Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ὑπὲρ τῶν ἱερῶς ἡσυχαζόντων

Γρηγόριος Παλαμᾶς

Τριάδα Β', Λόγος 2ος: Η πνευματική λειτουργία του σώματος, τα ιερά πάθη και η αληθής απάθεια

Υπεράσπιση της νοεράς προσευχής, ο ρόλος του σώματος και των αισθήσεων στη θεία ένωση, και η μεταστοιχείωση του παθητικού μέρους της ψυχής χωρίς την πλήρη νέκρωσή του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 5 από 9

ΤΟΥ ΑΥΤΟΥ ΛΟΓΟΣ ὙΠΕΡ ΤΩΝ ἹΕΡΩΣ ἩΣΥΧΑΖΟΝΤΩΝ ΤΩΝ ὙΣΤΕΡΩΝ Ὁ ΔΕΥΤΕΡΟΣ ΠΕΡΙ ΠΡΟΣΕΥΧΗΣ Τῶν μὲν οὖν οὐδὲν μέγα τιθεμένων τὴν ἀπὸ τῆς ἔξω παιδείας ὄνησιν πρὸς τὴν ἀπὸ τοῦ εὐαγγελίου τοῖς κατ’ αὐτὸ ζῶσι, νῦν τε προσγινομένην καὶ κατὰ τὰς ἀψευδεῖς ἐπαγγελίας ἐλπιζομένην, κατηγορεῖν οὕτως ἀφειδῶς τὸν φιλόσοφον τοῦτον ὡς καὶ συγγράμμασι μακροῖς διδόναι τὰς κατ’ αὐτῶν λοιδορίας, ὑπὸ τοῦ φίλτρου τῆς παιδείας εἴποι τις ἂν ἐπῆρθαι καὶ τῆς πρὸς τὸ εἰδέναι διαθέσεως ἄκρας. Μόνας γὰρ ἐκείνων περὶ πλείστου ποιουμένων τὰς τοῦ Χριστοῦ ἐντολὰς καὶ πρὸς μόνας ταύτας πάντας προτρεπομένων, ὡς μόνας ἱερουργούσας τὴν πρὸς Θεὸν ἀφομοίωσιν καὶ τελειούσας καὶ θεουργούσας τὴν ἀνθρωπίνην ψυχήν, λόγους δὲ καὶ τὴν ἐν λόγοις φιλοσοφίαν μὴ πάνυ τῶν γηΐνων ὑπερτιθέντων, «σαρκικὴν» δὲ καὶ «τοῦ αἰῶνος τούτου» σοφίαν κατὰ Παῦλον λεγόντων, τῶν δ’ Ἑλλήνων τοὺς προστάτας αὐτῆς, ὡς τῷ παρὰ Θεοῦ διδασκαλείῳ τῆς κτίσεως κατὰ Θεοῦ χρησαμένους, ἀποτροπαίους δεικνύντων καὶ ἀσόφους σοφούς, ὑπὲρ τῶν παιδικῶν, ὡς ἔοικεν, ὁ φιλόσοφος ἠνιάθη, μὴ τῆς μεγίστης καὶ αὐτῶν ἀξιουμένων τιμῆς, καὶ ταῦθ’ ἧς ἔμελλε καὶ αὐτὸς εἶναι κοινωνὸς καὶ δι’ ἣν ἐπώνυμος τῆς φιλοσοφίας ἐγένετο καὶ ὃ μόνον φανερὸν ἔπαθλον ἐκαρποῦτο τῆς διὰ βίου σπουδῆς.

Κατὰ δὲ τῆς «λογικῆς», μᾶλλον δὲ τῆς πνευματικῆς, ἡμῶν «λατρείας», δηλαδὴ τῆς προσευχῆς, καὶ τῶν ταύτην τοῦ παντὸς τιμωμένων καὶ μεθ’ ἡσυχίας ἀπεριμερίμνως διὰ βίου προσανεχόντων αὐτῇ καὶ τῇ πείρᾳ χεῖρα διδόντων τοῖς εἰσαγομένοις πρὸς τὴν ἀγγελικὴν καὶ ὑπερκόσμιον λειτουργίαν, τίς ἐπήγειρε τρόπος; Τίς ἀντιλέγει τοῖς σιωπᾶν αἱρουμένοις; Τίς φθονεῖ τοῖς τιμᾶσθαι μηδαμῶς αἱρουμένοις;

Τίς ὡς παρελθὼν μέγα φρονεῖ τοὺς πόρρω τοῦ σταδίου καθεζομένους; Κἀκεῖ μέν, ἐν τοῖς ὑπὲρ φιλοσοφίας αὐτῷ γεγενημένοις ἀγῶσι, μοναχοῖς ἦν δῆλος ἀντικείμενος, ὁ μοναχὸς καὶ φιλόσοφος, ἀλλ’ ἔτι περιοῦσιν, ἐνταῦθα δέ, τὰς ῥήσεις σαφῶς τῶν πρὸς οὐρανοὺς μετῳκισμένων πατέρων μεταξὺ προβαλλόμενος τῶν λόγων, εἰς ἀνατροπὴν αὐτῶν, οὐκ οἶδ’ ὅ τι παθών, οὔτοι μικρὸν ἀγῶνα πεποίηκε.

Μᾶλλον δ’ ἢ πᾶσι, τοῖς ὑπὸ τοῦ ὁσίου καὶ ὁμολογητοῦ Νικηφόρου γεγραμμένοις περὶ εὐχῆς ἀνέδην ἀντεπεξάγει τοῦ λόγου τὴν δύναμιν, Νικηφόρου τοῦ τὴν καλὴν ὁμολογίαν ὁμολογήσαντος καὶ δι’ αὐτὴν ὑπερορίᾳ κατακριθέντος ὑπὸ τοῦ βασιλεύσαντος πρώτου Παλαιολόγου καὶ τὰ τῶν Λατίνων φρονήσαντος, Νικηφόρου τοῦ ἐξ Ἰταλῶν μὲν ἕλκοντος τὸ γένος, καταγνόντος δὲ τῆς ἐκείνων κακοδοξίας καὶ τῇ καθ’ ἡμᾶς ὀρθοδόξῳ προσχωρήσαντος Ἐκκλησίᾳ, ὃς μετὰ τῶν πατρίων ἀρνεῖται καὶ τὰ πατρῷα καὶ τὴν ἡμεδαπὴν τῆς σφετέρας φιλτέραν ἡγεῖται διὰ τὸν παρ’ ἡμῖν «ὀρθοτομοῦντα λόγον τῆς ἀληθείας», κἀν ταύτῃ γενόμενος, βίον μὲν αἱρεῖται τὸν ἀκριβέστερον, δηλαδὴ τὸν μονήρη, τόπον δὲ πρὸς κατοικίαν τὸν τῆς ἁγιωσύνης ἐπώνυμον, ἐν μεθορίῳ κόσμου καὶ τῶν ὑπερκοσμίων—Ἄθως οὗτός ἐστιν, ἡ τῆς ἀρετῆς ἑστία—, ἐνδιαιτᾶσθαι προθυμηθείς.

Κἀνταῦθα πρῶτον μὲν ἔδειξεν εἰδὼς καλῶς ἄρχεσθαι, τοῖς ἐκκρίτοις τῶν πατέρων ὑποταττόμενος· δοὺς δὲ διὰ μακροῦ χρόνου τῆς οἰκείας ταπεινώσεως ἐκείνοις τὴν πεῖραν, ἀντιλαμβάνει παρ’ ἐκείνων αὐτὸς τῆς τῶν τεχνῶν τέχνης, δηλαδὴ τῆς ἡσυχίας τὴν πεῖραν, καὶ ἀρχηγὸς γίνεται τῶν ἐν τῷ κατὰ διάνοιαν κόσμῳ πρὸς τὴν «πάλην» ἀποδυομένων «τῶν τῆς πονηρίας πνευματικῶν» οἷς καὶ πατρικῶν εἰσηγήσεων ἐποιήσατο συλλογήν, ἐπαλείφουσάν τε πρὸς τοὺς ἀγῶνας καὶ διατιθεῖσαν τοὺς τρόπους τῶν ἄθλων καὶ προδεικνῦσαν τὰ ἔπαθλα καὶ ὑπογράφουσαν τοὺς στεφάνους τῆς νίκης· εἶτ’ ἐπὶ τούτοις, ἐπειδὴ πολλοὺς τῶν εἰσαγομένων ἑώρα τῆς ἀστασίας τοῦ νοῦ μηδὲ μετρίως γοῦν κρατεῖν δυναμένους, καὶ τρόπον ὑποτίθεται δι’ οὗ ἂν τὸ πολυπόρευτον καὶ φαντασιῶδες αὐτοῦ μετρίως συστείλειαν.

Τούτῳ τοίνυν ὁ φιλόσοφος οὗτος τὴν ἑαυτοῦ φαντασιώδη πολύνοιαν ἐπαφῆκεν, οἷόν τι πῦρ, τῷ κωλύοντι καθάπερ ὕλῃ χρησάμενον. Οὐκ αἰδεῖ τῆς μακαρίας ἐκείνης ὁμολογίας καὶ τῆς δι’ αὐτὴν ἐξορίας, οὐκ αἰδεῖ τῶν ἐπὶ τῆς ἐξορίας ὡμιληκότων ἐκείνῳ καὶ παρ’ ἐκείνου τὰ θεῖα πεπαιδευμένων, οἳ «τῆς γῆς ἅλας» καὶ «φῶς τοῦ κόσμου» καὶ φωστήρων ἀναπεφήνασι τῇ Ἐκκλησίᾳ φανότεροι, ζωῆς ἐπέχοντες λόγον —Θεόληπτον ἀκούεις ἐκεῖνον, τὸν ἐπὶ τῆς Φιλαδελφείας πόλεως ὡς ἐπὶ λυχνίας ἀστράψαντα, Σελιώτην τὸν τῶν μοναζόντων καθηγητήν, Ἠλίαν τὸν τὴν ἐρημίαν κατὰ τὸν Ἠλίαν διὰ βίου σχεδὸν ἀσπαζόμενον, τοὺς ἄλλους δι’ ὧν ὁ Θεὸς τὴν οἰκείαν Ἐκκλησίαν ἐπαναγαγὼν ἐκόσμησε καὶ συνέστησεν—, οὐδὲ διὰ τούτους τοίνυν καὶ τοὺς ὑπ’ ἐκείνων πεπαιδευμένους καὶ τῆς αὐτῆς ἔτι καὶ νῦν ἀγωγῆς ἐχομένους ἀναπεισθεὶς ἀφεῖναι τὰς κατὰ τοῦ ἀνδρὸς οὐκ ἀγαθὰς ὑπονοίας ἤγουν τοὺς λόγους, εἰ δὲ μὴ τὸ γοῦν συγγράμμασι μακροῖς ἀτιμάζειν ὃν ἐγκωμιάζειν οὐκ ἂν ἠδυνήθη πάντως ἀξίως, ἀλλ’ ὅτι περ ἁπλοϊκῶς ἐκείνῳ καὶ ἀφελῶς συνετέθη τὸ σύγγραμμα, τοῦτο πρὸς τὴν ἀντιλογίαν αὐτὸν ἐκίνησεν, ἀφ’ οὗ καὶ τὰς λαβὰς εὑρεῖν ἐδυνήθη.

Καὶ τοίνυν ἵνα τὸ θεολογικὸν ἐκεῖνο νῦν εἴπωμεν· «Οὐχ ὁ ἐν λόγοις σοφός, οὗτος ἡμῖν σοφός, οὐδ’ ὅστις γλῶσσαν μὲν εὔστροφον ἔχει, ψυχὴν δὲ ἀπαίδευτον, ὥσπερ τῶν τάφων ὅσοι τὰ ἔξωθεν ὄντες εὐπρεπεῖς, μυδῶσι νεκροῖς τὰ ἔνδον πολλὴν δυσωδίαν περικαλύπτοντες, ἀλλ’ ὅστις τὸ ἀξιόπιστον τῶν λόγων διὰ τοῦ βίου προστίθησι καὶ τοῖς ἔργοις ὡραΐζει τὸ ἀκαλλὲς τῶν ῥημάτων». Ἀλλὰ γὰρ οὐδὲ τοῖς ἁπλοϊκοῖς ἐκείνοις ῥήμασιν ὁ σοφὸς οὗτος ἴσχυσεν ἐπιθέσθαι, μὴ πρότερον διαστρέψας αὐτά, καθάπερ σαφῶς μετὰ βραχὺ δείξομεν.

Νῦν δ’ ἐπείπερ οὗτος ἀρχόμενός τε καὶ τελευτῶν παρ’ ἑαυτοῦ διδάσκει περὶ προσευχῆς νοερᾶς, ταύτην καὶ ἡμεῖς αὐτοῦ τὴν διδασκαλίαν διὰ βραχέων προθεωρήσωμεν· τοιαύτη γάρ ἐστιν, οἵα διὰ χρηστολογίας ἀπατῆσαι τῶν ἀπείρων πολλούς, τῶν εὐχῆς δ’ ἀληθοῦς καὶ μετρίως γευσαμένων οὐδένα.

Τοσοῦτον οὖν τὴν διδασκαλίαν ταύτην αὐτοῦ κατίδωμεν, ὅσον δεῖξαι τὸ πρὸς τοὺς πατέρας αὐτῆς ἀσύμφωνον. Ἄρχεται μὲν γὰρ ἀπὸ τῶν τοῖς πατράσιν ὡμολογημένων, τελευτᾷ δὲ εἰς τὴν ἐναντίαν παντάπασιν ἐκείνοις ὁδόν. Τοῦτο γάρ φησιν ἀρχόμενος ὡς «ἠρεμίαν παρέχειν ταῖς αἰσθήσεσι χρὴ τὸν προσευχῆς ἐπιμελούμενον» καὶ διὰ τούτου κλέψας τὸν ἀκούοντα ὡς συνωδὰ λέγων τοῖς πατράσιν, εἶτ’ ἐκ τούτου συμπεραίνει δεῖν «νεκροῦν τελέως τὸ τῆς ψυχῆς παθητικόν, ὡς κατὰ μηδεμίαν τῶν ἑαυτοῦ δυνάμεων ἐνεργεῖν, πρὸς δὲ καὶ πᾶσαν ἐνέργειαν ψυχῆς τε καὶ σώματος κοινήν· τῇ γὰρ προσευχῇ» φησιν «ἐμπόδιον ἑκάστη γίνεται καὶ μάλιστ’ ἐφ’ ὅσον βίας ὁπωσοῦν μετέχει καὶ ἡδονὴν ἢ ἄλγος ἐμποιεῖ καὶ ἔτι μάλιστα περὶ τὴν παχυτάτην καὶ ἀλογωτάτην τῶν αἰσθήσεων ἁφήν». Οὐκοῦν, εἴποι τις ἂν πρὸς τὸν τὰ τοιαῦτα εἰσηγούμενον, οὐ νηστεύειν, οὐκ ἀγρυπνεῖν, οὐ γόνυ κλίνειν, οὐ χαμευνεῖν, οὐκ ἐπὶ πλέον ἵστασθαι, οὐδὲν τοιοῦτον πράττειν δεῖ τὸν προσευχῆς νοερᾶς ἐπιμελούμενον· ἀλγεινῶς γὰρ ταῦθ’ ἅπαντα τὴν ἁφὴν ἐνεργεῖν βιάζεται καὶ ὄχλον, ὡς ἂν αὐτὸς φαίης, τῇ ψυχῇ προσευχομένῃ προσφέρει· δέον τὸ ἀνενόχλητον πανταχόθεν αὐτῇ περιποιεῖν. «

Καὶ γὰρ ὑπερφυὲς ἂν εἴη» πάλιν φησὶν «εἰ ὄψιν μὲν καὶ ἀκοήν, τὰς ἀϋλοτέρας τῶν αἰσθήσεων καὶ ἀπαθεστέρας καὶ λογικωτέρας, ἀτιμάζοιμεν ἐν προσευχαῖς, ἁφὴν δὲ τὴν παχυτάτην πασῶν καὶ ἀλογωτάτην προσδεξαίμεθα καὶ τὰς κατ’ αὐτὴν ἐνεργείας συνεργεῖν ὑποληψόμεθα».

