Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ὑπὲρ τῶν ἱερῶς ἡσυχαζόντων

Γρηγόριος Παλαμᾶς

Τριάδα Β', Λόγος 1ος: Η διάκριση μεταξύ αγιοπνευματικής σοφίας και θύραθεν φιλοσοφίας

Πολεμική κατά των συκοφαντιών του Βαρλαάμ, αναίρεση της ταύτισης εξωτερικής και θείας σοφίας και η ανωτερότητα της θείας αποκάλυψης έναντι της φυσικής γνώσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 4 από 9

ΤΟΥ ΑΥΤΟΥ ΛΟΓΟΣ ὙΠΕΡ ΤΩΝ ἹΕΡΩΣ ἩΣΥΧΑΖΟΝΤΩΝ ΤΩΝ ὙΣΤΕΡΩΝ Ὁ ΠΡΩΤΟΣ ΔΙΗΓΗΣΙΣ ΚΑΙ ἈΝΑΤΡΟΠΗ ΤΩΝ ὙΠΟ ΤΟΥ ΦΙΛΟΣΟΦΟΥ ΒΑΡΛΑΑΜ ΣΥΓΓΡΑΦΕΝΤΩΝ ΚΑΤΑ ΤΩΝ ἹΕΡΩΣ ἩΣΥΧΑΖΟΝΤΩΝ ΤΙΣ Ἡ ὌΝΤΩΣ ΣΩΤΗΡΙΟΣ ΓΝΩΣΙΣ ΚΑΙ ΤΟΙΣ ὌΝΤΩΣ ΜΟΝΑΧΟΙΣ ΠΕΡΙΣΠΟΥΔΑΣΤΟΣ, Ἢ ΚΑΤΑ ΤΩΝ ΛΕΓΟΝΤΩΝ ΤΗΝ ἘΚ ΤΗΣ ἜΞΩ ΠΑΙΔΕΙΑΣ ΓΝΩΣΙΝ ὌΝΤΩΣ ΣΩΤΗΡΙΟΝ Οὐδὲν ψεύδους δεινότερον, οὐδὲν συκοφαντίας ἄχθους βαρύτερον τοῖς ἐνεργοῦσιν, ἀλλ’ οὐ τοῖς πάσχουσιν. Οἱ μὲν γὰρ ἔσθ’ ὅτε καὶ δοκιμώτεροι γίνονται καὶ δι’ ὑπομονῆς τῶν οὐρανίων βραβείων ἐπιτυγχάνουσιν, «ἀπολεῖ δὲ Κύριος πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος». Εἰ δὲ καὶ ἀποστερητής τις ὤν, ὡς ἀποστερηθεὶς βοᾷ, καὶ ὁ συκοφάντης ὡς συκοφαντηθεὶς κατὰ τοῦ πεπονθότος καὶ μηδὲν εἰργασμένου δεινὸν ἀποδύρεται, τίνα καταλείπει κακίας ὑπερβολήν, τίνος δὲ καταδίκης οὐκ ἄξιος; Εἰ δὲ καὶ μὴ ταύτης πειρῷτο νῦν, ἀλλ’ «ἑαυτῷ θησαυρίζει τὴν ὀργὴν ἐν ἡμέρᾳ δικαιοκρισίας καὶ ἀποκαλύψεως Θεοῦ». Ταῦτ’ ἄρ’ ἐγὼ τὸν ἐκ Σικελίας ἥκοντα καὶ φιλοσοφεῖν τὴν ἔξω παιδείαν ἐπαγγελλόμενον ἐπὶ νοῦν λαμβάνων θρηνῶ.

Τοῦτον γὰρ κατὰ μοναχοὺς ἐσταλμένον ὁρῶν, ἔχαιρον ἐπ’ ἐμαυτοῦ λογιζόμενος ὡς καὶ τὰ θεῖα προϊὼν σοφὸς ἔσται, συνελθὼν τοῖς ἐκκρίτοις τῶν παρ’ ἡμῖν μοναχῶν, οἳ τοῖς ἄλλοις πᾶσι χαίρειν εἰπόντες, διὰ βίου μεθ’ ἡσυχίας τῷ Θεῷ προσανέχουσι· «Γένοιτο γὰρ ἂν ἡμῖν» οὕτως ἔλεγον «γραμματεὺς ὅμοιος θησαυρῷ, κατὰ τὸν τοῦ Κυρίου λόγον, ἐκφέροντι παλαιά τε καὶ νέα». Νῦν δ’ ἅπαν τοὐναντίον ἐξέβη καὶ δι’ ὃν ἐπ’ ἐλπίσιν ἀγαθαῖς ἔχαιρον, πένθος ἀρτίως καθίκετό μου τῆς ψυχῆς ὑπὲρ τῆς ἐκείνου ψυχῆς. Προσῆλθε μὲν γάρ τισι τῶν ἡμετέρων, καὶ τούτων τοῖς ἁπλουστέροις, τὸν μαθητιῶντα ὑποκρινόμενος, ἀπέστη δ’ ἐπὶ τοσούτῳ, κατεγνωκέναι δείξας αὐτῶν, ὡς καὶ συγγράμματα κατ’ αὐτῶν οὐδὲν μικρὸν οὐδὲ μέτριον ἐπικαλοῦντα συνθεῖναι καὶ μετὰ τῶν συγγραμμάτων τούτων παρρησιάζεσθαι κατ’ αὐτῶν, οὐκ ἐπ’ ἐκείνων αὐτῶν, ἀλλ’ ἐπὶ τῶν φοιτώντων αὐτῷ καὶ περιβομβούντων μειρακίων, καὶ τούτων ἔπειθεν ἐκείνους ὅσοι μὴ πρεσβυτικὸν ἐπαγγέλλονται φρόνημα καὶ μοναχῶν τοὺς μὴ πεῖραν ἐσχηκότας ἡσυχίου διαγωγῆς.

Ἤρξατο δὴ διαδίδοσθαι πᾶσιν ὁ λόγος ὡς ἀποτροπαίου φρονήματος ὑπὸ τῶν ἡσυχαζόντων πρεσβευομένου· καὶ ὄνομα γὰρ αὐτοῖς περιέθηκε τῶν φαυλοτάτων, «ὀμφαλοψύχους» προσαγορεύσας, καὶ τὴν ἣν αὐτὸς ἔλεγεν αἵρεσιν «ὀμφαλοψυχίαν» προσειρηκώς· ὀνομαστὶ δὲ μηδένα προβαλλόμενος τῶν παρ’ αὐτοῦ κατεγνωσμένων ἐκείνων, τοῖς κρείττοσί τε τῶν ἡμετέρων ἐντετυχηκέναι λέγων, πάντας οὕτω σαφῶς ἐποιεῖτο τοῖς ἐγκλήμασιν ὑπευθύνους.

Ἐζήτουν τοίνυν καὶ αὐτὸς παρ’ ἐκείνου ταυτὶ τὰ γράμματα. Διὰ τοσαύτης δ’ ἐκεῖνος ἐποιεῖτο σπουδῆς μηδενὶ ταῦτα τῶν καθ’ ἡμᾶς εἰς ὄψιν ἐλθεῖν, ὡς καὶ τοῖς πρὸς ὀλίγον ὡμιληκόσιν ἡμῖν καὶ ἅπαξ ποτὲ τεθεαμένοις ἡμᾶς οὐ παρεῖχε, μὴ πρότερον ἐξορκίσας μηδενὶ δεῖξαι τῶν τὴν ἡσυχίαν ἀσπαζομένων. Πλανώμενα δ’ οὕτως ἐν σκότει καὶ τὸ φῶς φεύγοντα τῆς παρρησίας τὰς ἐμὰς ὅμως χεῖρας εἰς τέλος οὐ διαπέφευγε. Λαβὼν οὖν καὶ αὐτός, ἔστιν ἃ διῆλθον καὶ εἶδον ὡς ἔπος οὐδὲν ὑγιές, ἀλλὰ πάντα ψεῦδος καὶ συκοφαντίαν δεινήν. Ἔλεγε γὰρ ὡς ἐδιδάχθη παρ’ ἐκείνων ὧν κατηγόρει, τὴν μὲν θείαν πᾶσαν Γραφὴν ἀνωφελῆ πᾶσι παντάπασιν εἶναι, πονηρὰν δὲ τὴν τῶν ὄντων γνῶσιν, τήν τε τοῦ Θεοῦ οὐσίαν αἰσθητῶς εἶναι θεωρητὴν καὶ πρὸς ταύτην ἄγειν τὴν θεωρίαν ἕτερά τινα αἰσθητὰ τηρήματά τε καὶ ἐνεργήματα καὶ ἐπιτηδεύματα. Ταῦτα δὲ ἅπαντα «ὀμφαλοψυχίαν» οὐκ οἶδ’ ὅπως καλέσας καὶ δαιμονιώδη ἀπελέγξας, ὡς αὐτὸς ᾤετο, καὶ καταστήσας ἑαυτὸν μόνον ἀσφαλῆ διδάσκαλον, τοὐντεῦθεν περὶ προσευχῆς νοερᾶς καὶ φωτὸς ἱεροῦ διεξῄει, καὶ ἀναβάσεις καὶ μέτρα προετίθει θεωρημάτων καὶ γνώσεων, καὶ τὸ πλεῖστον τῆς ἐν αὐταῖς τελειότητος ἐμαρτυρεῖτο οἷ προσγίνεσθαι παρὰ τῆς ἔξω παιδείας καὶ τῆς περὶ ταύτην σπουδῆς, δῶρον οὖσαν Θεοῦ, τῶν προφήταις καὶ ἀποστόλοις δεδομένων ὁμοίως.

Εἶχε μὲν οὕτω τὰ τῶν συγγραμμάτων αὐτῷ, καὶ τούτων οὐ μικρῷ χείρω διενοεῖτο καὶ συνεσκεύαζε, μέχρις οὗ πυθόμενος τὰς ἡμετέρας πρὸς αὐτὸν ἀντιρρήσεις ἐπὶ τοσοῦτον ἀπεδειλίασεν, ὡς τὰ γράμματά οἱ ταῦτα συγκλεῖσαι σκότει καὶ ὡς σκανδάλων αἴτια, καταλιπεῖν τε καὶ ἀφανίσαι παντάπασιν ἐπ’ Ἐκκλησίας ὁμολογῆσαι. Ὡς δὲ διὰ τοὺς λόγους τούτους ἀφείθη καταδίκης δικαίας, ἐνέτυχε δὲ καί τισι τῶν ἀντιλεγόντων ἡμετέρων βιβλίων πρὸς τὰ τοιαῦτα καὶ τὸ ἄφυκτον κατενόησε τῶν ἐλέγχων, τὴν αἰσχύνην οὐ φέρων, καθίσας αὖθις, τὰ μὲν ἀπαλείφει τῶν οἰκείων γραμμάτων, τὰ δὲ ἀμείβει, καὶ τὸ μὲν τῆς ὀμφαλοψυχίας ὄνομα ἐξαλείφει παντάπασιν, ὄνομα μόνον ἐξεληλεγμένον, πράγματος ἐστερημένον καὶ κατὰ μηδενὸς ὑποκειμένου λέγεσθαι δυνάμενον, ὥσπερ ὁ τραγέλαφος καὶ ἱππάνθρωπος καὶ ὅσα τῆς ψιλῆς ἐπινοίας ἐστίν. Ἃ δὲ «δαιμονιώδη» πρότερον ἀπεφαίνετο, «φυσικὰ» προσαγορεύει νῦν, οὐκ οἶδα καὶ τοῦτο πῶς. Οἷς δ’ ἐνέτυχε τῶν ἐμῶν, τὰ μὲν ὡς μηδ’ ἰδὼν παραλείπει, μηδ’ ἀντιβλέψαι πρὸς ἐκεῖνα τολμῶν, ἔστι δ’ ἃ συκοφαντικῶς ἀμείψας, ἔπειτα κατ’ ἐκείνων χωρεῖ, καὶ ταῦθ’ οὕτω πράττων, αὐτὸς ὡς συκοφαντούμενος ἀποδύρεται.

Πιστεύει δὲ ταῦτα οὐδὲ τοῖς φίλοις ἑταίροις ἑαυτοῦ πᾶσιν, ἀλλ’ ὀλίγοις πάνυ τῶν οἰκειοτάτων, ὧν εἷς ὡς ἐμὲ διακομίσαι ταῦτα δίκαιον ἔγνω, παρ’ ἑαυτοῦ τὴν ἀπάτην φωράσας κἀμὲ ἱκετεύσας ἐμαυτῷ καὶ τοῖς λόγοις χρήσασθαι, πρὸς ἕκαστον ἐν μέρει τῶν ὀχυρωμάτων τοῦ ψεύδους ἀντικαθισταμένῳ· καὶ τὸ τῆς ἀληθείας φέγγος νόθοις διδασκαλίαις ἀνεπισκότητον, ἐφ’ ὅσον ἄρα δυναίμην, κατασκευάζοντι. Δεῖν οὖν κρίνας ὑπακοῦσαι τῇ καλῇ ἀξιώσει καὶ συνήγορον ἐμαυτὸν αὖθις τῆς ἀληθείας ποιῆσαι πρὸς δύναμιν, ἄρξομαι καὶ νῦν ἀπὸ τοῦ περὶ λόγων ἐκείνῳ λόγου, καθάπερ καὶ πρότερον.

Ἔστι δὴ αὐτῷ τὸ προοίμιον τοῦτο· «Ὥσπερ ἐπὶ τῆς ὑγείας, οὕτως ἔχει καὶ ἐπὶ τῆς φιλοσοφίας· αὐτόθεν μὲν γὰρ δίδοται παρὰ Θεοῦ καὶ δι’ ἐπιμελείας εὑρίσκεται· καὶ ὥσπερ οὐκ ἄλλο μὲν εἶδος ὑγείας δίδοται παρὰ τοῦ Θεοῦ, ἄλλο δὲ διὰ τῆς ἰατρικῆς παραγίνεται, ἀλλὰ τὸ αὐτό, οὕτω κἀπὶ τῆς σοφίας· δίδωσι μὲν γὰρ ταύτην προφήταις καὶ ἀποστόλοις Θεός, δέδωκε δὲ ἡμῖν τά τε διὰ τῶν θεουργῶν λόγια καὶ τὰ κατὰ φιλοσοφίαν μαθήματα, δι’ ὧν πάλιν τὴν σοφίαν ζητοῦντες εὑρίσκομεν». Οὔπω ταῦτα πάνυ δεινά, καίπερ ἐξισάζοντος τὰ μακρῷ πάνυ καὶ ὅσον οὐκ ἂν εἴποι τις διαφέροντα· καὶ τὰ ἀνίατα γὰρ ἰᾶται Θεὸς καὶ νεκροὺς ἐκ τάφων ἀνίστησι καὶ σοφία προφήταις καὶ ἀποστόλοις αὐτός ἐστιν ὁ τοῦ Πατρὸς Λόγος, ἡ πρὸ αἰώνων σοφία, ὡς καὶ Παῦλος περὶ αὐτοῦ λέγει· «Ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ». Ἡ δ’ ἐκ τῶν ἔξω μαθημάτων σοφία καὶ ἡ παρ’ ἰατρῶν προσγινομένη ὑγίεια παρὰ τοσοῦτον οὐκ ἔστιν ἐκείναις ταὐτό, παρ’ ὅσον Ἑλλήνων προφῆται διενηνόχασι καὶ Γαληνῶν καὶ Ἱπποκρατῶν, οἱ τοῦ Χριστοῦ μαθηταί, εἰ δὲ βούλει καὶ Χριστὸς αὐτός, ὁ Ἰησοῦς δι’ ἡμᾶς κληθῆναι καταδεξάμενος. Ἴσον τοίνυν ἔμοιγε δοκεῖ ταῦτά τε λέγειν ταὐτὰ καὶ πυγολαμπίδι παραπλήσιον εἶναι τὸν ἥλιον, ἐπειδήπερ ἄμφω φῶς ἐπ’ ἀέρος δεικνύουσιν. «

Ἀλλὰ τὰ τῶν θεουργῶν» φησι «λόγια καὶ ἡ ἐν τούτοις σοφία τῇ παρὰ τῶν ἔξω μαθημάτων φιλοσοφίᾳ πρὸς ἕνα σκοπὸν ὁρᾷ καὶ τὸ αὐτὸ κέκτηται τέλος, τὴν τῆς ἀληθείας εὕρεσιν. Μία γὰρ ἡ διὰ πάντων ἀλήθεια, τοῖς μὲν ἀποστόλοις ἀμέσως ἐκ Θεοῦ δοθεῖσα τὴν ἀρχήν, παρ’ ἡμῶν δὲ δι’ ἐπιμελείας εὑρισκομένη· πρὸς δὴ ταύτην τὴν θεόθεν τοῖς ἀποστόλοις δεδομένην ἀλήθειαν καὶ παρ’ ἑαυτῶν εἰσάγειν πέφυκε τὰ κατὰ φιλοσοφίαν μαθήματα κἀπὶ τὰς ἀΰλους ἀρχετυπίας ἀνάγεσθαι τῶν ἱερῶν συμβόλων ἀπλανῶς τὰ μέγιστα συμβάλλεται».

Τίς ταῦτ’ ἀκούων οὐ νεμεσήσει τῶν εὖ φρονούντων καὶ τὸ διάφορον αὐτῶν ὅσον ἐπισταμένων, ὅτι καὶ συντάττεται γοῦν ὅλως ἡ θεουργικὴ σοφία τοῦ Πνεύματος τῇ παρὰ τῶν ἔξω μαθημάτων φιλοσοφίᾳ, καὶ ταῦτα παρὰ τῶν ταὐτὰ φρονεῖν δοκούντων ἡμῖν καὶ τὰς ἀντιρρήσεις αἰτιωμένων ὡς πρὸς ὁμόφρονας; Οὐχ ἡ μὲν «ἄγονός τε καὶ ἄκαρπος», κατὰ τὸν Νύσσης θεηγόρον Γρηγόριον, μηδένα δοῦσα τῶν μακρῶν ὠδίνων καρπόν, μηδ’ εἰς τὸ φῶς τῆς θεογνωσίας προάγουσα, ἡ δὲ τοῦ Πνεύματος γονιμωτάτη τε καὶ πολύτεκνος, οὐ σύνδυο καὶ σύντρεις, κατὰ τὰ πολυτόκα τῶν ζώων, πεφυκυῖα τίκτειν, ἀλλ’ ὅλας χιλιάδας εἰσάπαξ ἀναγεννῶσα κἀκ τοῦ δεινοῦ σκότους εἰς τὸ θαυμαστὸν τοῦ Θεοῦ μετατιθεῖσα φῶς, ὡς ἐκ τῶν Ἀποστολικῶν Πράξεων ἐδιδάχθημεν; Ὃ καὶ ὁ προφήτης προϊδὼν καὶ τοῦ θαύματος γεγονὼς ὅλος ἔλεγεν· «Εἰ ὤδινεν ἡ γῆ αἴφνης, εἰ ἐτέχθη ἔθνος εἰσάπαξ;» Οὐχὶ τῇ μὲν ἀμφισβητήσιμον ἔνεστι τἀληθὲς καὶ τῷ ψεύδει συμμιγές, διὸ καὶ ἀεὶ ἀντιλέγεσθαι πέφυκεν, ὡς καὶ οἱ καθηγεμόνες αὐτῆς συμμαρτυρήσαιεν ἄν, τῇ δὲ οὐδείς, κατὰ τὴν θεσπεσίαν τοῦ εὐαγγελίου φωνήν, «ἀντιστῆναι δύναται», σαφὲς καὶ τοῦ ἐναντίου παντάπασιν ἄμικτον προβαλλομένῃ τὸ ἀληθές; Οὐχὶ ταύτης μὲν τῆς τῶν θείων λογίων σοφίας τὸ ἀληθὲς ἀναγκαῖον ἡμῖν ἐστι καὶ λυσιτελὲς καὶ σωτήριον, ἐκείνης δὲ τῆς ἔξωθεν προσγινομένης οὐκ ἀναγκαῖον, οὐδὲ σωτήριον;

Ὅθεν δείκνυται καὶ διπλοῦν εἶναι τὸ εἶδος τῆς ἀληθείας, ὧν τὸ μὲν τέλος ἐστὶ τῆς θεοπνεύστου διδασκαλίας, τὸ δὲ μὴ ἀναγκαῖον, μηδὲ σωτήριον ζητεῖ μὲν ἡ ἔξω φιλοσοφία, ἐπιτυγχάνει δὲ ἧττον.

