Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ὑπὲρ τῶν ἱερῶς ἡσυχαζόντων

Γρηγόριος Παλαμᾶς

Τριάδα Β', Λόγος 3ος: Η άκτιστη φύση του θείου φωτός και η εμπειρική θεοπτία

Αντίκρουση της θεωρίας ότι το φως της Μεταμορφώσεως ήταν κτιστό και αισθητό σύμβολο, και θεολογική τεκμηρίωση της μυστικής ενώσεως και μεθέξεως στη θεία δόξα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 6 από 9

ΤΟΥ ΑΥΤΟΥ ΛΟΓΟΣ ὙΠΕΡ ΤΩΝ ἹΕΡΩΣ ἩΣΥΧΑΖΟΝΤΩΝ ΤΩΝ ὙΣΤΕΡΩΝ Ὁ ΤΡΙΤΟΣ ΠΕΡΙ ΦΩΤΟΣ ἹΕΡΟΥ Ὁ δὴ τῆς νοερᾶς προσευχῆς κατὰ τῶν διὰ βίου ταύτῃ προσανεχόντων τοιοῦτος ὑφηγητὴς καὶ περὶ φωτὸς ἱεροῦ διδάσκειν ἀξιοῖ τοὺς ὁρῶντας, καὶ ταῦτα τυφλὸς ὢν αὐτός, ὡς καὶ αὐτὸς ἀρνεῖσθαι οὐκ ἔχει, ἁμαρτάνειν αὐτοὺς ἰσχυριζόμενος ὅτι τοῦθ’ ὃ μὴ βλέπει, τυφλὸς ὢν οὗτος, φῶς αὐτοὶ λέγουσι, καὶ ταῦτ’ οὐ τὸν δεῖνα ἢ τὸν δεῖνα τῶν ἐφ’ ἡμῶν ὄντων ἢ τῶν μικρῷ πρὸ ἡμῶν ἐπὶ καθαρότητι βίου καὶ θεοπτίας ὕψει βεβοημένων ἁμαρτάνειν περὶ τὸ φῶς ἀποφαινόμενος τοῦτο, ἀλλ’ αὐτοὺς τοὺς ἐκ παλαιοῦ προσκυνητοὺς ἡμῖν ἁγίους, ὡς ὁ λόγος δείξει προϊών.

Ἐπεὶ δ’ ἤκουσε παρὰ τῶν τοιαῦτα διεξιόντος ἀκουσάντων αὐτοῦ, καταπεπληγμένων ὡς ἔοικε τῆς καινοφωνίας τὴν ὑπερβολὴν καὶ σιωπῇ τὴν οὕτω σαφῆ κατὰ τῶν ἁγίων πατέρων παρελθεῖν βλασφημίαν οὐκ ἐνεγκόντων, ἅμα δὲ καὶ δεδοικότων περὶ σφίσιν αὐτοῖς μὴ τοῦ τοιούτου μύσους κοινωνοὶ γένωνται, σιωπῇ παρελθόντες, ὃ καὶ ἡμᾶς ἀρτίως πρὸς τὸ γράφειν μάλιστα τῶν ἄλλων ἐπῆρεν, ἐπεὶ τοίνυν ἐκεῖνος τῶν τοιούτων ἀκήκοε λεγόντων πρὸς αὐτὸν ὡς «ἀμύητος ὢν καὶ τυφλὸς ἄντικρυς πρὸς τὰ τοιαῦτα, τί ποτε παθὼν περὶ μυστικῶν ἱερῶν θεαμάτων ἐγχειρεῖς λέγειν, ὧν οὐδ’ ἂν εὐχερῶς ἐπαΐοις τῶν πεπειραμένων ἀκούων;», ἀρνεῖσθαι τὴν ἐπὶ τούτοις ἀμαθίαν καὶ ἀπειρίαν οὐκ ἔχων, πᾶσι φανερὰν προκειμένην, «οὐ θαυμαστόν» φησιν «εἰ τυφλὸς ὢν αὐτὸς βλέποντός τινος ἔχοιτο καὶ οὕτω τῶν ἄλλων τυφλῶν ἐχομένων αὐτοῦ, ἡγεμὼν ἀπλανὴς κατασταίη», τῇ περιουσίᾳ τῆς περὶ τὸ λέγειν δυνάμεως καὶ τῇ πιθανολογίᾳ τῶν διαλεκτικῶν σοφισμάτων εὑρηκέναι οἰόμενος ὅθεν καὶ τῆς εὐαγγελικῆς φωνῆς περιγένοιτο, τἀναντία τούτῳ σαφῶς λεγούσης· «Τυφλὸς γὰρ τυφλὸν ἐὰν ὁδηγῇ» φησιν «ἀμφότεροι εἰς βόθυνον ἐμπεσοῦνται». «Ἀλλ’ ἐγώ» φησιν «ὁ τυφλὸς οὗτος καὶ τῶν τυφλῶν ὁδηγὸς ἐχόμενος, ἕπεσθαι τοῖς ὁρῶσι δύναμαι». Καὶ τίς τῶν τυφλῶν, ὃς οὐ τοῦτο δύναται;

Κυλλὸς μὲν γὰρ ὢν ἀμφοτέρω τὼ πόδε τε καὶ τὼ χεῖρε καὶ παρειμένος παντάπασι, οὐδ’ ἂν σοῦ γε ἔχοιτο, οὐδ’ ἂν ἕποιτο, οὐδ’ ἂν ὁδηγοῦ τὸ παράπαν δέοιτο, κλινοπετὴς ὤν· χεῖρας δ’ ὑγιαίνων καὶ πόδας, τοῦ χάριν, τυφλῶν κράτιστε, μὴ τοῦ ὁρῶντος μᾶλλον ἢ σοῦ ἐχόμενος ἕποιτο; Κλέπτων τοίνυν ἔοικας παρέχειν σαυτῷ τὸ τῆς ἀναβλέψεως ἀμυδρόν, μᾶλλον δὲ τὴν οἰκείαν αὐτὸς περὶ τὰ τοιαῦτα πᾶσαν οὐκ αἰσθάνεσθαι τύφλωσιν, εἰ καὶ τοῦτο λέγεις, ἀντιλέγειν τοῖς σὲ τυφλὸν ὁρῶσιν οὐκ ἔχων. Πῶς γὰρ ἄν, εἰ μὴ τοῦτ’ ἦν, ὁδηγὸς τῶν ἄλλων εἶναι τυφλῶν ἠξίους; Ἴσθι τοίνυν, κατὰ τὸν ἐν εὐαγγελίοις διὰ πίστεως ἔλλειψιν μήπω τελείως ἀναβλέψαντα τυφλόν, ὃς «τοὺς ἀνθρώπους ὡς δένδρα περιπατοῦντας» ἔλεγεν ὁρᾶν. Εἰ τοίνυν τοιοῦτος σὺ τὰς ὄψεις ὤν, ἀλλὰ μὴ τελείως ἐκκεκομμένος, εἶτα πρὸς τὸν ἡλίου δίσκον ἀτενὲς ὁρῴης, ὡς τοὺς ἄλλους διδάξων τί ποτέ ἐστιν ἐκεῖνος, οὐκ ἂν ἤκουσαν παρά σου σκότον ἀτεχνῶς ὄντα τὸν μέγαν φωστῆρα, τὸν ὁλολαμπῆ, τὸν ὀφθαλμὸν τῆς ἡμέρας; Εἰ γὰρ τὴν τῶν καθαρῶς ὁρώντων συμμετρίαν ὀφθαλμῶν ὑπερβαίνων, οὐκ ἀμίκτους σκότους ἐπιχεῖν δοκεῖ τὰς ἀκτῖνας τοῖς καὶ μεθ’ ὑγιοῦς ὄψεως ἀτενίζουσι, πῶς οὐκ ἂν φωτὸς ἄμικτον σκότος εἶδεν, ὁ δι’ ἀμυδροῦ φέγγους προσορᾶν ἐγχειρῶν; Οὕτω μὴ ὅτι γελοῖον, ἀλλὰ καὶ καταγέλαστον τὸν τυφλὸν περὶ φωτὸς ἐπιχειρεῖν διδάσκειν.

Ἀλλὰ γὰρ ἐκκαλύψωμεν τῆς φιλοσόφου διανοίας τὸ βάθος, ὃ περιστείλας τῷ παραδείγματι οὐ μᾶλλον ἔκρυψεν ἢ ἐνέφηνε. Φησὶ τοίνυν ὁ φιλόσοφος τυφλοὺς μὲν εἶναι, τουτέστιν ἀνοήτους, πάντας παντάπασιν ἡμᾶς τε καὶ τῶν ἁγίων πρὸς οὓς προϊὼν ἀντιλέγει φανερῶς, ἑαυτὸν δὲ τοῦτο διαφέρειν τῶν τυφλῶν τούτων, δηλονότι τῶν ἀνοήτων, τὸ φιλόσοφον εἶναι καὶ διὰ τοῦτο συνορᾶν μόνον δύνασθαι τούς τε λόγους τῶν ὄντων καὶ τῶν λογίων τὸν νοῦν, ἕπεσθαί τε τούτοις οὕτω καὶ τοὺς ἐχομένους ὁδηγεῖν. Ἀλλ’ ὁ τοιοῦτος, ὦ φιλόσοφε, οὐκέτι τυφλός· τοῖς γὰρ πρὸς ἀνάβλεψιν ἡγησαμένοις, δηλαδὴ τὴν ἀληθῆ γνῶσιν, ὡς σὺ φῄς, ἠκολούθησεν· οὐκοῦν ἀνέβλεψεν. Εἰ δὲ μὴ ἀνέβλεψεν ἀκολουθήσας, πῶς ἐγγυᾶται τοῖς ἄλλοις δι’ ἀκολουθήσεως τὴν ἀνάβλεψιν;

Οὕτως ἀνακόλουθος εἶ σαυτῷ σὺ σαυτὸν καὶ τυφλὸν καὶ βλέποντα μαρτυρῶν. Εἰ γὰρ ἡ γνῶσις μόνον κατὰ σὲ νοητόν ἐστι φῶς, ὑπὲρ οὗ καὶ τοὺς τοσούτους ὑπῆλθες ἀγῶνας, σὺ δ’ ἔχεις τῶν λογίων τὴν γνῶσιν, ὡς αὐτὸς μαρτυρεῖς, πῶς καὶ σὺ τυφλὸς καὶ ἀφώτιστος; Εἰ δ’ ἄλλως οὐκ ἔνι φωτισθῆναι, εἰ μὴ ὡς ἂν αὐτὸς ἐφωτίσθῃς τε καὶ φωτίζεις, ὡς αὐτὸς καὶ τοῦτο πολλαχοῦ φῄς, οὐδ’ ὁ μέγας Διονύσιος, ᾧ νομίζεις εἰδέναι ἕπεσθαι, ἄλλως ἐφωτίσθη καὶ φωτίζει· τοιγαροῦν καὶ αὐτός, κατὰ σέ, τοῦτο μόνον οἶδεν, ἕπεσθαι τοῖς εἰδόσιν· ἀλλὰ κἀκεῖνοι τὸν ὅμοιον ἔχοντες τρόπον καὶ σοὶ παραπλησίως ἔχοιεν ἄν. Τίς οὗτος ὁ τῶν τυφλῶν ὁρμαθός, ὃν ἡμῖν διὰ τῶν σῶν λόγων συναθροίζεις ἀρτίως, ἀλλήλους πρὸς ἀνάβλεψιν ὁδηγούντων καὶ μενόντων τυφλῶν; Τοῦτο δ’ ὅτι ταῖς ἱεραῖς ἕποιντο Γραφαῖς καὶ πολλοὺς ἄλλους ἰσχυρισαμένους εὑρήσεις, οἳ καταψευδόμενοι σφῶν τε αὐτῶν καὶ τῶν Γραφῶν ἐξηλέγχθησαν ὑπὸ τῶν πρὸς ἀλήθειαν ἑπομένων αὐταῖς.

Σὲ δ’ εἴ τις ἐξετάσειεν ὅπως καὶ αὐτὸς ἕπῃ τοῖς ἁγίοις, οὐ μόνον τυφλὸν ἂν σὲ εἴποι, ἀλλὰ καὶ κωφόν· τοῦ γὰρ μεγάλου Διονυσίου, καθάπερ ἐν τῷ περὶ σωτηρίου γνώσεως λόγῳ προεξεθέμεθα, λέγοντος ἀριδήλως «ἐκ μόνων τῶν θείων ἐντολῶν τελεῖσθαι τὴν πρὸς Θεὸν ἡμῶν ἀφομοίωσίν τε καὶ ἕνωσιν», αὐτὸς ἐπίσης ἀριδήλως οὐκ ἐκ μόνων φῄς· ἐξ ἡμισείας γὰρ ταύτας τὸν τηροῦντα καθαίρειν δίδως καὶ τοῦτο μόγις· οὕτως ἕπῃ κατ’ ἴχνος. Καὶ Γρηγορίου τοῦ Νύσσης «ἄγονον καὶ ἀτελῆ» τὴν ἔξω σοφίαν εἶναι διδάσκοντος καὶ μέχρι τούτου ἀξιοῦντος ἡμᾶς μὴ ἀπωθεῖσθαι τὴν τῆς ψευδωνύμου ταύτης μητρὸς οἰκειότητα, «μέχρις ἂν τὸ τῆς ἡλικίας ἀτελὲς ἐν ἑαυτοῖς βλέποιμεν», μετὰ τοῦτο δ’ «αἰσχύνην ἡγεῖσθαι τῆς κατὰ φύσιν ἀγόνου ταύτης ὀνομάζεσθαι παῖδας», αὐτὸς διὰ βίου ταύτῃ προσέχειν ἡμᾶς χρησιμώτατόν τε καὶ ἀναγκαιότατον εἶναι διδάσκεις κἀπὶ ταύτῃ σεμνύνεσθαι, καὶ παραχαράττειν οὐκ ὀκνεῖς ἑτέρας ῥήσεις αὐτοῦ, μόνον ἵν’ ἔχῃς προβαλλόμενος πείθειν ὡς τελείας ἐστὶ καὶ σωτηρίου καθάρσεως ποιητικὰ τὰ μαθήματα· οὕτω μόνος αὐτὸς ὑπὲρ πάντας τῶν ἁγίων ἀσφαλῶς ἔχῃ.

Καὶ τοῦ μεγάλου Βασιλείου σαφῶς εἰπόντος «μηδὲν ἐμπόδιον εἶναι πρὸς τὴν ἐν ἐπαγγελίαις μακαριότητα τὸ μὴ εἰδέναι τὴν δι’ οὐρανοῦ καὶ γῆς καὶ τῶν μεταξὺ στοιχείων διικνουμένην ἀλήθειαν», σὺ τοῦτο σωτηριῶδες ἀποφαίνῃ καὶ ἄνευ τούτου τελειότητα μὴ παρεῖναι τῇ διὰ πάντων ἀληθείᾳ τὸν ἑαυτοῦ τινα ἐναρμόσαι νοῦν· καὶ εἴθε τῇ ἀληθείᾳ γοῦν, εἰ δεῖ καὶ ὑπὲρ τῶν ἀνεφίκτων εὔξασθαι· καὶ γὰρ ἐν Θεῷ μόνῳ πάντων ἡ γνῶσις, ὅς φησι πρὸς τὸν Ἰώβ· «Ἀπάγγειλόν μοι εἰ ἐπίστασαι σύνεσιν, ποῦ οἱ στύλοι τῆς γῆς πεπήγασι, τίνες δὲ πηγαὶ θαλάσσης, πόσον δὲ τὸ εὖρος τῆς ὑπ’ οὐρανόν». Σὺ δὲ οὐ ταύτῃ τῇ ἀληθείᾳ ζητῶν ἐναρμόζειν σου τὸν νοῦν οἴει μόνος εἰδέναι τε καὶ ἔχειν τὴν τελειότητα, ἀλλὰ τοῖς Ἀριστοτέλει καὶ Πλάτωνι, Εὐκλείδῃ τε καὶ Πτολεμαίῳ καὶ ὅσοι κατ’ αὐτούς· διὸ καὶ ἀστρολόγους καὶ φυσιολόγους θεόπτας μᾶλλον τῶν μὴ τοιούτων ἡγῇ, ὡς περὶ τὴν τῶν ὄντων ἀλήθειαν ὑγιῶς τὸ λογικὸν σφίσι περιπορευόμενον ἔχοντας, ἧς τῇ συνελίξει καὶ τῶν ἰσαγγέλων αὐτοὺς καταξιοῖς νοήσεων· καὶ ταῦτα λέγων οἴει σωτηρίως καὶ ἀσφαλῶς ἕπεσθαι τῷ θεοφάντορι Διονυσίῳ καὶ ὁδηγὸς ἡμῶν ἀπλανὴς εἶναι διὰ τοῦτο παρρησιάζῃ.

Ἀλλὰ μὴ καυχάσθω ὁ κυρτὸς ὡς ὀρθός· τοὺς γὰρ ὁρῶντας αὐτὸν οὐ πείσει, οὐδ’ ἀπατήσει, κἂν ἑαυτὸν ἀπατᾷ· μηδὲ καταψευδέσθω τῶν ὀρθὰ φρονούντων καὶ τοῖς θεηγόροις ἀσφαλῶς ἑπομένων, καὶ ταῦτ’ ἐφ’ ὧν οὐδεὶς οὐδαμοῦ γῆς, οὐδὲ τῶν μὴ στοιχούντων τῷ τῆς χάριτος εὐαγγελίῳ, ἐλεγχθείη ἂν ἀρτίως τελέως σφαλλόμενος. Τίς γὰρ μὴ ὅτι τῶν ἀπὸ Χριστοῦ καλουμένων, ἀλλὰ κἂν Σκύθης, κἂν Πέρσης, κἂν Ἰνδὸς ᾖ, ὃς νῦν οὐκ οἶδε τὸν Θεὸν μηδὲν ὄντα τῶν κτιστῶν ἢ τῶν αἰσθητῶν;

Ὡς γὰρ ἐπὶ τῆς μελλούσης Χριστοῦ παρουσίας οὐ τοῖς εἰς αὐτὸν πεπιστευκόσι μόνοις ἡ τῆς ἀναστάσεως καὶ τῆς ἀθανασίας περικλείεται χάρις, ἀλλὰ κατὰ τὰ λόγια κοινῇ πάντες ἀναστήσονται, εἰ καὶ μὴ κοινῇ πάντες τῶν μετὰ τὴν ἀνάστασιν ἐπηγγελμένων τεύξονται, οὕτω καὶ νῦν κατὰ τὴν ἐπὶ γῆς αὐτοῦ προτέραν παρουσίαν, εἰ καὶ μὴ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ, ἀλλὰ κοινῇ πάντες, τῷ περιόντι τῆς τοῦ παραγενομένου χάριτος ἀνεπιγνώστως μετασκευασθέντες, ἕνα Θεὸν ὁμολογοῦσιν ἄκτιστον, κτίστην τοῦ παντός· κἂν ἐρωτήσῃς τὸν Πάρθον, τὸν Πέρσην, τὸν Σαυρομάτην, ἀκούσειας ἂν εὐθὺς τὴν ἁβραμιαίαν ἐκείνην παρ’ αὐτοῦ φωνὴν ὅτι «τὸν Θεὸν τοῦ οὐρανοῦ ἐγὼ σέβομαι», ὃ Πτολεμαῖος οὐκ ἂν εἶπε καὶ Ἵππαρχος καὶ Μαρῖνος ὁ Τύριος, οἱ κατὰ σὲ σοφοὶ καὶ τῇ μὲν διὰ τῶν οὐρανίων κύκλων καὶ ἐπικύκλων καὶ σφαιρῶν ἀληθείᾳ τὸν ἑαυτῶν ἐναρμόσαντες νοῦν, θεῖον δ’ ὅμως λέγοντες τὸν οὐρανὸν καὶ παναίτιον, οὐδ’ Ἀριστοτέλεις καὶ Πλάτωνες, οἱ θεῶν σώματα τοὺς ἀστέρας δοξάζοντες, οὐδ’ οἱ τόσον λέγοντες «τοὺς θεῶν πηδᾶν ἵππους, ὅσον ἀπὸ σκοπιᾶς ὀφθαλμὸς ὁρᾷ ἐπὶ οἴνωπα πόντον».

Πάντων οὖν ἀρτίως, διὰ «τοῦ ἐν τῇ σκοτίᾳ λάμψαντος φωτός», κρεῖττον ἢ κατὰ τοὺς ἐπὶ σοφίᾳ ποτὲ θαυμαζομένους ἐκείνους, ὑπὲρ αἴσθησιν ἐγνωκότων τὸν Θεόν, ὡς μηδ’ ἀπὸ τῶν ὄντων ἔτι διαπλάττοντας χαρακτηρίζειν ὅλως ἀνέχεσθαι, πῶς σὺ τοῖς τοῦ εὐαγγελίου μαθηταῖς, τοῖς εἰς ἀκοὴν ὠτίου δεξαμένοις τὰ θεοπαράδοτα λόγια, τοῖς διὰ στομάτων μεμυημένοις πυρίναις γλώσσαις τοῦ Πνεύματος ἐστομωμένων, οὓς οὐκ ἄγγελος, οὐκ ἄνθρωπος, ἀλλ’ αὐτὸς ὁ Κύριος διὰ τοῦ προσκυνητοῦ στόματος ἐδίδαξεν, «ὁ γὰρ μονογενὴς Υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός, ἐκεῖνος ἐξηγήσατο», πῶς σὺ τούτοις τοῖς ἐκ παντὸς ἔθνους ἀπολέκτοις τῷ ἔθνει τῷ ἁγίῳ, τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ, τοιαύτην ἐτόλμησας προστρίψασθαι μέμψιν ὅτι αἰσθητὴν οἴονται τὴν οὐσίαν τοῦ Θεοῦ, σχῆμά τε ἔχουσαν καὶ ὄγκον. καὶ ποιότητα, καὶ ὡς φῶς τοιοῦτον κιρνᾶσθαι τῷ ἀέρι, δεκτικῷ ὄντι τῆς ἐκεῖθεν ἀπορροίας καὶ περιγράφοντι αὐτὸ τοπικῶς καὶ αἰσθητῶς;

Ἆρ’ οὐκ ἐπῆλθέ σοι τοῦτ’ ἀναλογισαμένῳ συνιδεῖν ὡς τί μὴ τὸν ἥλιον λέγει τις Θεόν, εἰ τοιαύτην περὶ Θεοῦ τὴν δόξαν ἔχει; Πῶς δὲ διαφεύγειν οἴεται τὴν τῶν ἄλλων αἴσθησιν, εἴπερ αἰσθητὸν ἥγηται τὸ θεῖον; Τοῦ δ’ ἕνεκεν τὰς κατ’ αἴσθησιν ἀτιμάζει ἡδονάς, ὃ μάλιστα πάντων ποιοῦσιν οἱ παρὰ σοῦ τοιαῦτα συκοφαντούμενοι; Θεὸς μὲν γὰρ αἰσθητὸς ἡ κοιλία, κατὰ τὸν Παῦλον, τοῖς γαστρὸς οὖσι δούλοις καὶ δευτέραν ἱστᾶσιν εἰδωλολατρίαν οἱ φιλάργυροι καὶ πλεονέκται· πιστεύειν δὲ εἰς Χριστὸν οὐ δύνανται, κατὰ τὴν εὐαγγελικὴν ψῆφον, «οἱ δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες, τὴν δὲ παρὰ τοῦ μόνου Θεοῦ δόξαν οὐ ζητοῦντες».

Οἱ δὲ πάντων τούτων ὑπερφρονήσαντες καὶ ταῦτα διὰ τὸν ὑπὲρ πάντα Θεόν, ἆρ’ οὐ δι’ ἔργων δεικνύουσι Θεὸν ὄντως σέβοντες τὸν ἐπέκεινα πάντων; Ἢ διότι καὶ τοῖς ἄλλοις τούτων ἀποσχέσθαι συμβουλεύουσιν ἃ τὴν παρὰ τοῦ μόνου Θεοῦ δόξαν ἀφαιρεῖ, μὴ μόνον οὐ πείσεταί τις τούτοις, ἀλλὰ καὶ συκοφαντήσειεν ὡς ἀσφαλῆ δόξαν οὐκ ἔχοντας περὶ τὸ θεῖον;

Ὃ γὰρ λέγεις τελευτῶν τῆς κατὰ τῶν ἀνδρῶν τούτων πολυρρημοσύνης φανερὰν ἐποίησέ σου τὴν ἑκούσιον κατ’ αὐτῶν συκοφαντίαν· «Νῦν» γάρ φησι «περὶ τοῦ παρά τισιν ἐνυποστάτου λεγομένου φωτὸς λέγομεν, μὴ πρότερον περὶ αὐτοῦ ἰδίαν ἀποφηνάμενοι γνώμην, ὡς ὃ λέγουσιν ὁρᾶν, νοητὸν καὶ ἄϋλον, ἐν ἰδίᾳ ὑποστάσει ὂν φῶς».