Καὶ γὰρ οὐ συνεώρακε, καίτοι φιλόσοφος ὤν, τὴν ἐν ταῖς αἰσθήσεσι διαφοράν, ὅπως διαφόρως τῆς ἐν αὐταῖς σωματοειδοῦς δυνάμεως μεταλαγχάνουσαι, μὴ πρὸς μόνων τῶν ἔξωθεν αὐταῖς προσπιπτόντων ἅπασαι κινούμεναι διατελοῦσιν. Ἡμῖν δὲ τὰ συμβαίνοντα ταῖς ἐνύλοις αἰσθήσεσιν ἐκ τῆς ἀΰλου προσευχῆς ἐξηγεῖσθαι βουλομένοις, καὶ τῆς κατ’ αὐτὴν ἕξεως τελεωτάτης ἔδει καὶ πραγματείας πρὸς ἓν ὁρώσης τοῦτο μόνον· ἀλλ’ «ὁ διδοὺς εὐχὴν τοῖς εὐχομένοις» καὶ τοῖς ὑπὲρ αὐτῶν λαλοῦσι δοίη λόγον τῇ νῦν προθέσει σύμμετρον.

Ὅσαι μὲν οὖν τῶν αἰσθήσεων ὑπὸ τῶν ἔξωθεν ἐνεργειῶν κινοῦνται, ταύτας ἠρεμεῖν ἀνάγκη περὶ τὰ ἔνδον στρεφομένων ἡμῶν· ὅσαι δὲ ταῖς τῆς ψυχῆς διαθέσεσι συνδιατίθενται, καὶ ταῦτα ταῖς ἀγαθαῖς, τίς χρεία; Τίς δὲ μηχανὴ τούτων οἴκοθεν ἀφεῖσθαι τὸν ἐν ἑαυτῷ γενόμενον;

Τίνος δὲ καὶ χάριν ἀφίεσθαι τούτων δεῖ ζητεῖν, μηδαμῶς προσισταμένων, ἀλλὰ καὶ συνεργουσῶν τῇ συνδιαθέσει ὅτι μάλιστα; Τὸ γὰρ σύζυγον ἡμῖν τουτὶ σῶμα ὑπὸ τοῦ Θεοῦ ὡς συνεργὸν ἐσόμενον συνέζευκται, μᾶλλον δὲ ὑπέζευκται· οὐκοῦν ἀφηνιάζον μὲν εἴρξομεν, ἀποδεξόμεθα δέ, ἀγόμενον ᾗ δέον. Ἀκοὴ μὲν οὖν καὶ ὄψις ἁφῆς καθαρώτεραί τε καὶ λογικώτεραί εἰσιν, ἀλλ’ οὐκ ἂν ὅλως ἀντιλήψεταί τις τούτων οὐδενός, οὐδ’ ἂν ὀδυνηθείη κατ’ αὐτό, μὴ ἔξωθεν προσπεσόντος τοῦ ὁρατοῦ ἢ τοῦ ἀκουστοῦ, δυσηχοῦς ὄντος ἢ καὶ δυσειδοῦς· τὸ δὲ σῶμα ὀδυνᾶται μᾶλλον κατὰ τὴν ἁφήν, ὅταν νηστείαν ἀσκῶμεν καὶ μὴ προσάγωμεν αὐτῷ τὴν ἔξωθεν τροφήν. Διὰ τοῦτο οἱ πρὸς τὰ ἔνδον ἀπὸ τῶν ἔξω ἑαυτοὺς συστέλλοντες, τὰς μέν, μὴ παρόντων τῶν ἔξωθεν, οὐκ ἐνεργούσας αἰσθήσεις τῆς κατὰ ταῦτα ἐνεργείας ἀποπαύουσιν, ἐφ’ ὅσον εἴσω μένουσι· τὰς δὲ καὶ ἀπόντων τῶν ἔξω, ἐνεργούσας, πῶς ἂν ἀργεῖν παρασκευάσωσι, καὶ μάλισθ’ ὅταν τείνωσιν αὗται καὶ πρὸς τὸ προκείμενον τέλος; Ὅτι δὲ ἡ ἀλγεινὴ κατὰ τὴν ἁφὴν αὕτη αἴσθησις τοῖς νοερῶς προσευχομένοις ἐσταμάλιστα λυσιτελεῖ, πάντες μὲν ἴσασιν ὅσοι καὶ μετρίως ἥψαντο τοῦ κατ’ αὐτὴν ἀγῶνος, καὶ λόγων τούτοις ἧττον δεῖ διὰ πείρας ἐγνωκόσιν, οἳ καὶ τοὺς λόγῳ μόνῳ τὰ τοιαῦτα ζητοῦντας οὐκ ἀποδέχονται, ταύτην εἶναι λέγοντες «τὴν φυσιοῦσαν γνῶσιν».

Οὐ μὴν ἀλλ’ εἰ τοὺς νοερῶς ὡς ἀληθῶς προσευχομένους ἀπροσπαθεῖς ἀνάγκη εἶναι καὶ τὴν πρὸς τὰ μέσως πως ἔχοντα τῶν πραγμάτων σχέσιν ἀποτιναξαμένους, οὕτω γὰρ ἂν σχοῖεν ἀπαρενοχλήτου καὶ καθαρᾶς τυγχάνειν προσευχῆς, τοὺς δὲ μήπω πρὸς τοῦτο τὸ μέτρον ἐφθακότας, ἐπειγομένους μέντοι πρὸς αὐτό, τῆς μὲν ἡδυπαθείας ὑπερκύπτειν, ἀπηλλάχθαι δὲ τελείως ἐμπαθείας, δεῖ γὰρ τὸ μὲν ἁμαρτητικὸν τοῦ σώματος νεκρῶσαι, ὅ ἐστιν ἐμπαθείας ἀπηλλάχθαι, τὸν δὲ λογισμὸν ἐπικρατέστερον ἔχειν τῶν ἐν τῷ κατὰ διάνοιαν κόσμῳ πονηρῶν παθημάτων κινουμένων, ὅ ἐστιν ἡδυπαθείας ὑπερκύπτειν, εἰ ταῦθ’ οὕτως ἔχει καθάπερ γοῦν ἔχει καί, τῆς ἐμπαθείας ἐπικρατούσης, οὐδ’ ἄκροις τὸ τοῦ λόγου χείλεσιν νοερᾶς προσευχῆς γευσαίμεθ’ ἄν, δεόμεθα πάντως τοῦ κατὰ τὴν ἁφὴν διὰ νηστείας τε καὶ ἀγρυπνίας καὶ τῶν ἄλλων τῶν τοιούτων ἄλγους, προσευχῆς ἐπιμελούμενοι· δι’ αὐτῆς γὰρ μόνης τὸ ἁμαρτητικὸν τοῦ σώματος νεκροῦται καὶ οἱ τὰ κτηνώδη πάθη κινοῦντες λογισμοὶ μετριώτεροί τε καὶ ἀσθενέστεροι καθίστανται· οὐ μόνον δέ, ἀλλὰ καὶ τὴν ἱερὰν κατάνυξιν αὐτὸ φέρει τὴν ἀρχήν, δι’ ἧς καὶ τοὺς προγεγονότας ἀνιέρους ἀπαλείφει μολυσμοὺς καὶ τὸ θεῖον ἵλεω πάντων μάλιστα ποιεῖται καὶ πρὸς τὴν δέησιν καταπειθές. «

Καρδίαν γὰρ συντετριμμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει» κατὰ τὸν Δαυὶδ καὶ κατὰ τὸν θεολόγον Γρηγόριον «οὐδενὶ τῶν πάντων οὕτω ὡς κακοπαθείᾳ Θεὸς θεραπεύεται».

Διὸ καὶ ὁ Κύριος μέγα δύνασθαι τὴν προσευχὴν μετὰ τῆς νηστείας συνεζευγμένην ἐν εὐαγγελίοις ἐδίδαξεν. Ἀναλγησία τοιγαροῦν ἐστι τὸ καταργοῦν τὴν προσευχήν, ἣν καὶ «πώρωσιν» οἱ πατέρες ὀνομάζουσιν. Ἀλλ’ οὐχὶ τὸ ἄλγος τῆς ἁφῆς ὡς κατὰ τῶν ἔργῳ γινωσκόντων πρῶτος οὗτος ἀπράκτοις ἐφιλοσόφησε λόγοις; Ταῦτ’ ἄρα καὶ τῶν πατέρων εἰσὶν οἳ τὴν νηστείαν οἱονεὶ οὐσίαν εἶναι προσευχῆς ἀπεφήναντο· «Ὕλη» γάρ φασι «προσευχῆς, πεῖνα». Ἕτεροι δὲ «ποιότητα» τοῦτ’ ἔφησαν αὐτῆς· ἄποιον γὰρ ἴσασι τὴν ἄνευ κατανύξεως προσευχήν. Τί δὲ ὁ λέγων· «Δίψα καὶ ἀγρυπνία ἐξέθλιψαν καρδίαν· καρδίας δὲ θλιβείσης, ἐξεπήδησαν δάκρυα»· «προσευχὴ» δ’ αὖθις «δακρύων μήτηρ καὶ πάλιν θυγάτηρ». Εἶδες πῶς τὸ κατὰ τὴν ἁφὴν ἄλγος τοῦτο μὴ μόνον οὐκ ἐμπόδιον γίνεται τῇ προσευχῇ, ἀλλὰ καὶ διαφερόντως συνεργεῖ; Τί δὲ τὰ δάκρυα ταῦτα, ὧν ἐστιν ἡ προσευχὴ θυγάτηρ τε καὶ μήτηρ; Οὐκ ὀδυνηρὰ μέν ἐστι καὶ πικρὰ καὶ δακνηρὰ φύσει τοῖς ἄρτι τοῦ «μακαρίου πένθους» γευσαμένοις, τοῖς δὲ καταπολαύσασιν αὐτοῦ πρὸς ἡδέα καὶ ἀνώδυνα μεταποιεῖται; Πῶς οὖν οὐ λυμαίνονται τῇ προσευχῇ, μᾶλλον δὲ πῶς καὶ γεννῶσιν αὐτὴν καὶ γεννῶνται ὑπ’ αὐτῆς, τὰ σωματικῶς ἐνεργούμενα, τὰ καὶ κατ’ αἴσθησιν ἡδύνοντά τε καὶ ἀλγύνοντα;

Πῶς δὲ αὐτὰ χαρίζεται Θεός, κατὰ τὸν λέγοντα· «Εἰ δάκρυον ἐκτήσω ἐν τῇ προσευχῇ σου, ὁ Θεὸς ἥψατό σου τῶν ὀφθαλμῶν τῆς καρδίας καὶ νοερῶς ἀνέβλεψας»; «Ἀλλ’ ὁ Παῦλός» φησιν «ἁρπαγεὶς ἕως τρίτου οὐρανοῦ οὐκ οἶδεν εἴτε ἐν σώματι ἦν, εἴτε τοῦ σώματος ἐκτός, ὡς ἐπιλελησμένος τῶν κατὰ τὸ σῶμα πάντων· εἰ τοίνυν προσῆκον τὸν πρὸς Θεὸν διὰ προσευχῆς ἐπειγόμενον τῶν κατὰ τὸ σῶμα ἀναισθήτως ἔχειν, πῶς δῶρα Θεοῦ, ὧν ἀπαλλάττεσθαι προσήκει τὸν πρὸς αὐτὸν ἐπειγόμενον;» Ἀλλ’ οὐχὶ τῶν σωματικῶν μόνων ἐνεργειῶν ἀπαλλάττεσθαι προσήκει τὸν πρὸς τὴν θείαν ἕνωσιν ἐπειγόμενον, ἀλλὰ καὶ «τὰς νοερὰς ἐνεργείας καὶ πάντα τὰ θεῖα φῶτα καὶ πᾶσαν πασῶν ἁγίων ἀκροτήτων ἀνάβασιν ἀπολιπεῖν» κατὰ τὸν μέγαν Διονύσιον. Οὐδὲν οὖν τούτων δῶρον Θεοῦ, οὐδ’ ἡ πασῶν ἁγίων ἀκροτήτων ἀνάβασις, ἐπεὶ τούτων ἀπαλλάττεσθαι προσήκει τὸν πρὸς τὴν θείαν ἕνωσιν ἐπειγόμενον. «Καὶ πῶς ἂν εἴη» φησὶν «ἐκ τῆς χάριτος ταῦτα, ὧν οὐ μέλλει αἰσθάνεσθαι κατὰ τὴν τῷ Θεῷ τὸν ἄνθρωπον ἑνοῦσαν νοερὰν προσευχήν;

Μάτην γὰρ ἂν γένοιτο· μάταιον δὲ τῶν ἐκ Θεοῦ οὐδέν». Ματαιολογίᾳ χαίρων, ἄνθρωπε, ὁ καὶ ἡμᾶς εἰς τοιούτους λόγους κατασπῶν, καὶ οὕτως ἡγῇ τὴν θείαν ἕνωσιν μικρὸν ὡς οὐχὶ τῶν μεγάλων καὶ ἀναγκαίων ὑπεραίρειν, ἀλλὰ τῶν ματαίων μόνων; Καὶ ὃ ἂν μὴ παρῇ ταύτης τελουμένης, μάταιον ἡγῇ; Ὄντως δῆλος εἶ μὴ τῶν ματαίων αὐτὸς ἀνώτερον καταστήσας σεαυτόν· εἰ γὰρ ὑπερανέστηκας, ἔγνως ἂν ὅσῳ καὶ τῶν χρησίμων ἡ πρὸς Θεὸν ὑπερανέστηκεν ἕνωσις.