Πῶς οὖν δι’ ἀμφοτέρων τούτων μίαν εὑρίσκομεν τὴν ἀλήθειαν; Ἀλλὰ καὶ ἡμεῖς ἐπὶ τὴν τῶν ἀναγκαίων ζήτησιν τὸ ἐξεταστικὸν μεταφέροντες τῆς τῶν ἔξω μαθημάτων φιλοσοφίας καὶ πρὸς τὴν τῶν λογίων σαφήνειαν ἔστιν οἷς τῆς ἐκεῖθεν παιδείας χρώμενοι, ῥάστ’ ἂν ἐκτραπείημεν τοῦ ὀρθοῦ, μὴ τὴν μόνην οὖσαν κλεῖν τῶν ἱερῶν Γραφῶν ἔχοντες τὴν χάριν τοῦ Πνεύματος καὶ αὐτοῖς τοῖς θεοπνεύστοις λογίοις μὴ ποδηγούμενοι. Δῆλον γοῦν ὡς ἐντεῦθεν κἀκεῖνα πρὸς τὸ λυσιτελοῦν μεταποιεῖταί τε καὶ μετατάττεται· ἀνενδεὴς μὲν γὰρ ἡ σοφία τοῦ Πνεύματος, ἐν δὲ τῷ ὄντως ἀγαθῷ καὶ τὸ μὴ ὄντως ἀγαθὸν ἀγαθύνεται, κατὰ τὴν τοῦ πυρός τε καὶ φωτὸς φύσιν, ὡς ἐν ἀμυδρῷ τύπῳ, πυρώδη καὶ φωτοειδῆ δεικνῦσαν τὰ πλησιάσαντα. Πῶς οὖν ἓν εἶδος σοφίας ἐκ τῶν ἱερῶν διδαγμάτων καὶ τῶν ἑλληνικῶν μαθημάτων ἡμῖν προσγενήσεται καὶ τῇ ἀποστολικῇ σοφίᾳ ταὐτόν, ἥτις ἐν βραχεῖ διαλάμψασα τότε, περιέσχε τῆς οἰκουμένης τὰ πέρατα, τοὺς μὲν ἔξω σοφοὺς ἀσόφους ἐλέγξασα, τοὺς δὲ ἰδιώτας τῆς ἰδιωτείας ἐκείνης οὐκ ἀπαλλάξασα, σοφοὺς δὲ καὶ ἰδιώτας ἐκ τῆς ἀθέου πλάνης μεταθεῖσα πρὸς τὴν εὐσέβειαν; Πῶς οὖν μία ἡ διὰ τούτων ἀλήθεια;

Γνοίη δ’ ἄν τις σαφῶς τὴν ἀτοπίαν τῶν τοιούτων ῥημάτων, εἰ κατὰ τοὺς πατέρας τὰ μαθήματα ταῦτα προσαγορεύσας, εἶτα πειρῷτο συνάπτειν τῇ διδασκαλίᾳ τοῦ Πνεύματος καὶ τῷ καταλόγῳ τῶν κατὰ ταύτην θείων δώρων ἐγκρίνειν φάσκων· «Ἐδωρήσατο ἡμῖν ὁ Θεὸς τὴν θεόπνευστον διδασκαλίαν καὶ τὴν πολυάσχολον ματαιότητα, ἵνα διὰ τούτων τὴν τῶν προφητῶν καὶ ἀποστόλων σοφίαν κτησώμεθα». Τίς κοινωνία θεοπνεύστῳ διδασκαλίᾳ πρὸς ματαιότητας; Τί δὲ μέλλει τῇ θεουργικῇ σοφίᾳ πάσης τῆς ἐν ἄστρασιν ἀληθείας;

Καίτοι ὁ φιλόσοφος οὐ ταύτην τὴν ἀλήθειαν ἀπολεξάμενος, εἶτα τοῖς πνευματικοῖς καὶ θείοις ὄντως συνῆψε δώροις, ἀλλὰ τὰ κατὰ φιλοσοφίαν μαθήματα, περιττὴν τὴν τῶν πονηρῶν δογμάτων ἀκροβυστίαν, ὡς εἰπεῖν, περικείμενα.

Τὸ μέντοι πρὸς τὴν τῶν ὄντων γνῶσιν εἰσάγειν αὐτόθεν τὴν ἔξω φιλοσοφίαν ἴσως οὐ τελέως ψευδές, ὑπό τι γὰρ ἂν εἴη ἀληθές, ἀλλ’ οὐ τοῦτό ἐστιν ἡ τῶν ὄντων γνῶσις καὶ ἡ σοφία, ἣν Θεὸς προφήταις καὶ ἀποστόλοις ἀμέσως δέδωκε. Πνεῦμα γὰρ ἅγιον ἐκείνη· Πνεύματος δὲ ἁγίου μετόχους Αἰγυπτίους καὶ Χαλδαίους καὶ Ἕλληνας οὐδέπω καὶ τήμερον ἀκηκόαμεν· καὶ «Πνεῦμα μὲν ἅγιον παιδείας» λογισμῶν καὶ πράξεων ὑπαιτίων μακρὰν ἀπῴκισται καὶ «οὔτε εἰς κακότεχνον ψυχὴν εἰσελεύσεται» κατὰ τὸ γεγραμμένον, «οὔτε ἐν σώματι κατοικήσει κατάχρεῳ ἁμαρτίας».

Τῆς δὲ τῶν κατὰ φιλοσοφίαν μαθημάτων γνώσεως, καὶ ἡ Ἀριστοτέλους παντὸς μᾶλλον ἐξίκετο ψυχή, ὃν κακότεχνον οἱ θεηγόροι προσεῖπον· τί δὲ αὐτῷ καὶ τῆς τοῦ σώματος ἁγνείας τεκμήριον ἔχοι τις ἂν εἰπεῖν; Ἀλλὰ κἀν τῷ πλωτινικῷ σώματι ἡ τῶν μαθημάτων γνῶσις ἐνῴκει, ὃς μητρὶ καὶ θυγατράσιν ἐκείνης συνῴκει δυσί· καὶ τῶν προφητικῶν δὲ καὶ ἀποστολικῶν λογίων εἴ τις ἐξ ἐπιμελείας τὴν γνῶσιν κτήσαιτο, τοσοῦτον ἀπέχει τοῦ τὴν ἐκείνων ἔχειν σοφίαν, ὁπόσον ὀφθαλμὸς ἥλιος ἢ σελήνη τελέσαι, τῶν ἀκτίνων ἡλίου τε καὶ σελήνης μεταλαχών· διὸ τὰ τῶν προφητῶν εἰδότες προφῆται τυγχάνομεν ὄντες οὐδαμῶς· καὶ ἡ μὲν ἀποστολικὴ σοφία ἐξ ὀλίγων τῶν κεκτημένων ἐν βραχεῖ χρόνῳ κόσμον ὅλον ὑψοῦ πρὸς οὐρανὸν ᾖρε, τοῖς τοῦ εὐαγγελίου περιβαλοῦσα δεσμοῖς, νῦν δ’ εἰς ἓν συνελθόντες ὅσοι νῦν εἰσι σοφοί, κἂν ἐπὶ πλεῖστον διακαρτερήσωσι σπουδάζοντες, οὐδὲ κόσμου μικρόν τι μέρος τοῦ βυθοῦ τῆς ἀσεβείας ἀνασπᾶσαι δυνηθεῖεν ἄν.

Ἀλλ’ οὐδ’ ἡ παρὰ τῶν λογίων ἡμῖν προσγινομένη γνῶσις, καίτοι πλεῖστον ἀποδέουσα τῆς τῶν συγγραψαμένων ἐκεῖνα σοφίας, τῇ παρὰ τῶν ἔξω μαθημάτων χορηγουμένῃ γνώσει ταὐτὸν ἂν εἴη. Διὸ καὶ περὶ γενέσεως καὶ συστάσεως, λύσεώς τε καὶ μεταποιήσεως, ἀξίας τε τῆς προσηκούσης ἑκάστῳ τῶν ὄντων καὶ τῶν ἄλλων μεταξὺ μικροῦ πάντων, πρὸς τὴν ἔξω σοφίαν διαφερόμεθα· καὶ τῆς μὲν θείας σοφίας τὸ πλεῖστον εἰς τοῦτο τείνει, γνῶναι τί τὸ θέλημα τοῦ Θεοῦ, τὸ ἀγαθὸν καὶ τέλειον καὶ εὐάρεστον, ὃ ζητεῖν τοσοῦτον ἀπέχει τὰ κατὰ τὴν ἔξω φιλοσοφίαν μαθήματα, ὁπόσον οἱ πεφυκότες ἀεὶ πρὸς γῆν νεύειν χοῖροι τὴν ἀστέρων εὔκοσμον εἰδέναι θέσιν. Ὁ δὲ ζητητικὸς τοῦ θείου θελήματος καὶ τοῦτ’ ἐγνωκὼς ἐφ’ ἑκάστου τῶν ὄντων, τίνος ἕνεκα παρὰ τοῦ δημιουργοῦ τῶν ὅλων προήχθη, καὶ κατὰ τὴν θείαν ταυτηνὶ βούλησιν αὐτοῖς χρώμενος, οὗτός ἐστιν ὁ τοὺς αἰτιώδεις λόγους τῶν ὄντων εἰδώς, οὗτός ἐστιν ὁ τὴν γνῶσιν ἔχων τῶν ὄντων, οὗτός ἐστιν ὁ ἀληθὴς φιλόσοφος καὶ τέλειος ἄνθρωπος, κατὰ τὸ Σολομώντειον ἔπος· «Τὸν Θεὸν φοβοῦ καὶ τὰς ἐντολὰς αὐτοῦ φύλασσε, ὅτι τοῦτο πᾶς ἄνθρωπος».

Οὗτος δὴ σοφίαν ἔχει τὴν ἀναμφίλεκτον, μαρτυρεῖ γὰρ αὐτοῦ τὸ φρονεῖν ὁ βίος, ὃς ἀντιλογίαν οὐ παραδέχεται καὶ αὐτὸς ἐν ἑαυτῷ «τὸ μαρτύριον» ἔχει «τῆς συνειδήσεως», πρὸς δὲ τούτῳ καὶ τὴν ἄνωθεν ψῆφον, διὰ τῆς μυστικῆς ἐπιδημίας τε καὶ ἐμφανείας τοῦ Πνεύματος.

Ὁ δ’ ἐκ τῆς ἔξω σοφίας τὸ φρονεῖν συνειλοχώς, εἴ τινος καὶ μετέσχηκεν ἀληθοῦς, λόγῳ μόνον τὰς πίστεις πρὸς λόγον, ὡς λόγος ἀεὶ παλαίον τι, παρεχόμενος, ἀβεβαίου σοφίας ἐπιγνώμων καθέστηκεν, ἔστιν ὅτε μηδ’ ἑαυτῷ συνᾴδων, μᾶλλον μὲν οὖν καὶ μέγα φρονῶν καὶ φιλοτιμούμενος, εἰ τἀναντία δύναιτο λέγων πείθειν περὶ τοῦ αὐτοῦ πράγματος· οὕτως ἔχει τε καὶ παρέχει γνώμην ἄστατόν τε καὶ εὐμετάβολον, τὸ μεταβατικὸν καὶ μεριστὸν τοῦ φρονοῦντος τῆς ψυχῆς ἀχρειοῦσαν, ὥστ’ οὐδ’ ἀκριβῶς ἂν εἴη λογικὸς ὁ τοιοῦτος, πόσῳ γε μᾶλλον οὐ νοερός. Τίς οὖν μηχανὴ τὸν ἐκ τοιαύτης διανοίας ὁρμώμενον τὰς ἀΰλους ἀρχετυπίας τῶν ἐν τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ θείων ἐποπτεύειν συμβόλων, ὡς ὁ τῶν ἑλληνικῶν μαθημάτων γενναῖος οὗτος ὑπασπιστὴς ἐξηγεῖται; Ὁ δὲ τὸ τοῦ Θεοῦ θέλημα ζητῶν καὶ ποιῶν ἐκεῖνος φιλόσοφος, λόγον ἔχων ἔμπρακτον καὶ πρᾶξιν ἐλλόγιμον, δι’ αὐτῶν τῶν πραγμάτων τὸ ἀπλανὲς τοῦ μεταβατικοῦ τῶν οἰκείων νοήσεων ἀποδείκνυσι καὶ ὡς λογικὸς ὢν ἤδη τελέως, καὶ πρὸς τὸ ἑνοειδὲς τῶν ἀρχετύπων ἀπὸ τῶν μεριστῶν ἱερῶν συμβόλων ἀνάγεσθαι δύναται, τελειῶν δι’ ἑαυτοῦ νοητῶς τὰ προκείμενα καὶ αὐτὸς δι’ αὐτῶν μυστικῶς τελειούμενος, ὃς ἔσθ’ ὅτε καὶ τῆς ὑπερτελοῦς θέας καὶ ἀναβάσεως διὰ τῆς πνευματικῆς ἐπιτυγχάνει προσευχῆς.

Ἆρ’ ἂν ἔχοι τις ἔτι λέγειν ὡς ἣν ἀμέσως προφήταις καὶ ἀποστόλοις γνῶσιν τῶν ὄντων Θεὸς ἔδωκε, ταύτην ἡμεῖς διὰ τῶν ἔξω μαθημάτων εὑρίσκομεν; Οὐ μὴν ἀλλ’ ἐπεὶ τῶν ἐν ἡμῖν ἄριστον ἡ γνῶσις τῶν ὄντων, εἰσάγει δὲ δι’ ἑαυτῶν πρὸς ταύτην τὰ κατὰ φιλοσοφίαν μαθήματα, καὶ ἡ μὲν ἱερὰ Γραφὴ σύμβολα προτίθεται ταύτης, ἀνάγει δὲ πρὸς τὰς ἀΰλους ἀρχετυπίας τὰ κατὰ φιλοσοφίαν μαθήματα, ὡς ὁ φιλόσοφος λέγει, ἄριστα μὲν ἡμῖν μαθημάτων ταῦτα, τοσοῦτο δὲ κρείττω τῆς θείας Γραφῆς, ὁπόσον συμβόλων ἡ τῶν ἀρχετύπων ἀλήθεια· εἰ δὲ μὴ κρείττω ταύτης, ἐξ ἀνάγκης οὐδ’ ἥττω, τῶν ἐν ἡμῖν ἀρίστου τῆς γνώσεως οὔσης· τῶν γὰρ εἰσαγόντων εἰς ταύτην καὶ ἀναγόντων, τί ποτ’ ἄρ’ ἄλλο μεῖζον δράσειεν ἄν; Ἔστιν ἄρα τι τῶν ἐκ τῆς θεοπνεύστου Γραφῆς ἡμῖν προσγινομένων τῆς τῶν ὄντων γνώσεως ἀσυγκρίτως κρεῖττον, δι’ ὃ τὰ θεουργικὰ λόγια τῆς φιλοσοφίας ἐκείνης ἀσυγκρίτως ὑπάρχει κρείττω, πρὸς τὸ τῆς γνώσεως ἐκεῖνο κρεῖττον μήτ’ εἰσαγόντων, μήτ’ ἀναγόντων παρ’ ἑαυτῶν τῶν κατ’ αὐτὴν μαθημάτων. Ἰατρικὴ δὲ καὶ Θεός, πῶς τὴν αὐτὴν παρέχει ὑγιείαν, εἰ μή τις ἐπὶ πολλοστημορίου τοῦτ’ εἴποι ταύτης;

Οὐδὲ γὰρ ἐκεῖνο συνιδεῖν ἴσχυσεν ὁ φιλόσοφος ὡς τῆς μὲν παρὰ Θεοῦ ἰατρείας τε καὶ σοφίας ἐπὶ τὴν ψυχὴν βλέπει τὸ πλέον, τὰ δ’ ἐξ ἀνθρώπων εὑρήματα ταῦτα, τῷ σώματι μόνῳ μικρὰν ἐπενεγκόντα τὴν θεραπείαν, ἀπρακτοῦσιν ἔπειτα διαλύσαντος τοῦ θανάτου τὸ ὑποκείμενον.

Ἀλλ’ ἐκεῖνος ταύτῃ τἀληθὲς ἔχειν ἀποφηνάμενος, «εἰσί» φησιν «οἳ πρὸς ταῦτα ἀμφισβητοῦσιν ἡμῖν· ἔνιοι μὲν γὰρ τὴν τῶν λογίων ἀνάγνωσιν σύγχυσιν οἴονται, οἱ δὲ τὰ κατὰ φιλοσοφίαν μαθήματα καὶ πᾶσαν τὴν περὶ λόγους διατριβὴν μηδαμῶς εἶναι δόσιν Θεοῦ». Ὁρᾷς ἀνακεκαλυμμένας τὰς συκοφαντίας προβεβλημένας; Τούτων γὰρ τὸ μὲν κατὰ τῶν ἡσυχαζόντων λέγει, τὸ δὲ κατὰ τῶν λόγων τῶν ἡμετέρων. Ἀλλὰ τῶν μὲν ἐφ’ ἡμῶν ἡσυχαζόντων οὐδένα ἔγνωμεν ὃς τοῖς λογίοις οὐ προσανέχει, γράμματα μεμαθηκώς, καὶ τοὺς μὴ γράμματα εἰδότας ἴδοι τις ἂν βίβλους ἄλλας ἐμψύχους ἀπὸ στήθους τὰ πλείονα τῶν λογίων εὐφυῶς ἀπαγγέλλοντας. Ἐπεὶ τοίνυν οὗτοι σαφῶς τοιοῦτοι, πρὸς τοὺς πατέρας τείνειν ἔοικεν ὁ λόγος αὐτῷ· ὁ μὲν γὰρ αὐτῶν, φησί, «κόπους, καὶ μὴ δέλτους», ὁ δὲ «τοῦ ἐν πολλοῖς φύλλοις ἀναγινώσκοντος ψιλῶς, ψιλοῦται ἡ καρδία», καὶ ἕτερος «μοναχὸς διὰ γνῶσιν καὶ μὴ διὰ κατάνυξιν ἀναγινώσκων οἴησιν κτᾶται». Εἴτε τοίνυν πρὸς τούτους, εἴτε πρὸς ἐκείνους ὁ λόγος συκοφαντία σαφής.

Οὐ γὰρ ἐπὶ διαβολῇ τῆς ἱερᾶς Γραφῆς τοιαῦτ’ ἄττα παρ’ ἐκείνων εἴρηται· τὴν πρᾶξιν δὲ εἰδότες, ἀλλ’ οὐ τὴν γνῶσιν, σώζουσαν, καὶ τοῦ Ἀποστόλου πυθόμενοι «μὴ τοὺς ἀκροατὰς τοῦ νόμου, τοὺς δὲ ποιητὰς σωθήσεσθαι» λέγοντος, ἐπὶ τοῦτο καὶ αὐτοὶ τοὺς πυθομένους διὰ τῶν τοιούτων λόγων προτρέπονται.

Κἀγὼ δὲ εἰπὼν διατελῶ μεμνημένος, μετὰ τὸ «διελεῖν καὶ διαρρίψαι» πᾶν ὅ τι τῆς θύραθεν σοφίας μυθῶδες καὶ κακόδοξον, ὡς ἡ ἐκ τῆς ἔξω παιδείας γνῶσις «πνευματικὸν μὲν δῶρον οὐδ’ οὕτως ἂν κληθείη, φυσικὸν δέ, διὰ τῆς φύσεως δεδομένον ἡμῖν παρὰ Θεοῦ καὶ μελέτῃ πρὸς ἐπίδοσιν ἀγόμενον, ὃ καὶ τεκμήριον ἐναργὲς ὡς φυσικόν, ἀλλ’ οὐ πνευματικόν ἐστι δῶρον, τὸ μὴ μελέτης ἄνευ μηδενὶ τῶν ἁπάντων παραγίνεσθαι· Θεοῦ γὰρ κυρίως δῶρον ἐν ἁγίῳ Πνεύματι δεδόμενον, ἀλλ’ οὐ φυσικόν, ἡ καθ’ ἡμᾶς θεοσοφία, ἣ κἂν ἁλιεῦσιν ἄνωθεν ἐπιπτῇ, βροντῆς υἱοὺς ἀπεργάζεται». Καθάπερ γὰρ «τοῦ Κυρίου μέν ἐστιν ἡ γῆ καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ», ὀλίγοι δὲ οἱ τοῦ Θεοῦ, εἰ καὶ πάντες πλάσματα, τὸν αὐτὸν δήπου τρόπον καὶ Θεὸς μέν ἐστιν ὁ παρέχων ἀνθρώπῳ γνῶσιν, ὀλίγοι δέ εἰσιν οἱ τὴν σοφίαν κτησάμενοι τοῦ Πνεύματος, εἰ καὶ πάντες ὑπ’ αὐτοῦ φύσει λογικοὶ καὶ ἐπιστήμης δεκτικοὶ γεγόνασιν.

