ μὴν ἀλλ’ εἴπερ αἰσθητοῖς ὤφθη ὀφθαλμοῖς τὸ θεῖον καὶ ὑπὲρ πᾶσαν αἴσθησιν ὑπάρχον φῶς, ὥσπερ οὖν καὶ ὤφθη, καθάπερ καὶ οἱ τοῖς πνευματικοῖς ἐκείνοις ἀνδράσιν ἀντιλέγοντές φασι, κατὰ τοῦτ’ ἐκείνοις καὶ ἡμῖν ὁμολογοῦντες, εἴπερ οὖν τὸ φῶς τὸ θεῖον σωματικοῖς ὤφθη ὀφθαλμοῖς, διατί μὴ καὶ νοεροῖς ὀφθαλμοῖς ὀφθήσεται;

Ἢ πονηρόν τι πρᾶγμα ἡ ψυχὴ καὶ ἀσυνδύαστον τῷ ἀγαθῷ καὶ ἀνεπαίσθητον αὐτοῦ, ὃ μηδὲ τῶν παντόλμων κακοδόξων πώποτέ τις εἴρηκεν; Ἢ καλὸν μέν, κρεῖττον δὲ τὸ σῶμα ταύτης; Πῶς γὰρ οὐχ ἧττον ἡ ψυχὴ τοῦ σώματος, εἴπερ τὸ μὲν σῶμα μεταληπτικὸν καὶ ἀντιληπτικόν ἐστι φωτὸς Θεοῦ, ἡ ψυχὴ δ’ οὐχί; Πῶς δ’ οὐ τῆς ψυχῆς συγγενέστερόν τε καὶ προσεχέστερον καὶ μᾶλλον ἐγγίζον Θεῷ τὸ σῶμα τουτὶ τὸ ὑλικόν τε καὶ θνητόν, εἴπερ δι’ αὐτοῦ μὲν αὕτη μεσιτεύοντος ἐν φωτὶ Θεὸν ὁρᾷ, ἀλλ’ οὐχὶ τοῦτο δι’ αὐτῆς; Εἰ δὲ καὶ προοίμιον τῆς ἐν δόξῃ μελλούσης ὁρατῆς Θεοῦ θεοφανείας ἡ ἐν Θαβωρίῳ τοῦ Κυρίου μεταμόρφωσις, καὶ ταύτην οἱ ἀπόστολοι ὀφθαλμοῖς σώματος λαβεῖν κατηξιώθησαν, διατί μὴ καὶ τὸ προοίμιον καὶ τὸν ἀρραβῶνα τῆς κατὰ νοῦν αὐτοῦ θεοφανείας ὀφθαλμοῖς νῦν λήψονται ψυχῆς οἱ κεκαθαρμένοι τὴν καρδίαν;

Ἐπεὶ δέ, μὴ μόνον τὴν ἑαυτοῦ θεϊκὴν ὑπόστασιν ὁ τοῦ Θεοῦ Υἱός, βαβαὶ τῆς ἀνεικάστου φιλανθρωπίας, ἥνωσε τῇ καθ’ ἡμᾶς φύσει, καὶ σῶμα λαβὼν ἔμψυχον καὶ ψυχὴν ἔννουν «ἐπὶ γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη», ἀλλ’ ὢ θαύματος οὐδεμίαν ἀπολείποντος ὑπερβολήν, καὶ αὐταῖς ταῖς ἀνθρωπίναις ὑποστάσεσιν ἑνοῦται, τῶν πιστευόντων ἑκάστῳ συνανακιρνῶν ἑαυτὸν διὰ τῆς τοῦ ἁγίου σώματος αὐτοῦ μεταλήψεως, καὶ σύσσωμος ἡμῖν γίνεται καὶ ναὸν τῆς ὅλης θεότητος ἡμᾶς ἀπεργάζεται, καὶ γὰρ ἐν αὐτῷ τῷ τοῦ Χριστοῦ σώματι «κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς», πῶς οὐχὶ διὰ τῆς θεϊκῆς αὐγῆς τοῦ ἐν ἡμῖν σώματος αὐτοῦ τὰς ψυχὰς περιαστράψας φωτίσει τῶν ἀξίως μετεχόντων, ὡς τῶν μαθητῶν ἐν Θαβὼρ καὶ τὰ σώματα ἐφώτισε; Τότε γὰρ μήπω φυραθὲν ἡμῶν τοῖς σώμασι τὸ τὴν πηγὴν ἔχον τοῦ φωτὸς τῆς χάριτος ἐκεῖνο σῶμα τῶν ἐγγιζόντων τοὺς ἀξίους ἔξωθεν ἐφώτιζε καὶ διὰ τῶν αἰσθητῶν ὀμμάτων ἐπὶ τὴν ψυχὴν εἰσέπεμπε τὸν φωτισμόν· νῦν δ’ ἀνακραθὲν ἡμῖν καὶ ἐν ἡμῖν ὑπάρχον εἰκότως ἔνδοθεν περιαυγάζει τὴν ψυχήν.

Τί δέ; Οὐ «πρόσωπον πρὸς πρόσωπον» ἐπὶ τοῦ μέλλοντος αἰῶνος ὀψόμεθα τὸν ἀόρατον κατὰ τὸ γεγραμμένον; Οὐκοῦν καὶ νῦν τούτου λαμβάνοντες τὸν ἀρραβῶνα τε καὶ τὸ προοίμιον οἱ κεκαθαρμένοι τὴν καρδίαν ὁρῶσι τὴν αὐτοῖς ἐγγινομένην νοερὰν αὐτοῦ καὶ ἀόρατον αἰσθήσει μόρφωσιν.

Φύσις γὰρ ὢν ἄϋλος ὁ νοῦς καὶ φῶς συγγενές, εἰ χρὴ λέγειν, τῷ πρώτῳ καὶ ἀνωτάτῳ καὶ μεθεκτῷ πᾶσι καὶ ἀπολελυμένῳ τοῦ παντὸς φωτί, καὶ διὰ τῆς πρὸς τὸ ὄντως φῶς ὁλικῆς ἀνατάσεως, τῇ ἀΰλῳ καὶ ἀδιαλείπτῳ καὶ ἀπειλικρινημένῃ προσευχῇ, πρὸς αὐτὸν τὸν Θεὸν ἀνεπιστρόφως ἀνανεύσας καὶ οὕτω πρὸς ἀγγελικὴν ἤδη μετασκευασθεὶς ἀξίαν, ἀγγελοπρεπῶς ὑπ’ αὐτοῦ τοῦ πρώτου φωτὸς καταλαμφθείς, αὐτὸ φαίνεται κατὰ μέθεξιν, ὃ τὸ ἀρχέτυπον κατ’ αἰτίαν ἐστί, καὶ δι’ ἑαυτοῦ φαίνει τοῦ κρυφίου κάλλους ἐκείνου τὴν ὡραιότητα καὶ τὴν φανοτάτην καὶ ἀπρόσιτον αὐγήν, ἣν καὶ ὁ θεῖος ᾠδικὸς Δαυίδ, νοερῶς αἰσθόμενος ἐν ἑαυτῷ, γηθόμενος τοὺς πιστοὺς τὸ μέγα τοῦτο χρῆμα καὶ ἀπόρρητον ἐδίδασκε λέγων· «Ἡ λαμπρότης τοῦ Θεοῦ ἡμῶν ἐφ’ ἡμᾶς». Τίς γὰρ μὴ λαμπρότητα Θεοῦ ἐν ἑαυτῷ παθών τε καὶ ἰδών, εἶτα διαιρέσεσι καὶ συλλογισμοῖς καὶ ἀναλύσεσιν αὐτὴν ζητῶν, ἀλλὰ μὴ ἐν ἁπλότητι καρδίας πιστεύων τοῖς πατράσιν, ἀκοῇ γοῦν ἀνάσχοιτό ποτε παραδέξασθαι λαμπρότητα Θεοῦ σχεῖν τινα ἀνθρώπων;