Σὺ δὲ τοσοῦτο χαίρεις ἐμφιλοχωρῶν τοῖς ματαίοις, ὡς καὶ περὶ προσευχῆς μηδὲν εἰδὼς ὅλως τοσαῦτα μηκύνεις ματαιολογῶν, ὃς καὶ τὴν ἐν καρδίᾳ πνευματικὴν ταύτης χάριν «φαντασίαν» φεῦ καλεῖς «τὸ εἴδωλον ἐν ἑαυτῇ τῆς καρδίας φέρουσαν». Οἱ δὲ κατηξιωμένοι ταύτης ἴσασιν αὐτὴν οὐ φαντασιώδη ἀνατύπωσιν, οὐδὲ τῶν ἐφ’ ἡμῖν οὖσαν, οὐδὲ νῦν μὲν οὖσαν, νῦν δ’ οὐκ οὖσαν, ἀλλ’ ἀκάματόν τινα ἐνέργειαν ὑπὸ τῆς χάριτος ἐγγινομένην συνοῦσαν καὶ ἐνερριζωμένην τῇ ψυχῇ, πηγὴν γεννῶσαν εὐφροσύνης ἱερᾶς εἰς ἑαυτὴν συνελκούσης τὸν νοῦν καὶ ἐξιστώσης τῶν πολυειδῶν καὶ προσύλων φαντασμάτων καὶ ἀηδῶς πρὸς πᾶν σωματοειδὲς ἡδὺ παρασκευαζούσης ἔχειν· σωματοειδὲς δὲ λέγω τὸ διικνούμενον ἀπὸ τῶν τοῦ σώματος ἡδονῶν ἐπὶ τοὺς λογισμοὺς καὶ ἡδυφανῶς συγγινόμενον καὶ κατασπῶν αὐτούς· τὸ δ’ ἐκ τῆς ψυχῆς πνευματικῶς εὐφραινομένης ἐπὶ τὸ σῶμα διαβαῖνον, κἂν ἐν σώματι τυγχάνῃ ἐνεργοῦν, ἀλλὰ πνευματικόν ἐστι.

Καθάπερ γὰρ ἡ ἀπὸ σωμάτων ἐπὶ τὸν νοῦν ἰοῦσα ἡδονὴ σωματοειδῆ ἀπεργάζεται αὐτόν, μηδὲν τῇ κοινωνίᾳ τοῦ κρείττονος βελτιωθεῖσα αὕτη, μεταδοῦσα δὲ μᾶλλον τοῦ χείρονος αὐτῷ, ὡς δι’ αὐτὴν καὶ «σάρκα» ὅλον λέγεσθαι τὸν ἄνθρωπον, κατὰ τὸ εἰρημένον περὶ τῶν ὀργῇ κατακλυζομένων ὑπὸ τοῦ Θεοῦ ὡς «οὐ μὴ μείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις διὰ τὸ εἶναι αὐτοὺς σάρκας», οὕτως ἡ ἀπὸ τοῦ νοῦ ἐπὶ τὸ σῶμα πνευματικὴ ἐρχομένη ἡδονή, μηδὲν αὕτη τῇ κοινωνίᾳ τοῦ σώματος ἀχρειωθεῖσα, μεταστοιχειοῖ τὸ σῶμα καὶ πνευματικὸν ποιεῖ, τὰς σαρκικὰς πονηρὰς ἀποβαλλόμενον ὀρέξεις καὶ μηκέτι καθέλκον τὴν ψυχήν, ἀλλὰ ταύτῃ συναναφερόμενον, ὡς καὶ Πνεῦμα τό τε ὅλον εἶναι τὸν ἄνθρωπον, κατὰ τὸ γεγραμμένον· «Ὁ γεγεννημένος ἐκ τοῦ Πνεύματος, Πνεῦμά ἐστι». Ταῦτα δὲ πάντα τῇ πείρᾳ δῆλα γίνεται.

Πρὸς δὲ τὸν λογομαχοῦντα καὶ φιλονείκως ἐνιστάμενον ἀπέχρησεν ἂν εἰπεῖν ὡς ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν, οὐδὲ ἡ Ἐκκλησία τοῦ Θεοῦ, λόγοις ἀπράκτοις ἄγεσθαι· λόγον δὲ τιμῶμεν ἔμπρακτον καὶ πρᾶξιν ἐλλόγιμον.

Ἐπεὶ δὲ καὶ γραφῇ τοὺς τοιούτους παραδέδωκε λόγους, ἵνα μή τινα τῶν πολλῶν ἐξαπατήσῃ καὶ δόξῃ τι σεμνὸν λέγειν καὶ προσαγάγηται τῷ ψεύδει, γράμμασι καὶ ἡμεῖς τἀληθὲς ποιοῦμεν φανερὸν καὶ τὸ ψεῦδος ἐλέγχομεν, μικροῖς μὲν πρὸς ταῦτα, μακροτέροις δὲ πρὸς τὰ τούτων ἀναγκαιότερα χρώμενοι καὶ τοὺς πατέρας πανταχοῦ προδεικνύντες, ἀντικειμένους τῷ καινῷ τούτῳ τῆς ἀπραξίας καθηγητῇ, ὃς ἐπεὶ τὰς διὰ τοῦ σώματος ἀγαθὰς πράξεις ὡς δυσχερεῖς ἀποσείεται καὶ τὰς ἐνσημαινομένας πνευματικὰς διαθέσεις τῷ σώματι εἰκότως οὐ καταδέχεται, καίτοι πλήρης ἐστὶ τῶν τοιούτων πᾶσα ἱερὰ Γραφὴ καὶ θεόπνευστος· «Ἡ καρδία μου» γάρ φησι «καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ Θεὸν ζῶντα», καὶ «Ἐπ’ αὐτῷ ἤλπισα καὶ ἐβοηθήθην καὶ ἀνέθαλεν ἡ σάρξ μου», καὶ πάλιν «Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου». Ὅτι δὲ τῷ αἰσθητῷ στόματί φησι, καὶ ὁ ἅγιος Ἰσαὰκ δείκνυσι σαφῶς, σημεῖον εἶναι λέγων προκοπτόντων τὸ καθηδύνεσθαι ἐν τῷ στόματι αὐτῶν τὰ ῥήματα τῆς προσευχῆς.

Ὁ δὲ ἅγιος Διάδοχος «μίαν εἶναί» φησι «τὴν αἴσθησιν τῆς ψυχῆς, αὐτὴ ἡ τοῦ ἁγίου Πνεύματος ἡμῖν ἐγγινομένη διδάσκει ἐνέργεια», ἣν «οὐδεὶς δύναται εἰδέναι, εἰ μὴ μόνοι οἱ τῶν τοῦ βίου καλῶν διὰ τὴν ἐλπίδα τῶν μελλόντων ἀγαθῶν ἀπηλλαγμένοι· ἐπὶ γὰρ τούτων εὐρώστως ὁ νοῦς διὰ τὴν ἀμεριμνίαν κινούμενος, τῆς θείας ἀρρήτως χρηστότητος αὐτὸς ἐπαισθάνεται καὶ τῷ σώματι, κατὰ τὸ μέτρον τῆς ἑαυτοῦ προκοπῆς, τῆς οἰκείας χρηστότητος μεταδίδωσιν», ὡς καὶ ὁ Δαυὶδ λέγει· «Ἐπ’ αὐτῷ ἤλπισεν ἡ καρδία μου καὶ ἐβοηθήθην, καὶ ἀνέθαλεν ἡ σάρξ μου». Ἡ δὲ τοιαύτη ἐγγινομένη χαρὰ τότε τῇ ψυχῇ καὶ τῷ σώματι «ὑπόμνησίς ἐστιν ἀπλανὴς τῆς ἀφθάρτου βιότητος».

Ἀλλ’ ὁ φιλόσοφος τὸν ἀρραβῶνα τοῦτον τοῦ μέλλοντος αἰῶνος, τὴν ὑπόμνησιν τῆς ἀφθαρσίας, τὴν ἐνέργειαν τοῦ παναγίου Πνεύματος, οὐκ ἐνδέχεσθαί φησιν ὑπὸ θείας τινὸς αἰτίας γίνεσθαι καὶ πάντων ἥκιστα κατὰ τὴν νοερὰν προσευχήν. Δι’ ἃ δέ φησιν οὗτος οὐκ ἐκ Θεοῦ εἶναι τὰς καὶ τῷ σώματι ἐγγινομένας ὑπὸ τῆς ἐνεργείας τοῦ Πνεύματος ἀλλοιώσεις, τέτταρα σχεδόν ἐστι ταῦτα. Πρῶτον μὲν ὅτι «τὰ ἐκ Θεοῦ δῶρα τελεώτατα· βέλτιον δὲ τὸ ὑπὲρ αἴσθησιν εἶναι τὴν ψυχὴν ἐν ταῖς προσευχαῖς ἢ κατ’ αἴσθησιν ὁπωσοῦν ἐνεργεῖν· ἐπεὶ τοίνυν μὴ τελεώτατα ἐκεῖνα, καὶ γάρ ἐστιν αὐτῶν τι βέλτιον, οὐδ’ ἐκ Θεοῦ ἄρα». Τί οὖν, ἐπειδὴ τὸ προφητεύειν μεῖζον ἢ τὸ λαλεῖν γλώσσαις κατὰ τὸν Ἀπόστολον, ἆρα τὸ χάρισμα τῶν γλωσσῶν οὐ δῶρον Θεοῦ; Καὶ ἐπειδὴ ἡ ἀγάπη τῶν χαρισμάτων τὸ τελεώτατον, μόνον τοῦτο καὶ οὐδὲν ἕτερον θεῖόν ἐστι δώρημα;

Οὐχ ἡ προφητεία αὐτή, οὐχ αἱ δυνάμεις, αἱ ἀντιλήψεις, αἱ κυβερνήσεις, οὐ τὰ χαρίσματα τῶν ἰαμάτων, οὐχ ὁ τῆς σοφίας καὶ γνώσεως ἐν Πνεύματι λόγος, οὐχ ἡ τῶν πνευμάτων διάκρισις; Κἀν τοῖς προφητικοῖς δὲ καὶ ἰαματικοῖς καὶ διακριτικοῖς καὶ ἁπλῶς τοῖς κεχαριτωμένοις ὑπὸ τοῦ θείου Πνεύματος ἅπασι, κατὰ τούτων ἕκαστον τῶν χαρισμάτων ἐστὶ μείζων τε καὶ ἐλάττων· ὡς καὶ ὁ Παῦλος εὐχαριστεῖ τῷ Θεῷ, πάντων μᾶλλον γλώσσαις λαλῶν, ἀλλὰ καὶ ὁ τὸ ἔλαττον ἔχων, δῶρον ἔχει Θεοῦ. «Ζηλοῦτε» γὰρ αὖθις ὁ αὐτὸς ἀπόστολος «τὰ χαρίσματα τὰ κρείττονά» φησιν, ὡς καὶ ἐλαττόνων ὄντων. Εἰ γὰρ «καὶ ἀστὴρ ἀστέρος διαφέρει ἐν δόξῃ», τουτέστι φωτὸς περιουσίᾳ, ἀλλ’ οὐδεὶς τῶν ἀστέρων ἀφώτιστος, οὐκ ἀληθὲς ἄρ’ ἐκεῖνο τὸ παρὰ τοῦ φιλοσόφου προτεταγμένον, ἀφ’ οὗ κατὰ τῶν ἡσυχαζόντων ἐνταῦθ’ ἐστὶν ὡρμημένος, ὅτι «τὰ τοῦ Θεοῦ δῶρα τελεώτατα».

Καὶ ὁ τῶν ἀποστόλων γὰρ ἀδελφόθεος «πᾶν δώρημα τέλειον ἄνωθεν» εἶπεν, οὐ «τελεώτατον». Οὗτος δὲ τοῖς λογίοις παρ’ ἑαυτοῦ προστιθέναι τολμῶν, εἰκότως καὶ κατὰ τῶν διὰ πράξεως ἀναγινωσκόντων ἐκεῖνα χωρεῖ. Ἐρήσομαι τοίνυν αὐτόν· οὐκ ἐπ’ ἄπειρον οἱ ἅγιοι κατὰ τὴν θεοπτίαν ἐπὶ τοῦ μέλλοντος προκόψουσιν αἰῶνος; Παντί που δῆλον ὡς ἐπ’ ἄπειρον· καὶ τοὺς ἀγγέλους γὰρ ὁ τῶν οὐρανίων ὑποφήτης Διονύσιος ἐπίδοσιν ἀεὶ κατ’ αὐτὴν λαμβάνειν παραδίδωσι, χωρητικωτέρους ὑπὸ τῆς προλαβούσης ἐπιτελουμένους πρὸς τὴν τρανοτέραν ἔλλαμψιν. Ἀλλ’ οὐδὲ τῶν ταύτης εὐμοιρηκότων ἐπὶ γῆς ἐκ τοῦ παντὸς αἰῶνος εἴδομέν τινα ἢ ἀκηκόαμεν μὴ τελεωτέρας ἔτι ταύτης ἐφιέμενον. Εἰ τοίνυν ἡ μὲν ἔφεσις τῶν ἐπιτυγχανόντων οὐχ ἵσταται, ἡ δὲ προλαβοῦσα χάρις δυναμοποιός ἐστιν αὐτοῖς πρὸς τὴν τῶν μειζόνων μετάληψιν, ὁ δ’ ἐπιδιδοὺς ἑαυτὸν ἄπειρός ἐστι καὶ δαψιλῶς καὶ ἀφθόνως χορηγεῖ, τίς ὑπολέλειπται τρόπος μὴ οὐχὶ προκόπτειν τοὺς υἱοὺς τοῦ μέλλοντος αἰῶνος κατ’ αὐτὴν ἐπ’ ἄπειρον, χάριν ἐκ χάριτος κομιζομένους καὶ τὴν ἀκάματον ἐπιτερπῶς ἀνιόντας ἄνοδον; Οὐκοῦν «πᾶν δώρημα τέλειον ἄνωθεν», ἀλλ’ οὐ τελεώτατον· τὸ γὰρ τελεώτατον προσθήκην οὐκ ἐπιδέχεται.

Τὸ μὲν οὖν πρῶτον τῶν ἐπιχειρημάτων οὕτως ἔχει τῷ φιλοσόφῳ· δεύτερον δὲ αὐτῷ γενναιότερον, ὅτι «τοῦτο προσηλοῖ τὴν ψυχὴν τῷ σώματι καὶ σκότους αὐτὴν ἀναπίμπλησι, τὸ ἀγαπᾶν τὰς ἐνεργείας ὅσαι κοιναί εἰσι τοῦ παθητικοῦ αὐτῆς καὶ τοῦ σώματος». Τί δ’ ἄλγος, ποία δ’ ἡδονή, τίς δὲ κίνησις ἐν σώματι οὐ κοινὴ ἐνέργεια ψυχῆς ἐστι καὶ σώματος; Δοκεῖ μοι τοίνυν ἀπερισκέπτως ὁ φιλόσοφος καὶ ταύτην τὴν ψῆφον ἐνεγκεῖν, καθόλου περὶ τῶν μὴ καθόλου ἀποφηνάμενος. Ἔστι γὰρ καὶ πάθη μακάρια καὶ κοιναὶ ἐνέργειαι ψυχῆς καὶ σώματος οὐ προσηλοῦσαι τῇ σαρκὶ τὸ Πνεῦμα, ἀλλ’ ἐγγὺς τῆς τοῦ Πνεύματος ἀξίας ἀνέλκουσαι τὴν σάρκα καὶ ἄνω νεύειν καὶ αὐτὴν ἀναπείθουσαι.