Ἆρ’ οὖν οὐ συκοφαντεῖ περιφανῶς τὸν λέγοντα φυσικὸν δῶρον ὁ λέγων μηδαμῶς εἶναι λέγειν δόσιν Θεοῦ; Τίνος γὰρ ἡ φύσις δόμα, οὐχὶ τοῦ Θεοῦ; Πῶς οὖν οὐδαμῶς ἐκ Θεοῦ λέγει, ὃ διὰ τῆς φύσεώς φησιν ἐκ Θεοῦ δεδομένον;

Ἀλλ’ ἐκεῖνος ἔπειτα πειρᾶται δεῖξαι, μᾶλλον δὲ ἀναποδείκτως ἀποφαίνεται ὡς αὐτὸς μὲν τῷ μεγάλῳ Διονυσίῳ ὁμολογεῖ, ἡμεῖς δ’ οὔ. Καὶ ἡ συκοφαντία εὐθὺς ἐγγύς, παριστῶσα αὐτῷ ἅττα παραστῆσαι οὐδαμῶς ἴσχυσε· «Διὰ τοῦτο γὰρ οὐχ ὁμολογεῖς» φησι «τῷ θείῳ Διονυσίῳ, ἐπειδὴ τὴν φιλοσοφίαν ἐκ δαιμόνων τε φανῆναι καὶ εἰς δαίμονας φέρειν διισχυρίζῃ». Μετὰ τοῦτο δ’ αὖθις, ὥσπερ ἐπιλαθόμενος αὐτὸς ἑαυτοῦ, «περὶ τῆς φιλοσοφίας ταύτης» φησίν, «ἣν αὐτοὶ πρεσβεύομεν, τὰς αὐτὰς ἡμῖν ἀφῆκας φωνάς». Πῶς ἄν τις μᾶλλον δείξειεν ἑαυτῷ ἀντικείμενος ὤν; Ἀλλ’ ἐκεῖνο πόθεν ἔχεις λαβὼν ὡς ἐκ δαιμόνων φανῆναι καὶ εἰς δαίμονας φέρειν τὴν φιλοσοφίαν διισχυρίζομαι; «Ὅτι» φησὶ «τῶν Ἑλλήνων τοὺς ἄκρους παράγεις λέγοντας ἀριδήλως ἐκ δαιμόνων ἐπιπνοίας τὴν γνῶσιν δέξασθαι». Τί οὖν διὰ τούτου συμπεραίνομεν ἐκεῖ;

Βούλει προθῶμεν αὐτὰ τὰ ῥήματα; «Ἆρ’ οὖν Θεοῦ σοφίαν ἐροῦμεν ἔχειν τοὺς τοιαῦτα περὶ σφῶν αὐτῶν λέγοντας; Οὐχ ἕως ἂν ἡμῶν αὐτῶν ὦμεν καὶ τῆς ὄντως σοφίας θεραπευταί, ἥτις εἰς κακότεχνον καὶ δαίμοσι φίλην οὐκ εἰσέρχεται ψυχήν· κἂν εἰσελθοῦσα φθάσῃ, μεταβαλούσης ἐπὶ τὸ χεῖρον ἀφίπταται· Πνεῦμα γὰρ ἅγιον παιδείας ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων, κατὰ Σολομῶντα τὸν Θεοῦ σοφίαν εὐμοιρηκότα καὶ περὶ αὐτῆς συγγραψάμενον.

Τί δὲ ἀσυνετώτερον τῶν μέγα φρονούντων ἐπὶ τῷ δαίμοσι τελεῖσθαι καὶ προσμαρτυρούντων ἐκείνοις τὴν χορηγίαν τῆς σφετέρας αὐτῶν σοφίας; Οὐ γὰρ περὶ φιλοσοφίας ἁπλῶς λέγομεν ἅττα λέγομεν νῦν, ἀλλὰ περὶ τῆς τῶν τοιούτων φιλοσοφίας· εἰ γὰρ καὶ κατὰ Παῦλον οὐ δύναταί τις ποτήριον Κυρίου πίνειν καὶ ποτήριον δαιμονίων, πῶς ἂν δυνηθείη τις Θεοῦ σοφίαν ἔχειν καὶ ὑπὸ δαιμόνων ἐμπνεῖσθαι;» Τί οὖν ἐστιν ὅ φαμεν;

Τοὺς ἐκ δαιμόνων τὴν ἑαυτῶν σοφίαν εἰπόντας, «δαιμονιώδεις» παρὰ τοῦτο σοφοὺς εἶναι ἀποφαινόμεθα. Σὺ δὲ δι’ ὃ τῶν εἰρηκότων κατεψηφισάμεθα, τοῦθ’ ἡμῖν προφέρεις. Δέδοικα μὴ καὶ σοῦ τῇ γλώττῃ βάσκανός τις δαίμων τὸ συκοφαντεῖν ἐνηχεῖ. «Δαιμονιώδη» μὲν οὖν ἡμεῖς τὴν τῶν ἀσεβῶν σοφίαν διὰ τὰς ἐν αὐτῇ κακοδοξίας προσείπομεν, Γρηγόριος δὲ ὁ τῆς θεολογίας ἐπώνυμος «πλάσματα τοῦ πονηροῦ» τοὺς κακοδόξους ὠνόμασεν· ἆρ’ οὖν ἐκ τοῦ πονηροῦ τὴν γένεσιν ἐσχηκέναι τούτους ἐδόξαζεν;

Οὔμενουν· ἀλλ’ αὐτῶν τὴν πονηρὰν δόξαν διασύρει διὰ τοῦ τοιούτου προσρήματος. Φανερὸν οὖν οὐδὲν ἧττον ὅτι μὴ καὶ μᾶλλον ὡς καὶ ἡμεῖς τὴν πονηρὰν χρῆσιν οὐκ ἐπαινοῦμεν, ἀλλ’ οὐκ αὐτὸ τὸ πρᾶγμα κακίζομεν.

Συνείρει δὲ τούτοις ἐφεξῆς καὶ δευτέραν συκοφαντίαν ὁμοίαν, ἐκ δαιμόνων εἶναί με λέγειν καὶ τὴν ἀστρονομικὴν μέθοδον, ἐπειδήπερ ἐκ τῶν αὐτῶν τὰ αὐτά, τῶν τε φιλοσόφων ἐκείνων καὶ τῶν ἀστρονόμων, καταψηφίζομαι.

Καὶ πολλὰ ταύτην ἐγκωμιάσας αὐτός, εἶθ’ ὡς ἀκούσας «εἰκονογνώστης», βαρέως ἤνεγκεν, ὥσπερ ἂν οὐκ αὐτὸς ὢν ὁ πρότερος τῷ τῆς Ἐκκλησίας ἀκριβεστέρῳ μέρει, καθάπερ αἱρεσιώταις, καινὴν καὶ δεινὴν ἐπωνυμίαν πρὸς διαβολὴν ἐπιθείς. Ἀλλ’ οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ μεταβαλὼν «περὶ ταυτησί» φησι «τῆς ὕβρεως δυσχεραίνειν οὐκ ἄξιον», ὡς Χριστοῦ μαθητής, οὐδὲ τοῖς ἴσοις ἀμείβεσθαι τῆς ἐντολῆς μεμνημένος, ὁ πολλαπλασίως ἀνθυπενεγκὼν καὶ ἀκρατῶς πάσῃ καθ’ ἡμῶν κεχρημένος διαβολῇ. Καίτοι τείνει μὲν ἡμῖν τὰ πρότερα τῶν συγγραμμάτων πρὸς ἐκεῖνον οὐδαμῶς, πρὸς δὲ τὰ ὑπὸ τῆς φήμης θρυλούμενα, καὶ πρὸς τοὺς λόγους ἀντεπεξάγω τὸν λόγον, οὐ πρὸς τὸν λέγοντα, καὶ τοσοῦτον ἀπέχω συκοφαντίαις χρῆσθαι περὶ τοὺς ἐκείνου λόγους, ὥσπερ ἐκεῖνος περὶ τοὺς ἡμετέρους, ὥστε καὶ τὰ χείρω τῶν ὑπ’ ἐκείνου λεγομένων παρῆκα. Τὸ δὲ μεῖζον ὡς οὐχ ὑπὲρ ἐμαυτοῦ γράφω, ἀλλ’ ὑπὲρ τῶν ἐπηρεαζομένων ἁπλουστέρων ἀδελφῶν, τὸ βάρος ἐκείνων αὐτὸς βαστάσας κατὰ τὴν ἀποστολικὴν ἐντολήν.

Ἐκεῖνος δ’ ὑπὲρ ἑαυτοῦ γράφει καὶ πρὸς ἐμὲ σαφῶς ἀποτείνεται καί, τῶν ἐμῶν ῥητῶν ἔστιν ἃ φανερῶς προβαλλόμενος, πολὺς γίνεται διαστρέφων καὶ ἀντικείμενος· τὸ δὲ χεῖρον ὅτι αὐτὸς τῆς ἐπηρείας ταύτης καὶ ἄρξας καὶ ἀμυνόμενος, εἶθ’ ὡς μήτ’ ἄρξαντα, μήτ’ ἀμυνόμενον δικαιοῖ αὐτὸς ἑαυτὸν ὡς Χριστοῦ μαθητήν, «ὃς λοιδορούμενος οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει, παρεδίδου δὲ τῷ κρίνοντι δικαίως».

Ἀλλὰ γὰρ ὥσπερ ἀναβαθμοῖς κακῶν χρώμενος, ἐπὶ τὰ χείρω προκόπτει καὶ κατὰ τῶν ἁγίων χωρεῖ, νῦν μὲν ἀναίδην ἀντιλέγων αὐτὸς αὐτοῖς, νῦν δ’ ἀντιλέγοντας ἑαυτοῖς καὶ ἀλλήλοις ἐλέγχων, ἔστι δ’ οὗ καὶ τὰς αὐτῶν ῥήσεις παραχαράττων καὶ προβαλλόμενος. Τοῦ γὰρ σοφοῦ τὰ θεῖα Γρηγορίου τοῦ Νύσσης οὐχ ὁμοίαν τὴν διαγωγὴν εἶναι λέγοντος ἐν τῷ μέλλοντι τοῦ τε διὰ πάσης ἀρετῆς ἥκοντος καὶ τοῦ μὴ δὲ ὅλως μετεσχηκότος τοῦ βίου, τῷ νήπιον ἐντεῦθεν ἐκεῖσε μεταχωρῆσαι πρὸ ὥρας ἀναρπασθέν—«Ὁ μὲν γὰρ διὰ πάσης» φησὶν «αἰσθήσεως καὶ παντοίας παιδεύσεως ἔγνω καὶ εὐηρέστησε Θεόν, τὸ δὲ ἀγύμναστον καὶ ἀτριβὲς τὴν διάνοιαν διῆλθε τὸν βίον»—, αὐτὸ τὸ διὰ παιδεύσεώς τε καὶ τῶν μαθημάτων ὠφειληθῆναί τινα ὁ σοφὸς οὗτος ᾠήθη ἕρμαιον εὑρεῖν κατά τε τῶν τοῦ μεγάλου Βασιλείου καὶ τῶν λόγων τῶν ἡμετέρων. Τοῦ γὰρ μεγάλου Βασιλείου πρὸς μαρτυρίαν ὑπ’ ἐμοῦ παρηγμένου καὶ ματαίαν λέγοντος γεωμετρίαν τε καὶ τὴν ἐπὶ τῇ γεωμετρίᾳ σχολήν, ἣν ἐξεῦρον Αἰγύπτιοι, σχήματά τε καὶ σκιὰς καὶ μετεωρολογίαν τὴν παρὰ τῶν Χαλδαίων τετιμημένην, αὐτὸς ἀντιτίθησιν ὡς μὴ ἀδελφὰ φρονοῦντα τούτῳ τὸν ἀδελφόν, καὶ σὺν ἐκείνῳ καὶ πρὸς ἐμὲ ἀντιλέγοντα.

Πρὸς ὃν ἄν τις εἶπεν, ὦ θαυμάσιε· ὁ διὰ πάσης ἀρετῆς ἥκων κἀκ τῶν ματαίων ὠφέληται, ὡς καὶ Γρηγόριος ὁ θεολόγος φησὶν ἐκ τῆς δεισιδαίμονος πλάνης ἐν Ἀθήναις ὠφειληθῆναι, «καταγελάσας δαιμόνων, οὗ θαυμάζονται δαίμονες». Εἴ τις οὖν βλαβερὰν τὴν δεισιδαιμονίαν ἐρεῖ, σὺ τοῦτον ἀντιλέγειν ἐρεῖς τῷ μεγάλῳ; Πάντως ἥκιστα φαίης, εἰ μὴ καὶ δεισιδαίμων ἐθέλεις εἶναι. Τὸν αὐτὸν ἄρα τρόπον, οὐδὲ τῷ λέγοντι καὶ παρὰ γεωμετρίας καὶ τῶν ἄλλων μαθημάτων ὄνησιν εἶναί τινα γενέσθαι τῷ διὰ πάσης ἀρετῆς ἥκοντι ὁ λέγων ἐκείνην ματαίαν καὶ βλαβερὰν ἀντιλέγει. Συνεργεῖ γὰρ καὶ τὸ κακὸν τῷ ἀγαθῷ προαιρέσει οὐ καλῇ καὶ σὰρξ ὄφεως τροφὴ γίνεται σωτήριος, ἀλλὰ θανατωθέντος αὐτοῦ καὶ μετασκευασθέντος μεγαλοτέχνου μεθόδοις ἰατρικῆς. Οὐδὲ γὰρ ἐπ’ ἐκείνων οἱ ἐξευρόντες Αἰγύπτιοι καὶ οἱ τετιμηκότες Χαλδαῖοι, ὡς πρὸς θεογνωσίαν λυσιτελούσας, γεωμετρίαν τε καὶ ἀστρονομίαν ἐξεῦρόν τε καὶ ἐτίμησαν, ἀλλ’ οἷόν τι δεινὸν διατείχισμα μέσον Θεοῦ καὶ ἀνθρώπων ἀνήγειραν καὶ διὰ τῶν μαθημάτων σεμνολογήσαντες ἀνήγαγον μὲν πρὸς ἀστέρας τὸ παρ’ ἀνθρώπων τῷ Θεῷ ὀφειλόμενον σέβας, κατεσπάσαν δὲ τὴν αἰτίαν τῶν τε ὄντων καὶ γινομένων ἀπὸ τοῦ Θεοῦ ἐπὶ ταῦτα.

Ὁρᾷς ὅπως ὄφις νοητός, τό γε εἰς ἐκείνους ἧκον, ταυτὶ τὰ μαθήματα, χωρίζοντα τοῦ Θεοῦ δι’ ἀπάτης τὸν ἄνθρωπον; Εἰ δ’ ὁ διὰ πάσης ἀρετῆς ἥκων καὶ δι’ αὐτῶν ὤνατο, ἀλλὰ καθελών τε καὶ διελὼν καὶ συσκευασάμενος καὶ σὺν λόγῳ χρησάμενος, ὡς αὐτὸς εἰσηγοῦμαι, πρὸς ὃν ἀντιλέγειν κακῶς προῄρησαι, πρὸς δὲ μηδ’ ἐν τῇ τῶν ματαίων ἐρεύνῃ καταγηράσας, ἀλλὰ συνιδὼν ὧν ὑπερορᾶν δέον, ὡς καὶ Ἀθανάσιος ὁ μέγας, ἑλόμενός τε «τὴν ὠφέλιμον παιδείαν» καὶ ἀποταγὴν ποιησάμενος «τῆς ἀνοήτου καὶ βλαβερᾶς», ὡς ὁ μέγας φησὶ Βασίλειος, Βασίλειος, ὁ καλῶς τὸν «Αἰγύπτιον πλοῦτον», τὴν ἔξω δηλαδὴ παίδευσιν, κατὰ τὸν τῆς νεότητος χρόνον ἐμπορευσάμενος, εἶτα τὴν ἡλικίαν προήκων ἀποταξάμενος ταύτῃ καὶ δῆλος ὢν ἐν αἰσχύνῃ τιθέμενος τῆς ἀγόνου ταύτης παῖς, τουτέστι μαθητής, ὀνομάζεσθαι, κατὰ τὸ περὶ Μωσέως ὑπὸ τοῦ ἀδελφοῦ εἰρημένον· «Εἰ γὰρ ἡ ἄγονός τε καὶ στεῖρα βασιλέως οὖσα θυγάτηρ, ἣν οἶμαί» φησι «τὴν ἔξω κυρίως νοεῖσθαι φιλοσοφίαν, ὑποβαλλομένη τὸν νέον μήτηρ τοῦ τοιούτου κληθῆναι κατασκευάσειεν, ἕως τότε συγχωρεῖ ὁ λόγος μὴ ἀπωθεῖσθαι τὴν τῆς ψευδωνύμου μητρὸς οἰκειότητα, ἕως ἄν τις τὸ ἀτελὲς τῆς ἡλικίας ἐν ἑαυτῷ βλέπῃ· ὁ δὲ πρὸς ὕψος ἀναδραμῶν, ὡς περὶ τοῦ Μωσέως ἐμάθομεν, αἰσχύνην ἡγήσεται τῆς ἀγόνου παῖς ὀνομάζεσθαι· ἄγονος γὰρ ὡς ἀληθῶς ἡ ἔξωθεν παίδευσις, ἀεὶ ὠδίνουσα καὶ μηδέποτε ζωογονοῦσα τῷ τοκετῷ.

Τίνα γὰρ ἔδειξε καρπὸν τῶν μακρῶν ὠδίνων ἡ φιλοσοφία; Οὐ πάντες ὑπηνέμιοί τε καὶ ἀτελεσφόρητοι, πρὶν εἰς τὸ φῶς ἐλθεῖν τῆς θεογνωσίας ἀμβλίσκονται; Δυνάμενοι ἴσως γενέσθαι ἄνθρωποι, εἰ μὴ διόλου τοῖς κόλποις τῆς ἀγόνου σοφίας ἐνεκαλύπτοντο».

Οὐκοῦν τοσοῦτόν τις ταύτῃ συζήσῃ, ὅσον μὴ δοκεῖν ἄμοιρος εἶναι τῶν παρὰ ταύτῃ σεμνῶν. Οὕτω τὰ αὐτὰ φρονοῦσιν ἀλλήλοις οἱ ἅγιοι καὶ ἡμεῖς ἐκείνοις ἀσφαλῶς ἑπόμεθα. Σὲ δὲ τὸν σαφῶς καὶ τὰς ῥήσεις τῶν ἁγίων παραχαράττοντα, πῶς ἐξηγητὴν ἐκείνων δεξαίμεθα;

Τούτου γὰρ τοῦ μηδ’ ἀνθρώπους ἀξιοῦντος τοὺς καθ’ Ἕλληνας σοφοὺς καλεῖν καὶ τὸ δύνασθαι γενέσθαι τούτους κατ’ ἀνθρώπους ἐπιδιστάζοντος, καὶ ταῦτα παρ’ οὐδὲν ἕτερον ὅτι μὴ τῷ διὰ βίου τῇ φιλοσοφίᾳ ταύτῃ προσέχειν καὶ τᾶς κατὰ φιλοσοφίαν μαθήμασι, τούτου τοίνυν περὶ τοῦ μετασχόντος ἐπὶ πολὺ τοῦ παρόντος βίου διεξιόντος, ὡς «εἶδεν, ἤκουσεν, ἐπαιδεύθη γεωμετρίαν τε καὶ ἀστρονομίαν καὶ πᾶσαν μέθοδον, καὶ πρό γε τούτων τὴν τῆς θεοπνεύστου Γραφῆς φιλοσοφίαν, τελείαν ἐπάγουσαν τῇ ψυχῇ κάθαρσιν», καὶ διὰ τῆς ἑνικῆς πτώσεως τῇ θεοπνεύστῳ Γραφῇ μόνῃ προσμαρτυροῦντος τὴν τελείαν κάθαρσιν, αὐτὸς διαστήσας τὸν λόγον τῶν πρὸ αὐτοῦ καὶ ἀμείψας εἰς πληθυντικὸν ῥῆμα τὴν ἑνικὴν πτῶσιν καὶ ἀντὶ τοῦ «ἐπάγουσαν» «ἐπάγουσιν» εἰπὼν καὶ προσγράψας τὸ «ταῦτα» καὶ τὰς ἀνωτέρω αἰτιατικὰς στρεβλῇ γνώμῃ πρὸς εὐθεῖαν μετενεγκών, ὡς τελείαν ψυχῆς κάθαρσιν τὴν γεωμετρίας καὶ ἀστρονομίας εἴδησιν εἰπόντα παράγει τὸν ἅγιον. «Ἄκουσον δή» φησι «καὶ ἃ λέγει περὶ τῶν μαθημάτων ὁ θεῖος Γρηγόριος ὁ Νύσσης· γεωμετρία τε γὰρ καὶ ἀστρονομία καὶ ἡ διὰ τοῦ ἀριθμοῦ κατανόησις καὶ πρό γε τούτων ἡ τῆς θεοπνεύστου Γραφῆς φιλοσοφία, τελείαν ἐπάγουσι ταῦτα κάθαρσιν ταῖς ψυχαῖς».