Κἀνταῦθα τοίνυν συμπλέκει τι συκοφαντίας· ἐν ὑποστάσει μὲν γὰρ φῶς ὁρᾶσθαί φησιν ὁ μέγας Μακάριος καὶ ὁ πολὺς τὰ θεῖα Μάξιμος καὶ ὅσοι κατ’ αὐτούς, ἐν ἰδίᾳ δὲ οὖ, Ὅμως γε μήν, εἰ καὶ μηδὲ τοῦτο συκοφαντίας ἀμιγὲς προήνεγκεν, ἀλλ’ ὁμολογεῖ «νοητὸν καὶ ἄϋλον» αὐτοὺς λέγειν τὸ τοιοῦτο φῶς· τὸ δὲ νοητὸν καὶ ἄϋλον οὐκ αἰσθητόν, οὐδὲ ὡς αἰσθητὸν συμβολικόν. Πῶς οὖν ἀρχόμενος ἐδείκνυ τούτους αἰσθητὸν φῶς λέγοντας τὴν οὐσίαν τοῦ Θεοῦ, κιρνώμενον ἀέρι καὶ ὑπ’ αὐτοῦ περιεχόμενον καὶ σχῆμα καὶ ποιότητα καὶ ὄγκον ἔχον, ἃ πάντα τοῦ αἰσθητοῦ ἐστι φωτός; Καίτοι ἐκεῖνοι, κἂν «νοητὸν» λέγωσι τὸ τῆς χάριτος φῶς, ἀλλ’ οὐ κυρίως, καὶ ὑπὲρ νοῦν γὰρ ἴσασιν αὐτό, ὡς μόνῃ τῇ τοῦ Πνεύματος δυνάμει, κατὰ ἀπόπαυσιν πάσης νοερᾶς ἐνεργείας, ἐγγινόμενον τῷ νῷ. Ἀλλ’ οὐδ’ οὕτω τοῦτό τις ἐκείνων οὐσίαν εἶπεν ἢ ἀπόρροιαν, οἵαν οὗτος οἴεται, Θεοῦ· κἄν τις ἐκ τῶν παραδειγματικῶς περὶ τούτου τοῦ φωτὸς ὑπ’ ἐκείνων εἰρημένων κακουργῶν συνάγῃ τι τοιοῦτον, αὐτός φησιν, ἀλλ’ οὐκ ἐκεῖνοι.

Τοὺς οὖν μὴ μόνον ὑπὲρ αἴσθησιν, ἀλλὰ καὶ ὑπὲρ νοῦν λέγοντας τουτὶ τὸ φῶς, εἶτα καὶ ὑπὲρ τοῦτο δοξάζοντας τὴν οὐσίαν τοῦ Θεοῦ, αἰσθητὸν φῶς καὶ ὁρατὸν οἴεσθαι λέγειν τὴν οὐσίαν τοῦ Θεοῦ, ἆρ’ οὐ πάσης ἐπέκεινα συκοφαντίας;

Ἀλλὰ τί φησι προϊὼν ὁ τῶν ὑπὲρ ἔννοιαν πεφωτισμένων συκοφάντης οὗτος; «Εἰ μὲν τὸ νοητὸν καὶ ἄϋλον ὃ λέγουσι φῶς αὐτὸν ἐκεῖνον τὸν ὑπερούσιον Θεὸν τοῦτ’ εἶναι βούλονται, φυλάττοντες αὐτῷ τὸ πάσαις αἰσθήσεσιν ἀόρατον καὶ ἀνέπαφον, ἢ ὁρᾶν λέγοντες, ἄγγελον εἶναι οἴονται, ἢ αὐτὴν τὴν οὐσίαν τοῦ νοῦ, ὅταν τῶν παθῶν ἅμα καὶ τῆς ἀγνοίας καθαρθεὶς ὁρᾷ αὐτὸς ἑαυτὸν καὶ ἐν ἑαυτῷ, ὡς ἐν ἰδίᾳ εἰκόνι, τὸν Θεόν, εἰ δὴ ἕν τι τούτων τὸ παρ’ αὐτῶν λεγόμενόν ἐστι, πάνυ γε ὀρθῶς περὶ τούτου φρονεῖν αὐτοὺς καὶ συμβαίνοντα τῇ τῶν χριστιανῶν παραδόσει οἴεσθαί γε χρή· εἰ δὲ μήτε τὴν ὑπερούσιον οὐσίαν τοῦτ’ εἶναι λέγουσι, μήτ’ ἀγγελικήν, μήτε τὸν νοῦν αὐτόν, ἀλλ’ ὁρᾶν τὸν νοῦν εἰς αὐτὸ ὡς εἰς ἑτέραν ὑπόστασιν, τοῦτο ἔγωγε τὸ φῶς ὅ τι μέν ἐστιν οὐκ οἶδα, ὅτι δὲ οὐκ ἔστιν οἶδα». Καὶ τίς ποτε ἀνθρώπων, ὦ κατὰ τῶν ὄντως ἀνθρώπων ὑψηγόρε σύ, φῶς ἂν ἐν ἰδίᾳ ὑποστάσει φαίη νοητόν, ὃ μήτε Θεός ἐστι, μήτ’ ἄγγελος, μήτε νοῦς ἀνθρώπινος;

Οὐδὲ γὰρ φανταστικῶς γοῦν ἀναπλάσαι δύναιτ’ ἄν τις τὸ τούτων ἐκτὸς νοητὸν ἐν ἰδίᾳ ὑποστάσει φῶς. Ἀλλὰ δῶμεν τουτὶ τὸ ἀδύνατον, δῶμεν τοίνυν ὅτι τοῦτ’ ἔφη τις τῶν ἡσυχαζόντων πρὸς τὴν σὴν λογιότητα· οὐκ οἶδα μὲν ὅστις, οὐδὲ γὰρ αὐτὸς ὑποδεῖξαι δύνασαι· τῶν οὐκ ἐλλογίμων δ’ ὅμως εἶναι λέγεις αὐτόν. Εἰ τοίνυν ἐκεῖνος μὴ καλῶς ἑρμηνεῦσαι ἐδύνατο—ὃ καὶ μᾶλλον πείθομαι ἢ καὶ μὴ διαγνῶναι καλῶς, ἔστω γὰρ καὶ τοῦτο. καὶ γὰρ οὐ πάντων ἡ γνῶσις—, οὐκ ἔδει σε παρὰ τῶν ἐχόντων τὸ τῆς διακρίσεως χάρισμα πυθέσθαι καὶ μαθεῖν, ὡς ἐφικτόν, τί τὸ μέγα θέαμα τοῦ φωτὸς τούτου, ἀλλ’ ὡς μαινομένων εὐθὺς τῶν θεολήπτων καταψηφίζεσθαι καὶ τὸ παρὰ τοῦ θείου Παύλου λεγόμενον φανερῶς παθεῖν; «Εἰ γὰρ εἰσέλθοι τις» πρὸς τοὺς Κορινθίους «ἐν ὑμῖν» φησιν «ἰδιώτης ἢ ἄπιστος» καὶ μὴ ἀκούσει καὶ τῶν διακρίνειν δυναμένων «ἐρεῖ ὅτι μαίνεσθε». Τὸ τῶν ἰδιωτῶν τοίνυν καὶ ἀπίστων φεῦ καὶ αὐτὸς ἔπαθες, ὁ μοναχὸς καὶ φιλόσοφος. Ἔστω δὲ μὴ ἕνα, μηδ’ ἐνίους, ἀλλὰ πολλοὺς καὶ πάντας τοῦτο λέγειν ἡμᾶς· οὐκ ἤρκει σοι τοῦτ’ εἰπεῖν, ὃ μετὰ τοὺς μακροὺς εἴρηκας ἀγῶνας, ὅτι «τοῦτο τὸ φῶς οἶδα ὅτι οὐκ ἔστι»;

Πάντες γάρ σοι συνεῖπον ἂν ὅτι φῶς ἐν ὑποστάσει ἰδίᾳ, ὃ μήτε Θεός ἐστι, μήτ’ ἄγγελος, μήτ’ ἄνθρωπος, οὐκ ἔστιν ὅλως· ἀλλὰ καὶ πάντες ἂν εὐθὺς συνεῖδον ὡς εἰ φῶς νοητὸν ἐν ὑποστάσει φαίη τις ὁρᾶν ἰδίᾳ, τούτων τί φησιν ὁρᾶν· ὃ λέγοντα, πάνυ καὶ αὐτὸς ὀρθῶς εἴρηκας φρονεῖν. Κατὰ τίνων οὖν αἱ διὰ τοσούτων σοι βιβλίων βλασφημίαι καὶ μέμψεις καὶ συκοφαντίαι; Ἆρ’ οὐ κατὰ τῶν τοιούτων οὓς ὀρθῶς ὕστερον ἀπεφήνω φρονεῖν, καὶ τῆς παρὰ σοῦ συκοφαντίας οὐκ ἐξεληλεγμένης;

Οὐ γὰρ τοῦτο λέγω ὡς κατὰ σὲ φρονοῦσι περὶ τοῦ φωτὸς ἐκεῖνοι τούτου ἢ κατὰ σὲ θεολογοῦσιν, ἀλλὰ καὶ ὑπὲρ σέ· τοσοῦτον ὑπερανεστήκασι τῶν σῶν κατ’ αὐτῶν διαβολῶν καὶ μέμψεων. Σὺ μὲν γὰρ φῂς περὶ αὐτῶν· «Εἰ νοητὸν λέγουσι φῶς τὸν Θεόν, φυλάττοντες αὐτῷ τὸ πάσαις αἰσθήσεσιν ἀόρατον καὶ ἀνέπαφον, καλῶς λέγουσιν»· ἐκεῖνοι δὲ καὶ ὑπὲρ τὸ πάσαις αἰσθήσεσιν ἀνέπαφον τὴν οὐσίαν τοῦ Θεοῦ γινώσκουσιν, ἐπεὶ μὴ μόνον Θεός ἐστιν ὑπὲρ τὰ ὄντα ὤν, ἀλλὰ καὶ ὑπέρθεος, καὶ μὴ μόνον ὑπὲρ πᾶσαν θέσιν ἐστίν, ἀλλὰ καὶ ὑπὲρ πᾶσαν ἀφαίρεσιν ἡ ὑπεροχὴ τοῦ πάντων ἐπέκεινα καὶ πᾶσαν ὑπεροχὴν ὁπωσοῦν ἐπὶ νοῦν γινομένην ὑπερβέβηκεν. Ὃ μέντοι φῶς ἐνυποστάτως οἱ ἅγιοι πνευματικῶς ὁρῶσιν, ὡς αὐτοί φασιν, ὂν μὲν καὶ μὴ συμβολικὸν τοιοῦτον, οἷα τὰ διαπλαττόμενα πρὸς τὰς συμβαινούσας περιστάσεις φάσματα, ἄϋλόν τε θείαν ἔλλαμψιν καὶ χάριν, ὁρωμένην ἀοράτως καὶ νοουμένην ἀγνώστως, δι’ αὐτῆς τῆς πείρας ἴσασι· τί δέ ἐστιν, ἐκεῖνοι μὲν οὐκ εἰδέναι λέγουσι.

Σὺ δὲ προσαγαγὼν τὰς ὁριστικὰς καὶ ἀναλυτικὰς καὶ διαιρετικὰς μεθόδους, γνῶθι καὶ τοὺς ἀμαθεῖς ἡμᾶς διδάξαι καταξίωσον. Οὐσία μὲν γὰρ Θεοῦ οὐκ ἔστι, καὶ γὰρ ἀνέπαφος ἐκείνη καὶ ἀμέθεκτος, ἄγγελος οὐκ ἔστι, δεσποτικοὺς γὰρ φέρει χαρακτῆρας καὶ ποτὲ μὲν τοῦ σώματος ἀπανιστᾷ ἢ οὐκ ἄνευ σώματος καὶ εἰς ὕψος ἀναφέρει ἄρρητον, ἄλλοτ’ αὖθις καὶ τὸ σῶμα μεθαρμοσάμενον καὶ τῆς οἰκείας μεταδεδωκὸς λαμπρότητος, οἷός ποτε καὶ ὁ μέγας Ἀρσένιος ὤφθη καθ’ ἡσυχίαν ἀγωνιζόμενος καὶ ὁ Στέφανος λιθαζόμενος καὶ ὁ Μωυσῆς ἀπὸ τοῦ ὄρους κατερχόμενος, οὕτω τοίνυν καὶ τὸ σῶμα θεουργῆσαν σωματικοῖς ὀφθαλμοῖς, ὢ τοῦ θαύματος, γίνεται ληπτόν, ἔστι δ’ ὅτε καὶ τῷ ὁρῶντι τρανῶς δι’ ἀρρήτων, ὡς εἰπεῖν, ῥημάτων ὁμιλεῖ, καθάπερ καὶ τῷ θείῳ Παύλῳ, «καταβαῖνον τῆς οἰκείας περιωπῆς, ὡς ἂν μετρίως γοῦν κτιστῇ φύσει χωρηθῇ», κατὰ τὸν θεολόγον Γρηγόριον, ὁ κατὰ τὴν οἰκείαν φύσιν ἐξ αἰώνων καὶ ἐπ’ αἰῶνας καὶ ἔτι τοῖς πᾶσιν ὢν ἀόρατός τε καὶ ἀχώρητος. Τότε τοίνυν ἣν ἐπωνυμίαν προσεῖπον Ἰουδαίων παῖδες τῷ ἄνωθεν ἐπ’ ἐρήμου κατιόντι ἄρτῳ, «μάννα» προσαγορεύοντες αὐτό, τοῦτο καὶ ὁ κατηξιωμένος ἐκείνου τοῦ φωτός, ἐν ἑαυτῷ γενόμενος, συχνῶς στρέφει κατὰ νοῦν. Τί τοῦτο; Καὶ τοῦτ’ ἐστὶν αὐτοῖς τὸ τοῦ φωτὸς ἐκείνου ὄνομα· σὺ δ’ εἴπερ ἔχεις φάναι τι πλέον. Ἀλλ’ ἐπανίωμεν εἰς τὰ ἐξῆς.

Σὺ μὲν γὰρ καλῶς λέγειν αὖθις φῂς ἐκείνους, εἰ καὶ ἄγγελον τοῦτ’ οἴονται τὸ φῶς. Ἐκεῖνοι δ’ ἄγγελον μὲν τοῦτο τὸ φῶς οὐκ ἄν ποτε φαῖεν· ἴσασι δὲ τοῖς πατρικοῖς μεμυημένοι λόγοις διαφόρως καὶ τοῖς ὁρῶσι καταλλήλως τὴν ἀγγελικὴν τελουμένην ὀπτασίαν, ἢ γὰρ ἐν παχύτητι οὐσίας, ὃ καὶ τῇ αἰσθήσει ὑποπίπτει καὶ οὐδὲ τοῖς ἐμπαθέσιν ἢ καὶ ἀμυήτοις πάντῃ ἀόρατόν ἐστιν, ἢ λεπτότητι οὐσίας, καθ’ ἣν καὶ ἡ ψυχὴ μετρίως πως καθορᾷ, ἢ ἐν ἀληθεῖ θέᾳ, ἧς οἱ διὰ καθαρότητος πνευματικῶς ὁρῶντες ἀξιοῦνται μόνοι, κἂν αὐτός, τῆς διαφορᾶς τῶν τρόπων τούτων ἀμυήτως ἔχων, αὐτούς τε τοὺς ἀγγέλους ἀοράτους ἀλλήλοις δεικνύεις οἰόμενος, οὐ κατὰ τὸ ἀσώματον, ἀλλὰ κατὰ τὴν οὐσίαν φάσκων ἀοράτους, καὶ μεταξὺ τῶν λόγων τοὺς θεόπτας τῇ τοῦ Βαλαὰμ συντάττεις ὄνῳ, διὰ τὸ ἄγγελον καὶ αὐτὴν ἰδεῖν ἀναγεγράφθαι.

Καὶ τὸν νοῦν αὖθις, εἰ μὴ ὡς «εἰς ἑτέραν τινὰ ὑπόστασιν ὁρᾷ, ἀλλ’ αὐτὸς ἑαυτὸν καὶ ἐν ἑαυτῷ ὡς ἐν τῇ ἰδίᾳ εἰκόνι τὸν Θεόν, ὅταν τῶν παθῶν ἅμα καὶ τῆς ἀγνοίας καθαρθῇ», θεόπτην εἶναι τίθεσαι καὶ συμβαίνειν οἴει τῇ τῶν χριστιανῶν μυστικωτάτῃ παραδόσει τοὺς αὐτὴν τὴν τοῦ νοῦ οὐσίαν ὡς φῶς οὕτω λέγοντας ὁρᾶν. Ἐκεῖνοι δ’ ἴσασιν ὡς ὁ νοῦς καθαρθεὶς καὶ φωτισθεὶς καὶ τῆς τοῦ Θεοῦ χάριτος τρανῶς ἐν μεθέξει γεγονώς, μεταλαγχάνει μὲν καὶ μυστικῶν ὑπερφυῶν ἄλλων θεαμάτων, ὡς μικρὸν ἀνωτέρω παρεγύμνωσεν ὁ λόγος, ἀλλὰ καὶ ἑαυτὸν ὁρῶν, ὡς ἄλλο μὲν ὁρᾷ, ἀλλ’ οὐκ εἰς ἄλλο καὶ οὐ τὴν ἰδίαν ἁπλῶς εἰκόνα καθορᾷ, ἀλλὰ τὴν ἐμμορφωθεῖσαν τῇ ἰδίᾳ εἰκόνι ὑπὸ τῆς χάριτος τοῦ Θεοῦ λαμπρότητα, συμπληροῦσαν τὴν εἰς τὸ ὑπερβάλλειν ἑαυτὸν δύναμιν τοῦ νοῦ καὶ τελειοῦσαν τὴν εἰς τὰ κρείττω καὶ ὑπὲρ ἔννοιαν ἕνωσιν, δι’ ἧς ὁ νοῦς κρεῖττον ἢ κατ’ ἄνθρωπον ἐν Πνεύματι Θεὸν ὁρᾷ.

Κἂν ἀγνοῇς σὺ τοῦτο, θαυμαστὸν οὐδέν, ἐπεὶ μηδ’ ἐκεῖνοι ἂν ἦσαν θαυμαστοί, σοῦ τὰ κατ’ αὐτοὺς γινώσκοντος, τοῦ μηδὲν ὑπὲρ τὴν γνῶσιν τιθεμένου. Διὸ καὶ σὺ μὲν τότε λέγεις θεόπτην γίνεσθαι τὸν νοῦν, ὅταν μὴ μόνον τῶν παθῶν, ἀλλὰ καὶ τῆς ἀγνοίας καθαρθῇ· ἐκεῖνοι δὲ τῆς μὲν κατὰ σὲ «καθάρσεως ἀγνοίας» οὐδένα ποιοῦνται λόγον, τῶν δὲ πονηρῶν παθῶν ἑαυτοὺς καθάραντες καὶ διὰ τῆς ἐπιμόνου καὶ ἀΰλου προσευχῆς πᾶσαν γνῶσιν ὑπεραναβάντες, τυγχάνουσι τῆς θεοπτίας, ἅτε μὴ ἐξηπατημένοι τοῖς τοιούτοις λόγοις, μηδ’ ἀφειμένοι τοῦ προσέχειν ἑαυτοῖς, μηδὲ περιιόντες καὶ σπουδάζοντες συλλέγειν τὸ φρονεῖν καὶ μανθάνειν «εἴ τίς τι ἐπαγγέλλεται εἰδέναι», κἂν Σκύθης, κἂν Πέρσης, κἂν Αἰγύπτιος ᾖ, διὰ τὴν «τῆς ἀγνοίας» ταύτην «κάθαρσιν», ἀλλ’ ἀκριβῶς εἰδότες μηδαμῶς πρὸς θεοπτίαν ἐμποδίζουσαν τὴν τοιαύτην ἄγνοιαν· εἰ γάρ, καὶ ὡς σύ γε λέγεις αὐτός, ἡ τῶν ἐντολῶν τήρησις μόνην τὴν τῶν παθῶν παρέχει κάθαρσιν, ἐν δὲ τῇ τῶν ἐντολῶν τηρήσει μόνῃ, κατὰ τὴν τοῦ Θεοῦ ἐπαγγελίαν, ἡ τούτου καὶ παρουσία καὶ μονὴ καὶ ἐμφάνεια τελεῖται, ἆρ’ οὐ πλάνη σαφὴς ἡ προσθήκη τῆς κατὰ σὲ καθάρσεως ταύτης, ἣν «ἀγνοίας» λέγεις «κάθαρσιν»; Ἀλλὰ τὴν μὲν τῆς ἀγνοίας ταύτης κάθαρσιν κἀν τοῖς προτέροις λόγοις διὰ πολλῶν τῆς ἀληθοῦς γνώσεως καθαίρεσιν ἐδείξαμεν οὖσαν.

Νῦν δ’ ἐπανελθεῖν δέον εἰς τὰ ἐφεξῆς αὐτῷ κατὰ τῶν ἡσυχαζόντων εἰρημένα. Εἰ γὰρ καὶ συκοφαντεῖν αὐτοὺς ἐξηλέγξαμεν αὐτὸν καὶ δῆλος γέγονε καθ’ ἑαυτοῦ ἀγωνιζόμενος καὶ τὰ τῆς οἰκείας διανοίας ἀνατρέπων ἀναπλάσματα καὶ προσπαλαίων ἢ καταπαλαίων ἑαυτὸν αὐτός, ἀλλ’ ἐπεὶ κατὰ τῶν ἡμετέρων οἴεται γράφειν, ἴδωμεν τίνα ταῦτά ἐστι. Πρῶτον μὲν οὖν τὴν αἰτίαν φησὶν ἀφ’ ἧς ὥρμηνται οἱ κατηγορούμενοι φῶς αἰσθητὸν οἴεσθαι τὴν οὐσίαν τοῦ Θεοῦ ἢ τὴν ἀπ’ αὐτῆς ἀπόρροιαν· φησὶ τοίνυν «τοιαῦθ’ ὑπολαβεῖν ἐκείνους κατιδόντας ὡς αἱ πλεῖσται τῶν ἐν τοῖς λογίοις μυστικῶς γενομένων τοῖς ἁγίοις ὁράσεών τε καὶ ἀποκαλύψεων ἐν φωτί τε καὶ διὰ φωτὸς ἐγίγνοντό τε καὶ ἐφαίνοντο»· σημεῖον δὲ τοῦ τοιαύτην ἐκ τῶν τοιούτων τὴν οὐσίαν τοῦ Θεοῦ ὑπολαβεῖν τὸ «θεωρητικὴν ἀρετὴν καὶ θεωρητικὸν ἄνδρα τοῦτον τίθεσθαι αὐτούς, ὃς τοιούτοις ἀεὶ φωσὶν ἐντυγχάνει τε καὶ ὁμιλεῖ». Καὶ πῶς, ὦ βέλτιστε, ὁ τὸν θεωρητικὸν τοιοῦτον τιθέμενος φῶς τοιοῦτον οἴεται τὴν οὐσίαν τοῦ Θεοῦ; Οὐ γὰρ θεωρητικὸν τῶν παρ’ ἡμῖν ἀνδρῶν ὡρίσατό ποτέ τις, ὃς ἂν ὁρῴη τὴν οὐσίαν τοῦ Θεοῦ. Εἰ τοίνυν ὁ θεωρητικὸς οὐχ ὁρᾷ τὴν οὐσίαν τοῦ Θεοῦ, θεωρητικὸν δ’ ἐκεῖνοι κατὰ σὲ λέγουσι τὸν φῶς οἱονδήποτε βούλει βλέποντα, δῆλοι γεγόνασι δοξάζοντες ὡς οὐκ ἔστιν ἡ οὐσία τοῦ Θεοῦ φῶς τοιοῦτον, οἷον ἰσχυρίζονται τὸν θεωρητικὸν ὅν φασιν ὁρᾶν.

Οὕτως εὐεξέλεγκτον ἡ κακία, πολυτρόπως ἑαυτὴν περιτρέπουσα καὶ μηδ’ ἑαυτῆς ὥσπερ φειδομένη, ἀλλὰ καθ’ ἑαυτῆς ἀεὶ χωροῦσα τῷ παντάπασιν ὑπάρχειν ἑαυτῇ ἀνακόλουθος. Οὕτω καὶ Σωσάνναν ἀθῷον ἄκοντες οἱ ἐν κακίᾳ γηραλέοι ἔδειξαν πρεσβύτεροι, καίτοι τρεῖς ὄντες οὗτοι, καὶ παρὰ τῆς ὑπὸ Θεοῦ ἐγηγερμένης σοφίας τοῦ τότε παιδαρίου Δανιὴλ χωρὶς ἐτασθέντες ἕκαστος, οὐ θαυμαστὸν εἰ μὴ συνεφώνησαν ἀλλήλοις. Οὗτος δέ, ὁ μηδ’ ἑαυτῷ ἑνὶ ὄντι ἕπεσθαι δυνάμενος καὶ ταῦτ’ ἐν σκέψει καὶ διὰ γραμμάτων τὰς συκοφαντίας προτιθείς, ὅσον ἐκείνους παρελήλυθεν.