Τίνες αὗται; Αἱ πνευματικαί, οὐκ ἀπὸ τοῦ σώματος ἐπὶ τὸν νοῦν ἰοῦσαι, ὃ καὶ πρότερον εἴπομεν, ἀλλ’ ἀπὸ τοῦ νοῦ ἐπὶ τὸ σῶμα διαβαίνουσαι καὶ τοῦτο διὰ τῶν ἐνεργημάτων τε καὶ παθημάτων τούτων ἐπὶ τὸ κρεῖττον μετασκευάζουσαι καὶ θεουργοῦσαι. Καθάπερ γὰρ κοινή ἐστι σώματος καὶ ψυχῆς ἡ τοῦ ἐνανθρωπήσαντος Λόγου τοῦ Θεοῦ θεότης, διὰ μέσης ψυχῆς θεώσασα τὴν σάρκα ὡς καὶ Θεοῦ ἔργα ἐκτελεῖσθαι δι’ αὐτῆς, οὕτως ἐπὶ τῶν πνευματικῶν ἀνδρῶν ἡ τοῦ Πνεύματος χάρις, διὰ μέσης ψυχῆς πρὸς τὸ σῶμα διαπορθμευομένη, πάσχειν καὶ αὐτῷ τὰ θεῖα δίδωσι καὶ μακαρίως συμπάσχειν τῇ ψυχῇ τῇ τὰ θεῖα πεπονθυίᾳ, ἥτις, ἐπεὶ πάσχει τὰ θεῖα, καὶ παθητικὸν ἔχει τι δήπουθεν ἐπαινετὸν καὶ θεῖον· μᾶλλον δὲ ἓν ὂν τὸ ἐν ἡμῖν παθητικὸν καὶ τοιοῦτον ἐκτελεῖσθαι πέφυκε. Προελθὸν οὖν εἰς τὴν μακαρίαν ταύτην ἐντελέχειαν καὶ τὸ σῶμα θεουργεῖ, οὐκ ἀπὸ τῶν σωματικῶν καὶ προσύλων παθημάτων τότ’ αὐτὸ κινούμενον, εἰ καὶ τοῖς μὴ πεῖραν ἐσχηκόσι δόξειεν ἄν, ἀλλ’ αὐτὸ μᾶλλον πρὸς ἑαυτὸ τὸ σῶμα ἐπιστρέφον καὶ τῆς πρὸς τὰ χείρω σχέσεως ἀπάγον καὶ ἁγιασμὸν αὐτὸ δι’ ἑαυτοῦ καὶ θέωσιν ἐμπνέον ἀναφαίρετον, οὗ τεκμήριον ἐναργὲς αἱ τῶν ἁγίων θαυματοποιοὶ σοροί. Τοῦ δὲ πρωταγωνιστοῦ Στεφάνου καὶ ἔτι περιόντος «τὸ πρόσωπον ἐφάνη ὡσεὶ πρόσωπον ἀγγέλου».

Ἆρ’ οὖν οὐχὶ καὶ τὰ θεῖα τὸ σῶμα ἔπαθεν; Οὐκοῦν καὶ τὸ πάθος τοῦτο καὶ ἡ κατ’ αὐτὸ ἐνέργεια ψυχῆς καὶ σώματός ἐστι κοινή; Καὶ ἡ συμπάθεια τούτων αὕτη οὐχ ἧλος γίνεται τῇ ψυχῇ πρὸς τὰ γήϊνά τε καὶ σωματικὰ φρονήματα, καὶ σκότους αὐτὴν ἀναπίμπλησιν, ὡς ὁ φιλόσοφός φησιν, ἀλλὰ σύνδεσμός τις ἀπόρρητος καὶ ἕνωσίς ἐστι πρὸς τὸν Θεὸν καὶ αὐτὸ τὸ σῶμα θαυμασίως ἀπανιστᾶσα τῶν πονηρῶν καὶ γηΐνων παθημάτων. «Οἱ γὰρ κραταιοὶ τοῦ Θεοῦ» προφητικῶς εἰπεῖν «τῆς γῆς σφόδρα ἐπῄρθησαν». Τοιαῦταί εἰσιν ἃς ἀκούεις ἀπορρήτους ἐνεργείας τελουμένας ἐν σώμασι τῶν ἱερῶς διὰ βίου τὴν ἱερὰν ἡσυχίαν ἀσπαζομένων, καὶ τὸ δοκοῦν ἐν αὐταῖς ἄλογον λόγου κρεῖττόν ἐστι, καὶ τοῦ λόγῳ ταύτας ἀνετάζοντος, ἀλλὰ μὴ πράξει καὶ τῇ δι’ αὐτῆς πείρᾳ τὴν εἴδησιν ζητοῦντος, ὑπερβαῖνον διαφεύγει τὴν διάνοιαν, καὶ οὗτος ἂν μὴ πίστιν προσαγάγῃ, τὴν μόνην τῆς ὑπὲρ λόγον ἀληθείας δεκτικήν, ἀνιέρως ἐκλαμβάνων φεῦ τὰ ἱερά, οὐχ ὁσίως διασύρει τὰ ὅσια.

Μετὰ τοῦτο γὰρ τὸν Ἀπόστολον, ὃ καὶ πρότερον εἶπον, παρήγαγεν ἡμῖν οὐκ εἰδέναι λέγοντα κατὰ τὴν ἐξαισίαν ἐκείνην ἁρπαγὴν «εἴτε ἐν σώματι ἦν, εἴτε ἐκτὸς τοῦ σώματος», ὡς τοῦ Πνεύματος λήθην ἐνιέντος τῶν κατὰ τὸ σῶμα πάντων. «Εἰ δὲ τῶν πάντων ἐστί» φησιν ὁ φιλόσοφος «καὶ ἃς ἐπυθόμην ἐν τοῖς ἡσυχασταῖς τελεῖσθαι ἀπορρήτους γλυκύτητάς τε καὶ θερμότητας, καὶ τούτων λήθην ἐμποιήσει τὸ Πνεῦμα τὸ ἅγιον ἐπιδημῆσαν, ἀλλ’ οὐ ταῦτα παρέξει· καὶ γὰρ ἐξ ἀνάγκης, εἰ μὲν δῶρα Θεοῦ τὰ συμβαίνοντα αὐτοῖς, κακῶς λέγεται τὸ πάντων ἐπιλελῆσθαι δεῖν τὸν ἀληθῶς προσευχόμενον· οὐδένα γὰρ λανθάνειν δεῖ τὰ πρὸς Θεοῦ πρὸς καλοῦ αὐτῷ διδόμενα· εἰ δὲ τούτων ἐπιλελῆσθαι χρεών, πῶς οὐκ ἄτοπον τούτων προσεχῶς αἰτιᾶσθαι Θεόν, ὧν ἡ ἀπουσία καὶ ἠρεμία βελτίω πρὸς τὴν προσευχήν;» Ὅτι μὲν οὖν τὰ πλείω τῶν χαρισμάτων τοῦ Πνεύματος καὶ σχεδὸν ἅπαντα τοῖς ἀξίοις κατὰ τὸν καιρὸν τῆς προσευχῆς ἐγγίνεται, πᾶς τις εὖ φρονῶν οἶδεν ἀκριβῶς· «Αἰτεῖτε» γάρ φησιν ὁ Κύριος «καὶ δοθήσεται ὑμῖν», οὐχ ἡ ἁρπαγὴ μόνον, καὶ ταῦτα μέχρι τρίτου οὐρανοῦ, ἀλλ’ ἕκαστον τῶν χαρισμάτων τοῦ Πνεύματος.

Ὅτι δ’ ἔνια τούτων καὶ διὰ τοῦ σώματος ἐνεργεῖται, δηλοῦσι «τὰ γένη τῶν γλωσσῶν» καὶ αἱ τούτων ἑρμηνεῖαι, ἃς καὶ διὰ τῆς προσευχῆς λαμβάνειν παραγγέλλει ὁ Παῦλος· «Ὁ γὰρ λαλῶν γλώσσαις» φησὶ «προσευχέσθω ἵνα διερμηνεύῃ»· οὐ ταῦτα δὲ μόνον, ἀλλὰ καὶ ὁ τῆς διδαχῆς λόγος καὶ «τὰ χαρίσματα τῶν ἰαμάτων» καὶ «τὰ ἐνεργήματα τῶν δυνάμεων» καὶ αἱ τῶν τοῦ Παύλου χειρῶν ἐπιθέσεις, δι’ ὧν ἐδίδοτο τὸ Πνεῦμα τὸ ἅγιον. Ὁ μὲν οὖν τῆς διδαχῆς λόγος, ἥ τε χάρις καὶ ἡ ἑρμηνεία τῶν γλωσσῶν, εἰ καὶ διὰ τῆς προσευχῆς ἐγγίνονται, ἀλλ’ ἴσως ἐνεργοῦσιν, ἐκ τῆς ψυχῆς τῆς προσευχῆς ἀπούσης. Τὰ δὲ ἰάματα καὶ αἱ δυνάμεις οὔποτ’ ἂν εἰς ἐνέργειαν ἀφίκοιντο, μὴ τῆς ψυχῆς τοῦ ἐνεργοῦντος ἑκάτερον αὐτῶν, μάλιστα μὲν νοερῶς προσευχομένης, ἔστι δ’ ὅτε καὶ τοῦ σώματος συνυπηχοῦντος.

Ἡ δὲ διάδοσις τοῦ Πνεύματος, οὐ μόνον τῆς προσευχῆς ἐν τῇ ψυχῇ παρούσης ἐνεργεῖται καὶ προσευχῆς ἕνωσιν τελούσης τοῦ προσευχομένου μυστικῶς πρὸς τὴν τῆς μεγαλοδωρεᾶς ταύτης ἀνέκλειπτον πηγήν, οὐ μόνον τοίνυν εὐχῆ ἐνεργουμένης νοερῶς, ἐπεὶ μηδὲ λέγειν ἐπὶ τούτου τι διὰ στόματος οἱ ἀπόστολοι ἱστόρηνται, οὐ μόνον τοίνυν τῆς ψυχῆς νοερῶς προσευχομένης ἐνεργεῖται ἡ διάδοσις ἐκείνη, ἀλλ’ ἅμα καὶ τοῦ σώματος ἐνεργοῦντος διὰ τῶν χειρῶν τῇ ἁφῇ διαπεμπουσῶν τὸ Πνεῦμα ἐπὶ τὸν ὑπ’ αὐτῶν ἐχόμενον.

Τί οὖν τὰ χαρίσματα ταῦτα; Οὐ τοῦ Πνεύματος δόματα, οὐδὲ τοῖς αἰτοῦσι καὶ προσευχομένοις πρὸς καλοῦ δίδοται, διότι τοῖς «μέχρι τρίτου οὐρανοῦ ἁρπαζομένοις» πάντων ἐπιλελῆσθαι τῶν διὰ σώματος δεῖ; Μᾶλλον δὲ ἐκεῖνα αὐτὰ τοῦ φιλοσόφου τὰ ῥήματα προσπαραθῶμεν ἐνταῦθα· «Εἰ μὲν δῶρα Θεοῦ τὰ συμβαίνοντα αὐτοῖς κατὰ τὴν προσευχήν, οἷον αἱ δυνάμεις αὗται καὶ τὰ δόματα, κακῶς λέγεται τὸ δεῖν ἐπιλελῆσθαι πάντων τὸν νοερῶς προσευχόμενον· οὐδένα γὰρ λανθάνειν δεῖ τὰ ὑπὸ Θεοῦ πρὸς καλοῦ αὐτῷ διδόμενα· εἰ δὲ τούτων ἐπιλελῆσθαι χρεὼν τὸν διὰ προσευχῆς ἀναγόμενον, πῶς οὐκ ἄτοπον τούτων τὸν Θεὸν αἰτιᾶσθαι, ὧν ἡ ἠρεμία καὶ ἀπουσία βελτίων πρὸς τὴν προσευχήν;» Ἀλλ’ ὦ βέλτιστε, τοὺς εἰλικρινῶς προσευχομένους ὁ Θεός, ποτὲ μὲν ἐξίστησιν αὑτῶν, ὑπὲρ ἑαυτοὺς ποιῶν καὶ ἁρπάζων ἀπορρήτως εἰς τὰ οὐράνια, ποτὲ δὲ ἐν ἑαυτοῖς οὖσιν αὐτὸς διά τε τῆς ψυχῆς αὐτῶν καὶ τοῦ σώματος ἐνεργεῖ τὰ ὑπερφυᾶ καὶ ἀπόρρητα καὶ τοῖς τοῦ αἰῶνος τούτου σοφοῖς ἀκατάληπτα. Καὶ πᾶσι γὰρ τοῖς ἀποστόλοις, ἐν τῷ ἱερῷ ποτε «προσκαρτεροῦσι τῇ προσευχῇ καὶ τῇ δεήσει», τὸ Πνεῦμα τὸ ἅγιον ἐπιδημῆσαν, οὐκ ἔκστασιν ἔδωκεν, οὐδ’ ἥρπασεν εἰς οὐρανόν, ἀλλὰ πυρίναις γλώσσαις ἐστόμωσεν αὐτοὺς καὶ δι’ αὐτῶν ἐκεῖνα ἐλάλει, ὧν πάντων ἐπιλελῆσθαι τοὺς ἐν ἐκστάσει γενομένους ἐπάναγκες, εἴπερ καὶ ἑαυτῶν. Τοῦ δὲ Μωυσέος σιωπῶντος, «τί βοᾷς πρός με;»

φησὶν ὁ Θεός· ἡ δὲ φωνὴ αὕτη προσευχόμενον δείκνυσιν αὐτόν· ἐπεὶ δὲ σιωπῶν προσηύχετο, νοερῶς δήπουθεν προσηύχετο· ἆρ’ οὖν οὐκ ἐν αἰσθήσει ἦν ἐκεῖνος τότε, οὐδ’ ἐπῃσθάνετο τοῦ τε λαοῦ καὶ τῶν κραυγῶν αὐτῶν καὶ τοῦ ἐπηρτημένου κινδύνου, οὐδὲ τῆς ἐπὶ τῆς χειρὸς αἰσθητῆς ἐκείνης ῥάβδου; Πῶς οὖν οὐχ ἥρπασε τότε αὐτὸν ὁ Θεός, οὐδ’ ἀπέλυσε τῆς αἰσθήσεως, τοῦτο γὰρ μόνον ἀξιοῖς αὐτὸς τοῖς προσευχομένοις ὑπὸ Θεοῦ προσγίνεσθαι, ἀλλὰ πρὸς τὴν αἰσθητὴν ἐκείνην ἤπειγε ῥάβδον καὶ τὴν μεγάλην ἐκείνην ἐνετίθει δύναμιν, οὐ τῇ ψυχῇ μόνον, ἀλλὰ καὶ τῷ σώματι καὶ τῇ χειρί, ὧν πάντων ἐπιλελῆσθαι δεῖ τὸν νοερῶς προσευχόμενον;

Τί δ’ ὅτε σιωπῶν ἐκεῖνος διὰ τῆς ἐν τῇ χειρὶ ῥάβδου τῇ θαλάττῃ τὴν πληγὴν ἐπέφερε, πρῶτον μὲν ὡς διαιρήσων, εἶθ’ ὡς συνάψων ταύτην μετὰ τὴν διάβασιν; Ἆρ’ οὐ μνήμην εἶχεν ἀρρέμβαστον τοῦ Θεοῦ ἐν τῇ ψυχῇ, οὐδὲ διὰ νοερᾶς προσευχῆς ὑπερηνωμένος ἦν τῷ μόνῳ δυναμένῳ δι’ αὐτοῦ τοιαῦτα ἐνεργεῖν, ἅμα καὶ τῶν διὰ τοῦ σώματος ἐνεργειῶν οὐκ ἀναισθήτως ἔχων;

Ἀλλ’ ἐπεὶ καὶ μαρτυρίας ἀπὸ τῶν Γραφῶν προήνεγκεν, ἴδωμεν εἰ μὴ καὶ αὗται ταῖς αὐτοῦ περὶ προσευχῆς ἐναντιοῦνται δόξαις. Πρὸ πάντων οὖν ὁ μέγας Διονύσιος, συμμαρτυρήσων ὡς οἴεται τοῖς αὐτῷ δοκοῦσιν, ὑπ’ αὐτοῦ προάγεται πρὸς τὸν ἱερὸν Τιμόθεον γράφων· «Τῇ περὶ τὰ μυστικὰ θεάματα συντόνῳ διατριβῇ καὶ τὰς αἰσθήσεις ἀπόλιπε καὶ τὰς νοερὰς ἐνεργείας καὶ πάντα τὰ αἰσθητὰ καὶ νοητά, καὶ πρὸς τὴν ἕνωσιν ὡς ἐφικτὸν ἀνατάθητι τοῦ ὑπὲρ πᾶσαν οὐσίαν καὶ γνῶσιν». Αὕτη τοίνυν ἡ τοῦ θείου Διονυσίου προτρεπτικὴ πρὸς Τιμόθεον ῥῆσις, ἣν ὁ σοφὸς προήγαγεν οὗτος ὡς μαρτυρήσουσαν μόνον αὐτὸν ἀσφαλῶς περὶ νοερᾶς διανοεῖσθαι προσευχῆς, ἐξελέγχει αὐτόν, ὡς ὁ λόγος δείξει προιών, τὴν νοερὰν τελέως καταργοῦντα προσευχήν, ὃ καὶ διὰ τῶν προτέρων αὐτοῦ πάντων λόγων σχεδὸν οὐ διέλιπε ποιῶν.