Ὢ παντόλμου καὶ χειρὸς καὶ γλώττης καὶ διανοίας· καίτοι ὁ θεολόγος ἐκεῖνος καὶ θεόπνευστον μόνην προσεῖπε τὴν τῆς θείας Γραφῆς φιλοσοφίαν, ἵν’ ἐκεῖνα μὲν αἰσθήσει δείξῃ συντάττων καὶ ταῖς ἀπ’ αὐτῆς πρὸς θεοσέβειαν συντελείαις, τὴν δ’ ἱερὰν Γραφὴν τοσοῦτο διαφέρουσαν μαθημάτων, ὁπόσον καὶ τὰ θεῖα τῶν ἀνθρωπίνων διενήνοχεν, ὁ δὲ οὐδὲ οὕτως ἐδυνήθη, μᾶλλον δὲ ἐβουλήθη συνιέναι, ἀλλ’ ὅπερ αὐτὸς ἀρχόμενος τοῦ λόγου πεποίηκε, συνάψας δολίως τὰ ἑλληνικὰ μαθήματα καὶ τὴν θείαν Γραφὴν καὶ ἓν καὶ τὸ αὐτὸ τούτων ἀποφηνάμενος τέλος, τοῦτο νῦν ὡς εἰρηκότα διαβάλλει τὸν ἅγιον, καίτοι ἐκεῖνος ἐνταῦθα οὐ τὴν εἴδησιν τῶν ὄντων λέγει κάθαρσιν, ἀλλὰ τὴν ἐξ εἰδήσεως τῶν ὄντων τοῦ καθ’ ὑπεροχὴν μὴ ὄντος κατάληψιν.

Εἰ δή τις μὴ κατασαπεὶς ἐν τοῖς βιβλίοις, μηδὲ καταγηράσας ἐν τῇ τούτων ἐρεύνῃ, τοσοῦτον ἐπέγνω Θεόν, ὡς πάντα ἀφέμενος τούτῳ καθαρῶς προσχωρῆσαι, πόσῳ καθαρώτερος τοῦ πάντα φυλοκρινοῦντος καὶ τὴν εἴδησιν ἁπάντων δοκοῦντος ἔχειν, εἶτα περὶ τὸν κόσμον τοῦτον ἐπτοημένου καὶ πρὸς τοῦτον κενοῦντος τὸ φιλοῦν τῆς ψυχῆς τὸ πᾶν ἢ τὸ πλέον καὶ τὸν ὑπὲρ πάντα μὴ ἐξ ὅλης ψυχῆς καὶ καρδίας ἠγαπηκότος Θεόν. Ἄλλως τε, εἰ μὲν τὴν ἐν τοῖς οὖσιν ἀλήθειαν εὑρήκασιν Ἕλληνες, καλῶς καὶ σὺ τούτοις ἑπόμενος διὰ τῶν κατ’ ἐκείνους μαθημάτων ταύτην εὑρεῖν ἰσχυρίζῃ, ἐπεὶ δ’ ἐκεῖνοι, γνώσεως ὑψώματα κατὰ Θεοῦ ἐγείρειν ἐπιχειρήσαντες, μᾶλλον τῶν ἐπὶ τῆς Χαλάνης τὸν πῦργον οἰκοδομούντων διῃρέθησαν τὰς γλώσσας, ὡς μὴ διαφωνεῖν μόνον, ἀλλὰ καὶ κατ’ ἀλλήλων φωνεῖν, τίνι τῶν ἀντιφωνούντων αὐτὸς δώσεις τὴν τῆς ἀληθείας οἰκοδομήν, ὅπως ἑπόμενοι τούτῳ διὰ τῆς ἀληθείας ταύτης τὴν πηγὴν τῆς διὰ πάντων ἀληθείας εὕροιμεν; Ἡμεῖς ἐκεῖνον μόνον ἴσμεν ὄντα τῆς ἀληθείας εὑρετὴν καὶ ῥήτορα, ὃς ἀπὸ Θεοῦ λαλεῖ, ὅς φησιν· «Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν», καὶ πάλιν· «Ἡμεῖς δὲ λαλοῦμεν Θεοῦ σοφίαν».

Τούτῳ τοίνυν ἡμεῖς καὶ τοῖς κατ’ αὐτὸν μετὰ τῆς προσηκούσης ἑπόμενοι πίστεως, πρὸς κτῆσιν θείας καὶ σωτηρίου σοφίας χειραγωγούμεθα· δεῖν δ’ οὗτος οὐκ ἔγνω λόγους ἐξαγγέλλειν ἡμῖν κτισμάτων καὶ διὰ διαιρέσεως καὶ ἀναλύσεως καὶ συλλογισμοῦ καὶ ὁρισμῶν παιδεύειν καὶ προάγειν ἡμᾶς. Διατί; Ὅτι «ἐὰν μὴ ἴδωμεν τὴν ἐν τοῖς τοιούτοις ἀλήθειαν, οὐδὲν ἡμῖν ἐμποδίσει πρὸς τὴν ἐν ἐπαγγελίαις μακαριότητα» κατὰ τὸν μέγαν Βασίλειον. Πρὸς ὃν σὺ σαφῶς ἀντιλέγων φωραθείς, ἐσκοτισμένους καὶ ἀνάγνους καὶ ἀτελεῖς ἀποφαινόμενος τοὺς μὴ εἰδότας τὴν ἐν τοῖς τοιούτοις ἀλήθειαν, εἶτ’ οὐκ ἐντρέπῃ, οὐδὲ ἐγκαλύπτῃ, οὐδὲ καταδύεις σαυτόν, ἀλλ’ ἐπαγωνίζῃ τῷ ψεύδει καὶ τῇ κακίᾳ προστίθῃς, τὰς τοῦ Θεοῦ ἐντολάς, τῶν μαθημάτων ἄνευ, μὴ δύνασθαι φάσκων καθᾶραι καὶ τελειῶσαι τὸν ἄνθρωπον. Ἡμῖν δ’ εἰ καὶ ἀναμφισβητήτως ἀκριβοῦς ἦν ἀληθείας ἡ τῶν Ἑλλήνων παιδεία, οὐδ’ οὕτως ἂν διαφερόντως περισπούδαστος ἐτύγχανεν οὖσα· καὶ τούτου γὰρ ἀπόντος τοῦ μέρους τῆς ἀληθείας, ἡ ἀληθὴς μακαριότης ἀνύσιμος. Ἐπεὶ δὲ καὶ τὴν ἀλήθειαν ταύτην ἀμφισβητήσιμον ἡ τῶν Ἑλλήνων ἔχει παιδεία, πῶς ἄν σε παραδεξαίμεθα λέγοντα πρὸς ἓν καὶ ταὐτὸ φέρειν ταύτην εἶδός τε καὶ τέλος τῇ παρὰ Θεοῦ δεδομένῃ σοφίᾳ, τῇ ὄντως ἀληθεῖ, τῇ ὄντως σωτηρίῳ, τῇ τῷ αἰῶνι τούτῳ μὴ συνδιαλυομένῃ;

Μετὰ δὴ τὸ μεγαλορρημονῆσαι, ὡς ὑπευθύνους ἡμᾶς λαβών, ἅτε τοῖς παρακεχαραγμένοις ὑπ’ αὐτοῦ ῥητοῖς ἀντιλέγοντας, πρὸς αὐτοὺς διακηρύττεται τοὺς λογικοὺς οὐρανούς, τοὺς ἀποστόλους λέγω. Τοῦ μὲν γὰρ ἀδελφοθέου δύο σαφῶς λέγοντος σοφίας, τὴν μὲν «ἄνωθεν», τὴν δὲ κάτωθεν, καὶ τὴν μὲν «ἁγνὴν καὶ ἐπιεικῆ», τὴν δὲ «ψυχικὴν καὶ δαιμονιώδη», καὶ τοῦ Παύλου δύο σοφίας ἐμφήναντος τῷ λέγειν «ἐπεὶ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεόν», αὐτὸς διαρρήδην μάχεται τοῖς δύο ἢ καὶ πλείους λέγουσι σοφίας, καὶ τὸ αἴτιον ὅτι «μηδείς πώ» φησιν «ὡρίσατο τὴν τοῦ δεῖνος ἢ τοῦ δεῖνος γνῶσιν σοφίαν».

Ἀλλὰ μὴν ὁ ἀδελφόθεος, ὦ φιλόσοφε, τὴν μὲν γνῶσιν τοῦ «ἐκ τῆς καλῆς ἀναστροφῆς δεικνύντος τὰ ἔργα αὐτοῦ» σοφίαν ὡρίσατο «ἁγνὴν» καὶ οὐράνιον, τὴν δὲ γνῶσιν τοῦ μὴ ζῶντος ἐν ἀναστροφῇ καλῇ σοφίαν ὡρίσατο «ψυχικὴν καὶ δαιμονιώδη καὶ ἐπίγειον». Εἰκότως· ἡ γὰρ αὐτὴ τοῖς τρόποις τῶν κεκτημένων συμμεταβάλλουσα, τὰς ἐναντίας σοφίας ταῖς ψυχαῖς ἐνειργάσατο· ἄλλως τε, εἰ μηδενὸς ἐπιστήμη φιλοσοφία ἐστίν, οὐδὲ φιλόσοφός ἐστιν οὐδεὶς οὐδαμοῦ καὶ ἀπολώλεκας σὺ σαυτὸν διὰ τοὺς σαυτοῦ λόγους, ὦ φιλόσοφε, ἢ οὐκ οἶδ’ ὅπως σε ὀνομάσω, ἐν οὐδεμιᾷ ψυχῇ κατὰ σὲ τῆς φιλοσοφίας ἐχούσης ἵδρυσιν, μηδ’ ἐπωνύμου ταύτης τῶν ἁπάντων οὐδενὸς ὄντος.

Τί δ’ ὁ λέγων «σοφία πρώτη σοφίας ὑπερορᾶν τῆς ἐν λόγῳ κειμένης καὶ ταῖς κιβδήλοις καὶ περιτταῖς ἀντιθέσεσιν», ἣν καὶ ἐπαινεῖν καὶ «ἀσπάζεσθαί» φησιν «ὡς τὴν καταργουμένην σοφίαν νικήσασαν»; Ἆρ’ οὐ διαφόρους εἶναι σοφίας δείκνυσι; Τὴν μὲν γὰρ ἐπαινεῖν φησι καὶ ἀσπάζεσθαι, πρώτην τε οὖσαν καὶ τὴν ἑτέραν νικῶσαν, τὴν δὲ ὑπεροπτέαν ἡγεῖται καὶ κατηργημένην καὶ ἡττημένην, ἅτε περιττὰς ἔχουσαν καὶ διὰ τοῦτο κιβδήλους τὰς ἀντιθέσεις, ἣν καὶ ἡμεῖς «Θεοῦ» καλεῖν «σοφίαν» ἀξιοῦμεν ἥκιστα· τὴν δὲ καὶ κακοδοξίας ἀντεχομένην, οὐκ ἂν ἀπαξιώσαιμεν καὶ πονηρὰν προσειπεῖν, ὁποία ἐστὶν ἡ τοῦ Πλάτωνος, μετὰ τῆς ἀκτίστου ὕλης καὶ τῶν αὐθυπάρκτων ἰδεῶν καὶ τῶν δημιουργῶν, τῶν ὑστερογενῶν δαιμόνων, ἔτι καὶ τὸ αὐτὸ πείθουσα εἶναι καλόν τε καὶ μὴ καλόν, ὅσιόν τε καὶ μή, καὶ ἁπλῶς αὐτὴ ἑαυτῇ διὰ περιττότητα μάτην ἐναντιουμένη, καὶ λέγειν μὲν περὶ παντὸς ἐπιχειροῦσα τοῦ προτεθέντος, περαίνουσα δὲ σχεδὸν συνετὸν οὐδέν, οἷά ἐστι καὶ τὰ σεβόμενα παρ’ αὐτῶν, ἃ κατὰ τὸν ἐκ παιδὸς ἱερὸν Σαμουὴλ «περανοῦσιν οὐθέν».

Εἰ δὲ σύ, τοῖς εἰρήνην ἄγουσι καὶ ταῖς περιτταῖς ἀντιθέσεσιν ἀποταξαμένοις θέλων πολεμεῖν, «προφασίζῃ προφάσεις ἐν ἁμαρτίαις», δόγματα καινοτομῶν καὶ ὀνόματα συναιρόμενά σοι πρὸς τὸ φίλερι καὶ φιλόμαχον, ἡμεῖς ἑτοίμως ἑψόμεθα, τῶν συντρόφων ἡμῖν καὶ κοινῆ δοκούντων ἀρίστων νοημάτων τε καὶ ῥημάτων ὀλιγωρήσαντες; Οὐκ ἔσται τοῦτο, οὐκ ἔσται.

Τίς γὰρ δὴ καὶ τῶν ἄλλων ἁπάντων ἀνθρώπων καὶ τῶν ἐξ ἀνθρώπων γενομένων ἁπάντων, εἰ περιῆσαν, ὑπέσχεν ἄν σοι πειθήνιον οὖς λέγοντι καὶ κατασκευάζοντι ὅτι «τέλειος ἄνθρωπος καὶ φιλόσοφος καὶ κεκαθαρμένος ἐστὶν ὁ πάντα εἰδώς», ἵν’ ἐντεῦθεν συναγάγῃς τὸ δεῖν ζητεῖν μανθάνειν, εἴ τις ἐπαγγέλλεταί τι εἰδέναι, κἂν θεοσεβὴς ᾖ, κἂν μή, καὶ ἀτελῆ καὶ ἄναγνον ἀποφήνῃς τὸν μὴ μεμαθηκότα παρ’ Εὐκλείδου μὲν τὴν γεωμετρίαν, ἀριθμητικὴν δὲ παρ’ ἄλλου, παρὰ δὲ σοῦ τὴν λογιστικήν, μουσικὴν δὲ καὶ ἀστρονομίαν, Πτολεμαίῳ διὰ τῶν κατ’ αὐτὸν βιβλίων συγγεγονότα, διαλεκτικήν τε καὶ φυσιολογίαν τὰς ἀριστοτελικὰς πραγματείας ἐκμελετήσαντα; Τίς γὰρ οὐκ οἶδε τῶν νῦν ἢ τῶν πώποτε νοῦν ἐχόντων Θεὸν εἶναι μόνον τὸν τὰ πάντα εἰδότα;

Καὶ ἵνα τἄλλα τῶν καινῶν ἀκουσμάτων νῦν ἀφῶ καὶ πρὸς τὸ προκείμενον ἐπαναγάγω τὸν λόγον, τίς οὐκ οἶδε καὶ φιλοσοφίαν ἑτέραν μὲν τὴν ἐν λόγοις, ἑτέραν δὲ τὴν ἐν πράξεσι, καὶ τούτων ἑκατέρας πολλὰς καὶ ποικίλας διαφοράς, δι’ ὧν μωρά τε καὶ μή, σαρκική τε καὶ πνευματική, ἀντιλεγομένη καὶ ἀναντίρρητος, πρόσκαιρος καὶ αἰώνιος ἀναφαίνεται σοφία, πλεῖστον ἑκατέρα σχεδὸν τῆς ἑτέρας διεστηκυῖα σαφῶς; «Ἀλλ’ ἐγώ» φησι «τὴν αὐτοσοφίαν αὐτὴν ἐπαινῶ, τὴν τῆς ἀληθοῦς γνώσεως ἰδέαν ἥτις μία ἐστίν». Ἀλλ’ ὦγαθέ, μόνη μὲν αὐτοσοφία ἴσως ἂν αὕτη κληθείη, μόνη δὲ σοφία ἢ φιλοσοφία, οὔ. Ὅταν μέντοι τῶν ὑπὲρ φιλοσοφίας λόγων αὐτὸς ἀρχόμενος «δεδόσθαι» λέγῃς «ἡμῖν πρὸς Θεοῦ τά τε τῶν θεουργῶν λόγια καὶ τὰ κατὰ φιλοσοφίαν μαθήματα», τὰ τῶν θεουργῶν λόγια πάντως οὐχ ὑπὸ τὴν φιλοσοφίαν τάττεις ἐκείνην. Πῶς γὰρ ἂν ἔλεγες ταῦτα καὶ τὰ ὑπὸ ταύτην, εἰ μὴ διῄρεις αὐτῆς ἐκεῖνα; Τί τοίνυν ὀνομάζεις φιλοσοφίαν ἐκεῖ, πότερον τὴν Ἑλλήνων ἢ τὴν ἰδέαν, ἣν ἐνταῦθ’ εἶπες;

Ἀλλ’ εἰ μὲν τὴν τῶν Ἑλλήνων, οὐκοῦν καὶ ταύτην ἐξυμνῶν τυγχάνεις, ἀλλὰ καὶ σαυτῷ ἀντικείμενος, ἐνταῦθ’ ὑπεναντίως φάσκων «οὐ ταῦτά ἐστιν, ἐφ’ ἃ τὸ τῆς φιλοσοφίας φέροντες ὄνομα ἐξυμνοῦμεν, ὅσα ὁ δεῖνα ἢ ὁ δεῖνα ἐδόξασεν ἢ συνέγραψεν ἢ ἐδίδαξεν, οὐδὲ ταῦτα φιλοσοφία ἡμῖν ἐστιν, ἀλλ’ αὐτὴ ἡ τῆς γνώσεως ἰδέα», προσέτι καὶ ὅτι μίαν μὲν ἐνταῦθ’ ἰσχυρίζῃ καλεῖσθαι φιλοσοφίαν, τὴν ἰδέαν αὐτήν, ἐκεῖ καὶ ἄλλην αὐτὸς λέγων, τὴν τῶν Ἑλλήνων. Εἰ δὲ μὴ ταύτην, ἀλλὰ κἀκεῖ τὴν ἰδέαν τῆς γνώσεως λέγεις φιλοσοφίαν, τὴν γενικῶς δηλαδὴ πᾶσαν περιέχουσαν γνῶσιν, τὰ παρὰ σοῦ ταύτης ἐκεῖ σαφῶς ἀποδιαιρούμενα θεουργικὰ λόγια πάσης γνώσεως ἐστέρηται καὶ παρεκτικὰ γνώσεως οὐδεμιᾶς ἂν εἴη, καθόλου δὲ τῆς γνώσεως ἀποδιεσταλμένα κατὰ σὲ καὶ πρὸς φενακισμὸν μόνον τῇ φιλοσοφίᾳ προσετέθησαν ἐκεῖ. Τίς δ’ ἂν εἴη καὶ χρεία τούτων ἀναγκαία, τῶν κατὰ φιλοσοφίαν μαθημάτων καὶ εἰσαγόντων καὶ ἀναγόντων εἰς τὴν γνῶσιν τῶν ὄντων, ἣ δὴ «πάσης ἱεραρχίας», ταὐτὸν δ’ εἰπεῖν πάσης θείας οἰκονομίας καὶ ἐνεργείας, «τέλος ἐστίν», ὡς αὐτὸς πολλαχοῦ τῶν λόγων ἀποφαίνῃ προϊών; Τί τοίνυν καθ’ ἡμῶν τοὺς θυμοὺς ἐγείρεις τὴν τῶν Ἑλλήνων σοφίαν «κατηργημένην» καὶ «μεμωραμένην» μετὰ Παύλου λεγόντων; Οὐ γὰρ ἡ τινῶν σοφία αὐτοσοφία ἐστίν.