Οὐ μὴν ἀλλ’ εἰ καὶ τὸ σημεῖον ὃ προϋβάλλετο κατὰ τῶν ἡσυχαζόντων τὴν ἀρχὴν εὐθύς, ὡς τῶν πώποτε ἀνθρώπων κακοδοξοτάτους ἐλέγξων, τεκμήριον τῆς αὐτῶν ὀρθοδοξίας ἀναπέφηνεν, ἀλλ’ ἑαυτῷ χαρισάμενός ἐστι, χώραν δοὺς ὑπὸ τοῦ λόγου διαπνεῦσαι τὸ οἰδοῦν ὑπ’ ἀνίας τῆς ψυχῆς. Τοῦτο γὰρ ἦν, ὡς ἔοικεν, ὃ τὴν σφοδρὰν λύπην ἐνεποίησεν αὐτῷ καὶ τὴν κατὰ τῶν ἀνδρῶν τούτων ὑπεκίνησε μανίαν ὅτι μὴ θεωρητικὸν καλεῖν αὐτὸν ἠξίουν, μηδ’ ἄλλον δή τινα τῶν τὴν μὲν ἑλληνικὴν παιδείαν διὰ βίου ἐκμελετώντων, προσευχῇ δὲ καὶ ψαλμῳδίᾳ καὶ τῇ τῶν παθῶν ἀποχῇ καὶ τῇ τῶν ἀρετῶν ἐργασίᾳ σχολασάντων μηδὲ πρὸς βραχύ. Μανεὶς τοίνυν οὕτω καὶ διὰ ταῦτα, κρύπτει μὲν ἐν μυχοῖς καρδίας τὸ πάθος, ὑπέρχεται δὲ τοὺς ἁπλουστέρους σαίνων, ὥσπερ ποτὲ τὸν ὄφιν φασὶ τὴν Εὖαν, καὶ μανθάνει μὲν πρῶτον παρ’ ἐνίων ἔστιν ἃς τῶν πατρικῶν παραδόσεων, διαστρέφει δ’ ἔπειτα κακουργήσας· ὡς δ’ οὐκ εἶχε καὶ αὐτοὺς πειθομένους, ἀλλὰ τὸν δι’ ἡμᾶς νέον Ἀδὰμ μᾶλλον ἢ τὸν παλαιὸν μιμουμένους, κατ’ ἐκείνων πρώτων χωρεῖ καὶ δι’ αὐτῶν κατὰ πάντων τῶν τὴν ἡσυχίαν ἀσπαζομένων, οὐδὲ τοὺς πρὸ ἡμῶν ἀφιεὶς αἰτίας, οὐδὲ τοὺς ὑπὸ τῆς Ἐκκλησίας ὡς ἁγίους πρεσβευομένους, ἀλλὰ καὶ κατ’ αὐτῶν μᾶλλον, ὅτι καὶ γραφαῖς ἔδωκαν τὰ μὴ τοῖς κατ’ αὐτὸν μαρτυροῦντα τὸ πάντων ἄριστον.

Ἵνα δὲ καὶ πίστιν ἱκανὴν αἱ κατὰ τῶν ἀνδρῶν ἐκείνων ἔχωσι διαβολαί, οἷς πρώτοις ὡμίλησεν ὡς μαθητιῶν καὶ δι’ ὧν τοῖς ἄλλοις ἐπέθετο, γεγραμμένα ὑπεδείκνυ, πρὶν ἢ χερσὶν οἰκείαις ὡς οὐκ ἀληθῆ κατακερματίσαι τὰ ὑπ’ ἐκείνων αὐτῷ δεδιδαγμένα, ὡς τότε ἔλεγεν.

Ἔδειξεν οὖν τότε ταῦτα καὶ ἡμῖν. Ἦν οὖν ἐν αὐτοῖς ἑρμηνεία τῶν προφητικῶν ἀποκαλύψεων ἢ μνήμη οὐδεμία, περί τε οὐσίας Θεοῦ ῥῆμα οὐδὲ ἕν, ἀλλ’ ὅτι οὐχ ὁ πολυμαθής ἐστιν ὁ τῷ Θεῷ ᾠκειωμένος, ἀλλ’ ὁ δι’ ἀρετῆς κεκαθαρμένος τῶν παθῶν καὶ διὰ προσευχῆς ἐκτενοῦς καὶ καθαρᾶς τῷ Θεῷ κολλώμενος καὶ διὰ τούτων τυγχάνων τῆς πληροφορίας καὶ γευόμενος τῶν μελλόντων ἀγαθῶν, ἣν ὡς ἀρραβῶνα μυστικὸν θειοτέροις ὀνόμασι κατὰ τὸ ἐγχωροῦν ἐτίμων. Οὐκ ἤρκεσεν οὖν αὐτῷ ἡ ἐν ἐκείνοις κακουργία· καὶ γὰρ ἀντὶ τῶν μαθημάτων τὴν θείαν Γραφὴν αὐτὸς ἔλεγεν εἰπεῖν αὐτοὺς ἀνόνητον παντάπασι καὶ τὴν γνῶσιν τῶν ὄντων πονηρὰν καὶ τὰ πάθη δαίμονας συνουσιωμένους τῇ ψυχῇ καὶ ἕτεράττα τοιαῦτα οὐκ ὀλίγα. Ἀλλ’ οὐκ ἀπέχρησε ταῦτα τῷ καινῷ τούτῳ κατηγόρῳ· προσέθηκε δὲ φεῦ καὶ τὰ περὶ τῆς οὐσίας τοῦ Θεοῦ. Ἐπεὶ δὲ καὶ τοῦτο πλάσασθαι κατὰ τῶν ἀνδρῶν ἐκείνων ἔγνω, διασκεψάμενος πόθεν ἂν σχοίη τὸ εὐπαράδεκτον τὸ μέγα τοῦτο καὶ δεινὸν πλάσμα τῆς συκοφαντίας, τὰς διὰ φωτὸς προφητικὰς προήνεγκεν ἀποκαλύψεις καὶ τὰς ἐκ τούτων δῆθεν ἀντιθέσεις ἃς οὐδείς ποτ’ εἶπεν ἄλλος, ὅτι μὴ ὁ ταύταις ἀντικείμενος οὗτος.

Εἴτ’ οὖν κρατεῖ κατὰ ταύτας, ἑαυτῷ μαχόμενος, εἴτ’ οὔ, λόγος ἡμῖν οὐδείς· ἀφῶμεν αὐτὸν ὑφ’ ἑαυτοῦ πληττόμενόν τε καὶ κοπτόμενον. Ἀλλὰ μετὰ τὸν ἐκ συκοφαντιῶν ἀγῶνα τοῦτον, πρὸς ἕτερον ἀποδύεται, δεῖξαι σπεύδων ὡς φῶς νῷ θεωρητὸν ἡ γνῶσις μόνη τῶν κτισμάτων ἐστίν, ἵνα, τούτου δειχθέντος, ἐσκοτισμένος καὶ ἄναγνος ἀποδειχθῇ πᾶς ὁ μὴ τὴν Ἀριστοτέλους φυσιολογίαν καὶ τὴν Πλάτωνος θεολογίαν καὶ τὴν Πτολεμαίου ἀστρολογίαν ἐκμελετήσας. Διὰ τοῦτο καὶ τοὺς μὴ τὸν διὰ νοημάτων μόνον φωτισμὸν πρεσβεύοντας ὑβριστικῶς ἐπεξέρχεται καὶ φαύλαις ἐπωνυμίαις διασύρει, φάσκων ἐπὶ λέξεως οὕτως· «Ἀλλ’ οἱ περὶ τὰς εἰσπνοὰς δύο λέγουσιν εἶναι τὰ δεικνύμενα ὑπὸ τοῦ Θεοῦ τοῖς ὁσίοις φῶτα νοητῶς· ἓν τὸ τῆς γνώσεως καὶ ἕτερον ἐνυπόστατον, ὃ διαφερόντως τοῖς πόρρω ἐλθοῦσι τῶν εἰσπνοῶν φαίνεσθαι».

Ἴδωμεν οὖν τίνες οὓς δι’ ἐπωνυμιῶν τοιούτων ἐκφαυλίζει ὡς ἑτερόφρονας· τούτων γὰρ δειχθέντων, συναποδειχθήσεται ὡς καὶ τῆς γνώσεως ἔστι τι μακρῷ κρεῖττον καὶ θεοειδέστερον φῶς, μόνοις τοῖς διὰ τοῦ Πνεύματος ὁρῶσιν ἀποκαλυπτόμενον, οὐ τοῖς ἔτι περιοῦσι μόνον, ἀλλὰ καὶ τοῖς ἐξ αἰῶνος ἅπασιν ἁγίοις. Ὅτι δ’ οὗτος καὶ τῶν ἐφ’ ἡμῶν οὐ τὸν δεῖνα ἢ τὸν δεῖνα, πάντας δ’ ἁπλῶς αἰτιᾶται τοὺς τὸν ἱερὸν καὶ ἡσύχιον ἀσπαζομένους βίον, δείκνυσι τρανῶς τὸ παράδοσιν ἔγγραφον ἀπὸ τῶν πατέρων εἰς ἡμᾶς κατιοῦσαν, ἐπαινουμένην τε παρὰ τῶν ἐπ’ ἀρετῇ προηκόντων καὶ τῶν πρῴην ἐξ ἡμῶν γεγονότων ὡς ἴσμεν θείων ἀνδρῶν καὶ τὸ λυσιτελὲς ἐπὶ τῶν εἰσαγομένων διὰ πείρας ἐπιδεικνυμένην, διαστρέψαντά τε καὶ διαβαλόντα πρότερον σοφιστικῶς αὐτόν, εἶτ’ ἀπ’ αὐτῆς ὀνομάζειν ἅπαντας καὶ τὸν λόγον ἐπὶ διαβολῇ κοινῇ προάγειν.

Ἐπεὶ δὲ καὶ τῶν ἐκ παλαιοῦ προσκυνητῶν ἡμῖν ἁγίων πλείστοις ἐξεγένετο διὰ πείρας μαθεῖν τε καὶ διδάξαι περὶ τοῦ φωτὸς τῆς χάριτος, ἡμεῖς, ὥσπερ ταῖς εὐαγγελικαῖς συνηγοροῦντες ἐντολαῖς, ἐκείνας παρηγάγομεν πρὸς μαρτυρίαν τὰς ῥήσεις αἳ καὶ τὴν ὁμολογίαν συνυπεφώνουν τῶν μὴ παραγομένων, ὡς καὶ «τὰ λόγια οὕτω διδάσκει» προσημαίνουσαι· τὸν αὐτὸν κἀνταῦθα τρόπον, ἐκεῖνα τῶν πατρικῶν προθήσομεν ῥημάτων ἃ καὶ κατὰ τὴν ὑφήγησιν τῶν ἄλλων πάντων γεγράφθαι ὁ ταῦτα ἐξαγγέλλων ἰσχυρίζεται. Φησὶ τοίνυν Ἰσαάκ, ὁ πιστὸς τῶν τοιούτων καὶ ἀσφαλὴς ἐξηγητής, ὅτι «δύο ὀφθαλμοὺς κεκτήμεθα ψυχικούς, καθὼς λέγουσιν οἱ πατέρες». Ἤκουσας ὅτι οἱ πατέρες πάντες τοῦτο λέγουσι; Λέγουσι γοῦν ὅτι «δύο ψυχικοὺς ἔχομεν ὀφθαλμοὺς καὶ οὐχ ἡ αὐτὴ χρεία τῆς δι’ ἑκατέρου θεωρίας· ἐν ἑνὶ μὲν γὰρ ὀφθαλμῷ τὰ κεκρυμμένα ἐν ταῖς φύσεσιν ὁρῶμεν, ἤγουν τὴν δύναμιν τοῦ Θεοῦ καὶ τὴν σοφίαν αὐτοῦ καὶ τὴν περὶ ἡμᾶς πρόνοιαν αὐτοῦ τὴν καταλαμβανομένην ἐκ τῆς μεγαλειότητος τῆς κυβερνήσεως αὐτοῦ εἰς ἡμᾶς· καὶ ἐν τῷ ἑτέρῳ ὀφθαλμῷ θεωροῦμεν τὴν δόξαν τῆς φύσεως αὐτοῦ τῆς ἁγίας, ὅτε εἰς τὰ μυστήρια τὰ πνευματικὰ εὐδοκήσει ὁ Θεὸς εἰσάξαι ἡμᾶς».

ᾟ μὲν οὖν ὀφθαλμοί, φῶς τὸ ὑπ’ αὐτῶν ὁρώμενον, ᾗ δὲ οὐχ ἡ αὐτὴ χρεία τῆς δι’ ἑκατέρου θεωρίας, διπλόη τις φαίνεται ἐν τῇ τοῦ φωτὸς τούτου θεωρίᾳ· ἑκατέρῳ γὰρ τῶν ὀφθαλμῶν ἄλλο φῶς ὁρᾶται, ὃ θατέρῳ οὐχ ὁρᾶται. Τούτων δ’ ὅ τί ποτέ ἐστιν ἑκάτερον ἐξηγήσατο ἡμῖν ὁ θεῖος οὗτος Ἰσαάκ, τὸ μὲν κατάληψιν εἰπὼν τῆς τοῦ Θεοῦ δυνάμεως καὶ σοφίας καὶ προνοίας καὶ ἁπλῶς τὴν ἀπὸ τῶν κτισμάτων προσγινομένην γνῶσιν τοῦ κτίσαντος αὐτά, τὸ δὲ θεωρίαν οὐ τῆς θείας φύσεως, μὴ πάλιν σχοῖεν ἀφορμὴν οἱ συκοφάνται, ἀλλὰ «τῆς δόξης τῆς φύσεως αὐτοῦ», ἣν καὶ ἔδωκεν ὁ Κύριος τοῖς μαθηταῖς καὶ δι’ αὐτῶν πᾶσι τοῖς πιστεύσασιν αὐτῷ καὶ δι’ ἔργων τὴν πίστιν ἐπιδειξαμένοις, ἣν καὶ ἠθέλησεν ὁρᾶν αὐτούς· «Θέλω» γάρ φησι πρὸς τὸν Πατέρα «ἵνα θεωρῶσιν οὗτοι τὴν δόξαν τὴν ἐμὴν ἣν δέδωκάς μοι, ὅτι ἠγάπησάς με πρὸ καταβολῆς κόσμου»· καὶ πάλιν· «Δόξασόν με σύ, Πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί». Ὥστε καὶ τῇ ἀνθρωπίνῃ φύσει τὴν δόξαν ἔδωκε τῆς θεότητος, τὴν φύσιν δέ, οὔ· ἄλλο ἄρα φύσις Θεοῦ καὶ ἡ δόξα ταύτης ἕτερον, εἰ καὶ ἀχώριστά ἐστιν ἀλλήλων· ἀλλ’ εἰ καὶ τῆς θείας φύσεως ἕτερόν ἐστι, τοῖς ὑπὸ χρόνον οὖσιν οὐκ ἂν εἴη ἐναρίθμιος, «οὐκ οὖσα» καθ’ ὑπεροχήν, αὐτῇ δὲ τῇ θείᾳ φύσει τὸν ἄφραστον ἐνοῦσα τρόπον.

Οὐ μέντοι μόνῳ τῷ καθ’ ὑπόστασιν ἡνωμένῳ ἑαυτῷ φυράματι ταύτην ἔδωκε τὴν ὑπὲρ τὰ ὄντα πάντα δόξαν, ἀλλὰ καὶ τοῖς μαθηταῖς· «Ἐγώ» γάρ φησι «τὴν δόξαν ἣν ἔδωκάς μοι, Πάτερ, δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ἕν ἐσμεν· ἐγὼ ἐν αὐτοῖς καὶ σὺ ἐν ἐμοί, ἵνα ὦσι τετελειωμένοι εἰς ἕν».

Ἀλλὰ καὶ ὁρᾶν αὐτὴν αὐτοὺς ἠθέλησεν. Αὕτη ἄρα ἐστὶν ἡ δόξα, δι’ ἧς κτώμεθα ἐν ἑαυτοῖς καὶ ὁρῶμεν κυρίως τὸν Θεόν. Πῶς οὖν τὴν δόξαν ταύτην τῆς θείας φύσεως κτώμεθά τε καὶ ὁρῶμεν; Ἆρα τοὺς λόγους τῶν ὄντων ἐξετάζοντες καὶ δι’ αὐτῶν θηρώμενοι τὴν γνῶσιν τῆς τοῦ Θεοῦ δυνάμεως καὶ σοφίας καὶ προνοίας; Ἀλλ’ ἕτερος ὀφθαλμός ἐστι ψυχῆς ὁ ταῦθ’ ὁρῶν, ᾧ τὸ θεῖον φῶς, «ἡ δόξα τῆς φύσεως αὐτοῦ», κατὰ τὸ ὑπὸ τοῦ ἁγίου Ἰσαὰκ καὶ τῶν ἄλλων πάντων πατέρων ἀνωτέρω εἰρημένον, οὐχ ὁρᾶται· ἕτερον ἄρα τουτί ἐστι τὸ φῶς παρὰ τὸ φῶς ὃ τῆς γνώσεως ἐπώνυμόν ἐστιν. Οὐκοῦν οὐ πᾶς ὁ τὴν τῶν ὄντων γνῶσιν ἔχων ἢ δι’ αὐτῆς ὁρῶν ἔνοικον ἔχει τὸν Θεόν, ἀλλ’ αὐτὴν τὴν γνῶσιν τῶν κτισμάτων, ἐξ αὐτῆς ὡς ἐξ εἰκότος στοχαζόμενος Θεόν.

Ὁ δὲ τὸ φῶς ἐκεῖνο ἔχων ἀπορρήτως καὶ ὁρῶν οὐκέτ’ ἐκ τοῦ εἰκότος, ἀλλ’ ἀληθεῖ καὶ τῶν κτισμάτων πάντων ὑπερανιδρυμένῃ θέᾳ, γινώσκει τε καὶ ἐν ἑαυτῷ ἔχει τὸν Θεόν· οὐ γὰρ χωρίζεταί ποτε τῆς ἀϊδίου δόξης. Ἀλλὰ μὴ διὰ τὸ ὑπερβάλλον τῆς εὐεργεσίας ἀπειθήσαντες ἀφηνιάσωμεν, πιστεύσαντες δὲ τῷ μεταλαβόντι τῆς φύσεως ἡμῶν καὶ μεταδόντι τῆς δόξης τῆς φύσεως αὐτοῦ ζητήσωμεν πῶς κτᾶταί τις τοῦτο καὶ ὁρᾷ. Πῶς οὖν; Τῇ τῶν θείων ἐντολῶν τηρήσει· τῷ γὰρ τηροῦντι ταύτας τὴν ἑαυτοῦ ἐμφάνειαν ἐπηγγείλατο ὁ Κύριος, ἣν ἐφεξῆς προϊὼν καὶ «μονὴν ἑαυτοῦ καὶ τοῦ Πατρὸς» ὠνόμασεν εἰπών· «Ἐάν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρήσει καὶ ὁ Πατήρ μου ἀγαπήσει αὐτὸν καὶ ἐλευσόμεθα πρὸς αὐτὸν καὶ μονὴν παρ’ αὐτῷ ποιήσομεν», καὶ «ἐμφανίσω αὐτῷ ἐμαυτόν». Ὅτι μὲν οὖν «λόγον αὐτοῦ» τὰς ἐντολὰς αὐτοῦ λέγει δῆλον, ἐπεὶ καὶ ἀνωτέρω ἀντὶ τοῦ νῦν εἰρημένου «λόγου» τέθεικεν αὐτάς· «Ὁ ἔχων» γάρ φησι «τὰς ἐντολάς μου καὶ τηρῶν αὐτάς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με».

Ὥστε καὶ ἀπὸ τούτου δείκνυται, καὶ μάλιστα κατὰ τοὺς τοῦ φιλοσόφου λόγους καὶ τὰ κατ’ ἐκεῖνον δόγματα, μηδαμῶς οὖσα γνῶσις ἡ θεωρία αὕτη τοῦ Θεοῦ, κἂν ἐκεῖνος πάντα μᾶλλον ἢ τοῦτο βούληται. Δεῖ δὲ καὶ ἡμᾶς εἰδέναι ταύτην οὐκ εἶναι γνῶσιν λέγοντας τὴν θεωρίαν καθ’ ὑπεροχήν, ὡς καὶ τὸν Θεὸν μὴ ὄντα· καὶ γὰρ ὑπὲρ τὰ ὄντα πεπιστεύκαμεν αὐτόν. Ἀλλὰ πῶς καὶ μὴ βουλομένου τοῦ φιλοσόφου ἀπὸ τῶν ἐκείνου λόγων δείκνυται τὸ θεῖον τοῦτο φῶς ἕτερον παρὰ τὴν γνῶσιν; «Τὴν τῶν ἐντολῶν τήρησιν» ἐκεῖνος «οὔ» φησι «δύνασθαι τὸ σκότος τῆς ἀγνοίας ἀπελαύνειν τῆς ψυχῆς, ἀλλὰ τὴν μάθησιν καὶ τὴν κατ’ αὐτὴν ἐπίμονον μελέτην»· τὸ δὲ μὴ ἀπελαῦνον τὴν ἄγνοιαν γνῶσιν οὔποτ’ ἂν δύναιτο παρέχειν. Τὸ τοίνυν κατ’ ἐκεῖνον μὴ παρέχον γνῶσιν, τὴν θεωρίαν ταύτην χορηγεῖ, κατὰ τοὺς τοῦ Κυρίου λόγους· οὐκ ἄρα γνῶσίς ἐστιν ἡ θεωρία αὕτη, μὴ ὅτι δὲ γνῶσιν ἡγεῖσθαί τε καὶ λέγειν ταύτην οὐ χρεών, ἀλλ’ οὐδὲ γνωστήν, εἰ μὴ ἄρα καταχρηστικῶς καὶ ὁμωνύμως, ἢ κυρίως μᾶλλον, ἀλλ’ ὑπεξῃρημένως, μὴ ὅτι οὖν γνῶσιν ταύτην οὐχ ἡγεῖσθαι χρή, ἀλλὰ καὶ πάσης γνώσεως καὶ τῆς κατὰ γνῶσιν θεωρίας διαφερόντως ὑπερτέραν, εἴπερ τῆς τοῦ Θεοῦ μονῆς ἐν ἡμῖν καὶ ἐμφανείας ὑψηλότερον οὐδέν, οὐδ’ ἴσον, οὐδ’ ἐγγύς.

Ἡμεῖς δὲ καὶ γνώσεως καὶ ἀληθοῦς γνώσεως ἴσμεν παρεκτικὴν οὖσαν τὴν τῶν ἐντολῶν τοῦ Θεοῦ ἐκπλήρωσιν· διὰ γὰρ ταύτης μόνης ὑγίεια τῇ ψυχῇ προσγίνεται.

Τίς δ’ ἂν εἴη ψυχῆς λογικῆς ὑγίεια, τὸ γνωστικὸν νοσούσης; Παρεκτικὰς μὲν οὖν ἐπιστάμεθα τὰς τοῦ Θεοῦ ἐντολὰς καὶ γνώσεως, ἀλλ’ οὐχὶ γνώσεως μόνης, ἀλλὰ καὶ θεώσεως· ταύτης δὲ τυγχάνομεν τελείως κτησάμενοι καὶ ἰδόντες ἐν ἑαυτοῖς τὴν δόξαν τοῦ Θεοῦ ἐν Πνεύματι, ὁπηνίκα εὐδοκήσει ὁ Θεὸς εἰς τὰ πνευματικὰ μυστήρια προαγαγεῖν ἡμᾶς, κατὰ τὸν προειρημένον τοῦτον ἅγιον.

Ἐπεὶ δὲ τοὺς πατέρας οὗτος προὐβάλετο τοῦτο λέγοντας, καὶ ἡμεῖς, τοὺς μετ’ αὐτὸν ἅπαντας ἀφέντες, ἐνίους ἴδωμεν τῶν πρὸ αὐτοῦ τίνα λέγουσι δόξαν Θεοῦ τοῖς μύσταις μόνοις μυστικῶς καὶ ἀπορρήτως ὁρωμένην, καὶ πρὸ τῶν ἄλλων τοὺς αὐτόπτας καὶ ἀποστόλους τοῦ μόνου Θεοῦ Πατρὸς ἡμῶν Ἰησοῦ Χριστοῦ, «δι’ οὗ πᾶσα πατριὰ» ἐν τῷ τῆς ἱερᾶς Ἐκκλησίας «ὀνομάζεται» πληρώματι, καὶ πρὸ τῶν ἀποστόλων αὖθις τὸν κορυφαῖον ἐκείνων Πέτρον, ὅς φησιν· «Οὐ σεσοφισμένοις μύθοις ἐξακολουθήσαντες ἐγνωρίσαμεν ὑμῖν τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δύναμιν καὶ παρουσίαν, ἀλλ’ ἐπόπται γενηθέντες τῆς ἐκείνου μεγαλειότητος».