Καλῶς ἄρα Ἰωάννης διὰ τῆς Ἀποκαλύψεως ἀπεκάλυψεν ἡμῖν ὅτι «τὰ ἐν τῇ ψήφῳ τῇ λευκῇ, ἣν ὁ νικῶν παρὰ Θεοῦ λαμβάνει, γνῶναι δύναται οὐδείς, εἰ μὴ ὁ λαβών», μὴ ὅτι γὰρ ὁ μὴ ἐσχηκὼς αὐτὴν οὐδὲ γνῶναι δύναται αὐτήν, ἀλλ’ εἰ μὴ πιστὸν ὑπέχοι τοῖς εὐμοιρηκόσιν οὖς, οὐδ’ εἶναι ὅλως οἴεταί τι, τὴν ὄντως οὖσαν θεωρίαν ἀβλεψίαν λογιζόμενος, οὐχ ὡς ὑπὲρ αἴσθησιν καὶ γνῶσιν οὖσαν, οἷόν τινα γνόφον ἱερόν, ἀλλ’ ὡς μηδαμῇ οὖσαν μηδαμῶς. Εἰ δὲ πρὸς τῇ ἀπειρίᾳ τε καὶ ἀπιστίᾳ καὶ δεινὸς ᾖ κακουργεῖν, περιέργου γέμων φρονήματος, πάντολμός τις καὶ καταφρονητὴς τῶν σεβασμιωτάτων, οὐκ ἀνυπαρξίαν μόνον αὐτῆς καταψηφίζεται, ἀλλὰ καὶ πρὸς δαιμονιώδη φαντασίαν, φεῦ, τὴν θεϊκὴν λαμπρότητα παραγνωρίζει, ὃ καὶ νῦν τινας λέγεις, ἀδελφέ, παθεῖν.

Καὶ ἡ τελευταία πρόφασις αὐτοῖς ὅτι ὁ μὲν Θεὸς ἀόρατος, «ἄγγελον δὲ φωτὸς» ὑποκρίνεται ὁ διάβολος, οὐδὲ τοῦτο συνιέντες ὅτι πάσης ὑποκρίσεως προϋφέστηκεν ἡ ἀλήθεια. Εἰ τοίνυν τὴν οὖσαν ἀλήθειαν ὑποκρινόμενος ὁ διάβολος, ἄγγελον ὑποκρίνεται φωτός, λοιπὸν ἔστιν ἐν ἀληθείᾳ φωτὸς ἄγγελος, ὁ ἀγαθὸς ἄγγελος. Ποῖον δὲ φῶς ἐξαγγέλλων ἄγγελός ἐστι φωτός, εἰ μὴ τὸ τοῦ Θεοῦ, οὗ καὶ ἔστιν ἄγγελος; Φῶς ἄρα ὁ Θεός, οὗ φωτὸς ἄγγελός ἐστιν ὁ τοῦ Θεοῦ ἄγγελος· οὐ γὰρ εἶπεν «ὑποκρίνεται τὸν ὄντα φῶς ἄγγελον», ἀλλὰ «τὸν φωτὸς ἄγγελον». Εἰ μὲν οὖν γνῶσιν μόνην ἢ ἀρετὴν ὁ πονηρὸς ἄγγελος ὑπεκρίνετο, ἦν ἂν ἐκ τούτου συνιδεῖν ὡς καὶ ὁ παρὰ τοῦ Θεοῦ φωτισμὸς ἐγγινόμενος ἡμῖν γνῶσιν μόνην παρέχει καὶ ἀρετήν· ἐπεὶ δὲ καὶ φῶς φαντασιῶδες παρέχει, παρὰ τὴν ἀρετὴν καὶ τὴν γνῶσιν ἕτερον, ἔστιν ἄρα καὶ φῶς νοερὸν ἀληθὲς θεϊκόν, παρὰ τὴν ἀρετὴν καὶ τὴν γνῶσιν ἕτερον. Κἀκεῖνο μὲν τὸ φαντασιῶδες φῶς αὐτός ἐστιν ὁ πονηρός, ὃς σκότος ὢν τὸ φῶς ὑποκρίνεται· τὸ δὲ φωτιστικὸν πρὸς ἀλήθειαν τοῦτο φῶς ἀγγέλων καὶ ἰσαγγέλων ἀνθρώπων, αὐτός ἐστιν ὁ Θεὸς ὄς, φῶς ὢν ἀληθῶς ἀπόρρητον, καὶ ὡς φῶς ὁρᾶται καὶ φῶς ποιεῖ τοὺς καθαροὺς τὴν καρδίαν, διὸ καὶ φῶς καλεῖται, μὴ μόνον ὡς τοῦ σκότους τῆς ἀγνοίας διώκτης, ἀλλὰ καὶ ὡς λαμπρότης ψυχῶν κατὰ τὸν ἅγιον Μάξιμον καὶ τὸν θεολόγον Γρηγόριον.

Ὅτι δὲ ἡ λαμπρότης αὕτη οὐ γνῶσις ἁπλῶς οὐδ’ ἀρετή, πάσης δὲ ἀνθρωπίνης ἀρετῆς καὶ γνώσεως ἐπέκεινα, παρὰ τοῦ ἁγίου Νείλου μαθήσῃ σαφῶς· «Εἰς ἑαυτὸν» γάρ φησιν «ὁ νοῦς συναγόμενος, οὐδὲν οὔτε τῶν κατ’ αἴσθησιν οὔτε τῶν κατὰ λογισμὸν θεωρεῖ, γυμνοὺς δὲ νόας καὶ θείας αὐγάς, βλυζούσας εἰρήνην τε καὶ χαράν». Εἶδες τὴν ὑπερανῳκισμένην ἔργου τε καὶ ἤθους καὶ λογισμοῦ παντὸς θεωρίαν; Ἤκουσας τοῦ πρότερον εἰπόντος «ὑφ’ ἑαυτοῦ θεωρεῖσθαι τὸν νοῦν οὐρανίῳ χρώματι παρεμφερῆ», νῦν αὐγῇ θείᾳ καταυγαζόμενον φανερῶς σοι τοῦτον δείξαντος;

Τούτῳ πείθου καὶ διδάσκοντι τὴν πρὸς τὸ μακαριστὸν τοῦτο πάθος τε καὶ θέαμα φέρουσαν ὁδόν· «Προσευχὴ» γάρ φησι «προσοχὴν ἐπιζητοῦσα, προσευχὴν εὑρήσει, ἐφ’ ἣν σπουδαστέον νηφόντως· ὁ γὰρ ὄντως προσευξάμενος τῷ συνάψαι τὸν νοῦν τῇ θείᾳ προσευχῇ, οὗτος πεφώτισται τῇ αἴγλῃ τοῦ Θεοῦ». Θέλεις πυθέσθαι καὶ Μαξίμου τοῦ θείου πάλιν; «Ὁ τὴν καρδίαν» φησὶ «καθαρὰν ἐργασάμενος, οὐ μόνον τῶν ὑποβεβηκότων καὶ μετὰ Θεὸν γνώσεται τοὺς λόγους, ἀλλὰ καὶ αὐτὸν ἐνορᾷ τὸν Θεόν».