Ὁ γὰρ τὴν ἀρχὴν τῆς προσευχῆς ἀποτρόπαιον ἡγούμενος, ὅ ἐστιν ἡ ἐν συντριβῇ καρδίας ἔμφοβός τε καὶ πολυαλγὴς καὶ πολυστένακτος παράστασις, νοερῶς ἐν σιωπῇ τὸν πλείω χρόνον διὰ τὴν κατὰ Θεὸν ἀθυμίαν τελουμένη, καὶ ἡ διὰ τοῦ κατὰ τὴν νηστείαν τε καὶ ἀγρυπνίαν κατὰ τὴν ἁφὴν ἄλγους ἐν δάκρυσι καὶ κατανύξει προσευχή, καὶ τὸ ἐγχειρεῖν ἀνάγειν τοὺς εἰσαγομένους τὸ τοῦ νοῦ μεριστὸν εἰς ἑνοειδεστέραν καὶ κατάλληλον τηνικαῦτα προσευχήν, ὁ τὰ τοιαῦτα πάντ’ ἐξουθενῶν, ἀκολούθως καὶ τὸ τῆς προσευχῆς τέλος καὶ πᾶσαν ἁπλῶς αὐτὴν πρὸς κακοῦ νομιεῖ καὶ ἀγωνιεῖται τελέως ἐκ μέσου ποιήσασθαι τῶν ὄντων. Εἰπὲ γάρ μοι τοῦτο πρῶτον, ὦ φιλόσοφε· οὐδὲ αἱ νοεραὶ ἐνέργειαι ἐκ Θεοῦ ἐδόθησαν, οὐδὲ κατὰ τὴν προσευχὴν ἀπειλικρινημέναι μᾶλλον εἴπερ ποτὲ διαδείκνυνται, διότι καὶ ταύτας ἀπολιπεῖν δεῖ τὸν πρὸς τὴν θείαν ἕνωσιν διὰ προσευχῆς ἐπειγόμενον; Ἀλλὰ μὴν ἡ προσευχή ἐστι, κατὰ τὸν εἰπόντα, «μήτηρ ἐννοιῶν σοφωτάτων». Ἔπειτα κἀκεῖνο διανοητέον ὡς παντὸς μᾶλλον νοερὰ ἐνέργεια ἡ τῶν τελείων προσευχή· μήτε γὰρ πρὸς τὸ σῶμα, μήτε πρὸς τὰ περὶ αὐτὸ ὁ τῶν τοιούτων νοῦς ἐπεστραμμένος, μήτε δι’ αἰσθήσεως καὶ τῆς συζύγου ταύτῃ φαντασίας ἐνεργῶν, μήτε διανοίᾳ καὶ θεωρίᾳ τοῖς λόγοις τῶν ὄντων ἐμφιλοχωρῶν, μόνῃ δὲ τῇ προσευχῇ προσκαρτερῶν, πῶς οὐκ ἐσταμάλιστα καθ’ ἑαυτὸν ἂν ἐνεργοίη προσευχόμενος;

Ἀλλὰ καὶ τὰς νοερὰς ἐνεργείας ἀπολιπεῖν προτρέπεται τῷ Τιμοθέῳ ὁ Διονύσιος, καὶ τὴν προσευχὴν ἄρα. Σὺ δὲ ἀποφαίνῃ μηδὲν εἶναι ἀγαθόν, μηδ’ ἐκ Θεοῦ κατὰ τὰς προσευχάς, ὅσα τε ἀπολιμπάνεται καὶ ὧν ἀναισθήτως ἔχειν ἀνάγκη τὸν ἐξεστηκότα τὴν κρείττω ἔκστασιν. Οὐκοῦν κατά σε οὐκ ἀγαθόν, οὐδ’ ἐκ Θεοῦ ἡ προσευχὴ «τοῦ διδόντος εὐχὴν τῷ εὐχομένῳ».

Πάλιν γὰρ αὐτά σου τὰ ῥήματα παραθήσω τῇ νοερᾷ προσευχῇ προσαρμοζόμενος· «Παρὰ πάντων ὁμολογουμένου τυγχάνοντος, ὡς προσῆκον τῷ πρὸς τὴν θείαν ἕνωσιν ἐπειγομένῳ πρὸς πάντα ἀναισθήτως ἔχειν καὶ ἑαυτοῦ ἐπιλελῆσθαι, καὶ Θεὸς τῷ τοιούτῳ πρὸς τὸ πάντων ἀπαλλαγῆναι χεῖρα δίδωσι καὶ πάντων ἀφαρπάζει, εἰ μὲν μηδεμίαν αἴσθησιν ἔχει τῆς προσευχῆς ὁ προσευχόμενος, πῶς ἐκ Θεοῦ ἡ προσευχή, ἧς οὐκ ἔχει αἰσθάνεσθαι;

Μάτην γὰρ ἂν γένοιτο· μάταιον δὲ τῶν ἐκ Θεοῦ οὐδέν· εἰ δὲ αἰσθάνεται τῆς προσευχῆς ὁ προσευχόμενος, πῶς ταύτην ἐνίησι Θεὸς αὐτῷ, ἧς ἀπαλλάττεσθαι πάντες φασὶ δεῖν τὸν πρὸς Θεὸν ἐπιστρεφόμενον, τοῦ Θεοῦ, ὃν ἂν περιλάμπῃ, λήθην πάντων καὶ τῶν νοερῶν ἐνεργειῶν δωρουμένου;» Ὁρᾷς ὅπως οἱ Περὶ προσευχῆς σοι λόγοι τὴν προσευχὴν τελέως καταργοῦσιν; Ὁ δὲ θεσπέσιος ἐκεῖνος ἀναβάσεις ἐν τῇ καρδίᾳ διατιθέναι τὸν θεῖον Τιμόθεον προτρεπόμενος, ἀφ’ ὑψηλῶν ἐφ’ ὑψηλοτέρας ἀναβιβάζει καὶ διὰ τούτων ἐπ’ αὐτῆς φέρων ἵστησιν αὐτὸν τῆς ἀκροτάτης περιωπῆς. Σὺ δ’ οὐκ οἶδ’ ὅπως ὁ πάντα σοφὸς οὐρανίου ψαύειν ὕψους ἀμέσως οἴει τοὺς ἐπὶ γῆς καὶ τὸν θεῖον Μάξιμον προσμαρτυρήσοντα παράγεις φάσκοντα· «Ὅταν ἔρωτι τῆς ἀγάπης πρὸς Θεὸν ὁ νοῦς ἐκδημῇ, τότε οὔτε ἑαυτοῦ, οὔτε τῶν ὄντων παντάπασιν ἐπαισθάνεται». «Οὐκοῦν» φησιν ὁ καινὸς οὗτος καθηγητὴς «οὐδὲ τῶν ὑπὸ τῆς προσευχῆς ἐγγίνεσθαι λεγομένων ἐν τῷ σώματι παθημάτων αἰσθάνεται· μάτην αὐτὰ τοίνυν ἐξ ἀνάγκης συμβαίνει». Φαῖμεν δ’ ἂν ἡμεῖς, οὐκοῦν οὐδὲ τῆς προσευχῆς, ἐπεὶ μηδὲ ταύτης ἐπαισθάνεται τότε· μάταιον ἄρα κατὰ τοὺς τοιούτους λόγους τὸ προσεύχεσθαι. Μάταιον δ’ ὄντως καὶ φρενοβλαβὲς τὸ τοιαῦτα ἐκ τοιούτων κατασκευάζειν. Τί δή φησι Μάξιμος, εἴποι τις ἄν, ὁ τῆς θείας ἀγάπης εἴπερ τις σοφὸς ἐπαινέτης καὶ ἐραστής; «

Ὅταν πρὸς Θεὸν ὁ νοῦς ἐκδημῇ, τότε οὔθ’ ἑαυτοῦ, οὔτε τῶν ὄντων αἰσθάνεται»· «τότε» φησίν· ὅταν δὲ ἐν ἑαυτῷ ᾖ νοερῶς προσευχόμενος, τότε καὶ ἑαυτοῦ καὶ τῶν ἐν αὐτῷ καὶ τῷ συνημμένῳ σώματι τελουμένων ὑπὸ τῆς ἱερᾶς προσευχῆς μακαρίων παθημάτων αἰσθήσεται.

Τρίτη προστίθεται αὐτῷ μαρτυρία ὡς «ἡ τῆς προσευχῆς ἀκροτάτη κατάστασις, τὸ ἔξω σαρκὸς καὶ κόσμου γενέσθαι τὸν νοῦν καὶ ἄϋλον εἶναι πάντῃ καὶ ἀνείδεον ἐν τῷ προσεύχεσθαι», «ὥστε τῶν ἐν σώματι παθημάτων ὧν φασιν ἔξω ἔσται» φησὶν «ἐν τῇ τοιαύτῃ καταστάσει».

Τῆς οὖν τοιαύτης καταστάσεως ἀδιαλείπτως ἐπιτυγχάνει τῶν σῶμα περικειμένων οὐδείς, ὅσα γε ἡμᾶς εἰδέναι, εἰ μὴ ἄρα ὁ καινὸς οὗτος τῆς ὑπερλίαν προσευχῆς διδάσκαλος, ἀλλὰ καὶ οἱ σπανίως αὐτῆς ἐπιτυγχάνοντες σπανιώτατοί εἰσιν· οὐκοῦν τὸν πλείω χρόνον ἐν σαρκὶ ὄντες ἅπαντες προσεύχονται, ἅμα καὶ τῶν ἐν αὐτοῖς παθημάτων αἰσθανόμενοι, πόσῳ μᾶλλον τῶν ἱερῶν καὶ ὑπὸ τῆς προσευχῆς ἐγγινομένων, ἃ καὶ τελειοῖ καὶ ἀνάγει καὶ πνευματικὰ οἷς ἂν ἐνυπάρξειεν ἀποτελεῖ, ἀλλ’ οὐ κατασπᾷ καὶ ἀχρειοῖ καὶ φθείρει. Ἔστι γὰρ καὶ τοιοῦτο γένος παθημάτων, οὐχ ἱερὸν μόνον, ἀλλὰ καὶ φυσικόν, ὡς καὶ αὐταὶ αἱ αἰσθήσεις, ἃς ἔχομεν, ἡμᾶς διδάξουσιν, ἐν τῷ πάσχειν ὑπὸ τῶν ἔξω τελειούμεναι καὶ εἰκόνες ἡμῖν οἷον οὖσαι τῆς ἄνωθεν ὑπὸ τοῦ Πνεύματος ἐγγινομένης θεουργοῦ τελειώσεως, ἧς «ἀρχή ἐστιν ὁ φόβος τοῦ Θεοῦ», παρ’ οὗ τὸ παθητικὸν τῆς ψυχῆς οὐ καθ’ ἕξιν νεκρωθέν, ὡς ὁ φιλόσοφος καὶ ἐδόξασε καὶ ἐδίδαξεν, ἀλλ’ εἰς θεοφιλῆ προελθὸν ἐνέργειαν τὴν σωτήριον κατάνυξιν καὶ τὸ μακάριον ἀποτίκτει πένθος, τὸν λουτῆρα τῆς ἀφέσεως, τὴν ἐπανάκλησιν τῆς θεογενεσίας, δηλαδὴ τὰ τῆς μετανοίας δάκρυα, φέροντα. Τὸ τοίνυν θεοφιλὲς τοῦτο καὶ καθάρσιον δάκρυον, «τὸ τὴν προσευχὴν πτεροῦν» κατὰ τοὺς τῶν πατέρων λόγους.