Τίνα τοίνυν δόξαν οὗτος ἐπώπτευσε τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, ἕτερος ἀπόστολος παρίτω δείξων· «Διαγρηγορήσαντες» γάρ φησιν «ὁ Πέτρος καὶ οἱ σὺν αὐτῷ, εἶδον τὴν δόξαν τοῦ Χριστοῦ». Ποίαν δόξαν; Ἕτερος αὖθις παρελθέτω τῶν εὐαγγελιστῶν συμμαρτυρήσων· «Ἔλλαμψέ» φησι «τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος καὶ τὰ ἱμάτια αὐτοῦ ἐγένοντο λευκὰ ὡς τὸ φῶς»· καὶ ἔδειξεν αὐτοῖς ὅτι αὐτός ἐστι, κατὰ τὸ ψαλμικόν, «ὁ τὸ φῶς ὡς ἱμάτιον ἀναβαλλόμενος» Θεός. Διὸ καὶ ὁ Πέτρος μετὰ τὸ εἰπεῖν ὅτι ἐπώπτευσε τὴν δόξαν τοῦ Χριστοῦ «ἐν τῷ ὄρει τῷ ἁγίῳ», τὸ φῶς τὸ καὶ τὰς ἀκοάς, εἰ καὶ θαυμαστὸν εἰπεῖν, περιαυγάζον, καὶ νεφέλην γὰρ φωτεινὴν λόγους ἐνηχοῦσαν ἐθεάσαντο ἐκεῖ, μετὰ τὸ ἰδεῖν τοίνυν ταύτην τὴν δόξαν τοῦ Χριστοῦ, καὶ «ἔχομέν» φησι «βεβαιότερον τὸν προφητικὸν λόγον». Ποῖον προφητικὸν λόγον βεβαιότερον ἀπὸ τῆς θέας τοῦ φωτὸς ἔχετε μαθόντες, ὦ θεόπται; Ποῖον ἕτερον ἢ ὅτι ὁ Θεὸς «ὡς ἱμάτιον τὸ φῶς ἀναβάλλεται»; «Τούτῳ δέ» φησι «καλῶς τῷ λόγῳ τῷ προφητικῷ ποιεῖτε προσέχοντες, ὡς λύχνῳ φαίνοντι ἐν αὐχμηρῷ τόπῳ, ἕως οὗ ἡμέρα διαυγάσει». Ποῖα ἡμέρα; Πάντως ἡ διαυγάσασα ἐν Θαβωρίῳ. «Καὶ φωσφόρος ἀνατελεῖ». Ποῖος φωσφόρος;

Πάντως ὁ καταλάμψας αὐτὸν ἐκεῖ σὺν Ἰακώβῳ καὶ Ἰωάννῃ. Ἕως ἂν ἀνατείλῃ ὁ φωσφόρος οὗτος, ποῦ; «Ἐν ταῖς καρδίαις ὑμῶν». Ὁρᾷς ὅτι τὸ φῶς τοῦτο ἐν ταῖς καρδίαις ἀρτίως φαίνει τῶν πιστῶν καὶ τελείων; Ὁρᾷς δ’ ὅσον ὑπερέχει τοῦ φωτὸς τῆς γνώσεως; Οὐχὶ τῆς ἀπὸ τῶν ἑλληνικῶν μαθημάτων, ἐκείνη γὰρ οὐδὲ τῆς φωτὸς ἐπωνυμίας ἀξία, ψευδὴς οὖσα πᾶσα ἢ τῷ ψεύδει συμμιγής, καὶ σκότει μᾶλλον ἢ φωτὶ παραπλησία, οὐ ταύτης οὖν, ἀλλὰ καὶ τῆς ἀπὸ τῶν θείων Γραφῶν γνώσεως τοσοῦτο διενήνοχε τὸ φῶς τῆς θεωρίας ταύτης, ὡς τὸ μὲν κατ’ ἐκείνην φῶς «λύχνῳ» παρεικάζεσθαι «φαίνοντι ἐν τόπῳ αὐχμηρῷ», τὸ δὲ κατὰ τὴν μυστικὴν ταύτην θεωρίαν φῶς, ἐν ἡμέρᾳ λάμποντι φωσφόρῳ, ὅς ἐστιν ὁ ἥλιος. «Ἀλλὰ πῶς» φησι «παραβλητὸν ἡλίῳ αἰσθητῷ, εἰ θεϊκόν ἐστι τουτὶ τὸ φῶς;» Σὺ ὁ θεωρητικώτατος ἁπάντων τοῦτο ἀγνοεῖς καὶ οὐκ ἔχεις παραδειγματικῶς ἐκλαμβάνειν, ἀλλ’ οὐ συγκριτικῶς, τὸ τὸν Θεὸν λάμπειν ὡς τὸν ἥλιον ἢ ὑπὲρ τὸν ἥλιον; Καίτοι καὶ φανέντος καὶ δευτέρου τὸ ἴσον ἔχοντος φωστῆρος ἐν ἡμέρᾳ, διπλάσιον ταύτης γενήσεται τὸ φῶς καὶ τοῖν ἡλίοιν ἑκάτερος ἐν τοσούτῳ φαινόμενος φωτὶ ἀλαμπέστερος φανεῖται. Ὁ τοίνυν ὡς ἥλιος τότε λάμπων τὸν ἥλιον ὑπερλάμπων, οὐχ ὡς ὁ ἥλιος λάμπει, ἀλλ’ ὑπὲρ τὸν ἥλιον· οὕτω, καὶ ὁμοιωματικῶς λεγόμενος, οὐδεμίαν ἔχει τὴν ἰσότητα, καὶ παραδειγματικῶς συγκρινόμενος, οὐδεμίαν ἔχει ὁμοιότητα ὁμότιμον.

Ἀλλ’ ὅτι μὲν οὐκ αἰσθητὸν κυρίως, οὐδὲ νοητόν, τὸ φανὲν φῶς ἐν Θαβωρίῳ τοῖς τῶν μαθητῶν τοῦ Κυρίου ἀπολέκτοις, ἐν τῷ Περὶ φωτισμοῦ θείου καὶ ἱερᾶς εὐδαιμονίας λόγῳ κατ’ ἐμὴν δύναμιν ἱκανῶς προαποδέδεικται.

Φασὶ δ’ οἱ κατὰ τοῦ τοιούτου φωτισμοῦ καὶ φωτὸς ἀγωνισάμενοι καὶ συμβολικὰ εἶναι φάσματα πάντα τὰ παρὰ Θεοῦ δειχθέντα τοῖς ἁγίοις φῶτα, καὶ ἀΰλων δή τινων καὶ νοητῶν αἰνίγματα πραγμάτων, καὶ οἰκονομικῶς καὶ φανταστικῶς δεικνύμενα πρὸς τὰς συμβαινούσας περιστάσεις, καὶ τοῦ Ἀρεοπαγίτου ἁγίου καταψεύδονται Διονυσίου ὡς συμφθεγγομένου τούτοις, καίτοι σαφῶς οὗτος τὸ ἐν τῇ θειοτάτῃ μεταμορφώσει τοὺς μαθητὰς περιαστράψαν φῶς «φανοτάταις μαρμαρυγαῖς» ἐπὶ τοῦ μέλλοντος αἰῶνος περιαυγάζειν φησὶν ἡμᾶς ἀδιαλείπτως καὶ ἀτελευτήτως, «πάντοτε σὺν Κυρίῳ» κατὰ τὴν ἐπαγγελίαν ὄντας. Τῶν οὖν συμβόλων τε καὶ αἰνιγμάτων πάντων, τῶν πρὸς τὰς συμβαινούσας περιστάσεις διαπλαττομένων, γινομένων τε καὶ ἀπογινομένων, καὶ νῦν μὲν ὄντων, νῦν δ’ οὐκ ὄντων, μᾶλλον δὲ φαινομένων μέν ποτε, κυρίως δὲ ὄντων σχεδὸν οὐδέποτε, τὸ ἀεὶ ὂν καὶ κυρίως ὂν καὶ ἀναλλοιώτως ὂν φανότατον τοῦτο καὶ θειότατον φῶς πῶς οὐκ ἀφειμένον ἔσται;

Ἢ τὸν μὲν ἐν αἰσθητοῖς φανότατον ἁπάντων ἥλιον, ἐκ τροπῆς ἠργμένον καὶ πολλαῖς ἐτησίοις ὑποκείμενον τροπαῖς καὶ πολλοῖς σώμασιν ἀντιφραττόμενον, καὶ νῦν μὲν ἐκλείποντα, νῦν δὲ κρυπτόμενον, ἔστι δ’ ὅτε καὶ ἁγίων ἐπιτάγμασιν ὑποταττόμενον, κἀντεῦθεν καὶ κινήσεως ἀνακοπτόμενον, ἀναποδίζοντά τε καὶ ἱστάμενον, τοῦτον μὲν καὶ τὸ ἀπὸ τούτου φῶς ὂν ἐροῦμεν καὶ ἐν ὑποστάσει, τὸ δὲ φῶς ἐκεῖνο παρ’ ᾧ οὐκ ἔστι παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα, τὸ ἀπαύγασμα τῆς ὁμοθέου σαρκός, σαρκὸς τῆς πλουτούσης καὶ διδούσης τὴν δόξαν τῆς θεότητος, τοῦτο τοίνυν τὸ φῶς, τὴν καλλονὴν τοῦ μέλλοντος καὶ μένοντος αἰῶνος, σύμβολον καὶ φάσμα καὶ ἀνυπόστατον ἐροῦμεν; Οὐχ, ἕως ἂν ὦμεν τοῦ φωτὸς ἐκείνου ἐρασταί.

Τοῦτο γὰρ τὸ φῶς καὶ Γρηγόριος ὁ θεολόγος καὶ Ἰωάννης ὁ τὴν γλῶτταν χρυσοῦς καὶ Βασίλειος ὁ μέγας «θεότητα» σαφῶς καλοῦσι. «Φῶς» φησιν «ἡ παραδειχθεῖσα θεότης ἐπὶ τοῦ ὄρους τοῖς μαθηταῖς»· καὶ αὖθις· «Λαμπρότερος ἑαυτοῦ ἐφαίνετο ὁ Κύριος, τῆς θεότητος παραδειξάσης τὰς ἀκτῖνας αὐτῆς»· καὶ πάλιν· «Ἐφαίνετο τοῖς καθαροῖς τὴν καρδίαν, ὡς δι’ ὑελίνων λαμπτήρων, διὰ τοῦ προσκυνητοῦ σώματος ἡ τοιαύτη διαυγάζουσα δύναμις».

Ὥστε οὐ τοῦ σώματος ἦν ἁπλῶς ἡ δόξα αὕτη, ἀλλὰ τῆς θείας φύσεως, ἥτις ἐν μιᾷ τῶν ἐν αὐτῇ ἁγίων ὑποστάσεων τῷ προσκυνητῷ ἐκείνῳ συνημμένη σώματι, πᾶσαν τὴν ἰδίαν ταύτην δόξαν καὶ θεοπρεπῆ λαμπρότητα ἐνέθηκεν αὐτῷ. Διὸ καὶ ὁ μέγας Μακάριος «δόξαν» τοῦτο προσηγόρευσε «τοῦ Πνεύματος». Πῶς οὖν ἡ θεότης, ἡ λαμπρότης καὶ δόξα τῆς ὑπερουσιότητος ἐκείνης, νῦν μὲν ἔσται, νῦν δ’ οὐκ ἔσται, γινομένη τε καὶ ἀπογινομένη, φαινομένη τε καὶ ἀφανιζομένη, οὐκ ἀπὸ τῶν ἀναξίων κρυπτομένη, ἀλλ’ εἰς τὸ μὴ ὂν χωροῦσα, οἷα τὰ φάσματα καὶ τὰ τοιαῦτα σύμβολα καὶ τὰ αἰνίγματα καὶ ὅσα παρὰ τῶν παντόλμων ὀνομάζεται τούτων, οἳ καὶ τοὺς σφῶν ἐλέγχους ὡς αὐτοῖς συμμαρτυροῦντας παρήγαγον, Διονύσιόν τε τὸν θεῖον καὶ Μάξιμον, οὐ συνορῶντες ὡς ἀναλογικῶς τε καὶ ἀναγωγικῶς «θεολογίας σύμβολον» τὸ ἐν τῇ μεταμορφώσει τοῦ Κυρίου φῶς ὁ σοφὸς τὰ θεῖα προσηγόρευσε Μάξιμος;

Συμβόλων γὰρ ὁμωνύμως καὶ τῶν ὑφεστώτων πάντων γινομένων τε καὶ λεγομένων ἐν ταῖς κατ’ ἀναλογίαν καὶ ἀναγωγὴν θεολογίαις, τοιοῦτο «σύμβολον» καὶ αὐτὸς ἐκεῖ τουτὶ προσεῖπε, διὸ καὶ «θεωρίαν» σαφῶς ἐπέγραψε τοὺς ἐκεῖ λόγους, ὡς καὶ Γρηγόριος ὁ τῆς θεολογίας ἐπώνυμος «θεωρίαν» ὠνόμασε τὸ γνωστὸν καλοῦ καὶ πονηροῦ ξύλον, σύμβολον αὐτῆς κατὰ τὴν ἑαυτοῦ θεωρίαν ἀναγωγικῶς ποιησάμενος, ἀλλ’ οὐ διὰ τοῦτο φάσμα καὶ ἀνυπόστατον σύμβολον ἐκεῖνο ἦν. Ἀλλὰ καὶ τὸν Μωυσῆν καὶ τὸν Ἠλίαν, τὸν μὲν κρίσεως, τὸν δὲ προνοίας σύμβολον, ὁ θεῖος ποιεῖται Μάξιμος. Ἆρ’ οὖν οὐ παρῆσαν ἀληθῶς, ἀλλὰ συμβολικῶς κἀκεῖνοι διεπλάσθησαν; Τί δὲ ὁ Πέτρος, οὐκ ἂν γένοιτο τῆς πίστεως σύμβολον τῷ θεωρεῖν κατὰ ἀναγωγὴν βουλομένῳ, καὶ τῆς ἐλπίδος Ἰάκωβος καὶ τῆς ἀγάπης ὁ Ἰωάννης; Καὶ αὐτὸ τὸ ὄρος τῆς κατ’ ἀρετὴν ἅπασαν ἀναβάσεως, ἐφ’ ᾧ Χριστὸς ἀνελθών, τοῖς ἀκολουθῆσαι δυνηθεῖσιν, ἵνα κατὰ τὸν αὐτὸν εἴπω Μάξιμον, ἐν μορφῇ Θεοῦ ἐπιφαίνεται, ἐν ᾗ ὑπῆρχε πρὸ τοῦ τὸν κόσμον εἶναι; Ὁρᾷς οἷον ἦν τὸ ἐκεῖ τοὺς μαθητὰς περιαστράψαν φῶς; Κατὰ τοῦτο γοῦν μεταμορφωθέντα τὸν Κύριον οἱ τῶν ἀποστόλων ἔκκριτοι θεασάμενοι «ἀπὸ τῆς σαρκὸς εἰς τὸ Πνεῦμα μετέβησαν, πρὶν τὴν διὰ σαρκὸς ἀποθέσθαι ζωὴν» καθάπερ αὐτὸς αὖθις λέγει «τῇ ἐναλλαγῇ τῶν κατ’ αἴσθησιν ἐνεργειῶν, ἣν αὐτοῖς τὸ Πνεῦμα ἐνήργησεν».

Ὁρᾷς ὡς ἀθέατον ἦν ἐκεῖνο τὸ φῶς τῇ αἰσθήσει μὴ μετασκευασθείσῃ διὰ τοῦ Πνεύματος; Διὸ καὶ τοῖς πλησιοχώροις οὐκ ἐπεφάνη, καίτοι λάμψαν ὑπὲρ τὸν ἥλιον. Οὕτω μὲν οὖν οὗτος.

Διονύσιος δὲ ὁ μέγας τουτὶ τὸ φῶς ἁπλοῦν φησιν, ἀσχημάτιστον, ὑπερφυές, ὑπερούσιον, τουτέστιν ὑπὲρ τὰ ὄντα πάντα ὄν. Πῶς οὖν αἰσθητὸν τὸ τοιοῦτον ἢ συμβολικὸν τοιοῦτο; Μέλλων γὰρ οὗτος περὶ τοῦ φωτὸς ἱερογραφεῖν, ὡς τοῦ φωτὸς ἀσφαλὴς καὶ θεατὴς καὶ μύστης καὶ τελετής, «νῦν μέν» φησιν «οἱ ἔνθεοι καθηγεμόνες ἡμῶν αἰσθητοῖς τὰ νοητά, καὶ τοῖς οὖσι τὰ ὑπερούσια, καὶ τῇ ποικιλίᾳ τῶν μεριστῶν συμβόλων τὴν ὑπερφυῆ καὶ ἀσχημάτιστον ἁπλότητα παρέδωκαν ἡμῖν· ὅταν δὲ ἄφθαρτοι καὶ ἀθάνατοι γενώμεθα καὶ τῆς χριστοειδοῦς καὶ μακαριωτάτης ἐφικώμεθα λήξεως, πάντοτε σὺν Κυρίῳ, κατὰ τὸ λόγιον, ἐσόμεθα, τῆς μὲν ὁρατῆς αὐτοῦ θεοφανείας ἐν πανάγνοις θεωρίαις ἀποπληρούμενοι, φανοτάταις ἀστραπαῖς ἡμᾶς περιαυγαζούσης, ὡς τοὺς μαθητὰς ἐν ἐκείνῃ τῇ θειοτάτῃ μεταμορφώσει». Ὁρᾷς ὅπως οὐχ ὑπὲρ αἴσθησιν μόνον, ἀλλὰ καὶ ὑπὲρ τὰ ὄντα πάντα τοῦτό ἐστι τὸ φῶς καὶ ὡς ὑπερφυὴς ἡ θεωρία αὕτη;

Νῦν μὲν γὰρ αἰσθήσει καὶ διὰ τῶν ὄντων καὶ τῶν μεριστῶν συμβόλων, τότε δὲ ὑπὲρ ταῦτα γεγονότες, τὸ ἀΐδιον φῶς ἀμέσως, μηδενὸς μεσιτεύοντος παραπετάσματος, ὀψόμεθα, ὡς καὶ ὁ τῶν τοιούτων ἱεροτελεστὴς θειότατος ἐκφαντορικῶς ἐξηγήσατο· «Νῦν μὲν» γάρ φησι «βλέπομεν δι’ ἐσόπτρου καὶ ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον».

Τὸ δὲ «νῦν» εἶπε, τὴν δυνατὴν καὶ ἀνάλογον τῇ καθ’ ἡμᾶς φύσει θεωρίαν δεικνύς· αὐτὸς γὰρ ταύτην ὑπεραναβάς, ὑπὲρ αἴσθησίν τε γεγονὼς καὶ νοῦν, εἶδε τὰ ἀόρατα καὶ ἤκουσε τὰ ἀνήκουστα, τὸν ἀρραβῶνα τῆς παλιγγενεσίας ἐκείνης καὶ τῆς κατ’ αὐτὴν θέας λαβὼν ἐν ἑαυτῷ, διὸ καὶ ἔλεγεν· «Οἶδα», ἀκούσας καὶ ἰδών· ἰδοὺ αἰσθήσεως ἐνέργεια ταυτὶ δοκεῖ· ἀλλ’ ἐκεῖνος αὖθις εἶπεν ὡς «οὐκ οἶδα εἴτε νοῦς ἦν, εἴτε σῶμα τὸ αἰσθόμενον», ὥστε ἡ αἴσθησις αὕτη ὑπὲρ αἴσθησιν καὶ νοῦν ἐστιν· ἡνίκα γὰρ ἑκάτερον τούτων ἐνεργεῖ καὶ ὅτι ἐνεργεῖ αἰσθάνεταί τε καὶ νοεῖ· διὰ τοῦτο προσέθηκεν ὅτι «ὁ Θεὸς οἶδεν», ἐπεὶ ὁ Θεὸς ἦν ὁ τότε ἐνεργῶν. Αὐτὸς δέ, ὑπὲρ ἄνθρωπον τῇ πρὸς Θεὸν ἑνώσει γεγονώς, διὰ τοῦ ἀοράτου ἑώρα τὰ ἀόρατα, μήτε τοῦ ὑπὲρ αἴσθησιν ἐκστάντα καὶ ὁρατὰ τούτῳ γεγονότα.

Καὶ ὁ μέγας τοίνυν Διονύσιος οὐκ αἰσθητὴν ἔδειξε τὴν τοῦ αἰωνίου φωτὸς θέαν, «ὁρατὴν» εἰπὼν αὐτήν, ἐπεὶ τοῖς «χριστοειδέσιν» εἶπεν ὁρατήν. Εὑρήσεις δὲ αὐτὸν καὶ ἀλλαχοῦ σαφῶς ὁρατὸν λέγοντα τὸ ὑπὲρ αἴσθησιν φῶς· «ἡ γὰρ τῶν νοερῶν» φησιν «αὐθαίρετος αὐτεξουσιότης, εἰ τοῦ μετρίως αὐτῇ δοθέντος ὁρατοῦ τοὺς ὅρους ὑπερπηδῆσαι τολμηρῶς ἐπιχειρήσοι, τὸ μὲν φῶς ἐνεργήσει παρὰ τὰ φωτὸς οὐδὲ ἕν, αὐτὴ δὲ καὶ τοῦ μετρίου δι’ ἑαυτὴν ἀποτεύξεται». Εἰ γοῦν τῶν νοερῶν ἡ θεωρία τῶν ὑπὲρ αἴσθησιν οὐκ ἀποδιαστέλλεται, κἂν ὁρατή, πῶς ἡ τῶν τῆς χριστοειδοῦς ἐφικομένων λήξεως ὑπὲρ αἴσθησιν οὐκ ἔσται, διότι ὁρατή; Καὶ μὲν οὐ μόνον ὑπὲρ αἴσθησιν ἡ ὁρατὴ ἐκείνη θεοφάνεια, ἀλλὰ καὶ ὑπὲρ νοῦν, καθάπερ καὶ ὁ ἅγιος Μάξιμος διετράνωσε· «Πασῶν» γάρ φησι «τότε τῶν κατὰ σῶμα καὶ νοῦν φυσικῶν ἐνεργειῶν τὴν ἀπόπαυσιν ἡμῖν χαριεῖσθαι τὸ Πνεῦμα διὰ τῆς θεώσεως, ὥστε τὸν Θεὸν διά τε τῆς ψυχῆς καὶ τοῦ σώματος φαίνεσθαι».

Τοῦ αὐτοῦ ἄρα φωτὸς καὶ ὁ νοῦς καὶ ἡ αἴσθησις ἀντιλήψεται, ἑκάτερον μέντοι ἀναλόγως ἑαυτῷ, ἀλλ’ ὑπὲρ αἴσθησιν καὶ νοῦν. Καὶ ὅ φησιν ὁ μέγας Διονύσιος «ὁρατὴν θεοφάνειαν» ἐκεῖ καὶ «ὑπὲρ νοῦν ἕνωσιν» οὐ πάνυ διενηνόχασιν ἀλλήλων· ἄλλως τε καὶ ἀέρος ἐκεῖ καὶ τόπου κατὰ τοὺς θεηγόρους μὴ δεόμενοι, πῶς αἰσθητοῦ δεησόμεθα φωτός;

Ἀλλ’ ἐν Θεῷ γενόμενος ὁ Παῦλος καὶ τὰ τοῦ Θεοῦ ἀόρατα τεθεαμένος ἐν ἐκστάσει τὴν οὐσίαν ἆρ’ εἶδε τοῦ Θεοῦ; Καὶ τίς ἂν τοῦτο εἴποι; Τὸν αὐτὸν οὖν τρόπον καὶ οἱ δι’ ἡσυχίας κεκαθαρμένοι τῶν ἀοράτων καταξιοῦνται θεαμάτων, ἀνεπάφου μενούσης τῆς οὐσίας τοῦ Θεοῦ, ἀλλὰ καὶ μυοῦνται καὶ διανοοῦνται περὶ τῆς θέας ἐκείνης οἱ κατηξιωμένοι ταύτης καὶ οὕτω τῆς νοητῆς τοῦ Θεοῦ φωτοδοσίας ἐν ἀπαθεῖ καὶ ἀΰλῳ τῷ νῷ μετέχουσιν, ἀλλὰ καὶ ὑπὲρ τὰς θεωρίας ταύτας καὶ τὰς κατ’ αὐτὰς μυήσεις ἴσασι τὸ θεῖον· καὶ οὕτω τὴν ὑπὲρ νοῦν ταύτην κρεῖττον ἢ καθ’ ἡμᾶς ἔχουσιν ἐπιβολήν, οὐκ ἀπὸ τοῦ μὴ ὁρᾶν, ὡς οἱ ἐξ ἀφαιρέσεως θεολογοῦντες, ἀλλ’ αὐτῇ τῇ ὁράσει τὸ ὑπὲρ ὅρασιν εἰδότες, πάσχοντες οἷον τὴν ἀφαίρεσιν, ἀλλ’ οὐ διανοούμενοι. Ὡς οὖν τοῦ καταφατικῶς θεολογεῖν τὸ τὰ θεῖα πάσχειν καὶ ὁρᾶν ἕτερον καὶ ὑπέρτερόν ἐστιν, οὕτω τοῦ κατὰ ἀφαίρεσιν θεολογεῖν τὸ κἀν τῇ πνευματικῇ ὁράσει διὰ τὸ τοῦ ὁρωμένου ὑπερβάλλον πάσχειν τὴν ἀφαίρεσιν ἕτερον καὶ ὑπέρτερόν ἐστιν.

