Θεὸν δ’ ἐν ἑαυτῷ κτήσασθαι καὶ Θεῷ καθαρῶς συγγενέσθαι καὶ τῷ ἀκραιφνεστάτῳ φωτὶ κραθῆναι, καθόσον ἐφικτὸν ἀνθρωπίνῃ φύσει, τῶν ἀδυνάτων ἐστίν, εἰ μὴ πρὸς τῇ δι’ ἀρετῆς καθάρσει καὶ ἡμῶν αὐτῶν ἔξω, μᾶλλον δὲ ὑπεράνω, γενοίμεθα, καταλιπόντες μὲν πᾶν ὅ τι τῶν αἰσθητῶν μετὰ τῆς αἰσθήσεως, ὑπεραρθέντες λογισμῶν καὶ διανοιῶν καὶ τῆς διὰ τούτων γνώσεως, ὅλοι δὲ γενόμενοι τῆς ἀΰλου καὶ νοερᾶς κατὰ τὴν προσευχὴν ἐνεργείας, καὶ τυχόντες τῆς ὑπὲρ τὴν γνῶσιν ἀγνοίας, καὶ πλησθέντες ἐν αὐτῇ τῆς τοῦ Πνεύματος ὑπερφαοῦς ἀγλαΐας, ὡς ἀθανάτου κόσμου γέρα φύσεως ἀοράτως καθορᾶν. Συνορᾷς οὗ κατελείφθη κάτω τὰ τῆς πολυθρυλήτου τῶν λόγων φιλοσοφίας, εἴπερ ἐκείνη μὲν ἐξ αἰσθήσεως ἔχει τὰς ἀρχάς, τέλος δὲ τῶν διαφορωτάτων ταύτης εἰδῶν ἡ γνῶσίς ἐστι, καὶ γνῶσις μὴ διὰ καθαρότητος εὑρημένη, μηδὲ καθαίρουσα παθῶν; Τῆς δὲ πνευματικῆς θεωρίας ἀρχὴ μὲν τἀγαθόν, διὰ καθαρότητος βίου πεπορισμένον, καὶ γνῶσις τῶν ὄντων ἀληθὴς καὶ γνησία τῶν ἐχόντων, ἅτε μὴ ἐκ μαθημάτων, ἀλλ’ ἐκ καθαρότητος ἀναφανεῖσα, μόνη δυναμένη διακρίνειν, τί τὸ ὡς ἀληθῶς καλόν τε καὶ λυσιτελὲς καὶ τί τὸ μὴ τοιοῦτον, τέλος δέ, ὁ ἀρραβὼν τοῦ μέλλοντος αἰῶνος, ἡ ὑπὲρ γνῶσιν ἄγνοια καὶ ὑπὲρ ἔννοιαν γνῶσις, ἡ κρυφία τοῦ κρυφίου μετουσία καὶ ὅρασις ἀνέκφραστος, ἡ μυστικὴ καὶ ἀπόρρητος τοῦ αἰωνίου φωτὸς θεωρία τε καὶ γεῦσις.