Ἀλλὰ γὰρ ἴδωμεν καὶ τίνα κἀνταῦθα δῆλος εἶ πρεσβεύων αὐτοσοφίαν. Ἆρα τὴν ἐν τοῖς ὀνομαζομένοις φιλοσόφοις κἀν τοῖς τούτων συγγράμμασιν ἔχουσαν τὸ εἶναι; Καὶ μὴν αὐτὸς φῂς μὴ εἶναι, μηδὲ λέγεσθαι φιλοσοφίαν τὴν γνῶσιν τῶν φιλοσόφων, μηδὲ τὰ τοῦ δεῖνος ἢ τοῦ δεῖνος συγγράμματα, ἀλλ’ ἔστιν ἃ τούτων, οὐκ αὐτὰ φιλοσοφίαν, ἀλλ’ ἀποτελέσματα φιλοσοφίας εἶναι. Τοῦτο δ’ εἰς ἀνάγκην περιέστης εἰπεῖν, ἵνα δείξῃς μίαν μόνην ἣν φῂς γνώσεως ἰδέαν, ἀλλ’ οὐ πολλὰς λεγομένας φιλοσοφίας. Οὐκοῦν εἰ μηδὲν ἐκείνων φιλοσοφία ἐστίν, οὐδ’ ἐν αὐτοῖς ἔχει τὸ εἶναι κατὰ σέ, ἣν λέγεις αὐτοσοφίαν. Ἐν οἷς γὰρ ἔχει τὸ εἶναι, ἀπ’ αὐτῆς ἂν ἐκεῖνα κληθεῖεν, ὥσπερ καὶ ἄνθρωποι πάντες ἡμεῖς ἀπὸ τοῦ καθόλου εἴδους ἀκούομεν ἐν ἡμῖν ἔχοντος τὸ εἶναι. Εἰ τοίνυν μὴ ἐν ἐκείνοις ἡ αὐτοσοφία σοι αὕτη, ποῦ σχήσει τὸ εἶναι; Ἐν τῷ Θεῷ; Καὶ μὴν πάλιν αὐτὸς προϊὼν λέγεις μωρίαν εἶναι παρὰ τῷ Θεῷ, ἣν ἐξαίρεις φιλοσοφίαν· οὔκουν ἡ ἐν αὐτῷ τὸν ἄφραστον ἐνοῦσα τρόπον, ἣν αὐτὸς λέγεις αὐτοσοφίαν, ἀλλ’ οὐδ’ ἐν τοῖς ὑπ’ αὐτοῦ γεγενημένοις, ἐπεὶ μηδὲ φιλοσοφία ποτ’ ἂν ἐκεῖνο κληθείη. Σοὶ δ’ ὑπὲρ φιλοσοφίας ὁ λόγος· εἰ τοίνυν αὕτη μήτ’ ἐν Θεῷ, μήτ’ ἐν ἀνθρώποις ἔχει τὸ εἶναι, ἔστι δ’ ὅμως ἰδέα οὖσα, καθ’ ἑαυτὴν οὐκοῦν ἐστιν ὑφεστῶσα; Καὶ Πλάτων ἡμῖν αὖθις ἀναβιώσεται μετὰ τῶν τῆς κακοδοξίας τερετισμάτων.

Τοιγαροῦν ταύτῃ τἀληθὲς περὶ τῆς ἐκ μαθημάτων τῶν ἔξω φιλοσοφίας ἁπλῶς καὶ συντόμως φαίη τις ἂν ὡς φιλοσοφία μὲν ἑκάστου καλοῖτ’ ἂν ἡ ἐν συγγράμμασιν ἢ λόγοις ἑκάστου φιλόσοφος πραγματεία, κοινὴ δέ, ἡ πᾶσι φιλοσόφοις ἐνθεωρουμένη, μεμωραμένη δέ, ἡ τοῦ προσήκοντος σοφία τέλους τῆς θεογνωσίας ἐκπεσοῦσα. Ἡ δὲ μὴ τοῦτο πεπονθυῖα, οὐδὲ μεμωραμένη· πῶς γάρ, τοῦ φύσει γιγνομένου τέλους ἐπιτυγχάνουσα καὶ πρὸς τὸν δοτῆρα τῆς φύσεως ἐπιστρεφομένη Θεόν; Τοιαύτη δέ ἐστιν ἡ τῶν ἐφ’ ἡμῶν εὐσεβῶν καὶ ἐλλογίμων ἀνδρῶν, ἀνδρικῶς ὄντως ἀποτιναξαμένη τὸ βλάπτον καὶ τὸ λυσιτελὲς ἀπολεξαμένη καὶ τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ συστήσασα καὶ ἐμμελῶς ἁρμοσαμένη τῇ σοφίᾳ τοῦ Πνεύματος. Ἐγὼ μὲν οὖν ταύτῃ τἀληθὲς ἔχειν οἴομαι. Ὁ δὲ τῆς ἔξω καὶ μεμωραμένης φιλοσοφίας οὗτος ὑπέρμαχος, καὶ τὸ «ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου» Παύλου λέγοντος ἀκούσας, «ὡς συγκρινομένην πρὸς τὴν τοῦ Θεοῦ σοφίαν» φησὶ «μωραίνεσθαι, ὥσπερ καὶ πᾶσαν ἀνθρωπίνην ἀρετὴν καὶ διάνοιαν». Κἀμοῦ μὴ τοῦτο παραδεχομένου, δεικνύντος δὲ διὰ πολλῶν σαφῶς τἀληθές, αὐτὸς ἀντιλέγειν οὐκ ἔχων σοφιστείας καταψηφίζεται.

Κείσθω μὲν οὖν ἐν τῷ προτέρῳ μοι περὶ λυσιτελοῦς φιλοσοφίας ἐκεῖνα λόγῳ· καὶ γὰρ ἀνεπηρεάστως ἔτ’ ἔχει καὶ ἀναντίρρητα μένει. Καὶ νῦν δ’ ἂν ἐροίμην τὸν ἐκ συγκρίσεως μωραίνοντα τὴν ὑπ’ αὐτοῦ πρεσβευομένην σοφίαν καὶ πῶς οὐδαμοῦ γέγραπται ὅτι ἐμίανεν ὁ Θεὸς πᾶσαν ἀνθρωπίνην ἀρετὴν καὶ ἐμώρανε πᾶσαν διάνοιαν, ὡς καὶ τὴν τοῦ κόσμου τούτου σοφίαν ἐμώρανε; Ποῦ γὰρ συγκρίσεως εἶδος ἐνταῦθα τῶν ἀποστολικῶν ἀναφαίνεται ῥημάτων;

Ἀλλ’ ὥσπερ «ἐπώρωσεν ὁ Θεὸς τὰς καρδίας τῶν Ἰουδαίων» καὶ «ἐσκλήρυνε τὴν καρδίαν Φαραὼ» καὶ «παρέδωκε» τοὺς σοφοὺς τῶν Ἑλλήνων «εἰς ἀδόκιμον νοῦν», οὐ συγκρίσεώς ἐστιν, ἀλλ’ ἐγκαταλείψεως, τὸν αὐτὸν ἄρα τρόπον καὶ τὸ «ἐμώρανεν», ἐπεί τι καὶ τὸ ὅτι «κατῄσχυνεν ὁ Θεὸς τοὺς σοφοὺς» ἐκείνους βούλεται, καὶ ὅτι «κατήργησε», καὶ ὅτι «ἀπεδοκίμασε», καὶ αὐτὸ τοῦτο ὅτι «παρέδωκεν αὐτοὺς εἰς ἀδόκιμον νοῦν». Μὴ καὶ ταῦτα συγκρίνων ὁ Ἀπόστολος εἶπε; Καὶ τίς ἂν νοῦν ἔχων παραδέξαιτο τοῦτο;

Μᾶλλον δὲ τίς ἀποστολικαῖς ῥήσεσιν εἰδὼς ἕπεσθαι, ἀφεὶς ἐκεῖνα νοεῖν ἄνευ συγκρίσεως ὡς ἐκεῖνος ἐδίδαξε, σοὶ πεισθείη συγκρίνοντι; «Τὰ γοῦν μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ Θεός, ἵνα τοὺς σοφοὺς καταισχύνῃ». Τί οὖν, ἡ μὲν σοφία τῶν ἀνθρώπων συγκρινομένη πρὸς τὴν τοῦ Θεοῦ καταισχύνεται καὶ μωραίνεται, ἡ δὲ μωρία παρρησιάζεται καὶ σοφίζεται; Ἢ ἃ μὲν βούλει συγκριτικῶς ἐκλαμβάνεις, ἃ δ’ οὐκ ἔνι σοι βουλομένῳ, μὴ λυσιτελοῦντα τῇ παρασκευῇ τῶν σῶν λόγων, ἀφίης ἀσύγκριτα; Καὶ τίς ἄν σοι πείθοιτο, εἰ μὴ τοῖς σοῖς λόγοις ἠπατημένος, τὴν ἔξω παιδείαν σωτήριον ἥγηται;

Ἃ μὲν οὖν ἐφεξῆς μετὰ ταῦτα λέγει, ὡς «αὐτόθεν ἔχοντα τὸν τοῦ ψεύδους ἔλεγχον», παρεῖναί μοι δοκῶ. Ψεύδεσθαι δ’ ὥσπερ οὐκ ἀποχρῶν εἶναι κρίνας ἑαυτῷ, ἀλλὰ καὶ καταψεύδεσθαι τῶν ἄλλων περὶ πλείστου ποιούμενος, εἰς τὸ συκοφαντεῖν αὖθις καθῆκεν ἑαυτόν, κἀμοῦ λέγοντος τῶν δώρων τοῦ Θεοῦ τὰ μὲν εἶναι φυσικὰ κοινῇ πᾶσι δεδομένα πρὸ νόμου καὶ ἐν νόμῳ καὶ μετὰ νόμον, τὰ δ’ ὑπερφυᾶ καὶ πνευματικὰ καὶ διαφερόντως ἀπόρρητα, καὶ ὑπερτιθέντος ταῦτα ἐκείνων, καὶ τοὺς κατηξιωμένους τῆς σοφίας τοῦ Πνεύματος πάσης ἑλληνικῆς συμμορίας, ἓν δὲ τῶν φυσικῶς δεδομένων ὑπὸ Θεοῦ τὴν φιλοσοφίαν καὶ ἀνθρωπίνης διανοίας εὑρήματα τὰ μαθήματα, αὐτὸς ὡς ἀπ’ ἐμοῦ φησιν «ἐκ Θεοῦ δεδόσθαι ἐκεῖνα μόνα προσῆκεν οἴεσθαι, ὅσων ἀνθρώπινος οὐκ ἐξικνεῖται λογισμός, τῶν δ’ ἄλλων οὐδὲν τῆς τοιαύτης ἀξιοῦν τιμῆς». Ἐμοὶ δὲ οὐδ’ ἕτερον τούτων εἴρηται ἐκεῖ. Οἶδα γὰρ ὅτι πολλῶν καὶ τῶν φύσει γινομένων ἀνθρώπινος οὐκ ἐξικνεῖται λογισμός, τιμῆς δὲ ἀξιῶ ἕκαστον τῆς προσηκούσης· τὰς μὲν πνευματικὰς χάριτας, ὡς ὑπερφυεῖς καὶ μόνοις ἀμέσως διὰ τοῦ Πνεύματος τοῖς κατ’ ἀρετὴν διαφέρουσι προσγινομένας, τὰ δὲ φυσικά, μακρῷ μὲν φάσκων τῶν πνευματικῶν χαρίτων ἀποδεῖν, κοινῇ δὲ πᾶσι πρὸς Θεοῦ δεδόσθαι διὰ τῆς φύσεως.

Τῇ δὴ συκοφαντίᾳ ταύτῃ τὸν λόγον ἐρείσας ἐκεῖνος θρύπτεται καὶ διαχεῖται καὶ κατεπαίρεται τῶν μὴ λεγόντων πνευματικὸν Θεοῦ δῶρον τὴν Ἑλλήνων σοφίαν καὶ πολλὰς προβάλλεται ῥήσεις Βασιλείου τοῦ θείου ὡς ἐκ Θεοῦ πάσης τέχνης χαρισθείσης ἀνθρώποις, ὅπερ οὐδεὶς ὁ ἀντιλέγων ἐστίν. Εἶτα διὰ πολλῶν εἰς τὴν οἰκείαν ἐξέβη δόξαν καὶ κατασκευάσας συνεπέρανε καὶ ἀπεφήνατο ταύτην λέγων· «Καὶ αἱ ἀρχαὶ τῶν μαθημάτων καὶ ἡ προφητεία καὶ ἡτισοῦν ἀποκάλυψις τοιαῦτά ἐστιν, οἷα μὴ δοθέντα μέν, ὑπερβαίνειν ἀνθρώπινον λογισμόν, δοθέντα δέ, ἐξικνεῖσθαι αὐτῶν τὴν ψυχήν». Ὥστε ἢ οὐδέν, ἢ πανθ’ ὁμοίως δῶρά ἐστι Θεοῦ καὶ θεόσδοτα. Οὐκοῦν εἴποι τις ἂν πρὸς αὐτόν· καὶ σύ, ὁ τῆς ἑλληνικῆς χάριτος διαφερόντως διὰ τῶν μαθημάτων καταξιῶσαι σαυτὸν οἰόμενος, τῷ τὴν ὑπερβολὴν τῶν ἀποκαλύψεων ἔχοντι ὁμοίως κεχαριτωμένος ὑπάρχεις ὑπὸ Θεοῦ, καὶ οἱ τὰ μαθήματα τὴν ἀρχὴν εὑρόντες Αἰγύπτιοι τοῖς προφήταις καὶ ἀποστόλοις εἰσὶν ὁμότιμοι; Πῶς γὰρ οὐχ ὁμότιμοι οἱ τῶν ὁμοίως δεδομένων καὶ ὁμοίως γινωσκομένων δώρων ἐν μεθέξει γενόμενοι; «Ἀλλ’ ὁ Θεός» φησιν «ἐμπέπληκεν ἄρτι δημιουργήσας τὴν ψυχὴν τῶν κοινῶν ἐννοιῶν καὶ τῶν ὁριστικῶν καὶ διαιρετικῶν καὶ συλλογιστικῶν δυνάμεων ἐξ ὧν συνέστηκε τὰ μαθήματα· οὐκοῦν δῶρα Θεοῦ τὰ μαθήματα».

Τί δ’ ἄρα τοῦτο δικαίωμα τοῖς παραχρωμένοις ἢ καταχρωμένοις καὶ τοῖς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ ὡς ἀτελὲς τελειοῦσιν ἐκ μαθημάτων; Οὐδὲ γὰρ τοὺς πόρνους καὶ ἀκρατεῖς αἰτίας ἐξέλοιτ’ ἄν τις ὅτι τὴν ἀρχὴν ὁ Θεὸς τὸ σῶμα πλάσας τε καὶ ψυχώσας τὴν γεννητικὴν καὶ θρεπτικὴν ἐνεποίησε τούτῳ δύναμιν. Ταῦτα δέ ἐστιν ἃ κωλύομεν διὰ τῶν λόγων ἡμεῖς, τὴν παράχρησιν καὶ τὴν κατάχρησιν καὶ τὸ παρὰ τὸ προσῆκον παρεχόμενον τοῖς μαθήμασι σέβας· καὶ σύ γε τοῦτο, εἰ συνετῶς ἀκούειν ἐκείνων ἐθέλεις, εἴσῃ τε καὶ ὁμολογήσεις καὶ τὸ καταγηρᾶν ἐν τοῖς τοιούτοις ἀφήσεις καὶ σωτηρίους καὶ τελεστηρίους, καθαρτικούς τε καὶ φωτιστικοὺς ψυχῆς τοὺς λόγους οὐκ ἔτ’ ἐρεῖς, τούτοις τε τοῖς λόγοις καὶ τοῖς τοῦ μεγάλου Βασιλείου πεισθείς.

Οὐ μὴν ἀλλ’ εἰ τὴν ἀρχὴν ταῦθ’ ἃ λέγεις ἐδόθη τῇ ψυχῇ πρὸς Θεοῦ, κοινὰ πᾶσιν ἀνθρώποις καὶ ἔμφυτα καὶ φυσικὰ δήπου, κατὰ διαδοχὴν ἀπὸ τῶν πρώτων πατέρων διαδιδόμενα. Πῶς οὖν τοῖς ὑπὲρ φύσιν πρὸς τοὺς εὐσεβεῖς μόνους καὶ τῶν εὐσεβῶν τοὺς ἄκρους καὶ ἀπολέκτους ἐν Πνεύματι Θεοῦ χαρισθεῖσιν ὁμοίως ἐδόθησαν; «Ἀλλὰ τὸν αὐτόν» φησιν «ἔχει λόγον πρὸς τὴν ψυχὴν ἅπαντα, δοθέντα γάρ· οὐδὲ τὰ πνευματικὰ τὸν ἀνθρώπινον ὑπερβαίνει λογισμόν». Ὄντως δῆλος ἐγένου πνευματικοῦ δώρου πεῖραν εἰληφὼς οὐδαμῶς σύ, σαυτὸν ἀπελέγξας καὶ φανερὸν ποιησάμενος ὃ δὲ καὶ τούτου χεῖρον ὅτι μηδὲ τοῖς διὰ πείρας εἰρηκόσι πιστεύεις, ὃ δ’ αὖθις χείριστον ὅτι καὶ ἀντιρρητορεύεις αὐτοῖς, ψυχικὸς ὅλος, ὡς ἔοικεν, ὤν. Τὸ γὰρ ἐκλεκτὸν δοχεῖον τῶν πνευματικῶν χαρισμάτων ὁ Παῦλος, «ἡμεῖς» φησιν «οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ, ἵνα εἰδῶμεν τὰ ἐκ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν, ἃ καὶ λαλοῦμεν οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ’ ἐν διδακτοῖς Πνεύματος ἁγίου, πνευματικοῖς πνευματικὰ συγκρίνοντες· ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος· μωρία γὰρ αὐτῷ ἐστι καὶ οὐ δύναται γνῶναι», λογισμῶν ἐφόδοις τοῖς ἀκαταλήπτοις ἐμβατεύων, διαιρέσεσί τε καὶ συλλογισμοῖς καὶ ἀναλύσεσι πᾶσαν ἀλήθειαν εὑρίσκεσθαί τε καὶ διδάσκεσθαι οἰόμενος. «

Τὰ γοῦν ὑπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν», οὐ διὰ λογισμῶν, ἀλλὰ διὰ τοῦ ἐν ἡμῖν αὐτοῦ γινώσκομεν Πνεύματος, «ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη· ἡμῖν δὲ ἀπεκάλυψεν ὁ Θεὸς διὰ τοῦ Πνεύματος αὐτοῦ· τὸ γὰρ Πνεῦμα ἐρευνᾷ καὶ τὰ βάθη τοῦ Θεοῦ».

Τεκμηριώσαιτο δ’ ἄν τις τὴν ἀλήθειαν τῶν λεγομένων καὶ ἀπὸ τῆς σῆς ἀντιλογίας, ὦ φιλόσοφε. Σὺ γὰρ ἀκούων καὶ συχνῶς ἀκούων τῶν μετιόντων ἐκ πείρας ἐν λόγοις, ἐν γράμμασιν, ἐν μαρτυρίαις, ἐν ὑποδείγμασι, περὶ φωτός, οὐκ αἰσθήσεως μόνον, ἀλλὰ καὶ διανοίας ὑψηλοτέρου παντάπασιν, οὗ τυγχάνει νοῦς καὶ ὃ γίνεται κρειττόνως ἐκστὰς καὶ ὑπεραναβὰς ἑαυτὸν καὶ Θεῷ συγγενόμενος, σὺ τούτων ἀκούων, νῦν μὲν ἀπαναστῆσαι τὴν διάνοιαν τοῦ προσύλου φωτὸς οὐ δυνάμενος, ὡς περὶ αἰσθητοῦ λεγόντων φωτὸς κατηγορεῖς, νῦν δ’ ἐκ τῆς ἐλλείψεως, οὐκ εἰς τὸ μέσον καὶ ἀληθές, ἀλλ’ εἰς ὑπερβολὴν καὶ ψεῦδος ἐκκλίνων, καθ’ ἑτέρου βάλλεις σεαυτὸν κρημνοῦ, τὴν τοῦ Θεοῦ οὐσίαν τοῦτ’ εἶναι καὶ θεωρητὴν εἶναι λέγειν ἐκείνους ἰσχυριζόμενος. Οὐκ ἂν τοῦτο παθών, εἰ λογισμοῖς ἀνθρωπίνοις ἀνέφικτα τὰ θεῖα ἐδόξαζες καὶ πίστιν μετ’ εὐλαβείας προσῆγες, ὡς μόνην δεκτικὴν τῶν τοιούτων, καὶ δι’ ἔργων τὴν τελεωτέραν ἐζήτεις εἴδησιν καὶ τῇ πίστει τὴν πεῖραν ἐπῳκοδόμεις, τὸν τῆς χάριτος ὄροφον, τὴν ἐν ἀληθεῖ θεωρίᾳ Θεοῦ ἀγάπην ἐπιστεγάζουσαν· οὕτως ἀνθρώπινον ὑπερβαίνει λογισμὸν καὶ μετὰ τὸ δεδόσθαι τὰ τοῦ Πνεύματος δόματα.

Ὁ γοῦν ἐν ἀκριβεῖ καταλήψει τῶν μαθημάτων γεγονώς, μικροῦ καὶ ἀδιδάκτως, ὡς αὐτὸς ἂν εἴποις, τῶν πνευματικῶν ἐνεργημάτων οὐδὲ μετρίως γοῦν ἐπαΐοις καὶ διδασκόμενος· εἰκότως· «Ὁ γὰρ λόγος Κυρίου ἀληθής, διαμένων εἰς αἰῶνα αἰῶνος», ὃς τῷ Ἰωάννῃ ἀπεκάλυψεν ὅτι τῷ θεαρέστως ζῶντι «δίδοται ψῆφος λευκή, ἣν οὐδεὶς δύναται γνῶναι, εἰ μὴ ὁ λαβών»· ὅπως δὲ κἀκεῖνος δύναται παρὰ τοῦ Παύλου ἐδιδάχθημεν.