Ποῦ εἰσιν οἱ διὰ τῆς ἔξω καὶ μωρανθείσης σοφίας τὴν γνῶσιν τῶν ὄντων καὶ τὴν πρὸς Θεὸν ἄνοδον δογματίζοντες; «Ἐν γοῦν τῇ καρδίᾳ ταύτῃ γεγονώς» φησιν «ὁ Θεὸς ἀξιοῖ τὰ ἴδια γράμματα διὰ τοῦ Πνεύματος ἐγχαράττεσθαι, καθάπερ τισὶ μωσαϊκαῖς πλαξί». Ποῦ εἰσιν, οἱ τὴν ἐντὸς καρδίαν ἀνεπίδεκτον Θεοῦ λογιζόμενοι, καὶ ταῦτα Παύλου πρὸ τῶν ἄλλων δέξασθαι λέγοντος τὸν τῆς χάριτος νόμον, «οὐκ ἐν πλαξὶ λιθίναις, ἀλλ’ ἐν πλαξὶ καρδίας σαρκίναις»; Καθά φησι καὶ ὁ μέγας Μακάριος ὅτι «ἡ καρδία ἡγεμονεύει ὅλου τοῦ ὀργάνου, καὶ ἐπὰν κατάσχῃ τὰς νομὰς τῆς καρδίας ἡ χάρις, βασιλεύει ὅλων τῶν λογισμῶν καὶ τῶν μελῶν· ἐκεῖ γάρ ἐστιν ὁ νοῦς καὶ πάντες οἱ λογισμοὶ τῆς ψυχῆς· ἐκεῖ τοίνυν δεῖ σκοπεῖν, εἰ ἐνέγραψεν ἡ χάρις τοὺς τοῦ Πνεύματος νόμους». Ἀλλ’ αὖθις ἀκουστέον τοῦ καὶ κατὰ γνῶσιν καὶ ὑπὲρ γνῶσιν διὰ καθαρότητα πεφωτισμένου Μαξίμου· «Καρδία καθαρά» φησίν «ἐστιν ἡ παντάπασιν ἀνείδεον παραστήσασα τὸν νοῦν τῷ Θεῷ καὶ μόνοις τοῖς αὐτοῦ ἕτοιμον ἐνσημαίνεσθαι τύποις, δι’ ὧν ἐμφανὴς πέφυκε γίνεσθαι». Ποῦ εἰσιν οἱ διὰ μόνης τῆς τῶν ὄντων γνώσεως τὸν Θεὸν ἰσχυριζόμενοι γινώσκεσθαι, τὴν δ’ ἀπὸ τῆς ἑνώσεως ἐμφάνειαν μήτ’ εἰδότες, μήτε προσιέμενοι; Καὶ ταῦτα τοῦ Θεοῦ διά τινος τῶν θεοφόρων λέγοντος· «Μάθετε οὐκ ἀπ’ ἀνθρώπου, οὐκ ἀπὸ δέλτου, ἀλλ’ ἀπ’ αὐτῆς τῆς ἐμῆς ἐν ὑμῖν ἐλλάμψεως καὶ ἡλιοβολίας».

Πῶς γὰρ ὁ ἀνείδεος νοῦς, ὁ καὶ τοῖς θείοις ἐνσημαινόμενος τύποις, οὐχ ὑπεράνω τῆς ἀπὸ τῶν ὄντων γνώσεως;

Ἀλλὰ καὶ τῆς δι’ ἀποφάσεων πρὸς Θεὸν ἀνόδου τῆς διανοίας τὸ θείοις καὶ ἀπορρήτοις τὸν νοῦν ἐνσημαίνεσθαι τοῦ Πνεύματος τύποις κατὰ πολὺ διενήνοχε. Θεολογία δὲ τοσοῦτο τῆς ἐν φωτὶ θεοπτίας ταύτης ἀπέχει καὶ τοσοῦτο τῆς πρὸς Θεὸν ὁμιλίας κεχώρισται, καθόσον καὶ τὸ εἰδέναι τοῦ κεκτῆσθαι διώρισται. Περὶ Θεοῦ γάρ τι λέγειν καὶ Θεῷ συντυγχάνειν οὐχὶ ταὐτόν. Ἐκεῖνο μὲν γὰρ καὶ λόγου δεῖται, τούτου τοῦ προφερομένου δηλαδή, ἴσως δὲ καὶ τῆς κατὰ τοῦτον τέχνης, εἰ μὴ μέλλει τις ἔχειν μόνον, ἀλλὰ καὶ χρῆσθαι καὶ διαδιδόναι τὴν εἴδησιν, ἔτι δὲ συλλογισμῶν παντοδαπῆς ὕλης καὶ τῶν ἐξ ἀποδείξεως ἀναγκῶν καὶ τῶν κατὰ κόσμον παραδειγμάτων, ὧν ἐκ τοῦ ὁρᾷν καὶ ἀκούειν τὸ πᾶν ἢ τὸ πλεῖστον ἀθροίζεται καὶ σχεδὸν τῶν ἐν τῷ κόσμῳ τούτῳ στρεφομένων ἐστί, καὶ γένοιτ’ ἂν δήπου καὶ τοῖς τοῦ αἰῶνος τούτου σοφοῖς, κἂν μὴ κεκαθαρμένοι τὸν βίον ὦσι καὶ τὴν ψυχήν.

Θεὸν δ’ ἐν ἑαυτῷ κτήσασθαι καὶ Θεῷ καθαρῶς συγγενέσθαι καὶ τῷ ἀκραιφνεστάτῳ φωτὶ κραθῆναι, καθόσον ἐφικτὸν ἀνθρωπίνῃ φύσει, τῶν ἀδυνάτων ἐστίν, εἰ μὴ πρὸς τῇ δι’ ἀρετῆς καθάρσει καὶ ἡμῶν αὐτῶν ἔξω, μᾶλλον δὲ ὑπεράνω, γενοίμεθα, καταλιπόντες μὲν πᾶν ὅ τι τῶν αἰσθητῶν μετὰ τῆς αἰσθήσεως, ὑπεραρθέντες λογισμῶν καὶ διανοιῶν καὶ τῆς διὰ τούτων γνώσεως, ὅλοι δὲ γενόμενοι τῆς ἀΰλου καὶ νοερᾶς κατὰ τὴν προσευχὴν ἐνεργείας, καὶ τυχόντες τῆς ὑπὲρ τὴν γνῶσιν ἀγνοίας, καὶ πλησθέντες ἐν αὐτῇ τῆς τοῦ Πνεύματος ὑπερφαοῦς ἀγλαΐας, ὡς ἀθανάτου κόσμου γέρα φύσεως ἀοράτως καθορᾶν. Συνορᾷς οὗ κατελείφθη κάτω τὰ τῆς πολυθρυλήτου τῶν λόγων φιλοσοφίας, εἴπερ ἐκείνη μὲν ἐξ αἰσθήσεως ἔχει τὰς ἀρχάς, τέλος δὲ τῶν διαφορωτάτων ταύτης εἰδῶν ἡ γνῶσίς ἐστι, καὶ γνῶσις μὴ διὰ καθαρότητος εὑρημένη, μηδὲ καθαίρουσα παθῶν; Τῆς δὲ πνευματικῆς θεωρίας ἀρχὴ μὲν τἀγαθόν, διὰ καθαρότητος βίου πεπορισμένον, καὶ γνῶσις τῶν ὄντων ἀληθὴς καὶ γνησία τῶν ἐχόντων, ἅτε μὴ ἐκ μαθημάτων, ἀλλ’ ἐκ καθαρότητος ἀναφανεῖσα, μόνη δυναμένη διακρίνειν, τί τὸ ὡς ἀληθῶς καλόν τε καὶ λυσιτελὲς καὶ τί τὸ μὴ τοιοῦτον, τέλος δέ, ὁ ἀρραβὼν τοῦ μέλλοντος αἰῶνος, ἡ ὑπὲρ γνῶσιν ἄγνοια καὶ ὑπὲρ ἔννοιαν γνῶσις, ἡ κρυφία τοῦ κρυφίου μετουσία καὶ ὅρασις ἀνέκφραστος, ἡ μυστικὴ καὶ ἀπόρρητος τοῦ αἰωνίου φωτὸς θεωρία τε καὶ γεῦσις.