Εἰ γάρ τις ἡλίου σκιὰν ἐν κατόπτρῳ καθορῴη τοῦ κατ’ οὐρανὸν τούτου λαμπροτέραν, ὡς καὶ ὑπὸ τῆς σκιώδους ἀστραπῆς τὴν οἰκείαν ὄψιν ἡττωμένην ἔχειν, πάντως τὸ δι’ ὑπεροχὴν ἀόρατον τοῦ ἀρχετύπου συνεώρακεν ἄν, ἀλλ’ οὐκ ἐξ ἀορασίας, ἀλλ’ ἐκ τῆς ὁράσεως· οὕτω τοίνυν καὶ οἱ τῆς μακαριωτάτης ἐκείνης θέας ἀξιούμενοι, οὐκ ἐξ ἀποφάσεως, ἀλλ’ ἐκ τῆς ἐν Πνεύματι ὁράσεως τῆς θεοποιοῦ ταύτης ἐνεργείας τὸ ὑπὲρ ὅρασιν γινώσκουσι, πόσῳ γε μᾶλλον τοῦ ταύτην ἐνεργοῦντος.

Ὅσοι δ’ ἂν ὑπ’ ἐκείνων διδαχθεῖεν, τῆς μὲν νοητῆς φωτοδοσίας μεταλαγχάνουσι καὶ πρὸς τὴν κατὰ ἀπόφασιν θεολογίαν ἀνιέναι δύνανται· τυχεῖν δὲ τῆς ὁμοίας θέας καὶ δι’ αὐτῆς καὶ μετ’ αὐτῆς συνορᾶν τὸ τοῦ Θεοῦ ἀθέατον, τῶν ἀδυνάτων, εἰ μὴ καὶ τῆς ὑπερφυοῦς καὶ πνευματικῆς καὶ ὑπὲρ νοῦν ἑνώσεως τεύξονται.

Οὕτω γὰρ καὶ ὁ Στέφανος, κατὰ τὸν Νύσσης θεῖον Γρηγόριον, οὐκ ἐν τῇ ἀνθρωπίνῃ φύσει τε καὶ δυνάμει μένων τὸ θεῖον βλέπει, ἀλλὰ πρὸς τὴν τοῦ ἁγίου Πνεύματος χάριν ἀνακραθείς, «ὅτι τῷ ὁμοίῳ καθορᾶσθαι τὰ ὅμοια παρὰ τῆς Γραφῆς μεμαρτύρηται· εἰ γὰρ ἀνθρωπίνῃ φύσει τε καὶ δυνάμει ἡ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ δόξα χωρητὴ κατέστη, ψευδὴς ὁ ἀχώρητον ἀποφηνάμενος εἶναι τὸ θέαμα· ἀλλὰ μὴν οὐδὲ ἐκεῖνον ψεύδεσθαι καὶ τὴν ἱστορίαν ἀληθεύειν ἐπάναγκες».

Καλῶς ἄρα καὶ πρότερον ἐλέγομεν ὅτι ἡ ἐπὶ τῇ μεταμορφώσει τοῦ Χριστοῦ θεωρηθεῖσα δόξα τοῦ Πατρὸς ἦν, ἐπεὶ Πατρός τε καὶ Υἱοῦ δόξα μία· καὶ νῦν γὰρ σαφῶς ἐν Θεῷ γενόμενος ὁ Στέφανος, οὐ τὸν Θεὸν ἐν δόξῃ εἶδε μόνον, ἀλλὰ καὶ αὐτὴν τὴν δόξαν, δόξαν οὖσαν τοῦ Πατρός. «Ἆρ’ οὖν ἀνθρωπίνης φύσεως ἦν τὸ κατόρθωμα; Ἆρά τινος τῶν ἀγγέλων πρὸς τὸ ὕψος ἐκεῖνο τὴν κάτω κειμένην φύσιν ἀναβιβάσαντος; Οὐκ ἔστι ταῦτα· οὐ γὰρ οὕτω γέγραπται ὅτι Στέφανος τῇ δυνάμει πολὺς ἢ τῆς ἀγγελικῆς βοηθείας πλήρης γενόμενος εἶδεν ἃ εἶδεν, ἀλλ’ ὅτι Στέφανος, πλήρης ὢν Πνεύματος ἁγίου, εἶδε τὴν δόξαν τοῦ Θεοῦ καὶ τὸν μονογενῆ τοῦ Θεοῦ· οὐ γὰρ ἔστι, καθάπερ ὁ προφήτης εἶπε, τὸ φῶς ὀφθῆναι μὴ ἐν φωτὶ καθορώμενον». Εἰ δὲ ἐν φωτὶ πατρικῷ τῷ Πνεύματι φῶς ὁρῶμεν τὸν Υἱόν, ἔστιν ἄρ’ ἡμῖν ἕνωσίς τις ἄμεσος πρὸς τὸν Θεὸν καὶ μετάδοσις φωτὸς ἐκεῖθεν, μὴ διὰ μέσων μετεχομένη τῶν ἀγγέλων, εἰ καὶ ὁ φιλόσοφος οὗτος ἀπαναίνεται καὶ τὸν μέγαν Διονύσιον τοῦθ’ οὕτως οἴεται διδάσκειν, μὴ τὴν δύναμιν ἀκριβῶς τῆς τοῦ ἱεροφάντορος τούτου θεολογίας συνιείς.

Τὴν γὰρ αἰτίαν οὗτος τῆς ἀγγελικῆς ἐκκαλύπτων ἐπωνυμίας, ὁράσεις μὲν πολλὰς δι’ αὐτῶν ἡμῖν ἐκφαίνεσθαί φησιν, ἀλλ’ οὐχὶ καὶ τὰς αὐτοφανεῖς ἁπάσας, οὐδὲ πᾶσαν ἕνωσιν, οὐδὲ πᾶσαν ἔλλαμψιν δι’ ἐκείνων γίνεσθαί φησιν.

Εἰπὼν γὰρ «τὴν πολυύμνητον ἐκείνην δοξολογίαν ὑπὸ πλήθους οὐρανίου στρατιᾶς» ἐπὶ τῇ τοῦ Χριστοῦ γεννήσει «τοῖς ἐπὶ γῆς» παραδοθεῖσαν, καὶ ὡς ἄγγελος εὐηγγελίσατο τοῖς ποιμέσι ταύτην, ἅτε «τῇ τῶν πολλῶν ἀναχωρήσει καὶ ἡσυχίᾳ κεκαθαρμένοις», τὴν περιλάμψασαν αὐτοὺς δόξαν τοῦ Θεοῦ οὐκ εἶπε δι’ ἀγγέλων γεγονέναι· ἀλλ’ οὐδ’ ὑπὸ τῆς περιλαμφθείσης δόξης οἱ ποιμένες τοῦ σωτηρίου τὴν ἀποκάλυψιν ἐδέξαντο· φοβηθέντων δὲ αὐτῶν, καὶ γὰρ ἀήθεις ἦσαν τοιούτων θεαμάτων, ἐξήγγελλον οἱ ἄγγελοι τί βούλεται τοῦ φωτὸς ἡ παρουσία. Καὶ ἡ παρθενομήτωρ, ὅτι τε καὶ ὅπως ἐν γαστρὶ ἕξει τὸν Θεὸν καὶ τέξεται σαρκὶ δι’ ἀγγέλου ἐμυεῖτο, ἀλλ’ οὐχὶ δι’ ἀγγέλου ἡ τοῦ Θεοῦ ἕνωσις πρὸς αὐτὴν ἐγίγνετο. Σκεπτέον δὲ κἀνταῦθα ὡς οὐδ’ ἐκείνη τῇ ἑνώσει ἐμυεῖτο, ἀλλὰ τοῦ ἐξαγγέλλοντος ἐδεῖτο. Καὶ τί δεῖ πλειόνων, αὐτοῦ λέγοντος ἀριδήλως ὅτι τῇ πρὸς τὸ ὕπερθεν φῶς ἑνώσει, ἣ μόνος ἐνυπάρχει «τοῖς ὑπὲρ γνῶσιν ἀγγελικὴν κατηξιωμένοις ἀγγέλοις, ταύτῃ καὶ οἱ θεοειδεῖς ἀγγελομιμήτως ἑνοῦνται νόες κατὰ πάσης νοερᾶς ἐνεργείας ἀπόπαυσιν». Καὶ αὖθις· «Καθάπερ οἱ δεινοὶ περὶ τὰς ἱερὰς ἡμῶν τελετὰς τὰς αὐτοφανεῖς φασι τῶν θείων ἀποπληρώσεις τῶν δι’ ἑτέρων μεθέξεων εἶναι τελεωτέρας, οὕτως οἶμαι καὶ τῶν ἀγγελικῶν τάξεων τὴν ἄμεσον μετουσίαν τῶν πρώτως ἐπὶ Θεὸν ἀνατεινομένων ἐναργεστέραν εἶναι τῶν διὰ μεσότητος ἀποτελουμένων».

Ὁ δὲ Ζαχαρίας «ἕνα τῶν πρώτων καὶ περὶ Θεὸν ἀγγέλων» ὁρᾷ, ὡς ὁ μέγας Διονύσιος καὶ τοῦτ’ ἐκδιδάσκει· «Ἰεζεκιὴλ δὲ καὶ πρὸς αὐτῆς φησι τοῦτο πανιέρως νομοθετηθῆναι τῆς τοῖς χερουβὶμ ἐπιβεβηκυίας ὑπερενδόξου θεότητος».

Οὕτω μὴ μόνον ἐν ἀγγέλοις, ἀλλὰ καὶ ἐν ἡμῖν, οὐχ ὅπως ἐμμέσως καὶ δι’ ἑτέρων, ἀλλὰ καὶ ἄμεσοι καὶ αὐτοφανεῖς θεοπτίαι τελοῦνται, οὐ διὰ τῶν πρώτων διαπορθμευτικῶς ἐπὶ τὰ δεύτερα ἰοῦσαι. Ὁ γὰρ Κύριος τῶν κυρίων νόμοις οὐχ ὑπόκειται κτίσεως· διὸ καὶ κατὰ τὰς ἱερὰς ἡμῶν παραδόσεις πρῶτος καὶ μόνος ὁ Γαβριὴλ μυεῖται τὸ τῆς ἀφθέγκτου κενώσεως τοῦ Λόγου μυστήριον, καίτοι μὴ τῆς πρώτως καὶ ἀμέσως περὶ Θεὸν ἱδρυμένης ἀγγελικῆς τάξεως ὑπάρχων. Ἔδει δ’ ἄρα καινὴν εἶναι τὴν τῆς καινῆς κτίσεως ἀρχήν. Ὁ γὰρ μέχρις ἡμῶν ὑπὲρ ἡμῶν κενώσας ἑαυτὸν τὰ πάντα ἐποίησε καινά· διὸ καὶ ἀναλαμβανόμενος εἰς οὐρανόν, τοὺς ἐν ὑποβεβηκυίᾳ τάξει καὶ μᾶλλον περικοσμίους ἀγγέλους, καθά φησιν ὁ ἅγιος Κύριλλος, φωτιστικοὺς καὶ τελεσιουργοὺς ποιεῖται τῆς ἀνωτέρω ταξιαρχίας, «αἴρειν πύλας αἰωνίους τοῖς ἄρχουσιν αὐτῶν» διακελευομένους καὶ μυοῦντας, ὡς εἰσελεύσεται καὶ ἀνελεύσεται καὶ πάσης ἀρχῆς καὶ ἐξουσίας ἐπάνω καθιεῖται ὁ σάρκα περικείμενος διὰ φιλανθρωπίαν ἄφατον. «Κύριος» γάρ ἐστι «τῶν δυνάμεων» καὶ «βασιλεὺς τῆς δόξης», πάντα δυνάμενος, καὶ τοὺς ἐσχάτους ποιεῖν ὑπὲρ τοὺς πρώτους ὅτε βούλοιτο.

Πρὸ δὲ τῆς διὰ σαρκὸς τοῦ Θεοῦ ἐπιφανείας, ἐν μὲν ἀγγέλοις οὐδὲν τοιοῦτον ἐδιδάχθημεν, κἀν τοῖς προφήταις καταλλήλως, πλὴν τῶν τὴν μέλλουσαν χάριν προϋπογραφόντων, ἧς νῦν ἐπιφανείσης, οὐκ ἀνάγκη πάντα τελεῖσθαι διὰ μεσότητος. Ταῦτ’ ἄρα καὶ κατὰ τὸν μέγαν Παῦλον· «Νῦν ἐγνωρίσθη ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλλος σοφία τοῦ Θεοῦ», καὶ κατὰ τὸν κορυφαῖον τοῦ χοροῦ τῶν ἀποστόλων Πέτρον· «Διὰ τῶν εὐαγγελισαμένων ἡμᾶς ἐν Πνεύματι ἁγίῳ ἀποσταλέντι ἀπ’ οὐρανῶν, νῦν ἀνηγγέλη ταῦθ’ ἡμῖν, εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι». Μειζόνων δὲ κατὰ τοῦτο τῶν ἐλαττόνων τελουμένων διὰ τῆς χάριτος, πάλιν ἡ τῆς εὐκοσμίας τάξις ἀσφαλῶς ἅμα συντηρεῖται καὶ θαυμασίως.

Ὁ δὲ τὴν ἀγγελικὴν ἐκκαλύπτων ἐπωνυμίαν κάλλιστα καὶ ὡς οὐκ ἂν εἴη βέλτιον ἐξηγήσατο καὶ διετράνωσε καὶ ἐδίδαξεν ἡμᾶς τίνος ἕνεκεν οὗτοι καὶ παρήχθησαν καὶ ἐκλήθησαν οὕτω τὴν ἀρχήν. Ὅτι δὲ ὁ τὸ μυστήριον ἀμέσως τῆς πρὸς ἡμᾶς καθόδου τοῦ Λόγου πιστευθείς, εἰ καὶ ἀρχιστράτηγος ἦν, ἀλλ’ οὐ τῶν περὶ Θεὸν ἀμέσως ἱδρυμένων ἦν, εὕροις ἂν τοῖς θείοις προφήταις ἐκπεφασμένον· καὶ γὰρ παρ’ ἄλλου του τῶν ἀξιώματι διαφερόντων ἀρχικῶς οὗτος ἔστιν οὗ καλεῖται καὶ προστακτικῶς ἀκούει· «Συνέτισον ἐκεῖνον τὴν ὅρασιν». Ἐπιστῆσαι δὲ κἀν τούτῳ χρὴ ὡς οὐ «μετάδος» εἶπεν «ἐκείνῳ τὴν ὅρασιν», ἀλλὰ «συνέτισον»· τὴν μὲν γὰρ τῆς γνώσεως χάριν διὰ μέσων ὡς ἐπιτοπλεῖστον τελουμένην ἴδοις ἄν, τῶν δὲ θεοφανειῶν αὐτοφανεῖς εἰσιν αἱ πλείους.

Διὸ καὶ ἐπὶ Μωυσέος, τὴν μὲν νομικὴν ὑποτύπωσιν δι’ ἀγγέλων ἡ θεολογία φησὶ δεδόσθαι, τὴν δ’ ὅρασιν ἐκείνην καὶ θεοπτίαν οὔ, ἀλλὰ τῆς ὁράσεως τὴν μύησιν. Μυστικαὶ δ’ ὁράσεις διαφόρων γίνονται πραγμάτων, ὄντων, μελλόντων, αἰσθητῶν, νοητῶν, προσύλων, ἀΰλων, προβεβηκότων, ὑποβεβηκότων καὶ ἄλλοτε ἄλλως, καὶ διαφόρως τούτων ἕκαστον ἀποκαλύπτονται τῇ δυνάμει τῶν ὁρώντων ἀναλόγως καὶ τοῖς οἰκονομουμένοις καταλλήλως πράγμασι. Καὶ αὐτοῦ δὲ ἡ τοῦ πάντων ἐπέκεινα ἐμφάνεια «κατ’ ἄλλας καὶ ἄλλας αἰτίας τε καὶ δυνάμεις ἐν τοῖς ἱεροῖς ἀνακτόροις ἢ ἄλλοθί που τοῖς μύσταις ἢ τοῖς προφήταις» ὡς ὁ μέγας Διονύσιός φησιν «ἐπέλαμψε», κἂν ὁ τυφλὸν ἑαυτὸν καλέσας οὗτος καὶ φερωνύμως ἀδιακρίτως πᾶσιν ἐπιβάλλων, μᾶλλον δὲ μηδ’ ἐπιβάλλων ὅλως, ἀξιοῖ τοὺς τὸ αἰώνιον φῶς ἐφ’ ὅσον εἰκὸς πρεσβεύοντας ἡμᾶς καὶ τὰ φανέντα ἅρματα καὶ τοὺς τροχοὺς καὶ τὰ ξίφη καὶ ἄλλα δή τινα τοιαῦτα τῷ φωτὶ τοῦ μέλλοντος αἰῶνος ὁμότιμα ἡγεῖσθαι· καὶ οὐδ’ ἐκεῖνο παρὰ τῆς θεολογίας ἤκουσεν «ὡς ἀντὶ πάντων τόθ’ ἡμῖν ἡ θεία γενήσεται φύσις», ἵν’ ἐντεῦθεν γοῦν Θεοῦ εἶναι τὸ φῶς τουτὶ πιστεύσῃ;

Καίτοι τὸν Θεὸν οὐδεὶς εἶδεν, οὐδὲ ὄψεται, οὐκ ἄνθρωπος, οὐκ ἄγγελος, ἀλλ’ ᾗ ἄγγελος καὶ ἄνθρωπος αἰσθητῶς ἢ νοητῶς ὁρῶν. Ὁ δὲ Πνεῦμα γεγονὼς καὶ ἐν Πνεύματι ὁρῶν, πῶς οὐ τῷ ὁμοίῳ τὸ ὅμοιον θεάσεται, κατὰ τοὺς τῶν θεολόγων λόγους; Οὐ μὴν ἀλλὰ καὶ δι’ αὐτῆς τῆς ἐν Πνεύματι ὁράσεως τὸ ὑπερανιδρυμένον θεῖον φῶς κρύφιον παντάπασιν ἔτι μάλιστα δηλοῦται. Τίς γὰρ τῶν κτιστῶν χωρῆσαι δύναιτ’ ἂν πᾶσαν τὴν ἀπειροδύναμον δύναμιν τοῦ Πνεύματος, ἵνα δι’ αὐτῆς τὸ πᾶν κατίδοι τοῦ Θεοῦ; Καὶ τί λέγω τὴν κρυφιότητα ἐκείνην; Αὐτὴ ἡ ἀγλαΐα τοῦ φωτὸς ἐκείνου, ἣ παραδόξως ὡς ὕλην ἔχει τὴν θέαν τοῦ ὁρῶντος, αὔξουσα διὰ τῆς ἑνώσεως τὸ πνευματικὸν ἐκεῖνο ὄμμα καὶ χωρητικώτερον ἀεὶ ἑαυτῆς ἐργαζομένη, οὐδέποτε λήξει διὰ τοῦ παντὸς αἰῶνος φανοτέραις ἀκτῖσι περιαυγάζουσα αὐτὸ καὶ κρυφιωτέρας ἐστοδιηνεκὲς αἴγλης ἐμπιπλῶσα καὶ ἀναφαίνουσα δι’ ἑαυτῆς, ἃ μηδέπω πρότερον.

Ὅθεν καὶ τοῦτ’ ἄπειρον οἱ θεολόγοι λέγουσι τὸ φῶς, δι’ οὗ κατὰ ἀπόπαυσιν πάσης γνωστικῆς δυνάμεως, ἐν δυνάμει Πνεύματος, ὁρατὸς γίνεται τοῖς ἁγίοις ὁ Θεός, ὡς Θεὸς θεοῖς ἑνούμενός τε καὶ ὁρώμενος· τῇ γὰρ μεθέξει τοῦ κρείττονος ἐπὶ τὸ κρεῖττον μετασκευασθέντες καὶ προφητικῶς εἰπεῖν «ἀλλάξαντες ἰσχύν», πᾶσαν ἀποπαύουσιν ἐνέργειαν ψυχῆς καὶ σώματος, ὥστε μόνον αὐτὸ δι’ αὐτῶν φαίνεσθαι καὶ ὑπ’ αὐτῶν ὁρᾶσθαι, τῶν φυσικῶν γνωρισμάτων τῇ ὑπερβολῇ τῆς δόξης νικηθέντων, «ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσι» κατὰ τὸν Ἀπόστολον.

Υἱοὶ γὰρ Θεοῦ ἐσόμεθα, τῆς «ἀναστάσεως υἱοὶ» ὄντες καὶ «ὡς ἄγγελοι Θεοῦ ἐν οὐρανῷ» οἳ διὰ παντὸς «βλέπουσι τὸ πρόσωπον τοῦ Πατρὸς ἡμῶν τοῦ ἐν τοῖς οὐρανοῖς», κατὰ τὸν τοῦ Κυρίου λόγον. Διὸ καὶ ὁ μέγας Διονύσιος, ἐνταῦθα μὲν εἰπὼν τῆς ὁρατῆς θεοφανείας ἀποπληροῦσθαι τοὺς τῆς χριστοειδοῦς καὶ μακαρίας ἐφικομένους λήξεως, ἐπήγαγε μετ’ ὀλίγον· «Ἐν θειοτέρᾳ μιμήσει τῶν ὑπερουρανίων νόων»· προιὼν δὲ καὶ τῶν ἀγγελικῶν πρὸς Θεὸν ἑνώσεων μνημονεύσας, τῶν μόνοις ἐνυπαρχουσῶν τοῖς ὑπὲρ γνῶσιν ἀγγελικὴν ἠξιωμένοις αὐτῶν ἀγγέλοις, δηλαδὴ τοῖς ἀγαθοῖς, ἐπιβολὴν οὖσαν ἢ παραδοχὴν τῆς ὑπερφανοῦς ἀγαθότητος, ἐπιφέρει λέγων· «Καὶ τοὺς θεοειδεῖς τῶν ἀνθρώπων πάντως γενομένους νόας, ἀγγελομιμήτως ἑνοῦσθαι τούτῳ τῷ φωτὶ καὶ ὑμνεῖν μὲν αὐτὸ διὰ τῆς τῶν πάντων ἀφαιρέσεως», μαθεῖν δὲ οὐκ ἐκ τῆς ἀφαιρέσεως, ἀλλ’ ἐκ τῆς πρὸς τὸ φῶς ἑνώσεως ὅτι «πάντων ἐστὶν ὑπερουσίως ἐξῃρημένον».

Τῷ ἐξῃρημένῳ τοίνυν τούτῳ τῶν ὄντων ἑνούμενοι φωτί, τοῦτ’ αὐτὸ μανθάνουσιν ὅτι τῶν κτιστῶν ἐστιν ἐξῃρημένον, οὐκ ἀπὸ τῆς ἐξαιρέσεως αὐτοὶ τὴν ἕνωσιν ἔχοντες, ἀλλ’ ἀπὸ τῆς ἑνώσεως μανθάνοντες τὴν ἀφαίρεσιν, ὥστε καὶ ἡ ἕνωσις αὕτη τῶν κτιστῶν ἐστιν ἐξῃρημένη καὶ μὴ ὂν καθ’ ὑπεροχήν ἐστιν· ὃ γὰρ οὐ χωρητόν ἐστιν ἀγγέλοις, εἰ μὴ ὡς κατηξιωμένοις τῆς ὑπὲρ ἀγγέλους γνώσεως, νοερᾷ τινι δυνάμει χωρητὸν εἶναι ἢ κτητὸν ἀδύνατον, ὡς καὶ ταύτην ὑπεραῖρον.

Τὸ δὲ καὶ ταύτην πᾶσαν ὑπερβεβηκός, ὡς μὴ χωρεῖσθαι πεφυκός, ὑπὲρ τὰ ὄντα πάντ’ ἐστὶ καὶ ὑπὲρ γνῶσιν ἄρα πᾶσαν ἡ τοιαύτη ἕνωσις, εἰ καὶ γνῶσις μεταφορικῶς καλεῖται· οὐδὲ νοητόν ἐστιν οὐκοῦν, εἰ καὶ τοῦτο λέγεται· τὸ γὰρ ὑπὲρ πάντα νοῦν, πῶς ἂν εἴη νοητόν; Κληθείη γοῦν τοῦτο καὶ ἄγνοια καθ’ ὑπεροχήν, καὶ μᾶλλον ἢ γνῶσις· οὐ μέρος τοιγαροῦν γνώσεως οὐδ’ εἶδος ἔσται, καθάπερ οὐδὲ τὸ ὑπερούσιον οὐσίας εἶδος· οὐδὲ γοῦν ἐμπεριληφθείη ἂν ὑπὸ τῆς καθόλου γνώσεως, οὐδ’ ἡ καθόλου γνῶσις διαιρουμένη καὶ ταύτην ὑπ’ αὐτὴν ἂν σχοίη· σχοίη γὰρ ἂν μᾶλλον ἡ ἄγνοια ταύτην ὑπ’ αὐτήν, ἀλλ’ οὐδ’ ἐκείνη· καθ’ ὑπεροχὴν γὰρ καὶ ἄγνοιά ἐστι, δηλονότι καὶ ὑπὲρ ἄγνοιαν.