τὸ τοὺς νοεροὺς ὀφθαλμοὺς φωτίζον, ὅταν συνημμένον ᾖ τῇ προσευχῇ, τὸ παροῦσαν μὲν τὴν ἐκ τοῦ θείου λουτροῦ χάριν συντηροῦν, κατὰ τὸν θεολόγον Γρηγόριον, ἀπογενομένην δὲ ἀνακαλούμενον καὶ διὰ τοῦτο «λουτρὸν» ἕτερον «παλιγγενεσίας» ἱερᾶς καὶ βάπτισμα θεῖον ὂν καὶ παρ’ αὐτοῦ καλούμενον, ἐπιπονώτερον μέν, ἀλλὰ κατ’ οὐδὲν ἧττον τοῦ προτέρου, μᾶλλον δὲ καὶ μεῖζον, καθάπερ τις τῶν πατέρων ἀπεφήνατο σαφῶς, «μεῖζον» λέγων «τοῦ βαπτίσματος μετὰ τὸ βάπτισμα ἡ τῶν δακρύων καθέστηκε πηγή», τὸ τοιοῦτο τοίνυν δάκρυον, τὸ καθαῖρον καὶ ἀφαρπάζον τῶν γηΐνων καὶ ἀναφέρον καὶ συνάπτον τῇ τῆς θεογενεσίας χάριτι καὶ δι’ αὐτῆς τὸν ἔχοντα θεοῦν, τοῦτο τοίνυν, ἆρ’ οὐκ ἐνέργεια κοινή, τοῦ τε σώματος καὶ τοῦ παθητικοῦ μέρους τῆς ψυχῆς;

Πῶς οὖν δεξόμεθα τὸν λέγοντα ὅτι τὸ τὴν ψυχὴν ἀγαπᾶν τὰς κοινὰς ἐνεργείας τοῦ παθητικοῦ αὐτῆς καὶ τοῦ σώματος, τοῦτό ἐστι τὸ σκότους ἐμπιπλῶν αὐτὴν καὶ κάτω νεύειν παρασκευάζον; Τὰ γὰρ κοινὰ πάντα ψυχῆς τε καὶ σώματος ἔργα, ὅσον ἂν σφοδροτέραν τὴν ἑαυτῶν ἀντίληψιν παρέχηται τῇ ψυχῇ, τοσοῦτον αὐτὴν ἐκτυφλοῖ, ὥστε καὶ γενομένας τὰς τοιαύτας κινήσεις, ὅσαι κοιναί εἰσι ψυχῆς καὶ σώματος, «πρὸς κακοῦ» φησι «γεγενῆσθαι ἡμῖν νομιοῦμεν καὶ ἐπὶ βλάβῃ τῆς πρὸς τὸ ἄναντες τοῦ νοῦ ἐνεργείας»; Ἆρ’ οὐ τἀναντία τοῖς ὑπὸ τῶν ἁγίων, μᾶλλον δὲ τοῦ ἁγίου Πνεύματος, ἡμῖν δεδιδαγμένοις καὶ φρονῶν καὶ διδάσκων διὰ τούτων δείκνυται τῶν λόγων; Οἱ μὲν γάρ φασιν ὡς ἔστι τις κοινὴ σώματος καὶ ψυχῆς ἐνέργεια, δωρεὰ Θεοῦ ὄντως ἀγαθοπρεπὴς καὶ θεία, ἣ πρόξενός ἐστι τῇ ψυχῇ τοῦ θείου φωτισμοῦ, ἀπαλλάττουσα τῶν πονηρῶν παθῶν καὶ ἀντεισάγουσα τὸν ἱερὸν ἅπαντα τῶν ἀρετῶν χορόν—«ὁ γὰρ βουλόμενός» φησιν «ἀποκτήσασθαι κακίας κλαυθμῷ ἀποκτᾶται αὐτὰς καὶ ὁ βουλόμενος κτήσασθαι ἀρετὰς κλαυθμῷ κτᾶται αὐτάς»—, οἱ μὲν οὖν φασιν ὡς εἰσὶν ἐνέργειαι κοιναὶ ψυχῆς καὶ σώματος ἐπὶ τοσοῦτο λυσιτελοῦσαι τῇ ψυχῇ, ὁ δέ φησιν ὡς οὐδεμία ἐστίν. «Πᾶσαι» γάρ φησι «κάτω νεύειν τὴν ψυχὴν παρασκευάζουσι, καὶ πᾶσαι αἱ γινόμεναι κινήσεις ὅσαι κοιναί εἰσι ψυχῆς καὶ σώματος πρὸς κακοῦ γίνονται καὶ ἐπὶ βλάβῃ τῆς ψυχῆς».

Οὐ γὰρ τοῦτο τῆς αἰτίας τοῦτον ἐξαιρήσεται ὅτι μὴ ταύτην ἰδίως ἐπιβλαβῆ τὴν ἐνέργειαν εἶπεν, ἀλλ’ ὅτι ταῖς πονηραῖς συνέταξε καὶ ταύτην ὑπαίτιος δικαίως ἔσται καὶ μάλισθ’ ὅτι τὴν τῶν ἀκροωμένων συγκατάθεσιν κλέψαι διὰ τῆς τοιαύτης μηχανῆς ἐπικεχείρηκεν, ἐπειδὴ τοῦτό φησιν ὁ Θεὸς διὰ τοῦ προφήτου τὸ ἀνόμημα τῶν κατακρίτων ἐν Ἰουδαίοις ἱερέων, ὅτι «τὰ ἅγια τῶν βεβήλων οὐ διέστελλον». Καὶ οὗτος τοίνυν μετὰ καὶ πολλῶν ἄλλων κοινῶν ψυχῆς καὶ σώματος ἀγαθῶν ἐνεργειῶν καὶ τὸ μακάριον πένθος τῶν βεβήλων οὐ διέστειλεν ἐνεργημάτων. «Ἀλλ’ ἐγώ» φησιν «οὐ τοῦτο τὸ πένθος ἡγοῦμαι ἀπαθὲς καὶ μακάριον· πῶς γὰρ ἂν εἴη ἀπαθές, ὃ τῇ ἐνεργείᾳ τοῦ τῆς ψυχῆς παθητικοῦ τελεῖται; Πῶς δ’ ἂν εἴη ἀπαθής, ὁ τὸ παθητικὸν τοῦτ’ ἔχων ἐνεργόν, ἀλλὰ μὴ καθ’ ἕξιν νέκρωσιν αὐτοῦ τελέως ἐξεργασάμενος;»

Ἀλλ’ ἡμεῖς οὐ τοῦτ’ εἶναι ἀπάθειαν ἐδιδάχθημεν, ὦ φιλόσοφε, τὴν τοῦ παθητικοῦ νέκρωσιν, ἀλλὰ τὴν ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττω μετάθεσιν αὐτοῦ καὶ τὴν ἐπὶ τὰ θεῖα καθ’ ἕξιν ἐνέργειαν, ὁλικῶς ἀπεστραμμένου τὰ πονηρὰ καὶ ἐπεστραμμένου πρὸς τὰ καλά, καὶ οὗτος ἡμῖν ἀπαθής, ὁ τὰς πονηρὰς ἕξεις ἀποκτησάμενος καὶ ἐν ταῖς ἀγαθαῖς πλουτήσας, ὁ οὕτω ποιωθεὶς ταῖς ἀρεταῖς ὡς οἱ ἐμπαθεῖς ταῖς μὴ καλαῖς ἡδοναῖς, ὁ οὕτως ὑποτάξας τὸ θυμικόν τε καὶ ἐπιθυμητικόν, ἃ συναμφότερά ἐστι τὸ τῆς ψυχῆς παθητικόν, τῷ γνωστικῷ καὶ κριτικῷ καὶ λογιζομένῳ τῆς ψυχῆς ὡς οἱ ἐμπαθεῖς τῷ παθητικῷ τὸ λογιζόμενον· παράχρησις γάρ ἐστι τῶν δυνάμεων τῆς ψυχῆς ἡ τὰ τῶν παθῶν ἀποτρόπαια φύουσα, καθάπερ καὶ τὴν «μεμωραμένην σοφίαν» ἡ τῆς γνώσεως τῶν ὄντων παράχρησις· εἰ δέ τις καλῶς ταύταις χρῷτο, διὰ μὲν τῆς γνώσεως τῶν ὄντων πνευματικῶς ἐκλαμβανομένων, τὴν θεογνωσίαν πορίσεται, διὰ δὲ τοῦ τῆς ψυχῆς παθητικοῦ, δι’ ὃ πρὸς Θεοῦ πεποίηται κινουμένου, τὰς καταλλήλους ἀρετὰς ἐργάσεται, τῷ μὲν ἐπιθυμητικῷ τὴν ἀγάπην ἐνστερνιζόμενος, τῷ δὲ θυμοειδεῖ τὴν ὑπομονὴν κατακτώμενος.

Οὐχ ὁ νεκρώσας τοίνυν, ἐπεὶ καὶ πρὸς τὰς θείας ἕξεις καὶ σχέσεις καὶ διαθέσεις ἔσται ἀκίνητός τε καὶ ἀνενέργητος, ἀλλ’ ὁ τοῦθ’ ὑποτάξας, ὥστε διὰ τοῦ πείθεσθαι τῷ νῷ, φύσει λαχόντι τὴν ἡγεμονίαν, πρὸς Θεοῦ ἀγόμενον ᾗ δέον, ἀνατείνεσθαι διὰ τῆς ἀδιαλείπτου μνήμης τοῦ Θεοῦ πρὸς τὸν Θεὸν καὶ δι’ αὐτῆς εἰς ἕξιν ἀφικνεῖσθαι τῆς θείας διαθέσεως καὶ εἰς ἀρίστην ἕξιν προβιβάζειν ταύτην, ἥτις ἐστὶν ἡ πρὸς Θεὸν ἀγάπη, δι’ ἣν πληροῖ, κατὰ τὸ λόγιον, τὰς τοῦ ἀγαπωμένου ἐντολάς, ἐξ ὧν διδάσκεται καὶ ἐνεργεῖ καὶ κτᾶται τὴν εἰλικρινῆ τε καὶ τελείαν πρὸς τὸν πλησίον ἀγάπην, αἷς μὴ συνεῖναι τὴν ἀπάθειαν τῶν ἀδυνάτων.

Αὕτη μὲν οὖν ἡ πρὸς τὴν τελείαν ἀγάπην δι’ ἀπαθείας ὁδὸς ἐξηλλαγμένη τέ ἐστι καὶ ἄνω βαίνουσα καὶ τοῖς ἀνακεχωρηκόσι τοῦ κόσμου μάλιστα ἁρμόσει· σχολάσαντες γὰρ Θεῷ καὶ ἀνεπιθολώτῳ νῷ τῇ πρὸς αὐτὸν ὁμιλίᾳ διακαρτερήσαντες διὰ τῆς συνουσίας ταύτης, εὐχερῶς τὸν συρφετὸν τῶν πονηρῶν παθημάτων ἀποτίθενται καὶ τὴν ἀγάπην σφίσιν αὐτοῖς ἐνθησαυρίζουσι. Τοῖς δ’ ἐν τῷ κόσμῳ στρεφομένοις ἐστὶ βιαζομένους ἑαυτοὺς κατὰ τὰς ἐντολὰς τοῦ Θεοῦ τοῖς τοῦ κόσμου χρῆσθαι πράγμασιν. Οὐκοῦν καὶ τὸ παθητικὸν τῆς ψυχῆς τῆς βίας ταύτης κοινωνοῦν ἐνεργήσει κατ’ ἐκείνας;

Αὕτη δὲ ἡ βία ἐγχρονίσασα τῇ συνηθείᾳ ἡδεῖαν τὴν πρὸς τὰς ἐντολὰς τοῦ Θεοῦ σχέσιν ἐμποιεῖ καὶ τὴν διάθεσιν εἰς ἕξιν μετατίθησιν· ἡ δὲ χαρίζεται τὸ πρὸς τὰς πονηρὰς ἕξεις τε καὶ σχέσεις μονιμώτατον μῖσος, τὸ δὲ πρὸς τὰ πονηρὰ τοιοῦτον μῖσος τὴν ἀπάθειαν καρποφορεῖ, παρ’ ἧς ἡ πρὸς τὸν μόνον ἀγαθὸν ἀγάπη τίκτεται. Ζῶν τοίνυν καὶ ἐνεργὸν παραστῆσαι δεῖ τῷ Θεῷ τὸ τῆς ψυχῆς παθητικόν, ἵνα ᾖ θυσία ζῶσα, ὅπερ ὁ Ἀπόστολος καὶ περὶ τοῦ σώματος ἡμῶν εἶπε· «Παρακαλῶ» γάρ φησιν «ὑμᾶς διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ». Πῶς οὖν τὸ ἡμέτερον σῶμα ζῶν ἂν παρασταίη θυσία τῷ Θεῷ εὐάρεστος; Ὁπότε λεῖα μὲν ὁρῶσιν ἡμῶν οἱ ὀφθαλμοί, κατὰ τὸ γεγραμμένον· «Ὁ βλέπων λεῖα ἐλεηθήσεται», καὶ τὸν ἄνωθεν ἔλεον ἐπισπῶνται καὶ πορίζουσιν ἡμῖν, ὦτα δ’ ὑπόκειται τοῖς θείοις διδάγμασιν, οὐχ ὥστε ἀκοῦσαι μόνον αὐτῶν, ἀλλ’ ὥστε κατὰ τὸ δαυιτικὸν «μεμνῆσθαι τῶν ἐντολῶν τοῦ Θεοῦ τοῦ ποιῆσαι αὐτάς», «οὐκ ἀκροατὴν ἐπιλησμονῆς» κατὰ τὸ εἰρημένον τῷ ἀδελφοθέῳ τῶν ἀποστόλων «γενόμενον, ἀλλὰ παρακύψαντα εἰς νόμον τέλειον τῆς ἐλευθερίας καὶ παραμείναντα καὶ μακάριον ὄντα ἐν τῇ ποιήσει αὐτοῦ», γλῶσσα δέ, χεῖρές τε καὶ πόδες ὑπηρετῶσι τοῖς θείοις θελήμασι. Τί οὖν αἱ ἐνέργειαι αὗται τῶν ἐντολῶν τοῦ Θεοῦ; Οὐ κοιναί εἰσιν ἐνέργειαι ψυχῆς καὶ σώματος;

Πῶς οὖν «αἱ κοιναὶ ἐνέργειαι ψυχῆς καὶ σώματος ἅπασαι σκότους ἐμπιπλῶσι καὶ ἐκτυφλοῦσι τὴν ψυχήν»;

Ὁ δὲ Ἀπόστολος «τίς ἀσθενεῖ καὶ οὐκ ἀσθενῶ» φησι «τίς σκανδαλίζεται καὶ οὐκ ἐγὼ πυροῦμαι;» Ἆρ’ οὖν οὐ κοινὴ ἐνέργεια ταῦτα τοῦ τε σώματος καὶ τοῦ τῆς ψυχῆς παθητικοῦ; «Πρὸς κακοῦ» τοίνυν αὐτὴν νομιοῦμεν καὶ «ἐπὶ βλάβῃ τῆς ψυχῆς»; Καὶ μὴν τοῦτό ἐστι δεῖγμα ἀκριβὲς τοῦ τὸν πλησίον ἀγαπᾶν ὡς ἑαυτόν, ὃ δευτέρα μέν ἐστιν ἐντολὴ Θεοῦ, ὁμοίᾳ δὲ κατὰ τὸ θεοπαράδοτον λόγιον τῇ πρώτῃ καὶ μεγάλῃ ἐντολῇ. Διόπερ ὁ αὐτὸς ἀπόστολος Ῥωμαίοις γράφων «λύπη μοί ἐστί» φησι «μεγάλη καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατὰ σάρκα».

Ὁρᾷς τὸ παθητικὸν ζῶν καὶ ἐνεργὸν τῆς ἀπαθοῦς καὶ θεοειδοῦς ἐκείνης ψυχῆς; Εἰ δὲ ἀδιαλείπτως ἐκείνῃ προσηύχετο καὶ ἀδιαλείπτως ὠδυνᾶτο, συνυπάρχουσαν ἄρ’ εἶχεν ἐν ἑαυτῷ τῇ προσευχῇ τὴν ὀδύνην τῆς ψυχῆς· ὅτι δὲ οὐ συνυπάρχουσαν μόνον, ἀλλὰ καὶ συνεργοῦσαν, ἔδειξεν ὁ αὐτὸς διὰ τῆς κατασκευῆς ἐκεῖ· «Ηὐχόμην γάρ» φησιν «αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι ἀπὸ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου»· καὶ ἀλλαχοῦ· «Ἡ εὐδοκία τῆς καρδίας μου καὶ ἡ δέησις ἡ πρὸς τὸν Θεὸν ὑπὲρ τοῦ Ἰσραήλ ἐστιν εἰς σωτηρίαν».