Ὅτι δὲ τοῦτό ἐστι τὸ τοῦ μέλλοντος αἰῶνος φῶς καὶ ὡς αὐτὸ τὸ τοὺς μαθητὰς περιαστράψαν ἐν τῇ τοῦ Χριστοῦ μεταμορφώσει φῶς καὶ τὸν δι’ ἀρετῆς καὶ προσευχῆς κεκαθαρμένον ἀρτίως καταυγάζει νοῦν, συνετῶς ἀκούων εἴσῃ.

Διονυσίῳ μὲν γὰρ τῷ Ἀρεοπαγίτῃ τῷ ἐν Θαβωρίῳ φανέντι τοῦ Χριστοῦ φωτὶ τὰ σώματα τῶν ἁγίων ἐπὶ τοῦ μέλλοντος αἰῶνος κοσμεῖσθαί τε καὶ περιαστράπτεσθαι σαφῶς εἴρηται. Μακάριος δὲ ὁ μέγας «ἡ τῷ τῆς ἐπουρανίου» φησὶν «εἰκόνος ἐνωθεῖσα φωτὶ ψυχή, καὶ νῦν μὲν μυστηρίων γνῶσιν ἐν ὑποστάσει μυεῖται, ἐν δὲ τῇ μεγάλῃ τῆς ἀναστάσεως ἡμέρᾳ, τῇ αὐτῇ ἐπουρανίῳ τῆς δόξης εἰκόνι, καὶ τὸ σῶμα ταύτης καταυγασθήσεται»· «ἐν ὑποστάσει» δὲ εἶπεν, ὡς ἂν μή τις νομίσῃ διὰ γνώσεως καὶ νοημάτων εἶναι τοῦτον τὸν φωτισμόν. Ἄλλως τε καὶ ὁ πνευματικὸς ἄνθρωπος ἐκ τριῶν ὑφέστηκε, χάριτος Πνεύματος ἐπουρανίου, ψυχῆς λογικῆς καὶ γηΐνου σώματος. Ἄκουε δὴ πάλιν τοῦ αὐτοῦ· «Ἡ θεοειδὴς τοῦ Πνεύματος εἰκών, νῦν ἔνδον ὥσπερ ἐντυπωθεῖσα, καὶ τὸ σῶμα θεοειδὲς ἔξω τότε καὶ οὐράνιον ἀπεργάσεται». Καὶ πάλιν· «Τῇ ἀνθρωπότητι καταλλαγεὶς ὁ Θεός, ἀποκαθίστησι τὴν πιστεύσασαν ἐν ἀληθείᾳ ψυχήν, ἐν σαρκὶ οὖσαν ἔτι, εἰς τὴν τῶν οὐρανίων φώτων ἀπόλαυσιν καὶ τὰ νοερὰ αὐτῆς αἰσθητήρια τῷ θείῳ πάλιν φωτὶ τῆς χάριτος ὀμματοῖς, ὕστερον δὲ καὶ αὐτῷ τῷ σώματι περιβαλεῖ τῇ δόξῃ.»

Καὶ πάλιν· «Οἵων ἀγαθῶν καὶ μυστηρίων ψυχαὶ χριστιανῶν ἐνταῦθα κοινωνεῖν δύνανται, τῷ πείρᾳ παραλαβόντι μόνῳ, τοῖς τῆς ψυχῆς ὀφθαλμοῖς καταφανὲς γίνεται· ἐν δὲ τῇ ἀναστάσει καὶ αὐτῷ τῷ σώματι τοιούτων πάρεστι τυχεῖν, βλέπειν τε αὐτὰ καὶ οἱονεὶ κρατεῖν, ὁπόταν καὶ αὐτὸ Πνεῦμα γένηται».

Ἆρ’ οὐ γέγονε καταφανὲς ὡς ἓν καὶ τὸ αὐτό ἐστι τὸ θεῖον φῶς, τό τε τοῖς ἀποστόλοις ἐν Θαβὼρ ἑωραμένον καὶ ταῖς κεκαθαρμέναις νῦν ἐνορώμενον ψυχαῖς καὶ ἡ τῶν μελλόντων αἰωνίων ἀγαθῶν ὑπόστασις; Διὸ καὶ ὁ μέγας Βασίλειος προοίμιον εἶπε τῆς ἐν τῇ δευτέρᾳ παρουσίᾳ τοῦ Χριστοῦ δόξης τὸ ἐν Θαβωρίῳ λάμψαν ἐν τῇ μεταμορφώσει τοῦ Κυρίου φῶς, ὃς ἀλλαχοῦ φησι σαφῶς ὅτι «διεφαίνετο οἷόν τι φῶς θεῖον διὰ ὑελίνων ὑμένων, τουτέστι διὰ τῆς ἐξ ἡμῶν σαρκὸς τοῦ Κυρίου, ἡ θεία δύναμις αὐτοῦ διαυγάζουσα τοῖς ἔχουσι τοὺς ὀφθαλμοὺς τῆς καρδίας κεκαθαρμένους».

Ἆρ’ οὐ τοῦτό ἐστιν ἐκεῖνο, τὸ φανότερον ἐν Θαβωρίῳ διαυγάσαν, ὡς καὶ ὀφθαλμοῖς σώματος ληπτὸν γενέσθαι, ὡς ἠθέλησεν, ὃ καὶ τοῖς τὴν καρδίαν ἔχουσι τότε κεκαθαρμένην πᾶσι δι’ αὐτῆς ἐβλέπετο, τοῦ προσκυνητοῦ σώματος ὡς ἀπὸ δίσκου τινὸς φρικτῶς ἐξαστράπτον καὶ τὴν καρδίαν αὐτῶν περιαστράπτον; «Μετὰ τούτων εἴθε καὶ ἡμεῖς εὑρεθείημεν, ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι».

Καλὸν γὰρ ἐπευξαμένῳ τοῦτο ἐκεῖ τῷ μεγάλῳ, καὶ ἡμᾶς συνεύξασθαι τοὺς πιστεύοντας. Ἀλλὰ τότε μὲν ἐν σαρκὶ τὸ μέγα φῶς ἐπιδημῆσαν πρὸς ἡμᾶς, οὕτω φαῖνον ἀπὸ τῆς σαρκὸς ἐκείνης, τοῖς κεκαθαρμένοις ἑωρᾶτο· νῦν δὲ πῶς αὐτοῖς ὁρᾷται καὶ πῶς ἔνεστιν ἰδεῖν αὐτό, πορευθείς, εἰ ποθεῖς, μάθε παρὰ τῶν ὁρώντων, ὧν κἀγὼ πυθόμενος, «ἐπίστευσα», τὸ τοῦ Δαυὶδ εἰπεῖν, «διὸ ἐλάλησα»· δεῖ δὲ καὶ προσθεῖναι τὸ τοῦ Ἀποστόλου· «Καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν». Ὁ τῇ τῶν χρημάτων κτήσει καὶ τῇ τῶν ἀνθρώπων δόξῃ καὶ τῇ τῶν σωμάτων ἡδονῇ διὰ τὴν εὐαγγελικὴν ἀποταξάμενος ζωὴν καὶ δι’ ὑποταγῆς τῶν ἐν τῇ κατὰ Χριστὸν ἡλικίᾳ προηκόντων τὴν ἀποταγὴν ταύτην βεβαιώσας, ὁρᾷ ἐν ἑαυτῷ σφοδρότερον ἀνακαιόμενον τὸν ἀπαθῆ καὶ ἱερὸν καὶ θεῖον ἔρωτα καὶ Θεὸν ὑπερφυῶς ποθεῖ καὶ τὴν ὑπερκόσμιον πρὸς τοῦτον ἕνωσιν.