Μετὰ δὴ τὴν τῶν κατὰ φύσιν τε καὶ ὑπὲρ φύσιν δώρων ἐξίσωσιν, διὰ πλειόνων ἐπιτίθεται τῇ περὶ προσευχῆς ἀποστολικῇ ἐντολῇ, λέγων ἀδύνατον εἶναι τὸ «ἀδιαλείπτως προσεύχεσθαι», εἰ μὴ ὡς αὐτὸς ἐξηγεῖται παραδεξαίμεθα· ἐξηγεῖται δὲ προσεύχεσθαι ἐνταῦθα λέγειν τὸν Ἀπόστολον οὐ τὸ ἐνεργεῖν τὴν προσευχήν, ἀλλὰ τὸ τὴν ἕξιν ἔχειν αὐτῆς· «Ἕξις δέ ἐστί» φησι «προσευχῆς τὸ μηδὲν δύνασθαι πράττειν, οἴεσθαι καὶ εἰς πέρας ἄγειν μὴ βουλομένου Θεοῦ· ὁ τοίνυν» φησὶ «ταύτην τὴν ἕξιν ἔχων, ἀδιαλείπτως προσεύχεται».

Τοιοῦτον δ’ ὂν τὸ «ἀδιαλείπτως προσεύχεσθαι», καὶ τῶν ἑλληνικῶν ἄρα βιβλίων ὁ φιλόσοφος οὐκ ἀνακύψει καὶ ἀδιαλείπτως προσεύξεται. Τί οὖν ἂν εἴποι τις πρὸς τὸν ἀδιαλείπτως καὶ μηδέποτε προσευχόμενον τοιοῦτον φιλόσοφον; Ὅπερ ὁ Ἀπόστολος ἀλλαχοῦ λέγων· «Προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν Πνεύματι, καὶ εἰς αὐτὸ τοῦτο ἀγρυπνοῦντες». Ἆρα κἀν τούτῳ τὴν ἕξιν ταύτην εἰσηγεῖται, ἣν αὐτὸς λέγεις, ἢ τὴν ἐνέργειαν, καίτοι ταὐτόν ἐστιν «ἀδιαλείπτως» τε εἰπεῖν καὶ «ἐν παντὶ καιρῷ»; Προσεπισκήψας δὲ τὴν ἐπὶ τῷ προσεύχεσθαι ἀγρυπνίαν, δῆλός ἐστιν ἀδιαλείπτως ἔχεσθαι τῆς ἐνεργείας ἐπιτάττων. Ἔλεγε δὲ καὶ ὁ Κύριος παραβολὴν τοῖς μαθηταῖς, κατὰ τὸν εὐαγγελιστὴν Λουκᾶν, «πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι καὶ μὴ ἐκκακεῖν». Ἆρ’ οὖν κἀνταῦθα πρὸς τὴν ἕξιν ἐνῆγεν;

Ἀλλ’ οὐ τοῦτο ἡ παραβολὴ δείκνυσιν, ἀλλὰ τὴν ἐπίμονον αἴτησιν καὶ τὸ μὴ ἐκκακεῖν δέ, τουτέστι μὴ ὑφίεσθαι τῆς προσεδρείας ὑπὸ ῥαθυμίας, δείκνυσι τὴν προτροπὴν οὖσαν οὐ πρὸς τὴν ἕξιν, καὶ ταῦθ’ ἣν ὁ σοφὸς οὗτος λέγει, ἀλλὰ πρὸς αὐτὴν τὴν ἐνέργειαν τῆς προσευχῆς, δηλαδὴ τὴν δέησιν, ὃ καὶ τὸ ἐπιτελεύτιον ἐν τῇ παραβολῇ ῥῆμα τοῦ Κυρίου δηλοῖ· «Δώσει γάρ» φησιν «ὁ Θεὸς Πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτὸν ἡμέρας καὶ νυκτός», τουτέστι τοῖς ἀδιαλείπτως οὕτω προσευχομένοις. Δεόμεθα δὲ τῆς ἀδιαλείπτου ταύτης δεήσεως οὐχ ὥστε πεῖσαι Θεόν, αὐτοπαράκλητος γάρ, οὐδ’ ὡς ἐφελκυσόμενοι τοῦτον, πανταχοῦ γάρ, ἀλλ’ ὡς τῇ πρὸς αὐτὸν ἐπικλήσει, ἡμᾶς αὐτοὺς ἀνάγοντες πρὸς ἐκεῖνον καὶ ἐπιστρέφοντες, ὡς μεθέξοντες οὕτω τῶν περὶ αὐτὸν ἀγαθοπρεπῶν δωρεῶν. «Τότε γὰρ» κατὰ τὸν μέγαν Διονύσιον «τῷ Θεῷ σύνεσμεν, ὅτε πανάγνοις μὲν εὐχαῖς, ἀνεπιθολώτῳ δὲ νῷ, τοῦτον ἐπικαλώμεθα». Διὰ τοῦτο τοίνυν αὐτὸν ἀδιαλείπτως ἐπικαλούμεθα, ὡς ἂν ἀδιαλείπτως αὐτῷ συνῶμεν.

Τῆς δὲ ἀδιαλείπτου ταύτης προσευχῆς τε καὶ ἕξεως, ἣν ἄρτι διενοήθη πρῶτος ὁ φιλόσοφος οὗτος, οὐδὲ ὁ διάβολος φαίνεται ἀμοιρῶν, καίτοι μηδέποτε προσευχόμενος· ᾔδει γὰρ μηδὲ κατὰ χοίρων δυνησόμενός τι, μὴ τοῦ Κυρίου τῶν ὅλων ἐνδόντος, κατὰ δὲ τοῦ Πέτρου μηδ’ ἐπιχειρήσων γοῦν, καὶ πρὸ τούτων κατὰ τοῦ Ἰὼβ μηδὲν ἀνύσων ταῖς πολυτρόποις ἐπιβουλαῖς· τοσοῦτον ἀπέχει προσευχῆς, οὐ τῆς ἀδιαλείπτου μόνον, ἀλλὰ καὶ τῆς ἐκ διαλειμμάτων, τὸ πεπεῖσθαι Κύριον εἶναι τὸν Θεὸν ἁπάντων· οἱ μὲν γὰρ ἐκτὸς σώματος τῶν λογικῶν, ἴσασι μὲν τοῦτο πάντες, εὔχονται δ’ οὐ πάντες· ἀντικείμενος γάρ ἐστι καὶ τῇ εὐχῇ ὁ τῷ Θεῷ ἀντικείμενος, καὶ ὁ τοῦ καλοῦ φυγὰς καὶ τῆς πρὸς τὸν Θεὸν εὐχῆς φυγάς ἐστιν. Οἱ δὲ σῶμα περικείμενοι, τὸν μὲν τοῦ παντὸς Θεὸν ἴσασιν οὐ πάντες, πάντες δ’ εὔχονται, καταλλήλως ἕκαστος τῇ δόξῃ ἑαυτοῦ.

Τοῖς δὲ τὸν ἕνα καὶ ὄντως γινώσκουσι Θεόν, συνεισέρχεται τῇ δόξῃ ταύτῃ καὶ τὸ χωρὶς αὐτοῦ μὴ δύνασθαι ποιεῖν μηδέν· τῶν δὴ τοῦτο πεπεισμένων ὅσους ἔρως θεῖος εἷλεν ἑνωθῆναι κυρίως τῷ Κυρίῳ τοῦ παντός, οὗτοι τροφῆς ἄνευ καὶ πνοῆς ἐν εὐχῇ γενόμενοι, κατὰ τὴν τῶν πατέρων ὑφήγησιν, ἐπιστρέφουσι τὸν νοῦν εἰς ἑαυτὸν καὶ οὕτω τῇ πρὸς τὴν θείαν ἕνωσιν ἐπιτηδειότητι τοῦ μυστικοῦ καὶ ἀπορρήτου καὶ πνευματικοῦ τῆς προσευχῆς καταξιοῦνται δώρου, ὃ καὶ ἀδιαλείπτως σύνεστιν αὐτοῖς, νῦν μὲν αὐτὸ παρ’ ἑαυτοῦ ἕλκον τὸν κατηξιωμένον νοῦν πρὸς τὴν ἀρρητοτάτην ἕνωσιν καὶ πηγάζον εὐφροσύνην ἱεράν, νῦν δὲ τῷ νῷ δι’ εὐχῆς ἀνατεινομένῳ πρὸς Θεὸν μυστικῶς ὑπηχοῦν τε καὶ συμπροσευχόμενον, ὥσπερ μουσικὴ τῷ πρὸς ταύτην συντιθέντι τὴν ᾠδήν. Οὕτω γὰρ ἐν μεθέξει τῆς ἀεικινήτου τε καὶ ἀκαμάτου γεγονότες χάριτος ἐνερριζωμένην ἔχουσι τῇ ψυχῇ τὴν προσευχὴν καὶ ἀδιαλείπτως ἐνεργοῦσαν κατὰ τὸν εἰπόντα· «Ἐγὼ κοιμῶμαι καὶ ἡ καρδία μου ἀγρυπνεῖ».

Ὁ τοίνυν βουλόμενος ἐπιτυχεῖν τῆς ἀληθοῦς ταύτης καὶ ἀληθῶς ἀδιαλείπτου προσευχῆς παρὰ «τοῦ διδόντος» προφητικῶς εἰπεῖν «εὐχὴν τῷ εὐχομένῳ», πειθέσθω τῷ θείῳ Νείλῳ καὶ Γρηγορίῳ ὥστε «ζῆν μηδὲν τῶν ἀνθρωπίνων προσαπτόμενον, ὅτι μὴ πᾶσα ἀνάγκη», κἀν ταῖς ἀνθρωπίναις ἀνάγκαις τῆς μνήμης τοῦ Θεοῦ κατὰ τὸ δυνατὸν μὴ ἀφίστασθαι, ἀλλ’ ὥσπερ σφραγῖδα ἀνεξάλειπτον τὴν τοῦ Θεοῦ ἔννοιαν ἐντετυπωμένην τῇ ψυχῇ σπεύδειν περιφέρειν κατὰ τὸν μέγαν Βασίλειον. Ἔργοις τε γὰρ καὶ λόγοις καὶ διανοήμασι τὴν δυνατὴν ἡμῖν τέως καὶ ἀδιάλειπτον προσευχὴν ἐπιτηδεύειν χρή, μέχρις ἂν ἐπιτύχωμεν τοῦ δώρου· «Εἰ μὴ γάρ» φησιν «ἔλαβες δῶρον προσευχῆς εὐκλεές, προσέδρευσον καὶ λήψῃ· τὸ γὰρ Πνεῦμά ἐστι δι’ οὗ προσκυνοῦμεν καὶ δι’ οὗ προσευχόμεθα, καὶ Πνεῦμα ὁ Θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν Πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν».

Ἀλλὰ μετὰ τὸ διδάξαι περὶ προσευχῆς ἐκεῖνος καὶ τῆς κατ’ αὐτὴν ἕξεως, καίτοι πρότερον ἀκούσας τῶν ὑπ’ ἐμοῦ προηγμένων τοῦ Θεολόγου ῥητῶν, δι’ ὧν λέγει τοῦτ’ ἀπολαῦσαι μόνον τῶν λόγων τὸ διὰ Χριστὸν τούτους καταλιπεῖν καὶ ἐσχηκέναι ὧν Χριστὸν προετίμησεν, ἀντεπιφέρει ἐκεῖνα δι’ ὧν φησι· «Παρῆκα τὰ πάντα τῇ ἐντολῇ· τοῦ λόγου δὲ περιέχομαι μόνου καὶ οὐκ ἄν ποτε τούτου ἑκὼν ἀμελήσαιμι»· καὶ οὕτως αὐτὸν ἑαυτῷ πάντως ἀνακόλουθον δείκνυσι.

Τί οὖν πρὸς ταῦτα ἡμεῖς ἐροῦμεν, συνιστάμενοι τῷ σοφῷ Θεολόγῳ; Τί γε ἄλλο ἢ ὅτι «λόγους» μὲν οὓς διὰ Χριστὸν καταλιπεῖν λέγει, τὴν τῶν Ἑλλήνων λέγει σοφίαν, «λόγον» δ’ οὗ περιέχεται, τὸ ἀπ’ ἐκείνης ἐξειλεγμένον καὶ τοῖς ἱεροῖς καὶ θείοις μαθήμασι συγκεκραμένον, ὡς ἡμεῖς εἰσηγούμεθα, πρὸς οὓς ἀντιλέγεις ἀκρατῶς, ὦ φιλόσοφε. Ἐνάγει δέ με πρὸς ταῦτα καὶ τὰ τοῦ λόγου τούτου ἀποτελέσματα· «Οὗτος γάρ μέ» φησι «πείθει ἀσθενοῦντι συνασθενεῖν καὶ ἰσχύοντι συνευφραίνεσθαι»· τοῦτο δ’ ἄντικρυς ἀποστολικόν ἐστι τὸ παράγγελμα «οὗτός μοι διαιρεῖ κόσμους καὶ τοῦ μὲν ἀπάγει, τῷ δὲ προστίθησι»· ποῦ ταῦτα τῆς ἑλληνικῆς παιδείας εὕροι τις ἄν; «Οὗτος καὶ διὰ τῶν δεξιῶν ὅπλων διεξάγει τῆς δικαιοσύνης, κἀν τοῖς ἀριστεροῖς συμφιλοσοφεῖ, τὴν οὐ καταισχύνουσαν ἐλπίδα παραζευγνὺς καὶ τὸ παρὸν κουφίζων τῷ μέλλοντι». Ταῦτα καὶ ἐπὶ λέξεως τῶν ἀποστολικῶν ἔχεται φωνῶν. Εἰ δέ τις τοῖς λόγοις τούτοις μὴ συναινεῖ, δότω λόγον εὔλογον ἄλλον ὁμολογίας καὶ πείσομαι· τὸν γὰρ Θεολόγον ἑαυτῷ ἀντιλέγειν οὐ πείθομαι.

Ἀλλὰ γὰρ μετὰ τὰς ἀντιφθεγγομένας, ὡς ὁ φιλόσοφος οἴεται, ταύτας ῥήσεις, «σκαιοὺς καὶ ἀπαιδεύτους» ὀνομάσας ἡμᾶς, καὶ τῷ Ἰουλιανῷ συντάττειν οὐ παραιτεῖται καὶ μισεῖσθαι δίκαιον εἶναί μέ φησιν «ὡς ἀποστεροῦντα τῶν λόγων τοὺς μοναχούς, καθάπερ ἐκεῖνος καὶ τοὺς ἐν κόσμῳ χριστιανούς». Ὥσπερ ἂν εἴ τις ἀκούσας τοῦ ψαλμῳδοῦ λέγοντος «εἶπεν ἄφρων, οὐκ ἔστι Θεός», τὸν ἐξ Ἀρείου πάγου θεοφάντορα τῷ ἄφρονι δεῖν οἴεται συντάττειν τούτῳ, λέγοντα περὶ Θεοῦ ὡς «οὔτε ἦν, οὔτε ἔστιν, οὔτε ἔσται», τῶν ἀφρόνων ἀφρονέστατος αὐτὸς ὢν καὶ μὴ συνεὶς τὸ τῆς διαφορᾶς ὑπερβάλλον ὡς ὁ μὲν ἅγιος ὑπὲρ τὰ ὄντα γινώσκει καὶ θεολογεῖ τὸν Θεόν, ἡ δὲ τοῦ ἄφρονος καρδία ἐν τοῖς μηδαμῇ μηδαμῶς τίθεται τὸ μόνον ὄντως ὄν. Τὸν αὐτὸν γὰρ τρόπον ἡμεῖς μὲν ὑπὲρ λόγον ἴσμεν οὖσαν τὴν κατὰ μοναχοὺς πολιτείαν. Ὁ δ’ ἀποστάτης ἐκεῖνος, ἄλογον οἰόμενος τὴν κατὰ χριστιανούς, διὰ τοῦτ’ ἀπεῖργε τῶν λόγων, ὃ μὴ δυνηθεὶς συνιδεῖν ὁ πάντ’ ἐπίστασθαι δοκῶν οὗτος, τῆς αὐτῆς εὐθύνης ἀξιοῖ τοὺς τιμῆς πάσης ὑπερτιθέντας τὰ χριστιανῶν τοῖς ἀτιμάζειν ἐσταμάλιστα προῃρημένοις, καὶ μισεῖσθαι δικαίους εἶναι τοῖς ἀσεβεστάτοις ἐξίσου τοὺς εὐσεβεῖς, διότι παντὸς οὑτινοσοῦν μᾶλλον περισπούδαστον ἀποφαίνονται τὴν πρὸς Θεὸν ἐν προσευχῇ προσεδρείαν. «Κἂν ὁ Κύριός» φησιν «οὐκ ἐπέταξεν ἐν εὐαγγελίοις τὴν περὶ λόγους σπουδήν, ἀλλ’ οὐδὲ ἐκώλυσε».

Τί οὖν ὅταν λέγῃ· «Γίνεσθε φρόνιμοι, ὡς οἱ ὄφεις καὶ ἀκέραιοι, ὡς αἱ περιστεραί»; Οὐ διαιρεῖ καὶ ἀπολαμβάνει τῆς ἔξω σοφίας τὸ χρήσιμον καὶ τῇ ἁπλότητι τοῦ εὐαγγελίου συμμίγνυσιν, ὅπερ ἐν τοῖς λόγοις ἐκείνοις καὶ ἡμεῖς λέγομεν, οἱ παρά σου δι’ αὐτὸ τοῦτο νῦν ὑβριζόμενοι; Τί δ’ ὅταν αὖθις λέγῃ· «Ἐγὼ λόγον καὶ σοφίαν ὑμῖν δώσω, ᾗ οὐδεὶς ἀντιστῆναι δυνήσεται» καὶ «ὅταν ἔλθῃ ὁ Παράκλητος, ἐκεῖνος ὑμᾶς διδάξει πᾶσαν τὴν ἀλήθειαν»; Ἆρ’ οὐ σοφίαν ἐπηγγείλατο θειοτέραν καὶ ταύτης τῆς ἀεὶ ἀντιλέγεσθαι πεφυκυίας, ἣν αὐτὸς ὑπερμαχῶν ἐξυμνεῖς ὑπερτέραν οὐδ’ ὅσον εἰπεῖν;

Τί οὖν ἐποίησαν οἱ τῆς σοφίας ἐρασταὶ ταύτης, πρὶν ἐκείνης καθαρῶς τυχεῖν; Ἆρα περιῄεσαν ζητοῦντες εἴ τις ἐπαγγέλλεταί τι εἰδέναι, Ἕλλην ἢ Αἰγύπτιος ἢ Χαλδαῖος, ὡς παρὰ τούτου καὶ τῶν τούτου συγγραμμάτων μανθάνειν καὶ πανταχόθεν συλλέγειν τὸ φρονεῖν, ὡς αὐτὸς ἡμᾶς ἐκδιδάσκεις λέγων ἐπὶ λέξεως οὕτως· «Οὐκ ἐκ τῆς τῶν ἐντολῶν φυλακῆς, οὐδ’ ἐξ ἀπαθείας μόνης τὸ εἰδέναι τὰ ὄντα περιγίνεται» καὶ «οὐκ ἔστιν ἅγιον εἶναι μὴ τὴν γνῶσιν εἰληφότα τῶν ὄντων καὶ τῆς ἀγνοίας ταύτης κεκαθαρμένον»;

Ἆρ’ οὖν περιῄεσαν, πανταχόθεν τὸ φρονεῖν συλλέγοντες, ὡς αὐτὸς ἡμᾶς ἐκδιδάσκεις, ἢ ἦσαν, κατὰ τὸ γεγραμμένον, διὰ παντὸς «ἐν τῷ ἱερῷ, προσκαρτεροῦντες τῇ προσευχῇ καὶ τῇ δεήσει» καὶ προϋπογράφοντες καὶ πρακτικῶς ἱερογραφοῦντες τὴν κατὰ μοναχοὺς ταύτην ὄντως ὑπερανῳκισμένην καὶ πανίερον ζωήν, καθ’ ἣν τὴν ἐν μεσότητι μὲν οὖσαν ἱερὰν πολιτείαν ὑπεραναβῆναι ἐπαγγελλόμεθα, πάσῃ δὲ διαιρετῇ καὶ ζωῇ καὶ φαντασίᾳ ἀποταττόμεθα καὶ πρὸς τὴν πάσης φιλοσοφίας ὑψηλοτέραν ἑνιαίαν θεοσοφίαν διὰ τῶν ἑνοποιῶν ἐντολῶν ὄντως μοναστικῶς ἀναγόμεθα καὶ εἰς ἱερωτάτην ἱερουργικῶς τελεσιουργούμεθα μονάδα; Ἑνὰς γὰρ ἐν ἀληθείᾳ γινόμεθα ἐν τῇ πάντων ὑπεξῃρημένῃ καὶ μόνῃ πάντων ἀπερινοήτως τρισυποστάτῳ μονάδι, κατὰ τὴν ὑπὲρ ἡμῶν εὐχὴν καὶ μυστικὴν ἐμφάνειαν καὶ συνεργίαν τοῦ δι’ ἡμᾶς τῇ καθ’ ἡμᾶς κοινωνήσαντος δυάδι καὶ τῆς οἰκείας ἀπορρήτως μὴ ἀποφοιτήσαντος μονάδος, καθ’ ὑπερούσιον ἑαυτοῦ δύναμιν ἀνεκφοίτητον.