Πάντως διὰ τὴν ὑπὲρ αὐτῶν μεγάλην ἐκείνην λύπην καὶ ἀδιάλειπτον ὀδύνην τῆς ψυχῆς, πῶς οὗν ἀπάθειαν ἡγησόμεθα τὴν τοῦ παθητικοῦ καθ’ ἕξιν νέκρωσιν; Ἀλλ’ ὡς ἔοικεν ὁ φιλόσοφος περὶ μὲν ἀπαθείας ἤκουσέ τε καὶ ἐφαντάσθη, τὴν δὲ ἀναλγησίαν οὐκ ἀκήκοε πρὸς κακοῦ τε οὖσαν καὶ πρὸς τῶν πατρῴων κακιζομένην. Ἔστιν οὖν καὶ ἄλγος ἀγαθόν, τὸ τῇ ἀναλγησίᾳ ταύτῃ ἀντικείμενον, καὶ κοιναὶ ψυχῆς καὶ σώματος ἐνέργειαι λυσιτελοῦσαι, μᾶλλον δὲ τελειοῦσαι τὴν ψυχήν, εἴπερ διὰ τῆς τηρήσεως τῶν θείων ἐντολῶν ἡ τελείωσις αὐτῇ προσγίνεται. Εἰ δὲ τοῦ σώματός ἐστι τοιαῦτα ἔργα, πόσῳ μᾶλλον τοῦ τῆς ψυχῆς παθητικοῦ ὃ ἀμέσως συνάπτεται τῷ νῷ· τὸ γὰρ σῶμα διὰ μέσου τούτου τὴν πρὸς τὸν νοῦν ἴσχει συναφήν. Ὁ δὲ φιλόσοφος ὅμοιόν τι ποιεῖ ὥσπερ ἂν εἴ τις, ἀκούσας τοῦ Θεοῦ προστάττοντος «σχολάσατε καὶ γνῶτε ὅτι ἐγώ εἰμι Θεός», εἶτα τοὺς σχολάσαντας τοῖς θείοις, τὰ θεῖα καὶ πνευματικὰ ἐργαζομένους θεώμενος, μέμφοιτο λέγων· «Σχολάσατε, εἶπεν ὁ Θεός, ὑμεῖς δὲ ἐνεργεῖν σπεύδοντες, πλανᾶσθε». «Νεκρώσατε» γάρ φησι καὶ ὁ Ἀπόστολος «τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος κακὸν καὶ τὴν πλεονεξίαν». Ἀκούεις τίνας δεῖ τῶν σωματικῶν ἐνεργειῶν νεκροῦν; Πορνείαν, ἀκαθαρσίαν καὶ ἁπλῶς πάσας τὰς γηΐνας. Ποῖον δὲ πάθος;

Τὸ κακόν, ἀλλ’ οὐχὶ τὰς διὰ τοῦ σώματος τελουμένας ἐνεργείας τοῦ Πνεύματος, οὐδὲ τὰ θεῖα καὶ μακάρια πάθη, οὐδὲ τὰς πρὸς ταῦτα πεφυκυίας δυνάμεις τῆς ψυχῆς· «Τὸ ἐπιθυμητικὸν» γάρ φησι «τετάσθω σοι πᾶν πρὸς Θεόν, ὁ θυμὸς ἔστω σοι κατὰ μόνου τοῦ ὄφεως». Πῶς οὖν νενεκρωμέναι αἱ δυνάμεις αὗται τῆς ψυχῆς; Ἢ κινηθείη τις τούτων πρὸς τὴν θείαν ἀνάτασιν ἐν ταῖς πρὸς τὸν Θεὸν εὐχαῖς; Ἢ διεγερθείη κατὰ τοῦ ὄφεως ἐν ταῖς ἀτόποις προσβολαῖς;

Πῶς δὲ ἀσφαλῶς ἔσται λέγων ὁ φιλόσοφος; Τί δαί; «Αἴσθησιν μὲν καὶ φαντασίαν ἀτιμάσομεν προσευχόμενοι, τὸ δὲ παθητικὸν τῆς ψυχῆς ἐνεργεῖν κατά τινα τῶν ἑαυτοῦ δυνάμεων δεξώμεθα; Ἢ πολλῷ μᾶλλον οὐδὲ τοῦτο· αἱ γὰρ τούτου ἐνέργειαι μάλιστα πάντων ἐκτυφλοῦσι καὶ κατορύττουσι τὸ θεῖον ὄμμα». Βαβαί· πῶς κατορύττει τὸ θεῖον ὄμμα τὸ πρὸς τὰ πονηρὰ μῖσος καὶ ἡ πρὸς τὸν Θεὸν καὶ τὸν πλησίον ἀγάπη; Καὶ ταῦτα γὰρ τοῦ παθητικοῦ εἰσιν ἐνέργειαι· ταύτῃ γὰρ τῇ δυνάμει τῆς ψυχῆς ἀγαπῶμέν τε καὶ ἀποτρεπόμεθα, οἰκειούμεθά τε καὶ ἀλλοτριούμεθα, καθάπερ καὶ τῷ λογιζομένῳ τῆς ψυχῆς, κατὰ τὸν σοφὸν Συνέσιον, ἐπαινοῦμέν τε καὶ μεμφόμεθα.

Νέκρωσις ἆρ’ οὖν ἐστι τοῦ λογιστικοῦ θείοις θεωρήμασιν ἐνασχολεῖσθαι καὶ Θεῷ τὸν ὕμνον καὶ τὴν εὐχαριστίαν ἀναπέμπειν καὶ τούτῳ διὰ τῆς συνεχοῦς κολλᾶσθαι μνήμης; Ἢ τοῦτό ἐστιν ἡ ὄντως ζωὴ καὶ ἀληθὴς ἐνέργεια τοῦ νοῦ;

Τὸν αὐτὸν ἄρα τρόπον οὐδὲ τὸ παθητικὸν νεκροῦσιν οἱ ἐρασταὶ τῶν καλῶν, κατακλείσαντες ἀργὸν καὶ ἀκίνητον ἐν ἑαυτοῖς, οὐδὲ γὰρ ἂν σχοῖεν ὅτῳ ἂν ἐρῷεν τοῦ ἀγαθοῦ καὶ μισοῖεν τὸ πονηρόν, οὐδὲ δι’ οὗ τοῦ μὲν ἀλλοτριωθεῖεν, οἰκειωθεῖεν δὲ τῷ Θεῷ. Τοῦτο δὲ νεκροῦσι, τὴν πρὸς τὰ πονηρὰ σχέσιν τῆς δυνάμεως ταύτης, ὅλην μετατιθέντες ἐπὶ τὴν πρὸς Θεὸν ἀγάπην, κατὰ τὴν πρώτην καὶ μεγάλην ἐντολήν· «Ἀγαπήσεις» γάρ φησι «Κύριον τὸν Θεόν σου, ἐξ ὅλης τῆς ἰσχύος σου», ταὐτὸν δ’ εἰπεῖν τῆς δυνάμεώς σου· ποίας δυνάμεως ὅλης;

Δῆλον ὅτι τοῦ παθητικοῦ· τοῦτο γάρ ἐστι τὸ τῆς ψυχῆς φιλοῦν. Τοῦτο δὴ διατεθὲν οὕτω καὶ τὰς ἄλλας τῆς ψυχῆς δυνάμεις τῶν γηΐνων ἀπανίστησι καὶ ἀνατείνει πρὸς Θεόν· τοῦτο διατεθὲν οὕτω καὶ τῇ προσευχῇ τὸ εἰλικρινὲς πορίζει καὶ τὸν νοῦν οὐκ εἴργει, ἀλλὰ καὶ συμπράττει διὰ τῆς μνήμης ἐνιδρυμένον ἔχειν ἐν ἑαυτῷ τὸν Θεόν· τοῦτο διατεθὲν οὕτω καὶ σαρκὸς ὑπερφρονεῖν καὶ τὰ κατ’ αὐτὴν ἄλγη ῥᾶον φέρειν τοῖς ὑπὲρ τοῦ ὄντως ἐφετοῦ πάσχουσι παρέχει· δι’ αὐτοῦ γὰρ ἐκείνῳ τῷ φίλτρῳ κατάκρας ἁλόντες καὶ οἷον ἀπαναστάντες τῆς σαρκὸς τῇ δι’ εὐχῆς καὶ ἀγάπης πρὸς τὸ θεῖον Πνεῦμα κοινωνίᾳ, τὰ σαρκὸς ταῦτα πάθη κατὰ μόνον τὸ κρίνειν αἰσθανόμενοι, διαγίνονται.

Καὶ τί δεῖ πλείω περὶ τούτων γράφειν; Δῆλον γάρ ἐστι πᾶσιν, εἰ καὶ μὴ τῷ σοφῷ τούτῳ γέγονε σαφές, ὡς «σταυρῶσαι τὴν σάρκα σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις» προσετάγημεν, οὐχ ἵν’ ἡμᾶς αὐτοὺς διαχειρισώμεθα, πᾶσαν σώματος ἐνέργειαν καὶ ψυχῆς δύναμιν νεκρώσαντες, ἀλλ’ ὡς ἂν τῶν μὲν φαύλων ὀρέξεών τε καὶ πράξεων ἀποσχώμεθα καὶ τὴν ἀπ’ αὐτῶν φυγὴν ἀνεπίστροφον ἐπιδειξώμεθα, γενώμεθα δὲ «τῶν ἐπιθυμιῶν» τοῦ Πνεύματος «ἄνδρες», κατὰ τὸν Δανιήλ, τελείῳ φρονήματι ζῶντες ἐν αὐταῖς καὶ κινούμενοι καὶ ἀνδρικῶς ἀεὶ χωροῦντες εἰς τὸ πρόσω, κατὰ τὸν ἀπὸ Σοδόμων ἐξιόντα Λώτ, ὃς ἀεὶ προβαίνων καὶ ἀκίνητος πρὸς τὰ ὀπίσω μένων ζῶντα ἑαυτὸν διετήρησε, τῆς εἰς τοὐπίσω στραφείσης συζύγου νεκρωθείσης. Ὅτι μὲν οὖν ζῶν ἔχουσι καὶ τὰ κρείττω ἐνεργοῦν, ἀλλ’ οὐ νεκροῦσιν οἱ ἀπαθεῖς τὸ τῆς ψυχῆς παθητικόν, ἱκανῶς οἶμαι δεδειγμένον εἶναι.

Νῦν δ’ ἴδωμεν πῶς ὁ φιλόσοφος οὗτος, καίτοι τὴν ἑαυτοῦ πολύνοιαν πᾶσαν ἐπαφεὶς ταῖς εἰσαγωγικαῖς εἰς προσευχὴν εἰσηγήσεσι τοῦ σεπτοῦ Νικηφόρου, ὅμως τοῦ συκοφαντῆσαι καὶ διαστρέψαι καὶ διαβαλεῖν πλέον ἴσχυσεν οὐδέν, ἑαυτὸν καὶ τοὺς οἰκείους λόγους, ἀλλ’ οὐχὶ τὸν ὅσιον ἐκεῖνον, διὰ τῶν συκοφαντιῶν τούτων λυμηνάμενος. Πρῶτον μὲν οὖν ἀρχόμενος τοῦτο τοῦ ἀνδρὸς καταψεύδεται τὸ πρῶτον αὐτὸν παραδεδωκέναι λέγειν τὰς τοιαύτας τῶν εἰσηγήσεων, ἃς ὑβρίζων «εἰσπνοὰς» ἐκάλεσε· πολλοῖς γὰρ χρόνοις πρότερον ταῦτα προεισηγήσαντο πνευματικοὶ ἄνδρες ἕτεροι καὶ ῥήμασι καὶ νοήμασι σχεδὸν τοῖς αὐτοῖς, κἀν τοῖς τῶν πατέρων ἁπάντων λόγοις πολλὰς ἂν εὕροι τις φωνὰς συμμαρτυρούσας αὐταῖς, οἱάπερ ἐστὶ καὶ ἡ τοῦ διὰ λόγων ἡμῖν τὴν πνευματικὴν Κλίμακα τεκτηναμένου· «Ἰησοῦ» γάρ φησι «μνήμη κολληθήτω τῇ πνοῇ σου καὶ τότε γνώσῃ ἡσυχίας ὠφέλειαν».

Μετὰ τοῦτο «βίαζε τὸν νοῦν σου» λέγοντος τοῦ ὁσίου ἐκείνου «μετὰ τοῦ εἰσπνεομένου πνεύματος εἰς τὴν καρδίαν εἰσελθεῖν»—τουτέστι κολληθῆναι τούτῳ καὶ τὰ ἐν καρδίᾳ σκοπεῖν, κατὰ τὸν μέγαν Μακάριον· «Ἡ καρδία» γάρ φησιν «ἡγεμονεύει ὅλου τοῦ ὀργάνου καὶ ἐπειδὰν κατάσχῃ τὰς νομὰς τῆς καρδίας ἡ χάρις, ἡγεμονεύει πάντων τῶν μελῶν καὶ τῶν λογισμῶν· ἐκεῖ τοίνυν χρὴ σκοπεῖν εἰ ἐνέγραψεν ἡ χάρις τοὺς τοῦ Πνεύματος νόμους»—, ἐκείνου τοίνυν τοῖς μεγάλοις τούτοις παντάπασι συμφθεγγομένου, πάλιν οὗτος διὰ συκοφαντίας ἐπηρεάζει καὶ διελὼν ἀπὸ τοῦ νοῦ τὸ «βίαζε», τῷ εἰσπνεομένῳ συνείρει πνεύματι, καὶ συκοφαντικῶς οὕτω διαφθείρας μετὰ τῶν ῥημάτων καὶ τὴν διάνοιαν, εἶτα κατὰ τῶν βιαίων εἰσπνοῶν πολὺς αὐτὸς πνεῖ, τῶν ἀτοπωτάτων οὔσας ἀποδεικνύς.

Ἀλλὰ καὶ «νοῦν» ἐκείνου λέγοντος τὰς ἐνεργείας τοῦ νοῦ καὶ χρῆν εἶναι διὰ τῶν αἰσθήσεων ταύτας ἔξω χεομένας ἐπανάγειν καὶ παρασκευάζειν εἴσω νεύειν τοὺς προσευχῆς ἐπιμελουμένους, ὁ φιλόσοφος «νοῦν» αὐτὸν αὖθις συκοφαντεῖ λέγειν τὴν οὐσίαν τοῦ νοῦ· καὶ γὰρ οὕτω πολλῶν εὐπορῆσαι τόπων κατὰ τῶν ὁσίων φωνῶν ὑπενόησεν.