Κατάκρας τοίνυν τούτῳ τῷ ἔρωτι ἁλούς, διερευνᾶσθαι καὶ περισκοπεῖν ἀναπείθεται τὰς σωματικὰς ἐνεργείας καὶ τὰς ψυχικὰς δυνάμεις, εἴ που περιτύχοι, δι’ οὗ συνουσίας ἐπιτύχοι Θεοῦ, ὡς οὖν τὰς μὲν ἀλόγους παντάπασιν εὑρίσκει ἢ μυεῖται τῶν ἐμπείρων πυνθανόμενος, τὰς δ’ εἰ καὶ σὺν λόγῳ πράξεις, ἀλλὰ πρὸς ὀλίγον τῶν αἰσθητῶν ἀνανευούσας, δόξαν δὲ καὶ τὴν διάνοιαν, εἰ καὶ λογικὰς δυνάμεις, ἀλλ’ οὐχὶ τοῦ ταμιείου τῶν αἰσθήσεων ἀπεζευγμένας, δηλαδὴ τῆς φαντασίας, ἔτι δὲ καὶ διὰ τοῦ ψυχικοῦ πνεύματος ὡς ὀργάνου τελουμένας, νουνεχῶς συνιείς, ὃ καὶ ὁ Ἀπόστολος ἐξεῖπεν ὡς «ψυχικὸς ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος», τὴν ὑπὲρ ταῦτα καὶ ὄντως νοερὰν ζητεῖ καὶ τῶν κάτω ἀμιγῆ ζωήν, ἀκούων καὶ τοῦ σοφοῦ τὰ θεῖα Νείλου λέγοντος· «Κἂν ὑπὲρ τὴν σωματικὴν θεωρίαν ὁ νοῦς γένηται, οὔπω τέλεον τὸν τοῦ Θεοῦ τόπον ἐθεάσατο· δύναται γὰρ ἐν τῇ τῶν νοημάτων εἶναι γνώσει καὶ ποικίλλεσθαι πρὸς αὐτήν»· καὶ πάλιν· «Καὶ ἐν ψιλοῖς νοήμασιν ὁ νοῦς ὤν, μακρὰν ἀπέχει ἀπὸ τοῦ Θεοῦ».

Μαθὼν δὲ καὶ παρὰ τοῦ μεγάλου Διονυσίου καὶ Μαξίμου τοῦ πάνυ, τὸν καθ’ ἡμᾶς νοῦν, τὴν μὲν ἔχειν δύναμιν εἰς τὸ νοεῖν, δι’ ἧς τὰ νοητὰ βλέπει, τὴν δὲ ἕνωσιν ὑπεραίρουσαν τὴν τοῦ νοῦ φύσιν, δι’ ἧς συνάπτεται πρὸς τὰ ἐπέκεινα ἑαυτοῦ, τοῦτο δὴ ζητεῖ τὸ ἀκρότατον τῶν ἐν ἡμῖν, τὴν μόνην τελείαν καὶ ἑνιαίαν καὶ πάντῃ ἀμερῆ τῶν καθ’ ἡμᾶς οὐσίαν, ἣ καὶ τοὺς κατὰ διάνοιαν ἀνελιγμούς, ἐν οἷς καὶ τὰ τῶν ἐπιστημῶν ἔχει τὴν ἀσφάλειαν, σχεδὸν κατὰ τὰ ἑρπυστικὰ τῶν ζώων ἐν συναγωγῇ καὶ διαιρέσει προϊόντας, καὶ ὁρίζει καὶ ἑνοποιεῖ, ἅτε εἶδος οὖσα τῶν εἰδῶν. Εἰ γὰρ καὶ πρὸς αὐτοὺς καὶ δι’ αὐτῶν πρὸς τὴν πολυμερῆ κάτεισι ζωὴν ὁ νοῦς, προϊσχόμενος τὰς ἐνεργείας πᾶσιν, ἀλλ’ ἔχει δήπου καί τινα ἑτέραν κρείττονα ἐνέργειαν, ἣν αὐτὸς ἂν ἐνεργοίη καὶ καθ’ ἑαυτόν, ἅτε μένειν καὶ καθ’ ἑαυτὸν δυνάμενος, ἐπειδὰν μερισθῇ τῆς ποικιλοτρόπου ταύτης καὶ πολυειδοῦς καὶ χαμερποῦς διαίτης, ὥσπερ δῆτα καὶ ὁ ἔφιππος ἔχει τινὰ ἐνέργειαν τοῦ ἡνιοχεῖν διαφερόντως κρείττω, καὶ οὐχ ἡνίκ’ ἂν ἀποβαίη μόνον, ἀλλὰ καὶ ἐφ’ ἵππου ὢν καὶ ἅρματος, ἐνεργήσειεν ἂν καθ’ ἑαυτὸν αὐτήν, εἰ μὴ ὅλον ἑαυτὸν ἑκὼν ποιοίη τῆς τοῦ ἡνιοχεῖν ἐπιμελείας.

Καὶ νοῦς τοίνυν, εἰ μὴ ὅλος καὶ ἀεὶ περὶ τὰ κάτω στρέφοιτο, γένοιτ’ ἂν καὶ τῆς κρείττονός τε καὶ ὑψηλοτέρας ἐνεργείας, εἰ καὶ μακρῷ δυσχερέστερον ἐφίππου, ἅτε φύσει τὴν μετὰ σώματος ἔχων συμπλοκὴν καὶ ταῖς σωματοειδέσι γνώσεσι συμπεφυρμένος καὶ τοῖς ἐκ τοῦ τῇδε βίου πολυτρόποις καὶ δυσαποβλήτοις σχέσεσι. Τῆς οὖν καθ’ ἑαυτὸν ἐνεργείας γενόμενος ὁ νοῦς, ἥτις ἐστὶν ἡ πρὸς ἑαυτὸν στροφὴ καὶ τήρησις, δι’ αὐτῆς ὑπεραναβαίνων ἑαυτόν, καὶ Θεῷ συγγένοιτ’ ἄν.

Διὰ τοῦτο τοίνυν τὸν ὑπαίτιον φεύγει βίον ὁ τῆς τοῦ Θεοῦ συνουσίας ἐραστὴς καὶ τὴν μοναχικὴν καὶ ἀσυνδύαστον αἰρεῖται πολιτείαν καὶ τοῖς τῆς ἡσυχίας ἀδύτοις ἀπραγμόνως τε καὶ ἀπεριμερίμνως ἐνδιαιτᾶσθαι προθυμεῖται, πάσης σχέσεως ἀπηλλαγμένος, ἐν οἷς προσύλου παντὸς δεσμοῦ καθόσον ἐφικτὸν λύσας τὴν ψυχήν, συνάπτει τὸν νοῦν τῇ ἀδιαλείπτῳ πρὸς Θεὸν εὐχῇ, καὶ δι’ αὐτῆς ἑαυτοῦ ὅλος γεγονώς, καινὴν καὶ ἀπόρρητον ἄνοδον εἰς οὐρανοὺς εὑρίσκει, τὸν ἀναφῆ τῆς κρυφιομύστου σιγῆς ὡς ἄν τις εἴποι γνόφον, καὶ τούτῳ μεθ’ ἡδονῆς ἀπορρήτου προσέχων ἀκριβῶς τὸν νοῦν ἐν ἁπλουστάτῃ καὶ παντελεῖ καὶ γλυκερᾷ γαλήνῃ καὶ ὄντως ἡσυχίᾳ τε καὶ ἀφθεγξίᾳ πάντων ὑπερίπταται κτιστῶν.