Μοναδικὸν ἄρ’ ἡ ἕνωσίς ἐστιν αὕτη, καὶ ἣν ἂν ἐπωνυμίαν εἴποι τις αὐτῆς, εἴθ’ ἕνωσιν, εἴθ’ ὅρασιν, εἴτ’ αἴσθησιν, εἴτε γνῶσιν, εἴτε νόησιν, εἴτ’ ἔλλαμψιν, ἢ κυρίως ταῦτ’ οὐκ ἔστιν, ἢ μόνη κυρίως ταῦτα πρόσεστιν αὐτῇ.

Σαφὴς οὐκοῦν ἄγνοια οἱ περὶ γνώσεως τοῦ φιλοσόφου λόγοι; Καὶ γὰρ ἐκεῖ μέρος αὐτὴν καὶ εἶδος εἶναι λέγει τῆς καθόλου γνώσεως, ἐπεὶ γνῶσις ὀνομάζεται, καὶ συγκρίνει ταύτην πρὸς ἐκείνην καὶ οὐ συνεώρακεν ὡς εἴπερ ἕξει γένος τὴν γνῶσιν διὰ τὴν ἐπωνυμίαν, σχήσει καὶ τὴν ἄγνοιαν, ἐπεὶ καὶ τοῦτο λέγεται, καὶ μᾶλλον ἢ ἐκεῖνο. Τοιγαροῦν ἔσται τὸ αὐτὸ ὑπὸ τἀναντία γένη, καὶ τὸ ὑπερέχον ὑποκείμενον, καὶ συντεταγμένον τῇ πληθύι τὸ μοναδικὸν καὶ πάσης πληθύος ὑπερεξῃρημένον. Τὸ δὲ μεῖζον εἰς ἀνοίας λόγον, ὡς οὐχ ἁπλῶς τὴν ἕνωσιν εἶδος καὶ μέρος καὶ ὑποκείμενόν φησιν, ἀλλ’ ὅ φησιν αὐτὸς ἐκεῖ ὑπὲρ γνῶσιν, τοῦτ’ αὐτὸ καὶ ὡς εἶδος καὶ μέρος καὶ ὑποκείμενον αὐτῇ χεῖρον εἶναι λέγει τῆς καθόλου γνώσεως, ὥσπερ ἂν εἴ τις καὶ τὸ μόνον ὑπερούσιον, ἐπείπερ οὐσία ὑπερούσιός ἐστί τε καὶ ὀνομάζεται, μέρος καὶ εἶδος καὶ ὑποκείμενον οὐσίας λέγων διὰ τὴν ὁμωνυμίαν, εἶτα συγκρίνειν ἐτόλμα τοῦτο πρὸς τὸ καθόλου γένος τῆς οὐσίας.

Καὶ μὴν ἴστω ὁ μιγνὺς τὰ ἄμικτα καὶ τὸ ὑπὲρ γνῶσιν τῇ γνώσει συντάττων καὶ ὑπὸ γνῶσιν λέγων τὸ ὑπὲρ ἔννοιαν, ὡς καὶ τὸ συγκρίσεως γοῦν σχῆμα δέξασθαι τὴν γνῶσιν πρὸς αὐτό, αὐτὸ τὸ ὑπὲρ γνῶσιν προστεθὲν ἐποίησεν, ὥστε αὐτὸ πρὸς ἑαυτὸ ἓν ὂν ἀφρόνως παραβάλλεται. Ἔτι, εἰ διὰ τὴν ὁμωνυμίαν ἡ ὑπὲρ γνῶσιν γνῶσις τῆς καθόλου γνώσεως εἶδος, οἱ δέκα γένη τῶν ὄντων λέγοντες ἠπάτηνται, καὶ γὰρ ἓν ἁπάντων γένος, τὸ ὄν, καὶ ὁ ὑπὲρ πάντα ὢν εἷς ὑπ’ αὐτό, καὶ τὸ ὂν τοῦ ἑνὸς τούτου κρεῖττον, καὶ συνημμένα τούτῳ τῷ ἑνὶ τὰ ἄλλα ὂν ἕτερον ποιοῦσι κρεῖττον τοῦ ἑνός. Ἔτι, ἐπεὶ καὶ ἁφή ἐστιν ὑπὲρ ἁφὴν καὶ ὅρασις ὑπὲρ ὅρασιν καὶ ἁπλῶς αἴσθησις ὑπὲρ αἴσθησιν, λέγεται γὰρ καὶ ταῦτα ὁμωνύμως ἡ νόησις, εἰ τὸ ὑπὲρ αἴσθησιν αἰσθήσεως εἶδος, κρεῖττον ἔσται ἡ αἴσθησις τοῦ ὑπὲρ αἴσθησιν καὶ ἐφ’ ἑκάστου τῶν λοιπῶν ὡσαύτως.

Ἀλλ’ ἐπανίωμεν· τί οὖν ἡ μηδὲν τῶν ὄντων καθ’ ὑπεροχὴν ἕνωσις ἐκείνη; Ἆρ’ ἡ κατὰ ἀπόφασίν ἐστι θεολογία; Καὶ μὴν ἕνωσις ἐκείνη, ἀλλ’ οὐκ ἀφαίρεσίς ἐστιν. Ἔτι, οὐδ’ ἐκστάσεως κατ’ αὐτὴν οὐδ’ ἡμεῖς δεόμεθα, ἐπὶ δὲ τῆς ἑνώσεως ἐκείνης καὶ οἱ ἄγγελοι· καὶ πρὸς τούτοις, ὁ μὲν μὴ κατὰ ἀφαίρεσιν θεολογῶν, οὐδ’ εὐσεβής, τῆς δ’ ἑνώσεως ἐκείνης τῶν εὐσεβῶν μόνοι οἱ θεοειδεῖς τυγχάνουσιν.

Ἔτι, ἡ κατὰ ἀπόφασιν θεολογία νοεῖται παρ’ ἡμῶν καὶ λέγεται, ἐκείνην δ’ ἄρρητον καὶ ἀπερινόητον καὶ αὐτοῖς τοῖς ὁρῶσιν ὁ μέγας εἶπε Διονύσιος. Ἔτι τὸ μὲν κατ’ ἐκείνην τὴν θεολογίαν φῶς γνῶσίς τίς ἐστι καὶ λόγος, τὸ δὲ κατὰ τὴν θεωρίαν ταύτην φῶς ἐνυποστάτως θεωρεῖται, νοερῶς τε ἐνεργοῦν καὶ πνευματικῶς ἀπορρήτως τῷ θεωμένῳ ὁμιλοῦν.

Καὶ μὲν δὴ τὰ ἀπεμφαίνοντα τῷ Θεῷ διανοεῖται ὁ νοῦς κατὰ ἀφαίρεσιν θεολογῶν· διεξοδικῶς ἄρα ἐνεργεῖ· ἐκείνη δ’ ἕνωσίς ἐστι· πρὸς δὲ μετὰ τῶν ἄλλων καὶ ἑαυτὸν ἐκεῖθεν ἀφαιρεῖ, ἐκείνη δὲ τοῦ νοῦ πρὸς Θεὸν ἕνωσίς ἐστι καὶ τοῦτό ἐστιν ὅπερ οἱ πατέρες εἶπον· «Τέλος προσευχῆς, ἁρπαγὴ πρὸς Κύριον». Διὸ καὶ ὁ μέγας Διονύσιος δι’ αὐτῆς ἡμᾶς ἑνοῦσθαι τῷ Θεῷ φησιν. Ἐν γὰρ τῇ προσευχῇ τὰς πρὸς τὰ ὄντα σχέσεις κατὰ μικρὸν ἀποτιθέμενος ὁ νοῦς, πρῶτον μὲν τὰς πρὸς τὰ αἰσχρὰ καὶ πονηρὰ καὶ τὰ φαῦλα πάνθ’ ἁπλῶς, εἶτα τὰς πρὸς τὰ μέσως ἔχοντα καὶ μεθαρμοζόμενα πρὸς τὸ χεῖρον ἢ τὸ βέλτιον τῇ προθέσει τῶν χρωμένων καταλλήλως, ὧν δήπου καὶ πᾶσα μάθησίς ἐστι καὶ ἡ διὰ ταύτης γνῶσις, διὸ καὶ πατρικόν ἐστι παράγγελμα μὴ καταδέχεσθαι τὴν γνῶσιν ἐν τῷ καιρῷ τῆς προσευχῆς, ἀναδιδομένην ὑπὸ τοῦ ἐχθροῦ, ἵνα μὴ τὸ κρεῖττον συληθῶμεν, ταύτας τοίνυν καὶ τὰς πρὸς τὰ κρείττω τούτων σχέσεις κατὰ μικρὸν ἀποτιθέμενος ὁ νοῦς, ὁλοσχερῶς κατὰ τὴν εἰλικρινῆ προσευχὴν ἐξίσταται τῶν ὄντων πάντων.

Αὕτη δὲ ἡ ἔκστασις τῆς μὲν κατὰ ἀφαίρεσιν θεολογίας διαφερόντως ὑψηλότερόν ἐστι· μόνων γάρ ἐστι τῶν ἀπαθείας ἐπειλημμένων· οὔπω δὲ ἕνωσίς ἐστιν, ἐὰν μὴ ὁ Παράκλητος ἐν ὑπερώῳ τῶν φυσικῶν ἀκροτήτων καθημένῳ τῷ προσευχομένῳ καὶ προσδοκῶντι τὴν ἐπαγγελίαν τοῦ Πατρὸς ἐπιλάμψῃ ἄνωθεν καὶ διὰ τῆς ἀποκαλύψεως πρὸς τὴν τοῦ φωτὸς ἁρπάσῃ θεωρίαν.

Τῆς δὲ θεωρίας ταύτης ἔστι καὶ ἀρχὴ καὶ τὰ μετὰ τὴν ἀρχήν, κατά τε τὸ ἀμυδρότερον καὶ τηλαυγέστερον διαφέροντα πρὸς ἄλληλα, τέλος δ’ οὐμενοῦν· ἐπ’ ἄπειρον γὰρ ἡ πρόοδος αὐτῆς, ὡσδαύτως καὶ τῆς ἐν ἀποκαλύψει ἁρπαγῆς· ἄλλο γὰρ ἔλλαμψις, καὶ ἄλλο διαρκὴς φωτὸς θέα, καὶ ἄλλο τῶν ἐν τῷ φωτὶ πραγμάτων, ἐν ᾧ καὶ τὰ μακρὰν γίνεται ὑπ’ ὀφθαλμοὺς καὶ τὰ μέλλοντα ὡς ὄντα δείκνυται.

Ἀλλὰ ταῦτα μὲν ὑπὲρ ἐμὲ λέγειν καὶ διατρανοῦν· εἰ δὲ καὶ τὰ πρὸ αὐτῶν, ἀλλ’ ἐκεῖνα τῆς προκειμένης ὑποθέσεως· ἐπάνειμι τοίνυν. Ἡ γοῦν τοῦ φωτὸς τούτου θεωρία ἕνωσίς ἐστιν, εἰ καὶ μὴ διαρκὴς τοῖς ἀτελέσιν· ἡ δὲ τοῦ φωτὸς ἕνωσις, τί γε ἄλλο ἢ ὅρασίς ἐστιν; Ἐπεὶ δὲ καὶ μετὰ τὴν τῶν νοερῶν ἐνεργειῶν ἀπόπαυσιν τελεῖται, πῶς ἂν τελεσθείη, εἰ μὴ διὰ Πνεύματος; Ἐν γὰρ τῷ φωτὶ τὸ φῶς ὁρᾶται καὶ ἐν τῷ ὁμοίῳ φωτὶ καὶ τὸ ὁρῶν· εἰ κατὰ μηδὲν ἄλλο ἐνεργοίη, πάντων ἄλλων ἐκχωρῆσαν, φῶς ὅλον καὶ αὐτὸ γίνεται καὶ τῷ ὁρωμένῳ ὁμοιοῦται, μᾶλλον δὲ καὶ ἀμιγῶς ἑνοῦται, φῶς ὂν καὶ ὁρῶν φῶς διὰ φωτός· κἂν ἑαυτὸν βλέπῃ, φῶς ὁρᾷ, κἂν πρὸς ἐκεῖνο ὃ ὁρᾷ, φῶς ἐστι καὶ τοῦτο, κἂν τὸ δι’ οὗ ἔχει τὸ ὁρᾶν, καὶ ἐκεῖνο φῶς ἐστι, καὶ τοῦτ’ ἐστὶν ἡ ἕνωσις, ἓν πάντ’ ἐκεῖνα εἶναι, ὡς μηδὲ ἔχειν διαγινώσκειν τὸν ὁρῶντα τὸ δι’ οὗ καὶ εἰς ὃ καὶ τί αὐτό ἐστιν, ἀλλ’ ἢ τοῦτο μόνον ὅτι φῶς ἐστι καὶ φῶς ὁρᾷ τῶν κτισμάτων πάντων ἄλλο.

Διὸ καὶ ὁ μέγας Παῦλος κατὰ τὴν ἐξαισίαν ἁρπαγὴν ἐκείνην ἀγνοεῖν ἑαυτόν φησι τί ἦν. Ἑώρα μέντοι ἑαυτόν· πῶς; Αἰσθητῶς ἢ λογικῶς ἢ νοερῶς; Ἀλλὰ τούτων ἁρπαγεὶς ἀπανέστη τῶν δυνάμεων. Διὰ τοῦ τὴν ἁρπαγὴν ἄρ’ ἐξειργασμένου Πνεύματος ἑώρα ἑαυτόν. Αὐτὸς δὲ τί ἦν, ἄληπτος ὢν πάσῃ φυσικῇ δυνάμει, μᾶλλον δ’ ἀπολελυμένος πάσης φυσικῆς δυνάμεως; Πάντως ἐκεῖνο ᾧ ἡνώθη καὶ δι’ οὗ ἑαυτὸν ἐγίνωσκε καὶ δι’ ὃ πάντων ἀφειμένος ἦν.

Ταύτην γὰρ ἔσχε πρὸς τὸ φῶς τὴν ἕνωσιν, ἧς οὐδ’ ἄγγελοι τυγχάνοιεν ἄν, εἰ μὴ διὰ τῆς ἑνούσης χάριτος ὑπερβαῖεν ἑαυτούς. Φῶς ἄρα καὶ Πνεῦμα ἦν ἐκεῖνος τότε, ᾧ καὶ ἥνωται, ἐξ’ οὗ καὶ τὸ ἡνῶσθαι εἶχε, τῶν ὄντων πάντων ἐκστὰς καὶ ἐκεῖνο κατὰ χάριν γεγονὼς καὶ καθ’ ὑπεροχὴν μὴ ὤν, ἤγουν ὑπὲρ τὰ κτιστά, ὡς καὶ ὁ θεῖος Μάξιμός φησιν· ὁ γὰρ ἐν Θεῷ γενόμενος «πάντα τὰ μετὰ Θεὸν» κατέλιπε κατόπιν ἑαυτοῦ· καὶ πάλιν· «Πάντα τὰ μετὰ Θεὸν πράγματα καὶ ὀνόματα καὶ ἀξιώματα ὑποκάτω τῶν ἐν τῷ Θεῷ διὰ τῆς χάριτος γενησομένων ἔσται». Τοιοῦτος δὲ γεγονὼς ὁ θεῖος τότε Παῦλος, τῆς θείας οὐσίας μετέσχεν οὐδαμῶς· καὶ ὑπὲρ τὸ καθ’ ὑπεροχὴν μὴ ὂν ἄρα ἡ οὐσία τοῦ Θεοῦ, καθάπερ καὶ «ὑπέρθεος» καὶ ἔστι «καθ’ ὑπεροχὴν μὴ ὄν», διὰ νοερᾶς αἰσθήσεως πνευματικῶς ὁρώμενον, ὃ οὐσία τοῦ Θεοῦ ἥκιστά ἐστι, δόξα δὲ καὶ λαμπρότης τῆς αὐτοῦ φύσεως ἀχώριστος, δι’ ἧς ἑνοῦται τοῖς ἀξίοις μόνοις, καὶ ἀγγέλοις καὶ ἀνθρώποις.

Οὐ μὴν ἀλλ’ ἐπείπερ ὡς οἱ ἄγγελοι οὕτω καὶ οἱ ἄνθρωποι κατὰ τοὺς τρόπους τούτους ὁρῶσι τὸν Θεὸν καὶ ἑνοῦνται τῷ Θεῷ καὶ ὑμνοῦσι τὸν Θεόν, τάχ’ ἂν καὶ ἄγγελος, εἰ τὴν ἑαυτοῦ ὑπερφυᾶ ἐκείνην ὅρασιν ἐξεῖπε, τὰ τοῦ Παύλου ἄντικρυς ἂν εἶπεν ὅτι «οἶδα ἄγγελον ἰδόντα, οὐκ οἶδα εἴγε ἦν καὶ ἄγγελος, ὁ Θεὸς οἶδε». Τὰς οὖν ὁράσεις ταύτας τῶν ἁγίων, ἃς οἶδε μόνος ὁ Θεὸς καὶ οἱ κατ’ ἐκείνας ἐνεργούμενοι, καθάπερ καὶ Γρηγόριος ὁ θεολόγος λέγει, ταύτας οὖν αἰσθητὰς λέγειν καὶ φαντασιώδεις καὶ συμβολικὰς ὡς αἰσθητὰς καὶ πρὸς τὴν ἀνθρωπίνην γνῶσιν παραβάλλειν, ἆρ’ ἀνδρός ἐστι συνορῶντος τὴν τοῦ θείου ὕψους ἀπειρίαν καὶ πρὸς τί φιλανθρώπως εἵλκυσε τὴν ἡμῶν ἐσχατιάν;

Ἀλλ’ ἰδοὺ τρεῖς ἡμῖν παρήχθησαν, εἷς ἀφ’ ἑκάστου τῶν τριῶν ἐν τῷ χριστωνύμῳ πληρώματι ταγμάτων· ἐκ τῶν ἀποστόλων, Πέτρος ὁ κορυφαῖος, ἐκ τῶν ἱεραρχῶν, Διονύσιος ὁ πάσης ἐνθέου ἱεραρχίας ὑποφήτης, ἐκ τῶν ἀναχωρητῶν, Ἰσαὰκ μύστης καὶ τελετὴς τῆς καθ’ ἡσυχίαν ἀγωγῆς, καὶ κατὰ τὸ γεγραμμένον ἐπὶ τῶν κατὰ τὴν Χριστοῦ γέννησιν ποιμένων ὅτι εὐθὺς σὺν τῷ λόγῳ τοῦ ἀγγέλου «πλῆθος οὐρανίου στρατιᾶς» ἐπέστη συμμαρτυροῦν, οὕτω καὶ σὺν τῷ τοῦ Ἀποστόλου λόγῳ πλῆθος ἐπέστη ἀποστόλων συμφωνοῦν, ὁσίων τε καὶ ἱερέων ἐφ’ ἑκατέρῳ τῶν λοιπῶν. Τοῦτο τοίνυν τὸ πλῆθος ὁμόλογον ἅπαν ἀνέπεμψαν φωνὴν ὡς ἔστι φῶς τοῖς ἁγίοις φαινόμενον, ἄλλο μὲν παρὰ τὴν ἀπὸ τῶν κτιστῶν ἁπάντων γνῶσιν, τοσούτῳ δ’ ἱερώτερον ὅσῳ καὶ «δόξα ἐστὶ φύσεως Θεοῦ» καὶ τοῖς θεοειδέσι μόνοις γενομένοις καθορᾶται, τοσούτῳ δ’ ἀπέχον τοῦ φαντασιῶδες εἶναι ἢ τοῖς αἰσθητοῖς παραπλήσιον φωσὶν ἢ συμβολικῶς κατ’ αὐτὰ διαπεπλάσθαι ὡς καὶ τοῦ μέλλοντος αἰῶνος τοῦθ’ ὑπόστασιν καὶ καλλονὴν ὑπάρχειν, μόνον φῶς ἀληθινόν, αἰώνιον, ἄτρεπτον, ἀνέσπερον, ἀναλλοίωτον, δι’ οὗ φῶς ἡμεῖς γινόμεθα, τελείου φωτὸς γεννήματα. Τούτους οὖν τοὺς τοσούτους «ἀπορρέοντάς τε καὶ εἰσπνέοντας» καλῶν διασύρεις καὶ περὶ τὴν τοῦ Θεοῦ οὐσίαν ἁμαρτάνειν λέγεις, φιλόσοφε, τοὺς θεόπτας, τοὺς θεοσόφους, τοὺς θεοκήρυκας;

Δέδοικα μὴ «τοῦ ἐν φωτὶ κλήρου τῶν ἁγίων» ἀπορρυῇς, μὴ «τὸ στόμα ἀνοίξας ἑλκύσῃς πνεῦμα», ἀλλὰ τὸ ἀντικείμενον τῇ ἀληθείᾳ, μὴ οὐσίαν δογματίζῃς Θεοῦ τὸ ἀνύπαρκτον. Τί γάρ σοι βούλεται ὁ ἀγὼν ἐκεῖνος, δεῖξαι τιθεμένῳ διὰ σπουδῆς μεγίστης ὡς οὐκ ἔστι θεωρία ὑπὲρ τὰς νοερὰς ἐνεργείας, καίτοι δι’ αὐτῆς μόνης τῆς ὑπερβαινούσης τὰς νοερὰς ἐνεργείας θεωρίας καὶ τὸ ὄντως εἶναι τὸν Θεὸν τρανότατα καὶ ἐσταμάλιστα διαφερόντως δείκνυται καὶ τὸ ὑπὲρ τὰ ὄντα εἶναι τὸν Θεόν; Πῶς γὰρ οὐκ ἂν εἴη ἡ οὐσία τοῦ Θεοῦ, εἴγε τοῖς διὰ τῆς εἰλικρινοῦς προσευχῆς ὑπεραναβᾶσι πᾶν ὅ τί περ αἰσθητὸν καὶ νοητὸν ἐν αὐτῇ τῇ προσευχῇ ἡ δόξα τῆς θείας ἐκείνης ἐνορᾶται φύσεως;

Πόσῳ δ’ ἂν εἴη ὑπὲρ πᾶν αἰσθητὸν καὶ νοητὸν ἡ οὐσία τοῦ Θεοῦ, εἴπερ ὑπὲρ ταύτην εἴη τὴν θέαν, τὴν ὑπὲρ πᾶσαν αἴσθησιν καὶ νόησιν οὖσαν; Τί δὲ τὰ τοῦ μέλλοντος αἰῶνος ἀγαθά; Οὐχ ὑπὲρ πάσας ἐστὶ τὰς αἰσθητικὰς ἡμῶν δυνάμεις καὶ τὰς νοεράς; «Ἃ γὰρ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη ἡτοίμασέ» φησιν «ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν»· ἀλλὰ μὴν ταῦτα τότε «ἡ καθαρότης τῆς καρδίας ὄψεται», κατὰ τὸν ἅγιον Μάξιμον. Πῶς οὖν οὐκ ἔστιν οὐδαμῶς ὅρασις ὑπὲρ πάσας τὰς νοήσεις; Μηδὲ γὰρ σοφιστικῶς αὖθις διὰ τῆς ὁμωνυμίας, ἅτε μηκέθ’ ἡμῖν ἔχων ἀντιλέγειν, ὑποκρίναιο τὸν συμφθεγγόμενον. Οὐδὲ γὰρ ὁ λέγων μεταφορικῶς καὶ ὁμωνύμως νόησιν τὸ ὑπὲρ νόησιν, διὰ τὸ καὶ ὑπερώνυμον ἐκεῖνο εἶναι, μεταβαλὼν αὖθις ἀγωνιεῖται δεῖξαι μὴ ὑπὲρ νόησιν ἐκεῖνο εἶναι. Καὶ μὴν ὁ μὲν εἰπὼν οὐχ ὑπὲρ νόησιν τὸ ὑπὲρ νόησιν, ὡς νόησιν καλούμενον, ἔχει τι πρόσχημα καὶ προσωπεῖον τὴν ὁμωνυμίαν, ὁ δὲ μηδ’ ὑπὲρ τὰς νοερὰς ἐνεργείας ἐκεῖνο τιθέμενος οὐδὲ σοφίσασθαι γοῦν ἔχει· νοερὰ γὰρ ἐνέργεια ἐκεῖνο ἥκιστα κληθείη ἄν.