Τί οὖν ἄτοπον ποιοῦμεν, ὦ φιλολογώτατε, εἰ τὸν πρὸς τὴν ἑνοειδῆ συνέλιξιν τοῦ νοῦ κατὰ τὴν ἐπαγγελίαν ἐπειγόμενον, ἀφέμενον τῆς κατὰ τὰ πολυειδῆ μαθήματα μελέτης, ὑπερβῆναι ἀξιοῦμεν τὰς ἐν τούτοις μεριστὰς καὶ μεταβατικὰς νοήσεις καὶ τοὺς αἰσθητοὺς λόγους καὶ τὰς ἐξ αἰσθήσεως ἐχούσας γνώσεις τὴν ἀρχήν; Πῶς δ’ ἂν ὁ ἔσω ἄνθρωπος κατασταίη μοναχὸς κατὰ λόγον τῆς ὑπερκειμένης ἑνιαίας ζωῆς, εἰ μὴ τὸν ἐπίκτητον κόσμον ὑπεραναβαίη καὶ πάσας τὰς ἀνθρωπικὰς μαθήσεις καὶ ἑνιαίως καὶ μοναχῶς πρὸς τὸν Θεὸν ἀνατείνει συντόνως ἑαυτόν, ὃ καὶ ὁ τῆς κεφαλῆς ἐκ τριχῶν κόσμος περιαιρούμενος τοῖς ἐπαΐειν ἱκανοῖς συμβολικῶς ἐκδιδάσκει; Τάχα δὲ καὶ τὸ μὴ ἀναβαθμίσιν ἀναβαίνειν ἐπὶ τὸ θεῖον θυσιαστήριον καὶ τὸ λίθοις τοῦτο κτίζειν ἀτμήτοις, ἐφ’ οἷς ἐγχειρίδιον οὐκ ἐπιβέβληται, τοῦτ’ αἰνιττόμενον ἦν ὡς αὐτὴν χρὴ γυμνὴν τὴν τοῦ νοῦ φύσιν οἶκον εἶναι προσευχῆς, περινοίαις παντοίαις καὶ ἀνθρωπίναις μεθόδοις ἀνεπιχείρητον; Ἀλλ’ ὁ Κύριος οὐ ῥητῶς ἀπεῖρξε τὴν περὶ λόγους σπουδήν; Ἀλλ’ οὐδὲ τὸν γάμον, οὐδὲ τὸ κρεῶν ἀπέχεσθαι, οὐδὲ τὸ μετὰ τῶν ἐν συζυγίᾳ ζώντων συνοικεῖν. Εἰ γοῦν ἡμεῖς ταῦτα τούτους ἀπαιτοῦμεν, κατηγορήσει τις ἡμῶν λέγων κατά σε, τὸν πάντα στρέφειν δοκοῦντα ταῖς τῶν λόγων στροφαῖς, ὡς οὐδὲν ἧττον, ἐπεὶ οὐκ ἐκώλυσεν, ἔχεσθαι δεῖ ἢ ἀπέχεσθαι, ἐπεὶ οὐκ ἐπέτρεψεν;

Οὔμενουν, εἰ μὴ κατηγορημένος αὐτὸς ἐθέλει δικαίως εἶναι· πολλὰ γὰρ τῶν ἀκατακρίτως ἐνεργουμένων τῷ χριστωνύμῳ πληρώματι, τρόπῳ παντὶ τοῖς μοναχοῖς οὐκ ἐφεῖται διὰ τὸ τῆς πολιτείας ἐξηλλαγμένον. Εἰσὶ δ’ οἳ τῶν πατέρων καὶ λουτρῶν θεραπείας ἀπείργουσι καὶ νοσοῦσιν αὐτοῖς ταῖς ἐξ ἰατρικῆς χρῆσθαι βοηθείαις οὐκ ἐπιτρέπουσιν, ὡς ὅλους ἀνακειμένους Θεῷ καὶ τὸ πᾶν ἐξηρτημένους ἐκεῖθεν καὶ τὸ συνοῖσον ἀνενδοιάστως προσδόκιμον θεόθεν ἔχοντας. Οὐ μὴν τοὺς μὴ πρὸς τὸ μέτρον τοῦτο τῆς πίστεως φθάνοντας ἀποτροπαίους ἡγοῦνται, καίτοι τοῦ Θεοῦ πολλάκις δι’ ἐξαισίων θαυμάτων ἐπιμαρτυρήσαντος ἐκείνῃ τῇ γνώμῃ. Πατρικῶς δ’ ἔσθ’ ὅτε καὶ συγκαταβαίνουσι τοῖς ταπεινοῖς ἡμῖν· τοῦτο δὴ καὶ περὶ τὴν τοῦ λόγου παιδείαν εὕροι τις ἂν καὶ ποιοῦντας καὶ λέγοντας. Πῶς οὖν τὸν ταὐτὰ τοῖς πατράσι καὶ ποιοῦντα καὶ λέγοντα τῷ παραβάτῃ καὶ ἀποστάτῃ συντάττειν ὑπέμεινας, ὁ μοναχὸς καὶ φιλόσοφος;

Ἐκεῖνος χριστιανούς, ὡς ἀναξίους, τῶν λόγων ἀποστερεῖν ἐπεχείρησεν, ἐγὼ δ’ οὐκ ἀποστερεῖν μοναχούς. Ἱκανὸς γὰρ ὁ πρὸ τοῦ τὴν πολιτείαν ταύτην ὑπελθεῖν χρόνος πρὸς λόγους κτῆσιν παντοίαν τοῖς οὐ ῥαθύμοις. Οὔτ’ οὖν ἀποστερῶ, καὶ παρακαλῶ πρὸς τὸ ὑπὲρ λόγον ἀγαθόν, ὡς ἐπαγγειλαμένους πρὸς τοῦτο σπεύδειν, οὐκ ἐλλειπτικῶς, ἀλλ’ ὑπεροχικῶς ἐξάγων τῶν λόγων τοὺς μακαριστῶς ἑπομένους· τῆς γὰρ περὶ λόγους τριβῆς καθ’ ὑπερβολὴν ὑψηλοτέρα ἐστὶν ἡ πρὸς Θεὸν ἐν προσευχῇ προσεδρεία.

Σὲ δ’ ἡμεῖς ἀντιλέγειν τοῖς πατράσι φαμὲν καὶ πάσῃ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ. Πῶς γὰρ ἄν τις ἐν τοῖς τοιούτοις ὑποσταλείη φάναι τἀληθές; Σὺ τοίνυν τἀναντία τοῖς πατράσι φρονεῖς, οὐκ ἐφ’ οἷς μεταξὺ τῶν λόγων ἐξ ὑπονοίας κατέλεξας, ἀλλ’ ὅτι τὰς εὐαγγελικὰς ἐντολὰς οὐχ ἱκανὰς εἶναι λέγεις τελείως καθάραι τὴν ψυχὴν τοῦ ταύτας τηρήσαντος, οὐδ’ ἐξ ἀπαθείας τὴν τελεστικὴν καὶ σωτήριον γνῶσιν περιγίνεσθαι τῷ ταύτην κτησαμένῳ, οὐδ’ ἐνὸν ἀγνοίας καὶ ψευδῶν ἀπαλλαγῆναι δοξασμάτων ἄνευ μαθημάτων καὶ τῆς κατ’ αὐτὰ μελέτης, οὐδὲ τελειότητός τε καὶ ἁγιότητος ἐπιτυχεῖν τὸν μὴ ἀπαλλαγέντα τούτων, καὶ τὴν ἑλληνικὴν παιδείαν ὁμοίως εἶναι δῶρον Θεοῦ τοῖς δι’ ἀποκαλύψεως προφήταις καὶ ἀποστόλοις δεδομένοις, καὶ ὁμοίως ταῦτά τε κἀκείνην ἀνθρωπίνοις λογισμοῖς μετὰ τὸ δεδόσθαι καταλαμβάνεσθαι, καὶ τὸ πάντα εἰδέναι, ὃ Θεοῦ μόνου ἴσμεν, «προσήκουσαν ἀνθρώπῳ τελειότητα» εἶναι. Τὴν ἱερὰν δὲ Γραφήν, εἰ καὶ ἀναμιγνύεις τοῖς λόγοις καὶ πολλὰ δοκεῖς ὑπεραγωνίζεσθαι ταύτης, ἀλλ’ οὐδ’ αὐτὴν οἴει τελείαν ἐπάγειν τῇ ψυχῇ κάθαρσιν· οὐδὲ γὰρ ἂν εἰσῆγες τὸ δεῖν ζητεῖν μανθάνειν, εἴ τίς τι ἐπαγγέλλεται εἰδέναι, κἂν μὴ εὐσεβὴς ᾖ, τὸν καθάρσεως ἐφιέμενον. Δόλῳ τοιγαροῦν ταύτην συμπλέκεις τοῖς ὑπὲρ τῶν μαθημάτων σου λόγοις εἰς ἐξαπάτην τῶν ἁπλουστέρων.

Ἐπεὶ δὲ τοῖς ἰσχυριζομένοις δεῖν τὰς θείας ἐντολὰς τηρεῖν, ὡς ἀπαθείας καὶ σωτηρίου καθάρσεώς τε καὶ γνώσεως παρεκτικάς, σὺ σαφῶς ἀντιλέγεις, τῶν ἐντολῶν δέ ἐστι καὶ τὸ τὰς Γραφὰς ἐρευνᾶν, οἱ μὲν πρὸς τὴν τῶν ἐντολῶν τήρησιν προτρέποντες κατὰ πᾶσαν ἀνάγκην καὶ πρὸς τὴν ἐπίμονον ἀνάγνωσιν τῶν Γραφῶν προτρέπονται, σὺ δὲ οὐδὲ ταύτας οἴει διδόναι τῇ ψυχῇ τὴν κάθαρσιν. Οὐκοῦν δέλεαρ ἐκεῖνο τὸ συνάγειν εἰς ἓν τὴν θείαν Γραφὴν καὶ τὰ κατὰ φιλοσοφίαν μαθήματα; Τὸ δὲ καὶ εἰς ἓν τέλος ἄγειν ἀμφότερα τὸν μετιόντα λέγειν, οὐ δόλος μόνον, ἀλλὰ καὶ σαφὴς ἀντίθεσις πρὸς αὐτὴν τὴν ἱερὰν καὶ θείαν Γραφήν.

Οὐδένα γὰρ ἐκείνη «τῶν μακρῶν ὠδίνων ἔδωκε καρπόν, ἀλλὰ πάντες ὑπηνέμιοί τε καὶ ἀτελεσφόρητοι», πρὸς τὸ φῶς τῆς θεογνωσίας οὐ φθάνοντες, καίτοι τὸ κατὰ σὲ μάλιστα σκότος τῆς ψυχῆς διὰ τοῦ φωτὸς τῶν μαθημάτων ἀποβαλλόμενοι, τὴν κατὰ διάθεσιν ἄγνοιαν. Πῶς δὲ καὶ τῶν ἁγίων οὐκ ἐσκοτισμένοι καὶ ἀτελεῖς οἱ πλεῖστοι, κατὰ τούτους τοὺς λόγους; Οἱ μὲν ἑλληνικῆς παιδείας οὐκ ἐπειλημμένοι, συλλήβδην ἅπαντες, τῶν δὲ μετεσχηκότων τῆς ἐκεῖθεν παιδείας, οἱ κόσμον μὲν ὡς σκηνὴν πηγνύντες, οὐρανὸν δὲ ὡσεὶ καμάραν ἱστάντες, ἥλιον δὲ ἀπὸ τῶν βορείων μερῶν τῆς γῆς ἐπανάγοντες, ὅθεν ἀνίσχει, κοῖλα δὲ τὰ οὐράνια νῶτα πρὸς ὑποδοχὴν ὑδάτων δοξάζοντες καὶ τὴν κατὰ διάθεσιν ὡς αὐτὸς λέγεις ἄγνοιαν, τὸ μάλιστα κατὰ σὲ σκότος τῆς ψυχῆς, αὐτοί τε κεκτημένοι καὶ τοὺς ἄλλους πείθειν ἐπιχειροῦντες;

Ἵνα δὲ μὴ δόξωμεν ἀφ’ ἑαυτῶν τὰς τοῦ ἀνδρὸς ἐνταυθοῖ καταλέγειν δόξας, αὐτὰς ἐκείνου τὰς ῥήσεις προθώμεθα καὶ τῶν ἁγίων ἑνὸς ἢ δύο παραθώμεθα πρὸς οὓς σαφῶς ἀντιφθέγγεται· πάντως δὲ οὐκ ἄδηλον τοῖς εὖ φρονοῦσιν ὅτι πάντες ἕν εἰσι χεῖλος ὑπὸ τοῦ ἑνὸς κινούμενοι Πνεύματος· ἐκείνας δ’ ὅμως ἡμεῖς προθήσομεν αἳ καὶ τὴν ὁμολογίαν ἐπίδηλον ἕξουσι. Φησὶν οὖν ὁ μοναχὸς καὶ φιλόσοφος οὗτος ἐπὶ λέξεως οὕτως· «Διὰ τῆς τῶν ἐντολῶν φυλακῆς ἀγαπητὸν εἰ καὶ μόγις ἀπάθεια περιγένοιτο μόνη· οὐκ ἀρκεῖ δὲ μόνον τῶν παθῶν καθήρασθαι πρὸς τὸ τὴν ἀλήθειαν κατιδεῖν· ἡ γὰρ ἀπάθεια τὴν κατὰ διάθεσιν ἄγνοιαν οὐ θεραπεύει τῆς ψυχῆς· οὐκ ἂν οὖν ὄφελος αὕτη γένοιτο τῇ ψυχῇ πρὸς τὸ τὰ νοητὰ κατιδεῖν, μενούσης ἐν αὐτῇ τῆς κατὰ διάθεσιν ἀγνοίας, ἣ μάλιστα πάντων σκότος ἐστὶ τῆς ψυχῆς· ὥστε τῷ φιλοσοφοῦντι ἐπιμελεῖσθαι διὰ βίου προσήκει, ὅπως καὶ τῶν παθῶν καὶ τῶν ψευδῶν δοξῶν τὴν ἑαυτοῦ καθαριεῖ ψυχήν, καὶ τὴν ἄνωθεν μὲν ἀντίληψιν πρὸς ἀμφοτέρας τὰς καθάρσεις ἐπικαλούμενον, πράττοντι δὲ καὶ αὐτῷ ὅσα προὔργου πρὸς τὸ τέλος ὑπάρχει.

Οὐκοῦν διὰ βίου μανθάνειν βουλήσεται καὶ ὁμιλεῖν πᾶσιν ὅσοι εἰδέναι τι ἐπαγγέλλονται. Οὐδὲν γὰρ αὐτῷ διοίσει τίς ὁ διδάσκων, ἂν μόνον πρὸς γνῶσιν αὐτῷ συμβάλληται· οὗτος γάρ ἐστιν ὁ τῆς προσηκούσης ἀνθρώποις τελειότητος ἐπήβολος, ὃς τῇ διὰ πάντων ἀληθείᾳ τὸν ἑαυτοῦ ἐνήρμοσε νοῦν καθ’ ἕνωσιν μόνιμον».

Ταῦτα καὶ πλείω τούτων τοιαῦτα ἔν τε τῷ Περὶ τελειότητος ἀνθρωπίνης καὶ σοφίας κτήσεως σποράδην εἰρήκει. Δύο τοίνυν φησὶ καθάρσεων τὴν ψυχὴν ἡμῶν δεῖσθαι, τῆς τῶν παθῶν καὶ τῆς κατὰ διάθεσιν ἀγνοίας, καὶ τὴν μὲν κάθαρσιν μόνην τῶν παθῶν τὴν τήρησιν τῶν ἐντολῶν παρέχειν φησί, καὶ ταύτην «μόγις», ὡς αὐτὸς λέγει, ταῖς ἐντολαῖς τοῦ Θεοῦ συγχωρεῖ, τὴν δὲ τῆς ἀγνοίας διδόναι λέγει τὴν μάθησιν, οὐ τῶν θείων Γραφῶν, ἡ γὰρ τούτων μάθησις ἐμπεριείληπται τῇ τῶν ἐντολῶν τηρήσει. Ὅμως εἰ ταύτην ἔλεγεν, οὐδὲν ἂν ἐπηκολούθει βλάβος, ἐπεὶ καὶ ὁ μέγας Μάξιμος λέγει τι τοιοῦτον τὴν τῆς ἀρετῆς πρᾶξιν, τῶν θείων δογμάτων διαιρῶν, καὶ ἡμεῖς ἔστιν ὅτε λέγομεν διὰ μὲν τῶν θείων ἐντολῶν τὴν ψυχὴν τῶν παθῶν καθαίρεσθαι, τῇ δὲ καθαρᾷ προσευχῇ πᾶσαν ὑπεροχικῶς γνῶσιν ἀποτίθεσθαι.

Τὰ τοιαῦτα δ’ οὕτω λέγεται κατ’ ἐξοχήν, ὡς καὶ ὁ τῆς δεσποτικῆς ἀναστάσεως ἄγγελος ἔλεγε ταῖς μυροφόραις· «Εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ ὅτι προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν». Ὡς οὖν ὁ Πέτρος τοῦ χοροῦ τῶν μαθητῶν ἐστιν, εἰ καὶ ἐξόχως καλούμενος ἐκείνων διαιρεῖται, τὸν αὐτὸν τρόπον καὶ ἡ προσευχὴ καὶ ἡ τῶν ἱερῶν Γραφῶν ἀνάγνωσις ἐντολαί εἰσι Θεοῦ, εἰ καὶ κατ’ ἐξοχὴν ἐκείνων διαιροῦνται, ἀλλ’ οὐχὶ καὶ ἡ τῶν κατὰ φιλοσοφίαν μαθημάτων ἀνάληψις· εἰ δὲ καὶ ἐξόχως λέγοιτο, τῆς ἀτοπίας.

Οὗτος δὲ οὐ τὴν τῶν θείων Γραφῶν μάθησιν καθαίρειν λέγει τελείως τὴν ψυχήν, ἀλλὰ τὴν τῶν ἑλληνικῶν μαθημάτων· διὸ καὶ τὸ δεῖν μανθάνειν τὸν καθαρθησόμενον, εἴ τίς τι ἐπαγγέλλεται εἰδέναι, κἂν θεοσεβὴς ᾖ, κἂν μή, προστίθησι, καὶ ἀκάθαρτον ἀποφαίνεται καὶ ἀτελῆ τὸν μὴ τὴν γνῶσιν ἐσχηκότα τῶν ὄντων, ἵνα δείξῃ σωτηριώδη, καθαρτικήν τε καὶ τελεστικὴν ταύτην οὖσαν τὴν μάθησιν. Ὅτι μὲν οὖν ὁ ταῦτα λέγων τἀναντία φρονεῖ τοῖς πατράσι τε πᾶσι καὶ τῷ τῶν πατέρων Θεῷ, φανερὸν οἶμαι πᾶσιν εἶναι τοῖς εὖ φρονοῦσιν· ἡμῖν δὲ παρελθέτω μάρτυς εἰς μέσον ὑπὲρ ἁπάντων ὁ ἐξ Ἀρείου πάγου θεοφάντωρ Διονύσιος, ᾧ μάλιστα πάντων διὰ πάντων ὁ τελεώτερος τῶν θείων ἐντολῶν οὗτος αὐχεῖ συμφωνεῖν. Φησὶ γοῦν ἐν κεφαλαίῳ πρώτῳ τῆς Ἐκκλησιαστικῆς ἱεραρχίας· «Ἡ πρὸς Θεὸν ἀφομοίωσίς τε καὶ ἕνωσις, ὡς τὰ θεῖα διδάσκει λόγια, ταῖς τῶν σεβασμιωτάτων ἐντολῶν ἀγαπήσεσι καὶ ἱερουργίαις μόνως τελεῖται».