Ὅλος δ’ οὕτως ἑαυτοῦ ἐκστὰς καὶ ὅλος γενόμενος Θεοῦ, δόξαν ὁρᾷ Θεοῦ καὶ φῶς ἐποπτεύει θεῖον, ἥκιστα αἰσθήσει ᾗ αἰσθήσει ὑποπίπτον, ψυχῶν δὲ καὶ νόων ἀσπίλων εὔχαρι καὶ ἱερὸν θέαμα, οὖ χωρὶς οὐδ’ ἂν νοῦς ᾗ νοερὰν ἔχων αἴσθησιν ὁρῴη, τοῖς ὑπὲρ ἑαυτὸν ἑνούμενος, καθάπερ οὐδὲ ὀφθαλμὸς σώματος, τοῦ κατ’ αἴσθησιν φωτὸς χωρίς.

Ὁ μὲν οὖν ἡμέτερος νοῦς ἔξω ἑαυτοῦ γίνεται καὶ οὕτως ἑνοῦται τῷ Θεῷ, ἀλλ’ ὑπὲρ ἑαυτὸν γινόμενος. Ὁ δὲ Θεὸς καὶ αὐτὸς ἔξω ἑαυτοῦ γίνεται καὶ οὕτω τῷ καθ’ ἡμᾶς ἑνοῦται νῷ, ἀλλὰ «συγκαταβάσει» χρώμενος, «ὥσπερ γὰρ ἔρωτι καὶ ἀγαπήσει θελγόμενος καὶ δι’ ὑπερβολὴν ἀγαθότητος ἐκ τοῦ ὑπὲρ πάντα καὶ πάντων ἐξῃρημένου ἔξω ἑαυτοῦ ἀνεκφοιτήτως γινόμενος», καὶ κατ’ αὐτὴν τὴν ὑπὲρ νοῦν ἕνωσιν ἡμῖν ἑνοῦται. Ὅτι δὲ οὐχ ἡμῖν μόνον, ἀλλὰ καὶ τοῖς ἐπουρανίοις ἀγγέλοις συγκαταβαίνων ἑνοῦται ὁ Θεός, ὁ ἅγιος Μακάριος πάλιν ἡμᾶς διδάξει, «διὰ χρηστότητα» λέγων «ἄπειρον συσμικρύνει ἑαυτὸν ὁ μέγας καὶ ὑπερούσιος, τοῦ δυνηθῆναι τοῖς νοεροῖς αὐτοῦ κτίσμασι συγκραθῆναι, ψυχαῖς ἁγίων φημὶ καὶ ἀγγέλοις, ἵνα καὶ αὐτοῖς γένοιτο ζωῆς ἀθανάτου τῇ αὐτοῦ θεότητι μετασχεῖν». Πῶς δ’ οὐκ ἂν μέχρι τούτου συγκαταβαίη, ὁ μέχρι σαρκὸς συγκαταβάς, καὶ σαρκὸς θανάτου, καὶ θανάτου σταυροῦ, ἵνα περιέλῃ τὸ ἐπιπεσὸν ἐκ παραβάσεως τῇ ψυχῇ κάλυμμα τοῦ σκότους καὶ τοῦ οἰκείου μεταδῷ φωτός, ὡς ὁ αὐτὸς ἅγιος ἐν τῷ τὴν ἀρχὴν εἰρημένῳ κεφαλαίῳ ἐδίδαξε;

Φρίξατε τοίνυν οἱ ἀπιστοῦντες καὶ πρὸς ἀπιστίαν τοὺς ἄλλους ἐνάγοντες, οἱ τυφλοὶ καὶ τοὺς τυφλοὺς ὁδηγεῖν προθυμούμενοι, οἱ πορρωτέρω Θεοῦ χωροῦντες καὶ τοὺς ἄλλους ἀπάγοντες, οἱ τῷ μὴ βλέπειν μηδὲ φῶς εἶναι τὸν Θεὸν δογματίζοντες, οἱ μὴ μόνον αὐτοὶ τὰς ὄψεις τοῦ φωτὸς ἀποστρέφοντες καὶ τῷ σκότει προστρέχοντες, ἀλλὰ καὶ τὸ φῶς σκότος λέγοντες καὶ τοσαύτην Θεοῦ συγκατάβασιν ἄπρακτον τό γε εἰς ὑμᾶς ἧκον ἀποτελοῦντες, οὐκ ἂν τοῦτο παθόντες, εἰ τοῖς τῶν πατέρων ἐπιστεύετε λόγοις· οἱ γὰρ τούτοις πειθόμενοι, μὴ ὅτι πρὸς τὰ τῶν χαρισμάτων ὑπερφυᾶ, ἀλλὰ καὶ πρὸς τὰ τούτων ἀμφισβητήσιμα, πολλὴν τὴν εὐλάβειαν ἐπιδείκνυνται. «Ἔστι» γάρ φησιν ὁ ἅγιος Μάρκος «χάρις τῷ νηπίῳ ἀγνοουμένη, ἣν οὔτε ἀναθεματίζειν δεῖ διὰ τὴν ἀλήθειαν, οὔτε προσδέχεσθαι διὰ τὴν πλάνην».

Ὁρᾷς ὡς ἔστι χάρις ἀληθής, ἑτέρα παρὰ τὴν τῶν δογμάτων ἀλήθειαν; Τί γὰρ τῆς ἀληθείας τῶν δογμάτων ἀμφισβητήσιμον; Ἔστιν οὖν ὑπὲρ γνῶσιν ἐνεργὸς χάρις ἐναργής, δι’ ἣν καὶ τὴν μήπω δοκιμασθεῖσαν πλάνην λέγειν οὐκ εὐλαβές.

Διὸ καὶ ὁ θεῖος Νεῖλος παρὰ Θεοῦ τὴν δήλωσιν ἐπὶ τῶν τοιούτων ἐξαιτεῖν εἰσηγεῖται, «εὔχου» λέγων «τηνικαῦτα συντόνως, ἵνα εἰ μὲν ἐκ Θεοῦ ἐστι τὸ ὅραμα, αὐτός σε φωτίσῃ, εἰ δὲ μή, θᾶττον τὴν πλάνην ἐκδιώξῃ ἀπὸ σοῦ».

Καὶ μὴν οὐδὲ τοῦτο οἱ πατέρες ἠνέσχοντο μὴ ἐξειπεῖν ἡμῖν τίνα τὰ τῆς πλάνης καὶ τίνα τὰ τῆς ἀληθείας γνωρίσματα. «Ἡ γὰρ πλάνη, κἂν τὸ τοῦ ἀγαθοῦ πρόσωπον ὑποκρίνηται, κἂν ὁράσεις λαμπρὰς περιβάλληται, ἐνέργειαν ἀγαθὴν παρασχεῖν οὐ δυνήσεται· οὐ γὰρ κόσμου μῖσος, οὐ περιφρόνησιν ἀνθρώπων δόξης, οὐκ ἐπιθυμίαν τῶν οὐρανίων, οὐ κατάστασιν λογισμῶν, οὐκ ἀνάπαυσιν πνευματικήν, οὐ χαράν, οὐκ εἰρήνην, οὐ ταπείνωσιν, οὐ κατάπαυσιν ἡδονῶν τε καὶ παθῶν, οὐ διάθεσιν ψυχῆς ἀρίστην· ταῦτα γάρ εἰσι τὰ τῆς χάριτος ἐνεργήματα, ὧν τἀναντία εἰσὶ τὰ τῆς πλάνης γεννήματα». Ἤδη δέ τινες ἐκ πολλῆς πείρας καὶ τῆς νοερᾶς θέας αὐτῆς εἰρήκασιν ἰδιότητας, ὡς ἂν ἔχοι τις καὶ πρὸ τῶν ἐνεργημάτων τεκμηριώσασθαι. «Καὶ τοίνυν εἴσῃ» φησὶν «ἐκ τῶν ἐνεργημάτων τὸ ἐλλαμφθὲν ἐν τῇ ψυχῇ σου νοερὸν φῶς, πότερον τοῦ Θεοῦ ἢ τοῦ Σατανᾶ πέφυκεν ὄν, ἵνα μήτε τὸν τῆς πλάνης ἀναιρέτην πλάνον εἶναι νομίσῃς, μήτε τὴν πλάνην ἀλήθειαν».