Ἀλλὰ γὰρ ἐν τῇ μακαριωτάτῃ ἐκείνῃ κατὰ τὸν ἄληκτον αἰῶνα διαγωγῇ τοῖς υἱοῖς τῆς ἀναστάσεως οὐδενὸς δεήσει τῶν κατὰ τὸν νῦν αἰῶνα συνιστώντων τὸν βίον, «οὐκ ἀέρος, οὐ φωτός, οὐ τόπου καὶ τῶν τοιούτων, ἀλλ’ ἀντὶ πάντων ἡμῖν ἡ θεία γενήσεται φύσις» κατὰ τὸν Νύσσης Γρηγόριον καί, κατὰ τὸν ἅγιον Μάξιμον, ἡ τῆς ψυχῆς τότε καὶ τοῦ σώματος θέωσις πασῶν τῶν κατὰ νοῦν τε καὶ αἴσθησιν φυσικῶν ἐνεργειῶν χαρίσεται τὴν ἀπόπαυσιν, ὡς «τὸν Θεὸν διά τε τῆς ψυχῆς καὶ τοῦ σώματος φαίνεσθαι, νικηθέντων τῇ ὑπερβολῇ τῆς δόξης τῶν φυσικῶν γνωρισμάτων».

Τί τοίνυν τὸ διὰ τῶν σωματικῶν ὀφθαλμῶν, ἄνευ ἀέρος καὶ οὐκ αἰσθητόν, ὑπὲρ πᾶσαν γνῶσιν φυσικὴν ὁρώμενον φῶς; Οὐχ ἡ περιαυγάζουσά τε καὶ ἐναυγάζουσα δόξα τοῦ Θεοῦ; Τί δὲ τὸ ὑπὲρ πᾶσαν αἴσθησίν τε καὶ νόησιν θεωρητικοὺς ἡμᾶς ἀπεργαζόμενον; Οὐ τὸ Πνεῦμα τοῦ Θεοῦ, τὸ μὴ τὸν νοῦν μόνον, ἀλλὰ καὶ τὸ σῶμα τόθ’ ἡμῶν πνευματικὸν ποιῆσον; Πῶς οὖν οὐδεμίᾳ ὅρασίς ἐστιν ὑπὲρ τὴν νόησιν, οὐδὲ φῶς τῆς καρδίας ἕτερον, ὅτι μὴ ἡ γνῶσις;

Ἐγὼ δὲ καὶ τὴν ἱερὰν ἡμῶν πίστιν ὑπὲρ πάσας τὰς αἰσθήσεις καὶ πάσας τὰς νοήσεις ὅρασιν τῆς ἡμετέρας ἕτερον τρόπον τίθεμαι καρδίας, ὡς ὑπερβαίνουσαν τὰς νοερὰς πάσας δυνάμεις τῆς ἡμῶν ψυχῆς· πίστιν δὲ λέγω οὐ τὴν εὐσεβῆ ὁμολογίαν, ἀλλὰ τὴν ἐπ’ αὐτῇ καὶ τοῖς ὑπὸ τοῦ Θεοῦ ἐπηγγελμένοις ἀμετάπειστον ἵδρυσιν. Πῶς γὰρ δι’ αὐτῆς ὁρῶμεν τὰ ἐπηγγελμένα κατὰ τὸν μέλλοντα ἐκεῖνον ἄληκτον αἰῶνα; Ταῖς αἰσθήσεσιν; Ἀλλὰ πίστις ἐστὶν «ἐλπιζομένων ὑπόστασις»· αἰσθήσει δὲ τὸ μέλλον τε καὶ ἐλπιζόμενον οὐδ’ ἰδεῖν γένοιτ’ ἄν τις μηχανή· διὸ καὶ ὁ Ἀπόστολος προσέθηκε· «Πραγμάτων ἔλεγχος οὐ βλεπομένων».

Ἆρ’ οὖν νοερά τις δύναμις ὄψεται τὰ ἐλπιζόμενα; Καὶ πῶς, «ἃ μηδαμῶς ἐπὶ καρδίαν ἀναβέβηκεν ἀνθρώπου»; Τί οὖν, οὐχ ὁρῶμεν διὰ τῆς πίστεως τὰ ἐπηγγελμένα ἡμῖν παρὰ Θεοῦ, ἐπειδήπερ ὑπεραναβαίνει τὰς αἰσθητικὰς καὶ νοερὰς πάσας ἐνεργείας; Ἀλλὰ μὴν πάντες οἱ ἀπ’ αἰῶνος τὴν ἐπουράνιον δι’ ἔργων ἐπιζητήσαντες πατρίδα, κατὰ τὸν θεῖον Ἀπόστολον, ἀπέθανον «μὴ κομισάμενοι τὰς ἐπαγγελίας», ἀλλὰ πόρρωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάμενοι.

Ἔστιν ἄρα καὶ ὅρασις καὶ νόησις καρδίας ὑπὲρ πάσας τὰς νοερὰς ἐνεργείας· τὰ γὰρ ὑπὲρ νοῦν, εἰ μὴ καθ’ ὑπεροχήν, οὐκ ἀνόητον, ἐπεὶ τοιοῦτο τὸ κατ’ ἔλλειψιν ἄνουν. Οὐ μὴν ἀλλ’ ἐπεὶ πάντες «οἱ μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι», τελειωθέντες ἆρ’ οὗτοι τὰ ἐπηγγελμένα οὐκ ὄψονται; Ἢ ὄψονται μέν, ἀλλ’ οὐχ ὑπὲρ πᾶσαν νόησιν ὄψονται; Ἢ καὶ ὑπὲρ πᾶσαν νόησιν, ἀλλ’ ὡς καὶ πρὶν ἢ τελειωθῆναι; Καὶ πῶς ἂν ἔχοι τοῦτο λόγον; Οὐκοῦν ὄψονται καὶ ὑπὲρ πᾶσαν νόησιν ὄψονται καὶ οὐχ ὡς πρότερον ἑώρων, ἀλλ’ ὡς ἀπόλαυσιν τῶν ἐπηγγελμένων εἶναι τὴν ὅρασιν.

Ἔστιν ἄρα ὅρασις ὑπὲρ πᾶσαν νόησιν καὶ ἔτι ὑπὲρ τοῦτο· καὶ γὰρ ἡ μὲν πίστις αὕτη ὑπὲρ νοῦν ὅρασίς ἐστιν· ἡ δὲ τῶν πιστευθέντων ἀπόλαυσις, ὅρασις ὑπὲρ τὴν ὑπὲρ νοῦν ὅρασιν ἐκείνην. Ἔστι δὴ καὶ τὸ κατ’ αὐτὴν ὁρατόν τε καὶ ἀπολαυστόν, ὃ ὑπὲρ πάντα τὰ αἰσθητὰ καὶ νοητὰ ὑπάρχον οὐσία τοῦ Θεοῦ οὐκ ἔστιν, ἀλλ’ ὑπεροχικῶς καὶ αὐτοῦ ἐξῄρηται ἡ οὐσία τοῦ Θεοῦ. Τοιαύτη γὰρ πᾶσα ἡ τῶν μελλόντων ἀγαθῶν «ὑπόστασις». Συνῆκας ὅσον τῆς θεοπρεποῦς μεγαλειότητος περιαιροῦνται οἱ ταύτην μὴ γινώσκοντες τὴν ὑπὲρ νόησιν ὅρασιν;

Ὅσον δ’ ὑπὲρ αὐτοὺς μεγαλύνουσι Θεὸν οἱ ταύτης ἢ διὰ καθαρότητα καρδίας μετρίως γευσάμενοι καὶ τὸν ἀρραβῶνα σχόντες ἐν ἑαυτοῖς τοῦ μέλλοντος αἰῶνος, ἢ παραδεξάμενοι πίστει τῇ πολυτρόπως προξένῳ τῶν ἀπορρήτων ἀγαθῶν;

Ἀλλ’ ὁ φιλόσοφος τὸ ὕψος τῆς διανοίας ταύτης οὐ χωρήσας, οὔτε τὸν Θεὸν προσεκύνησεν ἢ ἐδόξασεν ἀξίως ἑαυτοῦ ἐν Πνεύματι καὶ τοὺς ἐν Πνεύματι Θεοῦ Θεὸν δοξάζοντας πᾶν ἡγεῖται τοὐναντίον πράττειν καὶ πρὸς τὸν τῶν βλασφημούντων κατασπᾷ κατάλογον τοὺς μόνους ὑψηλοὺς καὶ ἀσφαλεῖς θεολόγους.

Ἀλλὰ γὰρ ἐνδιατρίψωμεν ἔτι περὶ τὴν πίστιν καὶ τὴν κατ’ αὐτὴν θείαν καὶ τερπνὴν χριστιανοῖς θεωρίαν, πίστιν, τὸ τῆς εὐαγγελικῆς δυνάμεως ὄχημα, τὴν ἀποστολικὴν ζωήν, τὸ ἁβραμιαῖον δικαίωμα, πίστιν, ἐξ ἧς νῦν ἄρχεται καὶ εἰς ἣν καταλήγει πᾶσα δικαιοσύνη καὶ ἀφ’ ἧς «ἅπας δίκαιος ζήσεται», ὁ δ’ ὑποστελλόμενος τῆς εὐδοκίας ἐκπεσεῖται τῆς θείας, καὶ γὰρ «χωρὶς πίστεως ἀδύνατον εὐαρεστῆσαι Θεῷ», πίστιν, τὴν παντοδαπῆς πλάνης τὸ γένος ἡμῶν ἐλευθεροῦσαν ἀεὶ καὶ ἐνιδρύουσαν ἡμᾶς τῇ ἀληθείᾳ καὶ ἡμῖν τὴν ἀλήθειαν, ἧς οὐδεὶς ἡμᾶς τῶν ἁπάντων ἀποκινήσει, κἂν μαινομένους ἡγήσηται, διὰ τῆς ὄντως πίστεως ἐξεστηκότας τὴν ὑπὲρ ἔννοιαν ἔκστασιν, ἔργῳ τε καὶ λόγῳ μαρτυροῦντας ὡς οὐ «περιφερόμεθα παντὶ ἀνέμῳ τῆς διδασκαλίας», ἀλλὰ τῆς ἑνιαίας τῶν χριστιανῶν ἀληθογνωσίας ἐχόμεθα καὶ τὴν ἁπλουστέραν καὶ θειοτέραν καὶ ὡς ἀληθῶς ἀπλανῆ θεωρίαν πρεσβεύομεν. Ἵνα τοίνυν, τῶν μελλόντων ἀρτίως ἀφέμενοι, τὴν ἐκ πίστεως ὑπὲρ νοῦν θεωρίαν ἀπὸ τῶν γεγονότων ἐξ ἀρχῆς ἐποπτεύσωμεν, «πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι Θεοῦ, εἰς τὸ μὴ ἐκ φαινομένων τὰ βλεπόμενα γεγονέναι». Ποῖος νοῦς χωρῆσαι δύναιτ’ ἂν ὡς ἐκ μηδαμῇ μηδαμῶς ὄντος τόδε γέγονε τὸ πᾶν καὶ ταῦτα λόγῳ μόνῳ; Ἐκεῖνο γὰρ πάντως οὐχ ὑπεραναβαίνει τὰς νοερὰς ἐνεργείας, ὃ καταληπτόν ἐστιν αὐταῖς.

Ταῦτ’ ἄρα καὶ οἱ σοφοὶ τῶν Ἑλλήνων κατανοήσαντες ὡς μεταχωρεῖ πρὸς τὸ μὴ ὂν τῶν φθειρομένων οὐδέν, γίνεταί τε ἐκ μὴ ὄντος τῶν γινομένων οὐδέν, ἀγένητον καὶ ἀτελεύτητον τὸν κόσμον ἐδόξασαν. Ἀλλ’ ὑπεραναβᾶσα ἡ πίστις τὰς ἀπὸ τῆς τῶν κτισμάτων θεωρίας ἐγγινομένας ἐννοίας ἥνωσεν ἡμᾶς τῷ πάντων ὑπερανῳκισμένῳ λόγῳ καὶ τῇ ἀκατασκεύῳ καὶ ἁπλῇ ἀληθείᾳ καὶ κατενοήσαμεν κρεῖττον ἢ κατὰ ἀπόδειξιν ὡς οὐ μόνον ἐκ μὴ ὄντων, ἀλλὰ καὶ μόνῳ ῥήματι Θεοῦ ἅπαντα παρήχθη. Τί οὖν ἡ πίστις αὕτη; Ἆρα φυσική τις δύναμις ἢ ὑπερφυής; Ὑπερφυὴς δήπου· διὸ «οὐ δύναταί τις ἐλθεῖν πρὸς τὸν Πατέρα εἰ μὴ δι’ Υἱοῦ», τοῦ ὑπεράνω τιθέντος ἡμῶν αὐτῶν ἡμᾶς καὶ τὴν θεοποιὸν ἁπλότητα διδόντος καὶ πρὸς τὴν τοῦ συναγωγοῦ Πατρὸς ἐπιστρέφοντος ἑνότητα. Διὰ τοῦτο Παῦλος «ἔλαβε χάριν εἰς ὑπακοὴν πίστεως», διὰ τοῦτο «ἑὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου Κύριον Ἰησοῦν καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ», διὰ τοῦτο τῶν ἰδόντων καὶ πιστευσάντων εἰς τὸν ἐκ νεκρῶν ζῶντα καὶ ἀρχηγὸν τῆς αἰωνίου ζωῆς, οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες μακαριώτεροι· ἃ γὰρ καὶ ὀφθαλμὸς βλέπων ἑαυτῷ ἀπιστεῖ καὶ διάνοια καταλαβεῖν οὐκ ἔχει, ταῦτα διὰ τῶν τῆς πίστεως ὑπερκοσμίων ὀφθαλμῶν καὶ εἶδον καὶ ἐσεβάσθησαν. «

Αὕτη ἐστὶν ἡ νίκη ἡ νικήσασα τὸν κόσμον, ἡ πίστις ἡμῶν»· αὕτη ἐστίν, εἰ καὶ παράδοξον εἰπεῖν, ἡ καὶ τὸν κάτω πρότερον κατὰ διαφόρους τρόπους καὶ καιροὺς συστησαμένη κόσμον, εἶθ’ ὕστερον ἐπὶ τὸ θειότερον μετασκευάσασα καὶ ὑψοῦ τῶν οὐρανῶν αὐτὸν θεῖσα καὶ τὴν γῆν οὐρανώσασα. Τίς δευτέρου κόσμου σπέρματα ἐφύλαξεν;

Οὐχ ἡ τοῦ Νῶε πίστις; Τίς τὸν Ἅβραμ, Ἁβραὰμ καὶ πολλῶν ἐθνῶν πεποίηκε πατέρα, τῶν τε τῇ ψάμμῳ παρεικαζομένων καὶ τῶν τοῖς ἄστρασι παραπλησίων; Οὐχ ἡ περὶ τὰς ἀκαταλήπτους τότε ἐκείνας ὑποσχέσεις πίστις; Τὸν γὰρ μονογενῆ διάδοχον προκείμενον εἶχεν εἰς σφαγὴν καὶ δι’ αὐτοῦ πολυτεκνίαν, ὢ τοῦ θαύματος, ἀνενδοιάστως ἐπίστευσε.

Τί οὖν, οὐχὶ μωραίνειν ἂν τότ’ ἔδοξεν ὁ γέρων τοῖς λογισμῷ τὰ πράγματα ὁρῶσιν; Ἀλλ’ ἔδειξεν ἡ διὰ τῆς χάριτος τοῦ Θεοῦ τῶν πραγμάτων ἔκβασις τὴν πίστιν οὐκ ἀφροσύνην οὖσαν, ἀλλὰ γνῶσιν πάντα λογισμὸν ὑπερέχουσαν. Νῶε δ’ αὖθις ἀπὸ τῆς κυρτῆς οὐρανοῦ περιφερείας ἀβύσσους προσεδόκησεν ὑδάτων. Ποῦ τὰ τῆς παρὰ σοὶ σεπτῆς φιλοσοφίας ληρήματα; Ἐπὶ τὸ κάτω καὶ μέσον φύσει πάντα φέρεται τὰ βάρη, τὰ κοῦφα καθόσῳ κοῦφα, κατὰ τοσοῦτο πέφυκεν ἀπέχειν τοῦ μέσου. Ποῦ σοι τὸ μανὸν καὶ συμπεπιλημένον, τὸ μὲν οὐκ ἔχον στέγειν, τὸ δὲ διαδύνον, καὶ τὰ μὴ πάνυ ἀραιὰ τὴν φύσιν; Ποῦ τὰ ἀκριβῆ σφαιρώματά τε καὶ κυρτώματα καὶ αἱ πολυειδεῖς καὶ τάχισται κινήσεις, δι’ ὧν σὺ τὴν ἐν τοῖς οὖσιν ἀλήθειαν ζητῶν σαυτὸν καὶ τοὺς σοὶ πειθομένους ἀποβουκολήσεις ταύτης καὶ παρανάλωμα κατακλυσμοῦ ποιήσεις, ἃ διὰ τῆς γνώσεως κακῶς ἠγνόησαν, ταῦτα πικρῶς διὰ τῆς πείρας μανθάνοντας.

Ἡ δὲ πίστις καὶ πρὸ τῆς ἐκβάσεως δι’ ἀγνωσίας καλῶς προσάξει τῇ ἀληθείᾳ καὶ ἀπειράστους παντάπασι καὶ ἀπαθεῖς κακῶν διὰ τῆς πείρας ποιήσεται καὶ διὰ τῶν πραγμάτων αὐτῶν μωρὰν ἀποδείξει τὴν ἔξω πᾶσαν φιλοσοφίαν, μήτε τότε, μήτε νῦν εἰδυῖαν τὸ ὑπὸ τοῦ μεγάλου Πέτρου εἰρημένον ὅτι «οὐρανοὶ ἦσαν ἔκπαλαι ἐξ ὕδατος καὶ δι’ ὕδατος συνεστῶτες, δι’ ὧν ὁ πάλαι κόσμος ὕδατι κατακλυσθεὶς ἀπώλετο· οἱ δὲ νῦν οὐρανοὶ τεθησαυρισμένοι εἰσὶ πυρί, τηρούμενοι εἰς ἡμέραν κρίσεως καὶ ἀπωλείας τῶν ἀσεβῶν».

Τί οὖν, ἡ τοῖς χριστιανοῖς ἐνυπάρχουσα θεογνωσία καὶ ἡ δι’ αὐτὴν σωτηρία διὰ γνώσεως φιλοσοφίας ἢ διὰ πίστεως, ἥτις δι’ ἀγνωσίας τὴν ταύτης γνῶσιν καταργεῖ; Ἀλλ’ εἰ διὰ γνώσεως, κεκένωται ἡ πίστις καὶ κατήργηται ἡ λέγουσα ἐπαγγελία ὅτι «ἑὰν πιστεύσῃς ἐν τῇ καρδίᾳ σου Κύριον Ἰησοῦν, σωθήσῃ». Ὥστε οὐχ ὁ τὴν τῶν ὄντων γνῶσιν ἔχων ἐν καρδίᾳ διὰ ταύτην ἔχει τὸν Θεόν, ἀλλ’ ὁ πιστεύσας ἐν τῇ καρδίᾳ Κύριον Ἰησοῦν, διὰ τῆς ἀπεριέργου πίστεως ἐν ἑαυτῷ ἐνιδρυμένον ἔχει τὸν Θεόν.

Καὶ παρῶμεν νῦν τοὺς διὰ τῆς γνώσεως ταύτης ἀγνοήσαντας Θεὸν καὶ ὅτι μὴ πᾶσα ἀληθής ἐστιν ἡ ἐκ φιλοσοφίας γνῶσις. Ἀλλὰ θῶμεν εἶναι πᾶσαν ἀληθῆ καὶ προθῶμεν τοὺς δι’ αὐτῆς τῆς τῶν κτισμάτων γνώσεως ἐπιγνόντας τὸ Θεόν. Ἡ γοῦν διὰ τούτων θεωρία καὶ ἐπίγνωσις «φυσικὸς» καλεῖται «νόμος»· διὸ καὶ πρὸ τῶν πατριαρχῶν καὶ προφητῶν καὶ τοῦ γραπτοῦ νόμου τὸ γένος τῶν ἀνθρώπων ἀνεκαλεῖτο καὶ ἐπέστρεφε πρὸς τὸν Θεὸν καὶ ὑπεδείκνυ τὸν δημιουργὸν τοῖς μὴ καὶ τῆς κατὰ φύσιν γνώσεως κατὰ τοὺς Ἑλλήνων σοφοὺς ἐξεστηκόσι. Τίς γὰρ νοῦν ἔχων καὶ ἰδὼν ἐμφανεῖς μὲν οὐσιῶν διαφορᾶς τοσαύτας, ἀφανῶν τε δυνάμεων ἐναντιότητας καὶ ἀντιρρόπους κινήσεων ὁρμάς, ἔτι δὲ στάσιν τρόπον ἕτερον ἀντίρροπον, διαδοχάς τε ἀνεκλείπτους ἐξ ἐναντιοπαθείας καὶ φιλίαν ἀσύγχυτον ἐξ ἀσυμβάτου νείκους, συνοχάς τε τῶν διακεκριμένων καὶ ἀσυμμιξίας τῶν ἡνωμένων, νῶν, ψυχῶν, σωμάτων, τὴν διὰ τοσούτων ἁρμονίαν, τὰς μονίμους σχέσεις τε καὶ θέσεις, τὰς οὐσιώδεις ἕξεις τε καὶ τάξεις, τὸ ἀδιάλυτον τῆς συνοχῆς, τίς τὰ τοιαῦτα πάντα ἐπὶ νοῦν λαβὼν τὸν ἐν ἑαυτῷ ἕκαστον καλῶς ἱδρύσαντα καὶ πρὸς ἄλληλα θαυμασίως ἁρμοσάμενον οὐκ ἐννοήσειεν, ὡς ἀπ’ εἰκόνος καὶ αἰτιατοῦ γινώσκειν τὸν Θεόν; Τίς δ’ οὕτω γνοὺς Θεὸν ἕν τι τῶν αἰτιατῶν ἢ τῶν κατ’ εἰκόνα τούτου προκειμένων ἡγήσεται αὐτόν; Ὥστε καὶ τὴν ἐξ ἀποφάσεως θεογνωσίαν ἕξει.

Ἐπέστρεφε τοίνυν ἡ τῶν κτισμάτων γνῶσις πρὸς θεογνωσίαν τὸ γένος τῶν ἀνθρώπων πρὸ νόμου τε καὶ προφητῶν, καὶ νῦν αὖθις ἐπιστρέφει, καὶ σχεδὸν πᾶν τὸ πλήρωμα τῆς οἰκουμένης, ὅσοι μὴ τοῖς εὐαγγελικοῖς θεσπίσμασιν εἴκουσι, δι’ αὐτῆς μόνης, οὐχ ἕτερον ἀρτίως ἔχουσι Θεόν, ὅτι μὴ τὸν ποιητὴν τοῦδε τοῦ παντός.

Οὗτοι τοίνυν ἐκ μόνης τῆς τῶν κτιστῶν γνώσεως γινώσκουσι Θεόν, οἱ μὴ «διὰ νόμου νόμῳ ἀποθανόντες, ἵνα τὴν ἐν Χριστῷ ζήσωσι ζωήν», μᾶλλον δὲ οἱ νόμον Θεοῦ μηδέποτε μηδένα προσέμενοι. Σὺ δὲ νῦν ἡμᾶς, ἡνίκα ὁ Θεὸς «ἐφανερώθη ἐν σαρκί, ἐπιστεύθη ἐν ἔθνεσιν, ἐκηρύχθη ἐν κόσμῳ» καὶ ὁ τῆς χάριτος νόμος ἀνεκαλύφθη τοῖς πέρασιν, ἡνίκα «τὸ Πνεῦμα τοῦ Θεοῦ ἐλάβομεν ἵνα εἰδῶμεν τὰ ἐκ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν», ἡνίκα «διδακτοὶ Θεοῦ» ἐγενόμεθα καὶ τοῦ Παρακλήτου παιδεύματα, κατὰ τὴν σωτήριον ἐπαγγελίαν—«ἐκεῖνος» γάρ φησι «διδάξει ὑμᾶς πᾶσαν τὴν ἀλήθειαν», ὡς μηδέπω δήπου ἐγνωσμένην—, ἡνίκα «νοῦν ἔχομεν Χριστοῦ» καὶ ὀφθαλμοὺς πνευματικούς, πάλιν εἰς τοὐπίσω στρέφεις, ὑπὸ διδασκάλοις τοῖς τοῦ κόσμου τούτου ζῆν στοιχείοις, ἄνθρωπε; Τί λέγεις; «Καινὸν οὐρανὸν καὶ καινὴν γῆν» κατὰ τὸ ἐπάγγελμα αὐτοῦ προσδοκῶμεν, καὶ οὐκ ἐξ ἐκείνου τὸν Θεὸν ὑπερκοσμίως νοήσομέν τε καὶ δοξάσομεν, ἀλλ’ ἐκ τοῦ παλαιοῦ τούτου μόνου καὶ ἀλλοιωτοῦ ἐπιγνωσόμεθα αὐτόν; Οὐκ ἀλλοιωτοῦ δὲ μόνον, ἀλλὰ καὶ φθαρτοῦ. Καὶ γὰρ καινὸν εἰπὼν ἐκεῖνον, παλαιὸν τοῦτον ἔδειξε· πᾶν δὲ τὸ παλαιούμενον καὶ γηράσκον, εἰς ἀφανισμόν.