Ἆρ’ ἔστιν εὑρεῖν τῆς πρὸς Θεὸν ἀφομοιώσεως τελεώτερον; Οὔμενουν, οὐδ’ εἰπεῖν, οὐδ’ ἐννοῆσαι. Ἵνα δὲ ἡμῖν καὶ ὁ ὑπερτελὴς οὗτος κατὰ τοῦτο συνείποι, τῆς ἀρχῆς τῶν γεγραμμένων αὐτῷ Περὶ τελειότητος ἀνθρωπίνης ἀναμνήσομεν· ἐκεῖ γάρ φησι· «Τέλειος ἄνθρωπός ἐστιν ὁ τὴν ἑαυτοῦ ψυχήν, καθόσον ἀνθρώπῳ δυνατόν, ὁμοίαν τῷ Θεῷ πεποιηκώς».

Εἰ τοίνυν ἡ πρὸς τὸν Θεὸν ἀφομοίωσις τελείωσις, αὕτη δὲ μόνῃ τῇ δι’ ἀγάπης ἱερᾷ ἐργασίᾳ τῶν θείων ἐντολῶν τελεῖται, ποῦ ἡ ἐκ γνώσεως καὶ μαθημάτων, καὶ τοῦ διὰ βίου μανθάνειν ἐθέλειν καὶ «πᾶσι σπεύδειν ὁμιλεῖν ὅσοι εἰδέναι τι ἐπαγγέλλονται καὶ πρὸς γνῶσιν συμβάλλονται», κἂν Αἰγύπτιοι, κἂν Σκύθαι, κἂν Ἕλληνες ὦσι, κάθαρσις καὶ τελείωσις; Πῶς δ’ ὁ λέγων ἐκ τούτων τὴν κάθαρσιν, οὐ τοῖς θείοις φανερῶς ἀντιλέγει λογίοις καὶ τοῖς τούτων ὁμολογηταῖς πατράσι; Πῶς δ’ ὁ λέγων ἐκ τῆς τηρήσεως τῶν ἐντολῶν μόνην τὴν ἀπάθειαν προσγίνεσθαι, τὴν μὴ καθαρτικὴν οὖσαν τῆς ἀγνοίας, μηδὲ φωτιστικὴν τῆς ἐν τοῖς οὖσιν ἀληθείας, ὡς αὐτὸς αὖθις οἴεται, καὶ ταύτην «μόγις», τὴν δὲ μὴ διὰ τῶν ἐντολῶν τοῦ Θεοῦ καθαιρομένην ἄγνοιαν μάλιστα σκότος λέγων τῆς ψυχῆς διὰ τῆς ἔξω πεφυκὸς καθαίρεσθαι παιδείας, πῶς οὖν οὗτος, οὐδὲν ἧττον ὅτι μὴ καὶ μᾶλλον, ἰατροὺς καὶ φωστῆρας καὶ σωτῆρας τῆς ψυχῆς ἡμῶν Ἕλληνας καὶ Αἰγυπτίους καὶ οὑστινασοῦν λογικῶν μαθημάτων εὑρετάς, ἢ τὸν Ἰησοῦν ἡγεῖται; Ἀλλ’ ἡ μὲν ἐπιγενομένη νόσος τῷ φρονοῦντι τῆς τοῦ φιλογνώστου τούτου ψυχῆς ἐξεφάνη τοσαύτη καὶ ταῦτα δι’ ὀλίγων τῶν περὶ αὐτῆς λόγων τουτωνί· τοῦ δὲ φρονοῦντος νοσοῦντος τῷ φιλοσόφῳ, οὐδὲν ἀπεικὸς καὶ ὅ τι καὶ ὅθεν αὐτὸ νοσεῖ μὴ νοεῖν.

Πειρασόμεθα οὖν ἡμεῖς τὴν αἰτίαν τῆς νόσου συνιδεῖν τε καὶ ἐξειπεῖν, ἀλλὰ καὶ φάρμακον σὺν Θεῷ κεράσαι, ἢν ἄρα πεισθῇ προσέσθαι, πρὸς ὑγίειαν ἐπανάγον. Τίς γὰρ οὐκ ἂν πάθοι τὴν ψυχήν, οὕτω καλὸν μέλος τῆς Ἐκκλησίας νοητῶς ὁρῶν ταύτης ἀπορρηγνύμενον;

Ἔγωγ’ οὖν ἐπὶ τοσοῦτον οἶδα δι’ αὐτὸ τοῦτο τὴν ψυχὴν δηχθεὶς τὴν ἀρχήν, ὡς μὴ ἂν πιστευθῆναί τισι δοκεῖν ἐφ’ ὅσον εἰπόντα καὶ τὸν πόνον δ’ ὅσον ὑπέστην γράφων, ὡς καὶ αὐτὸς τότε τοῖς συνοῦσιν ἔλεγον· «Οὐχ ὑπὲρ τῶν τὴν ἡσυχίαν ἀσπαζομένων μᾶλλον ὑπῆλθον ἢ τούτου πρὸς ὃν αἱ ἀντιθέσεις εἰσί»· κἂν εἴπερ ἠθέλησεν ἀξιοῦν τι τὴν ἀρχὴν τοῖς πρὸς ἀλλήλους διὰ στόματος λόγοις καταλῦσαι τὰς δόξας ταύτας καὶ τὰς πρὸς τοὺς ἁπλουστέρους τῶν ἀδελφῶν ἐπιθέσεις, φροῦδα ἂν ἦν τὰ μακρὰ συγγράμματα. Νῦν δ’ οὐκ οἶδ’ εἰς ὅ τι ταυτὶ τελευτήσει. Θεῷ δ’ εὔχομαι καὶ ἐλπίζω τὰ κρείττω.

Ἀλλὰ γὰρ τῶν τῆς νόσου πρώτων καὶ πορρωτέρω αἰτίων ἀφεῖσθαί μοι δοκῶ· τὸ προσεχέστατον δ’ ἁπάντων, ὃ κἀν τοῖς τοῦ νοσοῦντος ἐμφαίνεται λόγοις, τὸ τῆς ὑπὲρ ἡμᾶς ἀληθείας ἐστὶ καὶ πρᾶγμα καὶ ὄνομα, δεινὸν ὄντως ἄνδρα κλέψαι φιλομαθῆ καὶ ταῖς περὶ τὸ εἰδέναι λίχνως διακειμέναις ψυχαῖς ἔφεσιν ἀνέφικτον ἐντεκεῖν· αὕτη γὰρ καὶ τῷ Ἀδὰμ τῆς ἰσοθεΐας τὸν ἔρωτα τὴν ἀρχὴν ἐνεποίησεν. ᾨήθη γὰρ καὶ ὁ φιλόσοφος οὗτος τοῦτ’ εἶναι σωτηριῶδες καὶ ἄνευ τούτου τελειότητα μὴ παρεῖναι, τῇ διὰ τῶν κτισμάτων πάντων τοῦ Θεοῦ διηκούσῃ ἀληθείᾳ τὸ γνωστικὸν ἐνηρμόσθαι τῆς ψυχῆς καθ’ ἕνωσιν μόνιμον. Τοῦτο δ’ ἐκ τῶν θείων λογίων καὶ ἐνταλμάτων μὴ τελέως προσγινόμενον ὁρῶν, πρὸς τοὺς δοκοῦντας τοὺς τῆς κτίσεως εὑρηκέναι λόγους ἔβλεψεν Ἕλληνας καὶ τὰ κατ’ αὐτοὺς ὡς τελεστικὰ ψυχῆς ἐσεβάσθη μαθήματα· οὐ γὰρ ἐνενόησεν ὡς ἀλυσιτελὲς τοῦτο κατὰ τὸν νῦν αἰῶνα τῇ ψυχῇ καὶ ἀδύνατον· «Ὡς γὰρ ὀστᾶ ἐν γαστρὶ τῆς κυοφορούσης» φησὶν ὁ Σολομὼν «οὕτως οὐ γνώσῃ τὰ ποιήματα τοῦ Θεοῦ, ἃ ποιήσει τὰ σύμπαντα». Ἀλλ’ ἃ μὲν ποιήσει οὐκ εἴσῃ, ἃ δὲ πεποίηκεν εἴσῃ; Καὶ μὴν ὁ αὐτός φησιν· «Οὐ δυνήσεται ἄνθρωπος τοῦ εὑρεῖν τὸ ποίημα τὸ πεποιημένον ὑπὸ τὸν ἥλιον, ὅσα ἐὰν μοχθήσῃ τοῦ ζητῆσαι, καί γε ὅσα ἂν εἴποι ὁ σοφὸς τοῦ γνῶναι, οὐ δυνήσεται εὑρεῖν».

Διὸ καὶ διάφοροι περὶ κτίσεως μὲν εἰσὶν οἱ τῶν ἔξωθεν λόγοι· πάντες δ’ ὅτι μὴ ἀληθεῖς, εἰσὶν οἳ τούτων ἐπιστήμην συνέθεντο τὴν δεικνῦσαν, ὅτι δὲ εἷς τις τῶν διαφερομένων τἀληθὲς αὐχεῖ, οὐδεμία τούτων ἐπιστήμη δύναται δεῖξαι ἢ ὅλως ἐπινενόηται. Καὶ τοίνυν ὁ μὴ τοῖς ὑπὸ τῶν θεοπνεύστων ἐπὶ τὸ συνοῖσον ἐκφανεῖσι μόνοις τὸ ἀναμφίλεκτον τῆς ἀληθείας προσμαρτυρῶν κἀκ τῶν πρὸς τὸν Ἰὼβ ὑπὸ Θεοῦ εἰρημένων τῆς ἐν τοῖς κτίσμασι τοῦ Θεοῦ σοφίας τὸ ἀκατάληπτον συνιῶν, ἀλλ’ ἐκ τῆς ἔξω σοφίας τὴν διὰ πάντων διικνουμένην ἀλήθειαν ἀκριβῶς κατανοῆσαι οἰόμενος, ἔλαθεν ἑαυτόν, ἐπὶ ψάμμου, μᾶλλον δὲ ἐπ’ ἀλλεπαλλήλων κυμάτων, τὸν τῆς γνώσεως οἶκον οἰκοδομῶν, τοσοῦτο πρᾶγμα λόγων στροφαῖς πιστεύων, ἀεὶ στροφαῖς ἄλλων λόγων πεφυκυίαις, καταπαλαίεσθαι· μωρῷ τοίνυν ὁμοιωθήσεται ὁ τοιοῦτος σοφὸς καὶ δέος οὔ τι μικρὸν μὴ καὶ τὴν πτῶσιν πάθῃ μεγάλην κατὰ τὴν τοῦ Κυρίου παραβολήν. Τὸ γοῦν αἴτιον τῆς ἀπάτης, εἴπερ ἄρα καταστοχάζομαι τῆς ἀληθείας, τοῦτο τὸ μέρος τῆς ἀληθείας ἐστίν. Ὑπόλοιπον δ’ ἄρα κεράσαι τὸ καθάρσιον πόμα.

Προμηθευόμενοι δὲ ὥστε καὶ προσενέγκασθαι τοὺς νοσοῦντας ἀλύπως, δῶμεν ὃ ἀπείπομεν πρότερον, ὡς ἀδύνατον παντάπασιν ὄν. Δῶμεν τοίνυν τοὺς τῶν κτισμάτων ἀληθεῖς λόγους ἐκ τῶν ἔξω μαθημάτων εὑρίσκεσθαι κἀκείνους ἀξιώσομεν τοῖς ἐκ τῶν λογίων ἡμῖν προαποδεδειγμένοις ἕπεσθαι, καὶ μόνον εἶναι πιστεύειν ἰατρὸν τῶν πνευμάτων Χριστόν, «τὸν τῶν πνευμάτων Θεόν», καὶ μόνῃ τῇ ἀγαπήσει τε καὶ τηρήσει τῶν αὐτοῦ ἐντολῶν τὴν πρὸς αὐτὸν ἀφομοίωσιν τελεῖσθαι, ταὐτὸν δ’ εἰπεῖν ὑγίειαν ψυχῆς καὶ τελείωσιν. Ἐπεὶ τοίνυν ἡμεῖς μὲν ἐκείνοις συναπήχθημεν, ἐνδόντες ἐφ’ ὅσον οὐδ’ ἐχρῆν, παρ’ ἐκείνων δὲ ἀπῃτήσαμεν, ὃ οὐκ ἂν ἔχοιεν ἀρνήσασθαι, φέρ’ ἴδωμεν τί τὸ περαινόμενον ἐκ τῆς ὁμολογίας ταύτης.

Τί γε ἄλλο ἢ ὅτι τοῦτο· τελειότης ἐστὶ σωτήριος ἔν τε γνώσει καὶ δόγμασι τὸ ταὐτὰ φρονεῖν προφήταις, ἀποστόλοις, πατράσι πᾶσιν ἁπλῶς, δι’ ὧν τὸ ἅγιον Πνεῦμα μαρτυρεῖται λαλῆσαν περί τε Θεοῦ καὶ τῶν κτισμάτων αὐτοῦ. Τὰ δ’ ὑπ’ αὐτοῦ παρειμένα, παρ’ ἑτέρων δὲ εὑρημένα, ἀσυντελῆ πρός γε ψυχῆς σωτηρίαν, κἂν ἀληθῆ· τῶν γὰρ λυσιτελούντων οὐδὲν παρεῖται τῇ διδασκαλίᾳ τοῦ Πνεύματος. Διὸ καὶ τοὺς διαφωνοῦντας ἐπί τινος τῶν παρεωραμένων οὐδὲ μεμφόμεθα καὶ τοὺς κρεῖττον κατά τι τούτων εἰδότας οὐ μακαρίζομεν.

Ἀλλὰ γὰρ πρὸς τὴν τελειότητα τῆς σωτηρίου ἐκείνης γνώσεως ἡμᾶς ὁ Χριστὸς ἐνάγων ἔλεγεν «εἰ ἐπιστεύετε Μωσεῖ, ἐπιστεύετε ἂν ἐμοί», καὶ τὰς ἱερὰς Γραφὰς ἐρευνᾶν ἐνετείλατο, ὡς ἐν αὐταῖς εὑρήσοντας ζωὴν τὴν αἰώνιον. Αὕτη μὲν οὖν ἡ γνῶσις, τελεία οὖσα καὶ οὕτω προγινομένη, πράξεως πρὸς τελείωσιν οὐ προσδεῖται, οὐδὲ πόνων πολλῶν; Διὸ καὶ ὁ χρυσοῦς θεολόγος Ἰωάννης περὶ τοῦ Κυρίου φησὶν ὅτι περὶ δογμάτων μὲν ὀλιγάκις διελέγετο, οὐδὲ γὰρ δεῖται πόνου τὸ πρᾶγμα, περὶ δὲ τοῦ βίου πολλάκις, μᾶλλον δὲ πανταχοῦ· «Τοῦτο γάρ» φησίν «ἐστιν ὁ νόμος καὶ οἱ προφῆται, ἵνα ὅσα ἂν θέλωμεν γίνεσθαι παρ’ ἑτέρων ἡμῖν, ταῦτα καὶ ἡμεῖς ποιῶμεν αὐτοῖς».

Ἐπεὶ δ’ ἔστι γνῶσις καὶ ἡ τοῦ πρακτέου διάγνωσις, καὶ ταύτης ἐν τῷ πράττειν δεόμεθα, καὶ ταύτης ἀναγκαῖον ἐπειλῆφθαι τὸν πρὸς τὸν Θεὸν ἀφωμοιωμένον καὶ τέλειον ἄνθρωπον· πρὸς ταύτην οὖν ἡμᾶς ἐνάγων τὴν γνῶσιν ὁ Κύριος αὖθις ἐνετείλατο λέγων· «Γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί», τὸ τοῦ ἤθους εἰσάγων μετὰ συνέσεως ἄκακον, καὶ τὰς φρονίμους παρθένους τοῦ νυμφῶνος ἠξίωσεν, ὡς τὰ τῆς ἀγάπης ἔργα μὴ διαζευγνύσας τῆς ἐγκρατείας. Ἀλλ’ ἡ γνῶσις αὕτη χωρὶς πράξεως οὐδενὶ λυσιτελήσειεν ἄν. «Ἀγαθὴ» γὰρ «σύνεσις τοῖς ποιοῦσιν αὐτήν».

Διὸ καὶ ὁ Κύριος τὸν φρόνιμον δοῦλον ἐκεῖνον λέγει μακάριον, «ὃν ἐλθὼν εὑρήσει ποιοῦντα οὕτως» ὡς προσέταξεν αὐτῷ, καὶ τὸν εἰδότα καὶ μὴ ποιοῦντα «δαρήσεσθαί» φησι «πολλάς», κἀκεῖνον ὄντως συντάττει τοῖς φρονίμοις, τὸν ἀκούοντα καὶ ποιοῦντα τοὺς λόγους αὐτοῦ· ἀλλὰ γὰρ ὁ τὸν τοῦ Κυρίου λόγον ἀκούων καὶ ποιῶν, αὐτὸν ἐν ἑαυτῷ κτᾶται, κατὰ τὴν ἐπαγγελίαν, τὸν ἐντειλάμενον· ὁ δέ ἐστιν αὐτοσοφία καὶ περιοχὴ πάσης γνώσεως ἀληθινῆς. Οὐκοῦν ὁ τοῦτον διὰ τῆς τηρήσεως τῶν θείων ἐντολῶν ἐν ἑαυτῷ κτησάμενος, οὐδὲ τῆς μαθήσεως τῶν Γραφῶν δεήσεται, ἀλλὰ καὶ χωρὶς αὐτῆς πάσας οἶδεν ἀκριβῶς καὶ τῶν διὰ μαθήσεως ἰόντων διδάσκαλος ἂν εἴη ἀσφαλής, ὡς ὁ Ἰωάννης καὶ ὁ Ἀντώνιος.

Τὸ μὲν οὖν τελεστικὸν ἡμῖν ὄντως καὶ σωτήριον, τοῦτο τὸ εἶδος τῆς ἀληθείας ἐστίν, ὡς ἐκ τῶν θεουργῶν ἐντολῶν διδασκόμεθα· τὸ δ’ ἐπὶ τούτῳ βραβεῖον ἢ βραβείου ἀρραβῶνα, Παῦλος μὲν «ἁρπαγὴν» καὶ ἄνοδον ὠνόμασεν ὑπερουράνιον, ὁ δὲ Χριστὸς «ἔλευσιν» καὶ «μονήν» καὶ «ἐμφάνειαν» ἑαυτοῦ καὶ τοῦ Πατρός· ὅτι μὲν γὰρ ἓν ταῦτα, εἰ καὶ διαφόρως εἴρηται, οὐκ ἀσυμφανὲς τοῖς μεμυημένοις.

Οὐ γὰρ ἄλλοσε ἄλλοθεν ἐλεύσεται ἡ πανταχοῦ παροῦσα δύναμις, οὐδὲ μενεῖ που ἡ μηδαμοῦ, ἀλλὰ τοῦτο ἔλευσις πρὸς ἡμᾶς ἐκείνου καὶ μονή, ἡ πρὸς αὐτὸν ἡμῶν δι’ ἀποκαλύψεως ἄνοδος· τοῦτο τοίνυν ὡς μὴ γνῶσιν, ἀλλ’ ὑπεροχικῶς ἀγνωσίαν ὑπάρχον, δείξομεν ἔπειτα. Νῦν δὲ πρὸς τοῖς εἰρημένοις δεῖν οἶμαι καὶ μάρτυρα παραγαγεῖν ὅτι τῆς γνώσεως καὶ ἀληθείας τῶν ἐν τοῖς κτίσμασι λόγων οὐ προσδεόμεθα πρὸς σωτηρίας καὶ ἁγιωσύνης τελείωσιν.

Παρίτω τοίνυν ὁ καὶ τὴν τῶν ὄντων γνῶσιν ἐκμελετήσας ἀκριβῶς Βασίλειος ὁ μέγας· οὗτος γὰρ τὴν διὰ τοῦ ψαλμῳδοῦ προσμαρτυρουμένην ἐν τῇ τοῦ τελείου καρδίᾳ διευκρινῶν ἀλήθειαν, «δύο» φησὶ «τὰ σημαινόμενα τῆς ἀληθείας εὕρομεν· ἓν μὲν τὴν κατάληψιν τῶν ἐπὶ τὸν μακάριον βίον φερόντων, ἕτερον δὲ τὴν περὶ οἱουδήποτε τῶν ἐν τῷ κόσμῳ εἴδησιν ὑγιᾶ· ἡ μὲν οὖν συνεργὸς τῆς σωτηρίας ἀλήθεια, τῇ καρδίᾳ ἔνεστι τοῦ τελείου, ὃς καὶ παραδίδωσι ταύτην τῷ πλησίον ἀδόλως· περὶ δὲ γῆς καὶ θαλάσσης, ἀστέρων τε καὶ τῆς τούτων κινήσεως ἢ τάχους, ἐὰν μὴ ἴδωμεν τὴν ἐν τοῖς τοιούτοις ἀλήθειαν, οὐδὲν ἡμῖν ἐμποδίσει πρὸς τὸ ἐπιτυχεῖν τῆς ἐν ἐπαγγελίαις μακαριότητος».