Ἀλλ’ οὐχὶ τὸ ἀπλανὲς φῶς τὸ ἄτρεπτον ἐν τῷ αἰῶνι τούτῳ χαρίζεται· «Τοῦτο γὰρ ὁ λέγων» καθάπερ τις ἔφη τῶν πατέρων «τοῦ μέρους τῶν λύκων ἐστί». Σκοπείτωσαν δὴ πόσον τῆς ἀληθείας ἀποπλανῶνται οἱ ἐκ τῶν ἀνθρωπίνων ἔν τισιν ἐλλείψεων τοὺς κεχαριτωμένους πεπλανημένους ἀποφαινόμενοι, μηδὲ τοῦ τῆς Κλίμακος ἀκούοντες λέγοντος· «Οὐκ ἀνθρώπου, ἀλλὰ ἀγγέλου τὸ μὴ κλέπτεσθαι ἐφ’ ἁμαρτήμασιν εἶναι»· καὶ πάλιν· «Τινὲς ἐξ ἐλλείψεων ἑαυτοὺς εὐτελίζουσι καὶ ἐκ πταισμάτων τὴν τῶν χαρισμάτων μητέρα ᾠκειώσαντο». Ἀπάθεια γοῦν ἐν ἀνθρώποις, οὐκ ἀγγέλων, ἀλλ’ ἀνθρωπίνη ζητεῖται, «ἣν γνώσῃ καὶ οὐκ ἀπατηθήσῃ ἐν σεαυτῷ οὖσαν» κατὰ τὸν αὐτὸν ἅγιον «ἐν πλήθει φωτὸς ἀρρήτου καὶ προσευχῆς ἔρωτι ἀμυθήτῳ»· καὶ πάλιν· «Ψυχὴ προλήψεως ἐλευθερωθεῖσα πάντως θεῖον φῶς ἐθεάσατο· γνῶσιν δὲ δογμάτων θείων, πόσοι μετὰ προλήψεων ἔχουσι»· καὶ πάλιν· «Ἐξ ἄλλων μὲν οἱ τῇ ψυχῇ ἀσθενεῖς γνωρίζουσι τὴν πρὸς ἑαυτοὺς τοῦ Κυρίου ἐπίσκεψιν, οἱ δὲ τέλειοι ἐκ τῆς τοῦ Πνεύματος παρουσίας»· καὶ πάλιν· «Ἐν μὲν τοῖς εἰσαγωγικοῖς, πληροφορία τοῦ κατὰ Θεὸν εἶναι αὐτῶν τὰ διαβήματα ἡ τῆς ταπεινώσεώς ἐστι προσθήκη· ἐν δὲ τοῖς μέσοις, ἡ τῶν πολέμων ἀναχώρησις· ἐν δὲ τοῖς τελείοις, ἡ τοῦ θείου φωτὸς προσθήκη καὶ περιουσία».

Εἰ τοίνυν μὴ νοερὸν τουτὶ τὸ φῶς καὶ γνώσεως παρεκτικόν, καθάπερ οἱ πατέρες λέγουσιν, ἀλλὰ γνῶσίς ἐστιν, ἡ ταύτης δὲ περιουσία δεῖγμα θεοφιλοῦς τελειότητος, Σολομῶντος ὁ βίος τελεώτερός τε καὶ θεοφιλέστερος ἂν ἦν τῶν ἀπ’ αἰῶνος ἁγίων, ἵνα μὴ λέγω καὶ τῶν ἐπὶ σοφίας περιουσίᾳ θαυμαζομένων Ἑλλήνων. Ἐπεὶ δὲ καὶ τῶν εἰσαγωγικῶν ἔστιν οἷς καὶ ὅτε, ἀλλ’ ἀμυδρότερον, τὸ τοιοῦτον ἐπιλάμπει φῶς, καὶ τοῖς τελείοις γίνεται προσθήκη ταπεινώσεως, ἀλλ’ ἑτέρα τῷ εἴδει παρὰ τὴν τῶν εἰσαγομένων, διὰ τοῦτο ἐπιφέρει λέγων ὁ αὐτός· «Τὰ μὲν μικρὰ παρὰ τοῖς τελείοις οὐ μικρά· τὰ δὲ μεγάλα παρὰ τοῖς μικροῖς οὐ πάντως τέλεια».

Ὅτι δὲ καὶ τούτοις ἡ θεία χάρις ἐπιφαίνεται φιλανθρώπως εἴσῃ σαφῶς, εἰ πείσῃ Διαδόχῳ τῷ θαυμασίῳ· «Ἡ χάρις γάρ» φησι «τὴν ἀρχὴν ἐν αἰσθήσει πολλῇ, τὴν ψυχὴν τῷ οἰκείῳ εἴωθε περιαυγάζειν φωτί· περὶ δὲ τὰ μέσα τῶν ἀγώνων ἀγνώστως τὰ πολλὰ ἐνεργεῖ». «Τὸ γὰρ ἅγιον Πνεῦμα» κατὰ τὸν ἐν Πνεύματι λαλοῦντα Νεῖλον, «συμπάσχον τῇ ἡμετέρᾳ ἀσθενείᾳ, καὶ ἀκαθάρτοις οὖσιν ἡμῖν ἐπιφοιτᾷ καί, εἴπερ εὑρήσει τὸν νοῦν μόνον φιλαλήθως αὐτῷ προσευχόμενον, ἐπιβαίνει αὐτῷ καὶ πᾶσαν τὴν κυκλοῦσαν αὐτὸν τῶν λογισμῶν ἢ νοημάτων φάλαγγα ἐξαφανίζει». Ὁ δὲ ἅγιος Μακάριος «ἀγαθὸς ὢν ὁ Θεός» φησιν, «ὀρέγει τοῖς αἰτοῦσι φιλανθρωπότερον τὰ αἰτήματα· τῷ τοίνυν εἰς προσευχὴν ἑαυτὸν ἐκπονοῦντι, κἂν εἰ μὴ πρὸς τὰς ἄλλας τῶν ἀρετῶν τὸν αὐτὸν τρόπον ἐπιδείκνυται τὴν σπουδήν, ἐνίοτε μὲν αὐτῷ ἡ θεία χάρις ἐπιφοιτᾷ, καὶ δίδοται τούτῳ χάριτος ἐκ μέρους ἐν εὐφροσύνῃ κατὰ τὴν αὐτοῦ πρὸς τὸν Θεὸν ζήτησιν εὐχή, ἀλλ’ ἔρημος οὗτος τῶν ἄλλων πάντων μένει καλῶν· δεῖ δὴ μὴ ὀλιγώρως ἔχειν πρὸς τἄλλα, ἀλλὰ τριβῇ καὶ γυμνασίᾳ τὴν καρδίαν ἀντερίζουσαν ἐνδοτικὴν καὶ πειθήνιον τῷ Θεῷ ποιεῖν, πρὸς σπουδήν τε καὶ κτῆσιν ἀπάσης ἀρετῆς· οὕτω γὰρ καὶ τὸ δοθὲν ὑπὸ τοῦ Πνεύματος τῆς εὐχῆς χάρισμα, πρὸς ἐπίδοσιν ἥξει, συνεπαγόμενον ταπεινοφροσύνην ἀληθῆ καὶ ἀγάπην ἀψευδῆ καὶ πάντα τὸν τῶν ἀρετῶν κατάλογον, ὃν καὶ προβιασάμενος ἐξεζήτησεν».