Ἡμῶν δ’ αὖθις τἀληθὲς διευκρινούντων, αὐτὸς ἀντειπεῖν οὐκ ἔχων, «ἔστωσάν» φησιν «οἱ ἡμέτεροι λόγοι διδασκαλία πρὸς τοὺς ὑπὸ τοῦ φαινομένου ἀτόπου παρακρουσθέντας ἄν». Καὶ σὺ τοίνυν ὁ διδάσκων ἃ μὴ συνῆκας, φαίη τις ἂν πρὸς τὸν τοιοῦτον διδάσκαλον, παρεκρούσθης ἢ οὔ; Παρακρουσθεὶς μὲν γάρ, πῶς ἀξιοῖς κατ’ αὐτὸ διδάσκαλος εἶναι, τοῦ διδάξοντος δεηθεὶς καὶ μαθὼν παρ’ ἡμῶν τὴν ἀλήθειαν, μὴ παρακρουσθεὶς δέ, πῶς ὑβρίζεις ἀπὸ τοῦ κατά σε φαινομένου τὸν μηδὲν ἄτοπον διανοούμενον, καὶ ταῦτ’ οὐχ ὅτι κακῶς ἐξεῖπεν, ἀλλὰ κακῶς ἐνενόησεν; Εἰ γὰρ ἄμφω κακῶς ἐκεῖνος, πῶς ἂν σύ, κατήγορος ὤν, τὸ νοούμενον παραδραμών, κατὰ μόνου τοῦ φαινομένου ἐχώρησας; Ἔδει τοίνυν, εἴπερ ἐφυλάξω τὴν ἀπὸ τῶν ῥημάτων ἀπάτην αὐτὸς καὶ τοῖς ἄλλοις φυλάττεσθαι παρηγγύας, τήν τε διάνοιαν καὶ τὸν πατέρα τῆς διανοίας ἐν ἐπαίνῳ τίθεσθαι καὶ τῶν ῥημάτων ἐκείνων οὐ κατήγορον, ἀλλ’ ἐξηγητὴν ποιεῖν σαυτόν. Εἰ γὰρ τοῦτό τις ὑπολογιζόμενος, ὅτι πρὸς τὸ φαινόμενον ἀπαντᾷ, καταλογογραφήσειε τοῦ ἐντελλομένου τὴν τοῦ σώματος νέκρωσιν, ὡς αὐτόχειρας γίνεσθαι τοὺς ἀνθρώπους διδάσκοντος, ἆρ’ ἂν αὐτὸς ἐξαιρήσῃ τοῦτον, εἰ μὴ μεταβουλεύσαιτο, τῆς μετὰ τῶν ἀντιθέων καταδίκης; Οὐκ ἔγωγε οἶμαι.

Τί δ’ ὅτε Βασίλειος ὁ μέγας, ἵνα παραπλησίῳ τοῖς ὑπό σου κατηγορημένοις παραδείγματι χρήσωμαι, τί τοίνυν ὅθ’ οὗτος εἶπε τὸν νοῦν «ἔξω διαχεῖσθαι» καὶ «ἐπανάγεσθαι» πάλιν, κακῶς ἐροῦμεν αὐτόν, ὡς τὴν τοῦ νοῦ ἀμετάβατον οὐσίαν διαχεῖσθαι λέγοντα καὶ τὴν μηδέποτε ἑαυτὴν ἀπολείπουσαν ἐπανάγεσθαι, ἢ «νοῦν» νοήσομεν αὐτὸν λέγειν τὰς μεταβατικὰς αὐτοῦ ἐνεργείας, αἳ δή ποτέ εἰσιν αὗται;

Ἀλλ’ ὁ φιλόσοφος ἀπὸ τοῦ φαινομένου κατηγορεῖν ὑπὸ τῶν ἐμῶν λόγων ἐξελεγχόντων εἰρχθεὶς καὶ κατὰ τοῦ νοουμένου ὅλος χωρῆσαι προθυμηθείς, κατά τε τῶν ὑπὲρ τοῦ σεπτοῦ ἀνδρὸς ἐκείνου γεγραμμένων ἡμῖν τὸν ἀγῶνα μετασκευάσας αὑτῷ, τῆς συκοφαντικῆς αὐτοῦ κἀνταῦθα τέχνης οὐκ ἐπιλέληστο, μᾶλλον δ’ ἐπιλελῆσθαί πως οὐκ ἐδυνήθη. Πῶς γὰρ ἀντειπεῖν τοῖς διὰ τὴν ἐνοῦσαν ἀλήθειαν ἀναντιρρήτοις οὖσιν ἔσχεν ἂν καὶ δυσσεβείας ἔγκλημα προστρίψαι τοῖς εὐσεβέσι, μὴ τὴν συκοφαντίαν τούτοις ἐνείρας; Ἡμῶν τοίνυν πρῶτον σαρκικὸν λογιστικὸν ὄργανον τὴν καρδίαν εἰπόντων, κατὰ τὸν μέγαν Μακάριον, οὗ καὶ τὰς τοῦτο δηλούσας ῥήσεις ἐκεῖ προὐθέμεθα, τὸ «σαρκικὸν» ἀπαλείψας οὗτος καὶ τὸν Νύσσης θεῖον Γρηγόριον παραγαγὼν λέγοντα «τῷ λεπτῷ καὶ φωτοειδεῖ τῆς αἰσθητικῆς φύσεως ἀνακίρνασθαι τὴν νοερὰν οὐσίαν», ἀκολούθως μὲν συνάγει τούτῳ καὶ ὡς «ὀργάνῳ πρώτῳ» χρῆσθαι φάναι τὸν ἅγιον, ἀνακολούθως δὲ τοῖς ὑφ’ ἡμῶν λεγομένοις ἐπιτίθεται, λέγων ἐναντίως ἔχειν ταῦτα τοῖς τοῦ ἁγίου ῥήμασι, φάσκοντα τὴν καρδίαν, ἀλλ’ οὐ τὸ φωτοειδὲς ἐκεῖνο, πρῶτον ὄργανον λογιστικόν. Ἀλλ’ εἰ τὸ «σαρκικὸν» προσθείης, ὦ σοφιστά, καθάπερ εἰρήκαμεν ἡμεῖς, μακρὰν ποιήσεις τὴν διαβεβλημένην ἐναντιότητα καὶ συμφώνους ὄψει τοὺς ἁγίους ἀλλήλοις καὶ ἡμᾶς αὐτοῖς ὑπ’ αὐτῶν δεδιδαγμένους· οὐ γάρ ἐστι σὰρξ τὸ τῆς ἀνθρωπίνης αἰσθήσεως φωτοειδές.

Ἀλλὰ καὶ ἑτέραν ἐπενόησε τῶν ἡμετέρων ῥημάτων πρὸς τὸν Νύσσης ἐναντίωσιν, ὡς ἐπεί φαμεν ὄργανον μὲν ὀργάνων τὴν καρδίαν ἐν σώματι, χρῆσθαι δὲ τὸν νοῦν δι’ αὐτῆς τούτῳ ὡς ὀργάνῳ, γνωστὴν δείκνυμεν οὖσαν τὴν τοῦ νοῦ καὶ τοῦ σώματος ἕνωσιν, παρ’ ἐκείνου λεγομένην ἀπερινόητον. Τί γοῦν ἐκεῖνος ὅταν λέγῃ «προσφυῆναι μὲν τῷ αὐξητικῷ τὸ αἰσθητικόν, μέσως ἔχοντι τῆς τε νοερᾶς καὶ ὑλωδεστέρας οὐσίας», εἶτα «πρὸς τὸ τοῦ αἰσθητικοῦ λεπτομερέστερον τὴν ἀνάκρασιν γίνεσθαι τοῦ νοῦ» καὶ τούτῳ ὡς ὀργάνῳ πρώτῳ χρῆσθαι καὶ δι’ αὐτοῦ τῷ σώματι; Ἆρ’ οὐ μᾶλλον ἡμῶν καὶ πολλῷ μᾶλλον γνωστὸν καὶ ῥητὸν ἐποιήσατο τὸν τρόπον τῆς τοῦ νοῦ πρὸς τὸ σῶμα συναφείας; Πῶς οὖν λέγει ταύτην ἀνεπινόητον καὶ ἀνέκφραστον; Ἆρα καὶ αὐτὸς ἀντιλέγειν ἑαυτῷ τῇ σῇ σοφίᾳ δοκεῖ; Καὶ πῶς οὐ κατά σε, εἴπερ σεαυτῷ γοῦν ἕπεσθαι γινώσκεις; Ἀλλ’ ἐγᾦμαι ὡς ἐπαφὴν μὲν ἐπὶ τῶν τοιούτων λέγομεν καὶ χρῆσιν καὶ ἀνάκρασιν. Τίς δὲ αὕτη καὶ πῶς ἂν τελεσθείη νοερᾶς φύσεως πρὸς σωματοειδὲς ἢ σῶμα, νοῆσαί τε καὶ φράσαι κοινῇ πᾶσιν ἀμήχανον ἀνθρώποις.

Οὕτω σφίσι τε αὐτοῖς καὶ ἀλλήλοις ὁμολογοῦσιν οἱ πατέρες καὶ ἡμεῖς αὐτοῖς. Σὺ δ’ ὁ ταῖς ἀντιθέσεσι χαίρων, ὡς ἔοικε κἀκείνους ἀντικεῖσθαι δοκεῖν ἐφίεσαι, διὸ καὶ ἡμῖν ἀντίκεισαι, συμφθεγγομένους αὐτοὺς ἀλλήλοις δεικνύσι.

Τοῦ γὰρ μεγάλου Μακαρίου τῇ τῆς χάριτος ἐνεργείᾳ διδαχθέντος καὶ ἡμᾶς διδάσκοντος εἶναι τὸν νοῦν ἐν τῇ καρδίᾳ καὶ τοὺς λογισμοὺς πάντας τῆς ψυχῆς, ὡς ἐν ὀργάνῳ, τοῦ δὲ Νύσσης μὴ εἶναι ἐντὸς τοῦ σώματος τοῦτον, ὡς ἀσώματον, ἡμεῖς εἰς ἓν τὰ δοκοῦντα διαφέρειν ταῦτα συνάγοντες ἀμφότερα καὶ μὴ ἐναντίως ἔχοντα δεικνύντες, εἰ καὶ μὴ ἔνδον ἐστί φαμεν κατὰ τὸν Νύσσης Γρηγόριον, ὡς ἀσώματος, ὁ νοῦς, ἀλλὰ καὶ ἐντός ἐστιν, ἀλλ’ οὐκ ἐκτὸς τοῦ σώματος, ὡς συνημμένος τούτῳ καὶ πρώτῳ σαρκικῷ ὀργάνῳ τῇ καρδίᾳ χρώμενος ἀφράστως κατὰ τὸν μέγαν Μακάριον.

Ἐπεὶ τοίνυν κατ’ ἄλλο μὲν ἐκεῖνος οὐκ ἔνδον εἶναι λέγει, κατ’ ἄλλο δὲ οὗτος ἔνδον, ἥκιστα πρὸς ἀλλήλους διαφέρονται· καὶ γὰρ οὐδ’ ὁ λέγων μὴ ἐν τόπῳ τὸ θεῖον εἶναι, ᾗ ἀσώματον, ἀντίκειται τῷ ἔνδον γενέσθαι ποτὲ τὸν τοῦ Θεοῦ Λόγον λέγοντι παρθενικῆς καὶ παναμώμου μήτρας, ὡς ἐκεῖ συνημμένον ὑπὲρ λόγον τῷ καθ’ ἡμᾶς φυράματι διὰ φιλανθρωπίαν ἄφατον.

Σὺ δ’ ἡμᾶς τοὺς μὴ διαφέρεσθαι δεῖξαι σπεύδοντας ἐκείνους, πρὸς ἐκείνους σπεύδεις δεῖξαι διαφερομένους, καίτοι περὶ τῶν τοιούτων, πῶς ἴσχει τὴν πρὸς τὸ σῶμα συναφὴν ὁ νοῦς, καὶ ποῦ κεῖται τὸ φανταστικόν τε καὶ δοξαστικόν, καὶ τίνα τὸ μνημονευτικὸν ἔλαχε τὴν ἵδρυσιν, κἀν τῷ σώματι τί τῶν μερῶν τὸ καιριώτατον καὶ οἷον καθηγούμενον τῶν ἄλλων, καὶ ὅθεν ἔχει τὴν ἀρχὴν τῆς γενέσεως τὸ αἷμα, καὶ εἰ ἀμιγὴς τῶν χυμῶν ἕκαστός ἐστι καὶ ποίῳ τῶν σπλάγχνων ὡς ἀγγείῳ χρῆται, περὶ τῶν τοιούτων τοίνυν ἔξεστι παντὶ λέγειν τὸ δοκοῦν, ἐπεὶ πάντες ἐν τοῖς τοιούτοις τὰ εἰκότα λέγουσιν, ὥσπερ καὶ περὶ ἀκινησίας ἄστρων καὶ ἀστέρων κινήσεως, μεγέθους τε καὶ φύσεως ἑκάστου καὶ τῶν ἄλλων τῶν τοιούτων, ὅσα μὴ σαφῶς ἀπεκάλυψεν ἡμῖν τὸ Πνεῦμα, μόνον γινῶσκον ἀκριβῶς τὴν διὰ πάντων διικνουμένην ἀλήθειαν· ὥστ’ εἰ καὶ ἀντιλέγοντας τῷ Νύσσης θείῳ καὶ σοφῷ Γρηγορίῳ κατὰ τοῦτ’ ἐφώρασας ἡμᾶς, οὐκ ἔδει σε καθ’ ἡμῶν χωρῆσαι διὰ τοῦτο· πόσους γὰρ οἴει τοὺς σφαίραν λέγοντας τὸν οὐρανὸν καὶ πόλους τοῖς πλανωμένοις ἰσαρίθμους ἄστρασι, μὴ τοῦτο λέγοντος τοῦ μεγάλου Βασιλείου, πόσους δ’ ἀεικίνητον, ἔστιν ὦν ἱστάντων, πόσοις δ’ ὁ ἥλιος κύκλῳ περιέρχεσθαι δοκεῖ, μὴ τοῦτο τοῦ ἁγίου Ἰσαὰκ νομίζοντος.

Πάντας οὖν τούτους σύ γ’ ἂν ὡς ἔοικεν ἀποφήναιο τοῖς πατράσιν ἀντιλέγειν, ὥσπερ καὶ ἡμᾶς, ἀλλ’ αὐτὸς ἐξελεγχθήσῃ μὴ εἰδὼς τὴν ἀλήθειαν, καθ’ ἣν ἕπεσθαι πάντας ἡμᾶς ἐκείνοις ἀναγκαῖον, καὶ ἔοικάς μοι μηδ’ ἐνθυμηθῆναί ποτε ταύτην ἢ διακρῖναι τῆς μὴ ἀναγκαίας· διὸ ἐν τοῖς πρὸς τὸν μακάριον βίον φέρουσιν ἀντικείμενος αὐτοῖς, τοὺς ἄλλους ἀκριβῆ τὴν ὁμολογίαν ἀπαιτεῖς ἐπὶ τῶν μὴ φερόντων εἰς ἐκείνην τὴν μακαριότητα. Ταῦτ’ ἄρα καὶ ἡμεῖς ὑπεριδόντες τῶν ἐφεξῆς τοῖς εἰρημένοις καθ’ ἡμῶν αὐτοῦ διαβολῶν, ἐπὶ τἀναγκαιότερα τρέψωμεν τὸν λόγον.