Ὁρᾷς τῆς πατρικῆς νουθεσίας τοὐπίσημον; Προσεποικοδομεῖ γὰρ τὸ λεῖπον, ἀλλ’ οὐκ ἐξορύττει τοὺς θεμελίους διὰ τὸ μήπω τοὺς τοίχους ἐπεγερθῆναι, οὐδὲ καθαιρεῖ τούτους διὰ τὸ μὴ τούτοις ἐπικεῖσθαι τὸν ὄροφον. Καὶ γὰρ οἶδε, τῇ πείρᾳ συνείς, ὡς κόκκον μὲν συνάπεως σπειρομένην τὴν ἐν ἡμῖν τῶν οὐρανῶν βασιλείαν, ὃ μικρότερον πάντων τῶν σπερμάτων ἐστίν, ὕστερον δ’ ἐπὶ τοσοῦτον αὐξομένην καὶ τὰς τῆς ψυχῆς πάσας ὑπεραναβαίνουσαν δυνάμεις, ὡς καὶ τῶν οὐρανίων πτηνῶν ἐπιτερπὲς εἶναι σκήνωμα.

Οὗτοι δ’ οὓς φῄς, ὑπ’ ἀκρισίας εἰς τὸ κρίνειν χωροῦντες, ὑπ’ ἀπειρίας ἀφαιροῦνται, κἄν τι προσῇ τοῖς ἀδελφοῖς λυσιτελεῖν δυνάμενον, καὶ τὴν τοῦ Θεοῦ κρίσιν ὑπ’ ἀναιδείας ἁρπάζοντες, τὸν μὲν ἄξιον ἀποφαίνονται χάριτος, ὃς ἂν δήπου τούτοις δοκῇ, τὸν δ’ οὔ. Θεοῦ γὰρ μόνου τοὺς ἀξίους τῆς οἰκείας χάριτος κρίνειν. Εἰ τοίνυν αὐτός τινα προσελάβετο, «σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην;» φησὶν ὁ Ἀπόστολος.

Ἀλλ’ ἡμεῖς ἐπανελθόντες ὅθεν ἐξέβημεν καὶ μικρὰ προσειπόντες, ἐπίσχωμεν τοίνυν ἔχον τὸν λόγον εἰς πολὺ μῆκος ἀποτεινόμενον. Ὁ τοῦτο τὸ μέγα τῆς καινῆς χάριτος μὴ πιστεύων μυστήριον, μηδὲ πρὸς τὴν ἐλπίδα τῆς θεώσεως βλέπων, οὐδὲ σαρκὸς ἡδονῆς καὶ χρημάτων καὶ κτημάτων καὶ τῆς πρὸς ἀνθρώπων δόξης καταφρονεῖν δύναιτ’ ἄν. Εἰ δ’ ἄρα καὶ δυνηθείη, κἂν πρὸς βραχύ, φυσίωσις αὐτὸν ὡς τὸ τέλειον ἤδη κτησάμενον διαδέχεται, δι’ ἧς αὖθις πρὸς τὸν τῶν ἀκαθάρτων κατασπᾶται κατάλογον. Ὁ δὲ πρὸς ἐκεῖνο βλέπων, κἂν ἅπαν ἔργον ἀγαθὸν κτήσηται, προκείμενον ἔχων τὴν ὑπερτελῆ καὶ ἀτέλεστον τελειότητα, ἑαυτὸν οὔπω λογίζεται κατειληφέναι τι καὶ οὕτω τῇ ταπεινώσει προστίθησι, διανοούμενος δὲ τοῦτο μὲν τὴν τῶν προωδευκότων ἁγίων ὑπεροχήν, τοῦτο δὲ τὴν τῆς θείας φιλανθρωπίας ὑπερβολήν, πενθῶν, τὸ τοῦ Ἡσαΐου βοᾷ· «Οἴμοι ὅτι ἀκάθαρτος ὢν καὶ ἀκάθαρτα χείλη ἔχων, κύριον Σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου». Τὸ δὲ πένθος τοῦτο τῇ καθάρσει προστίθησιν· ἐπιδαψιλεύεται δὲ ταύτῃ παράκλησίν τε καὶ ἔλλαμψιν ὁ τῆς χάριτος Κύριος. Ἔνθεν τοι καὶ ὁ τῇ πείρᾳ διδάσκων Ἰωάννης φησίν· «Ἄβυσσος μὲν πένθους παράκλησιν ἐθεάσατο· καθαρότης δὲ καρδίας ἐδέξατο ἔλλαμψιν». Δεκτικὴ τοίνυν τῆς ἐλλάμψεως ταύτης, καρδία κεκαθαρμένη· ὅσα δὲ περὶ Θεοῦ λέγεται καὶ γινώσκεται, καὶ καρδία ἀκάθαρτος δέχεται.

Φανερὸν τοίνυν ὡς ὑπὲρ λόγον τε καὶ γνῶσιν αὕτη ἡ ἔλλαμψις, κἂν γνῶσίν τις ταύτην εἴποι καὶ νόησιν, ὡς τῷ νῷ χορηγουμένην ὑπὸ τοῦ Πνεύματος· «Ἕτερον εἶδος» λέγει «νοήσεως, πνευματικόν τι, καὶ αὐταῖς ταῖς πισταῖς καρδίαις, εἰ μὴ δι’ ἔργων καθαρθεῖεν, ἀχώρητον».

Διὸ καὶ τὸ παρέχον τὸ ὁρᾷν καὶ ὁρώμενον, ταὐτὸ δ’ εἰπεῖν τὸ τῆς καθαρᾶς καρδίας φῶς, ὁ Θεὸς «μακάριοί» φησιν «οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται». Πῶς οὖν οὗτοι διὰ τοῦτο μακάριοι, εἴπερ ἡ ὅρασις αὕτη γνῶσις, τὴν δὲ καὶ ἡμεῖς ἔχομεν οἱ ἀκάθαρτοι; Καλῶς ἄρ’ εἶπεν ὁ ἐλλαμφθεὶς καὶ τὴν ἔλλαμψιν ὁριζόμενος ὅτι ἔλλαμψίς ἐστιν οὐ γνῶσις, ἀλλ’ «ἄρρητος ἐνέργεια, ὁρωμένη ἀοράτως», οὐ γὰρ αἰσθητῶς, καὶ «νοουμένη ἀγνώστως», οὐ γὰρ λογιστικῶς.

Ἦν μὲν οὖν προσθεῖναι καὶ ἕτερα· δέδοικα δὲ μὴ καὶ ταῦτα μάτην προέθηκα. Κατὰ γὰρ τὸν αὐτὸν ἅγιον «ὁ ἐλλάμψεως Θεοῦ αἴσθησιν καὶ ἐνέργειαν τοῖς ἀγεύστοις διὰ λόγου διηγεῖσθαι βουλόμενος, ὅμοιός ἐστι τῷ τοῖς μὴ γευσαμένοις μέλιτος, τὴν αὐτοῦ γλυκύτητα διὰ λόγων διδάσκειν ἐθέλοντι». Πρὸς σὲ δ’ ὅμως ἡμῖν οἱ λόγοι γεγόνασιν, ὡς ἂν καὶ σὺ τἀληθὲς ἀκριβῶς εἰδείης, καὶ ἡμᾶς ὁμολογοῦντας ταῖς τῶν πατέρων φωναῖς, ὧν τὰς ὑπολοίπους ὑπογεγραμμένας οὔσας, διέξιθι.