Ἀλλὰ πόθεν τὸν καινὸν τοῦτον ἐδιδάχθημεν κόσμον καὶ τὴν μὴ παλαιουμένην ζωήν; Ἆρ’ ἀπὸ τῆς τῶν κτισμάτων θεωρίας ἢ παρὰ «τοῦ ὁρισθέντος Υἱοῦ Θεοῦ ἐν δυνάμει, κατὰ Πνεῦμα ἁγιωσύνης, ἐξ ἀναστάσεως νεκρῶν, Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν»; Οὐχ εἷς ἡμῶν ἐστι καθηγητὴς ὁ Χριστός; Ποῦ τοίνυν τῶν αὐτοῦ λόγων περὶ τῆς τοῦ φθειρομένου κόσμου φύσεως ἐδιδάχθημεν; Οὐκ αὐτὸς ἐνετείλατο μὴ καλεῖν καθηγητὴν ἐπὶ τῆς γῆς; Πῶς οὖν ἡμεῖς Ἕλλησι καὶ Αἰγυπτίοις ὡς σωτήριόν τι μαθησόμενοι φοιτήσομεν; Θεὸν αὐχεῖ διδάσκαλον ἡ καθ’ ἡμᾶς θεογνωσία· οὐκ ἄγγελος, οὐκ ἄνθρωπος, ἀλλ’ αὐτὸς ὁ Κύριος ἐδίδαξε καὶ ἔσωσεν ἡμᾶς. Οὐκέτι ἐκ τοῦ εἰκότος γινώσκομεν Θεόν· τοιαύτη γὰρ ἡ ἀπὸ τῶν κτισμάτων γνῶσις τοῦ Θεοῦ· νῦν δὲ «ἡ ζωὴ ἐφανερώθη, ἥτις ἦν πρὸς τὸν Πατέρα καὶ ἐφανερώθη ἡμῖν» καὶ ἀνήγγειλεν ἡμῖν ὅτι «ὁ Θεὸς φῶς ἐστι καὶ σκοτία ἐν αὐτῷ ὑπάρχει οὐδεμία», καὶ τοὺς πιστεύσαντας αὐτῷ «τέκνα» ἐποίησε «φωτός», «καὶ οὔπω ἐφανερώθη τί ἐσόμεθα», ὅτι «ἐὰν φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα, ὅτι καὶ ὀψόμεθα αὐτὸν καθώς ἐστιν».

Ἔχεις πάλιν ἔφοδον συκοφαντίας· «Καθὼς γάρ ἐστιν ὀψόμεθα αὐτόν»· ἀλλ’ ὁ ταῦτα λέγων τῇ ἐν Σιὼν τεθείσῃ πέτρᾳ προσεχῶς ἐπῳκοδομημένος, ταύτῃ παραπλήσιός ἐστιν ἐν πᾶσιν· «Ὁ πεσὼν οὖν ἐπ’ αὐτὸν συντριβήσεται, καὶ ἐφ’ ὃν ἂν πέσῃ, λικμήσει αὐτόν».

Ἡμεῖς δὲ σκεψώμεθα πόθεν ὁ φιλόσοφος κατασκευάζει ὡς ὑπὲρ πάσας τὰς νοερὰς ἐνεργείας ὅρασις οὐκ ἔστιν, ἐκεῖνο πρότερον εἰπόντες ὡς ἀνώνυμόν τε καὶ ὑπερώνυμον ἐκεῖνο ἴσμεν, περὶ οὖ ἡμῖν ὁ λόγος. Εἰ γοῦν καὶ ὅρασιν αὐτό φαμεν, ἀλλὰ καὶ ὑπὲρ ὅρασιν αὐτὸ ὑπάρχον ἐπιστάμεθα, κἄν τις ἐθέλῃ νόησιν αὐτὸ καλεῖν, ὅτι καὶ ὑπὲρ νόησίν ἐστιν ἐκεῖνο πιστεύων ἢ διὰ τῆς πείρας ἐπιστάμενος, κατὰ τοῦθ’ ἡμῖν ὁμολογεῖ. Τὰ γοῦν συντεταγμένως καταφασκόμενά τε καὶ ἀποφασκόμενα νοήματά τε καὶ ὁράματα αὐτῷ παρείσθω πάνθ’ ὡς μάταια καὶ μηδὲν ὄντα πρὸς ἡμᾶς καὶ τὸν προκείμενον λόγον. Ὅτι δέ ἐστιν ὅρασις ὑπὲρ πᾶσαν νόησιν, ἐκεῖνος μὲν οὐκ ἐνόησεν, οὐδὲ ἐπίστευσεν. Ἡμεῖς δὲ καὶ μὴ νοοῦντι συνέγνωμεν ἄν, ἐπειδὴ τὸ ὑπὲρ νοῦν νοεῖν οὐκ ἔνι φύσει τῇ καθ’ ἡμᾶς καὶ ταῖς κατ’ αὐτὴν μελέταις, καὶ μὴ πάντῃ πιστεύοντα παρεδεξάμεθ’ ἄν, χρῆν εἰδότες, κατὰ τὸν Ἀπόστολον, «τὸν ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθαι».

Τὸ δὲ καὶ τοὺς πιστεύοντας περιτρέπειν ἐγχειρεῖν καὶ συγγράμμασιν ἐναγωνίοις χρῆσθαι κατ’ αὐτῶν τε καὶ τῆς ἀληθείας καὶ παντὶ τρόπῳ σκανδαλίζειν σπεύδειν οὐ τοὺς μικροὺς μόνον, ἀλλὰ καὶ τοὺς προήκοντας ἀρετῇ καὶ εὐσεβείᾳ, τοῦτο δὲ τίς ἂν ἐνέγκοι σιωπῇ, τῆς ἀληθείας θεραπευτὴς εἶναι προαιρούμενος; Ἐκεῖνος μὲν οὖν ὡς ἔστιν ὅρασις καὶ νόησις ὑπὲρ πᾶσαν ὅρασιν καὶ νόησιν, ὑπερώνυμός τε οὖσα καὶ ἀποδεούσας ἑαυτῆς κεκτημένη τὰς ἐπωνυμίας, οὐκ ἐνόησεν, οὐδὲ ἐπίστευσε, καὶ ὃ δὲ ὑπὲρ νοῦν λέγειν τοὺς θεολόγους οἴεται τὴν κατὰ ἀπόφασιν θεολογίαν, οὐ δὲ τοῦτ’ εἶναι ὑπὲρ νοῦν καὶ αὐτὸς ὁμολογεῖ. «Τὰ γὰρ ἐγνωσμένα» φησὶν «ἀποφάσκουσιν, οὐ τὰ μὴ ἐγνωσμένα, καὶ ἡμεῖς ἴσμεν ὡς ἐν τῇ θεολογίᾳ ταύτῃ τὰ ἀπεμφαίνοντα τῷ Θεῷ διανοεῖται ὁ νοῦς», ὥστ’ οὐδ’ αὕτη ἡ θεολογία τὰς νοερὰς ἐνεργείας ὑπερβέβηκε.

Περὶ δὲ τῆς ὑπὲρ νοῦν ὁράσεως, τοῦτ’ ἂν εἴποιμεν ὡς εἰ μὲν οὐκ εἶχεν ὁ ἡμέτερος νοῦς ὑπεραναβαίνειν ἑαυτόν, οὐδ’ ἂν ἦν ὑπὲρ τὰς νοερὰς ἐνεργείας ὅρασις καὶ νόησις· ἐπεὶ δὲ καὶ ταύτην ἔχει τὴν δύναμιν καὶ κατὰ ταύτην μόνην κυρίως ἑνοῦται τῷ Θεῷ, δι’ αὐτοῦ κατὰ τὸν καιρὸν τῆς προσευχῆς προϊοῦσαν εἰς ἐνέργειαν, ἔστιν ἄρα ὑπὲρ τὰ νοερὰς πάσας ἐνεργείας ὅρασις, ἣν ὅρασιν ὑπὲρ νόησίν φαμεν· φαίη δ’ ἄν τις τοῦτο καὶ ἀορασίαν καὶ ἀγνωσίαν ὑπεροχικῶς· ὃ τοίνυν οὐ μᾶλλόν ἐστιν ἀνοησία ἢ νόησις, πῶς μόριον ἔσται τῆς καθόλου γνώσεως;

Πῶς δ’ ἀντιδιαιρεθήσεται τοῖς εἴδεσιν αὐτῆς; Οὐδὲ γὰρ τὴν οὐσίαν διεῖλέ ποτέ τις τῶν σοφῶν εἰς σῶμα καὶ ἀσώματον καὶ ὑπερούσιον, οὐδὲ τὴν αἴσθησιν εἴς τε τὰς πέντε αἰσθήσεις καὶ τὸ ὑπὲρ αἴσθησιν· τὸ γὰρ ὑπὲρ τὴν οὐσίαν, πῶς ἂν εἴη ὑπὸ τὴν οὐσίαν καὶ ὑπ’ αἴσθησιν τὸ ὑπὲρ αἴσθησιν; Οὕτως ἄρα οὐδὲ τὸ ὑπὲρ τὴν γνῶσιν γνώσεως εἶδος. Ὅτι δὲ ἔχει δύναμιν ὑπερβαίνειν ἑαυτὸν ὁ νοῦς καὶ δι’ αὐτῆς τοῖς ἑαυτοῦ κρείττοσιν ἑνοῦσθαι καὶ ὁ μέγας Διονύσιος ἀριδηλότατά φησι, καὶ οὐχ ἁπλῶς τοῦτο λέγει, ἀλλὰ καὶ τὴν τοιαύτην εἴδησιν χριστιανοῖς τῶν ἀναγκαιοτάτων εἶναι προσημαίνει· «Δέον» γάρ φησιν «εἰδέναι τὸν καθ’ ἡμᾶς νοῦν, τὴν μὲν ἔχειν δύναμιν εἰς τὸ νοεῖν, δι’ ἧς τὰ νοητὰ βλέπει, τὴν δὲ ἕνωσιν ὑπεραίρουσαν τὴν τοῦ νοῦ φύσιν, δι’ ἧς συνάπτεται πρὸς τὰ ἐπέκεινα ἑαυτοῦ». ᾟ μὲν οὖν ὑπεραίρει τὴν τοῦ νοῦ φύσιν, ὑπὲρ πάσας ἐστὶ τὰς νοερὰς ἐνεργείας καὶ γνῶσις οὐκ ἔστι καθ’ ὑπεροχήν, ᾗ δὲ σύνδεσμός ἐστι νοῦ τε καὶ Θεοῦ, κρεῖττον ἀσυγκρίτως τῆς συνδούσης τὸν νοῦν πρὸς τὰ κτιστὰ δυνάμεως, δηλαδὴ τῆς γνώσεως.

Ἀλλὰ πῶς ὁ ἀντιλέγων ἡμῖν κατασκευάζει ὡς οὐκ ἔστιν ὑπὲρ πάσας τὰς νοερὰς ἐνεργείας ὅρασις; «Ἐπειδή» φησι «τῆς κατὰ ἀφαίρεσιν θεολογίας ὑψηλότερον οὐδέν». Ἀλλ’ ἕτερον, ὦ βέλτιστε, θεωρία θεολογίας, ἐπεὶ μηδὲ ταὐτὸν λέγειν τι περὶ Θεοῦ καὶ κεκτῆσθαι καὶ ὁρᾶν Θεόν.

Λόγος μὲν γὰρ καὶ ἡ κατὰ ἀπόφασιν θεολογία, θεωρίαι δέ εἰσι καὶ ὑπὲρ λόγον, καὶ τοῦτ’ ἔδειξεν ὁ ἀποκαλυφθεὶς τὰ ἄρρητα. Ἐπεὶ τοίνυν λόγος καὶ ἡ δι’ ἀποφάσεως θεολογία, καὶ ὑπὲρ αὐτὴν ἄρα ἐστὶν ἡ ὑπὲρ λόγον θεωρία, καὶ ὑπεραναβαίνουσι ταύτην οἱ θεωρητικοὶ τῶν ὑπὲρ λόγον, οὐ λόγῳ, ἔργῳ δὲ καὶ ἀληθείᾳ καὶ χάριτι Θεοῦ καὶ τοῦ πάντα δυναμένου Πνεύματος, ὃ δίδωσιν ἡμῖν ὁρᾶν «ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσεν».

Ἀλλ’ ἐκεῖνος ταῦτα οὐδὲ μετρίως συνιείς, τὸν μέγαν οἴεται συμμαρτυρεῖν αὐτῷ Διονύσιον λέγοντα· «Ἐν τῷ θείῳ γνόφῳ γίνεται πᾶς ὁ Θεὸν γνῶναι καὶ ἰδεῖν ἀξιούμενος, αὐτῷ τῷ μὴ ὁρᾶν, μηδὲ γινώσκειν ἀληθῶς, ἐν τῷ ὑπὲρ ὅρασιν καὶ γνῶσιν γινόμενος»· καὶ ἀλλαχοῦ· «Μόνοις ὑπάρχει εἰσδύεσθαι εἰς τὸν γνόφον, οὗ ὄντως ἐστὶν ὁ πάντων ἐπέκεινα, τοῖς πάντα καὶ τὰ καθαρὰ καὶ πᾶσαν πασῶν ἁγίων ἀκροτήτων ἀνάβασιν καὶ πάντα τὰ θεῖα φῶτα ὑπερβᾶσιν». «Εἰσέρχεται δέ τίς» φησιν ὁ φιλόσοφος «εἰς τοῦτον τὸν γνόφον διὰ τῆς πάντων τῶν ὄντων ἀφαιρέσεως, καὶ τοῦτό ἐστιν ἡ τελεωτάτη θεωρία ὁ γνόφος οὗτος, ἡ δι’ ἀποφάσεως θεολογία μόνη, καὶ τοῦ μηδὲν γινώσκειν οὐδέν ἐστιν ἐπέκεινα, ὥστε καὶ τὸ θεῖον φῶς ἐκεῖνο, ὅ τί ποτέ ἐστιν ὃ λέγετε ὑμεῖς, ἀπολιπεῖν δεῖ, ἵνα πρὸς τὴν κατὰ ἀπόφασιν θεολογίαν τε καὶ θεωρίαν ἀναδράμητε».

Ἀλλὰ μὴν φῶς ἡμεῖς τῆς χάριτος ἐκεῖνο λέγομεν, ὅ φησιν αὐτὸς ὁ μέγας Διονύσιος πάντοτε αἰωνίως καὶ ἀδιαλείπτως περιαστράπτειν τοὺς ἁγίους ἐν τῇ μακαριωτάτῃ ἐκείνῃ διαγωγῇ τοῦ μέλλοντος αἰῶνος «ὡς καὶ τοὺς μαθητὰς ἐν τῇ θειοτάτῃ μεταμορφώσει». Τίς ἂν οὖν γένοιτο μηχανὴ τοῦ αἰδίως περιλάμποντος καὶ ἀνεκλείπτως ὁρωμένου τότε καὶ ταῦτ’ οὐ μόνον αἰσθητῶς, ἀλλὰ καὶ νοερῶς, μᾶλλον δὲ καὶ ὑπὲρ ταῦτα πνευματικῶς καὶ θεϊκῶς, ὡς πολλάκις καὶ διὰ πολλῶν ἐδείξαμεν, τίς οὖν μηχανή, τίς δ’ ὄνησις ἀπολελύσθαι τοῦ κρεῖττον ἢ καθ’ ἡμᾶς τοῖς νοῦ κρείττοσιν ἑνοῦντος αἰωνίως καὶ διδόντος τὰ ὑπὲρ ἡμᾶς ὁρᾶν; Ὡς γὰρ ὁ νοῦς ἀφράστως τῇ αἰσθήσει συνημμένος ὁρᾷ τὰ αἰσθητὰ καὶ ὡς ἡ αἴσθησις συμβολικῶς καὶ αἰσθητῶς προτίθεται τὰ νοητὰ διὰ τῆς πρὸς τὸν νοῦν συναφείας, ἐν καταλήψει γενομένη τούτων, οὕτω καὶ τῷ Πνεύματι ταῦτ’ ἄμφω συνημμένα τὸ ἀόρατον φῶς πνευματικῶς θεάσονται, μᾶλλον δὲ συνδιαιωνίσουσι θεώμενα. Τίς οὖν μηχανὴ τοῦ ἀϊδίως οὕτω περιαυγάζοντος τόθ’ ἡμᾶς φωτὸς ἀφεῖσθαι, ἵνα τῆς σοὶ νομιζομένης τελεωτάτης θεωρίας ἀπολαύσωμεν; Εἰ δὲ νῦν μὲν ἀφιέναι τοῦτο τὸ φῶς καὶ ὑπερβαίνειν δυνάμεθα, τότε δ’ οὔ, κρείττων ἄρ’ ἡμῖν ὁ παρὼν αἰὼν τοῦ μέλλοντος καὶ εἰκότως ἐπτόηνται περὶ αὐτὸν οἱ τῷ αἰωνίῳ πολεμοῦντες καὶ ἀληθινῷ φωτί.

Ἆρ’ οὖν Διονύσιος ὁ μέγας τούτοις συμφωνεῖ; Καὶ πῶς ἄρ’ ὁ τὸ φῶς τοῦτο ἐξυμνήσας πάντων μάλιστα; Τοῦτο μὲν οὖν καὶ προαπεδείξαμεν διὰ πλειόνων ἐν τοῖς Περὶ φωτὸς καὶ φωτισμοῦ θείου προεξενηνεγμένοις λόγοις ὡς ὅ γε μάλιστα πάντων ἀντικείμενος τοῖς τῷ μεγάλῳ φωτὶ ἀντικειμένοις, οὗτός ἐστιν ὁ ἐξ Ἀρείου πάγου τῆς οἰκουμένης φανότατος φωστήρ. Ἀλλὰ καὶ νῦν ἀναλαβόντες ἴδωμεν τἀκείνου ὑπ’ αὐτῶν προβεβλημένα ῥήματα. Δωροθέῳ τοίνυν οὗτος ἐπιστέλλων λειτουργῷ «ὁ θεῖός» φησι «γνόφος ἐστὶ τὸ ἀπρόσιτον φῶς δι’ ὑπερβολὴν ὑπερουσίου φωτοχυσίας· ἐν τούτῳ γίνεται πᾶς ὁ Θεὸν γνῶναι καὶ ἰδεῖν ἀξιούμενος, αὐτῷ τῷ μὴ ὁρᾶν, μηδὲ γινώσκειν ἐν τῷ ὑπὲρ ὅρασιν καὶ γνῶσιν γινόμενος, τοῦτο αὐτὸ γινώσκων ὅτι μετὰ πάντα ἐστὶ τὰ αἰσθητὰ καὶ νοητά». Ἐνταῦθα τοίνυν τὸ αὐτὸ καὶ γνόφον λέγει καὶ φῶς, καὶ ὁρᾶν καὶ μὴ ὁρᾶν, καὶ γινώσκειν καὶ μὴ γινώσκειν. Πῶς οὖν καὶ σκότος τοῦτο τὸ φῶς; «Δι’ ὑπερβολήν» φησι «φωτοχυσίας», ὥστε φῶς μὲν κυρίως, σκότος δὲ καθ’ ὑπεροχήν, ὡς ἀόρατον τοῖς δι’ αἰσθήσεως ἢ νοῦ ἐνεργειῶν προσιέναι καὶ ὁρᾶν ἐπιχειροῦσιν.

Ἐπεὶ δ’ ἐν αὐτῷ τῷ ἀπροσίτῳ γίνεται πᾶς ὁ Θεὸν γνῶναι καὶ ἰδεῖν ἀξιούμενος, τίς ἐστιν οὗτος ὁ τοῦ τοιούτου ἀξιούμενος προσελθεῖν τῷ ἀπροσίτῳ καὶ ἰδεῖν τὸ ἀόρατον; Ἆρα πᾶς θεοσεβής; Ἀλλὰ Μωσέως μόνο καὶ τῶν κατ’ αὐτὸν τὸ γενέσθαι ἐν τῷ θείῳ γνόφῳ, ἡ δὲ δι’ ἀποφάσεως θεολογία παντός ἐστι θεοσεβοῦς· νῦν δὲ μετὰ τὴν δεσποτικὴν διὰ σαρκὸς ἐπιδημίαν, καὶ παντὸς ἀνθρώπου, ὡς προαποδέδεικται. Ἄλλο ἄρα τὸ κυρίως τοῦτο φῶς καὶ ὁ θεῖος οὗτος γνόφος καὶ ἀσυγκρίτως ὑπερέχον τῆς κατὰ ἀπόφασιν θεολογίας· ἔστω δ’ ὅμως ὁπόσον ὁ Μωυσῆς ὑπερέχει κατὰ τὴν θεοπτίαν τῶν πολλῶν. «Ἀλλ’ ὁ ἐν τῷ φωτὶ τούτῳ γεγονώς, ὁρᾷ» φησι «καὶ οὐχ ὁρᾷ». Πῶς ὁρῶν οὐχ ὁρᾷ; Ὅτι, φησίν, ὑπὲρ ὅρασιν ὁρᾷ, ὥστε κυρίως μὲν γινώσκει καὶ ὁρᾷ, οὐχ ὁρᾷ δὲ ὑπεροχικῶς, μηδεμιᾷ ἐνεργείᾳ νοῦ τε καὶ αἰσθήσεως ὁρῶν, αὐτῷ τῷ μὴ ὁρᾶν, μηδὲ γινώσκειν, τουτέστι τῷ ὑπερβῆναι τὸν τοιοῦτον πᾶσαν γνωστικὴν ἐνέργειαν, ἐν τῷ ὑπὲρ ὅρασιν καὶ γνῶσιν γινόμενος, δηλονότι κρειττόνως ἢ καθ’ ἡμᾶς καὶ ὁρῶν καὶ ἐνεργῶν, ὡς κρεῖττον ἢ κατ’ ἄνθρωπον γενόμενος καὶ Θεὸς ἤδη κατὰ χάριν ὢν καὶ Θεῷ ὑπάρχων ἡνωμένος καὶ διὰ Θεοῦ Θεὸν ὁρῶν.

Οἱ τοίνυν τὴν κατὰ ἀπόφασιν μόνην θεωρίαν πρεσβεύοντες καὶ περαιτέρω ταύτης μηδεμίαν ἐνέργειαν ἢ ὅρασιν δοξάζοντες, καὶ ταύτην μὲν ὑπὸ τὴν καθόλου γνῶσιν εἶναι λέγοντες, τῆς δὲ γνώσεως μηδεμίαν ὑψηλοτέραν θεωρίαν, τοὺς κατ’ αὐτοὺς τῆς κατὰ ἀπόφασιν τελεωτάτης ταύτης ἐφικνουμένους θεωρίας κυρίως μὴ ὁρᾶν, μηδὲ γινώσκειν ἐοίκασιν οἰόμενοι καὶ στέρησιν ἔχοντας γνώσεώς τε καὶ ὁράσεως. Οὐκοῦν ἔλαθον ἑαυτοὺς τὴν ὄντως ἀγνωσίαν, ταύτην δὴ τὴν κατὰ στέρησιν, κρεῖττον πάσης γνώσεως ἀποφαινόμενοι καὶ σεμνυνόμενοι τῷ κατ’ ἔλλειψιν ἀγνώστως ἔχειν; Οὕτως οἱ τῷ μεγίστῳ μὴ πιστεύοντες φωτὶ καὶ τοῦ φωτὸς τῆς γνώσεως ἐκπίπτουσι.

Καὶ μὴν εἰ ταὐτὸν ἥ τε κατὰ ἀπόφασιν θεωρία καὶ ὁ θεῖος γνόφος, αὕτη δὲ ἡ θεωρία στέρησιν κυρίως παρέχει τοῦ ὁρᾶν, κατὰ τοὺς λέγοντας ὡς οὐκ ἔστι περαιτέρω θεία θέα, οὐκοῦν καὶ ὁ θεῖος γνόφος οὗτος κυρίως ἐστὶ καὶ κατὰ στέρησιν σκότος καὶ τοὺς ἐν αὐτῷ γινομένους ἄφρονας ἀποτελεῖ καὶ ποιεῖ γε τοιούτους ὡς ἀληθῶς τοὺς περὶ αὐτοῦ τοιαῦτα ἀποφαινομένους, οἳ πρὶν ἀποτάξασθαι «τῇ Αἰγυπτίᾳ καὶ ψευδωνύμῳ καὶ ἀγόνῳ μητρί», ἣν καλῶς λέγουσιν οἱ πατέρες τὴν ἔξω νοεῖσθαι παίδευσιν, πρὶν καθαρῶς γνῶναι ὡς δύο πολεμίων μεταξὺ βιοτεύομεν καὶ προσθέσθαι τοῖς κρείττοσι, πρὶν δι’ αὐτῶν ἐπιθέσθαι τοῖς πονηροῖς καὶ τοὺς μὲν τρέψασθαι καὶ φονεῦσαι καὶ κατορύξαι, τοὺς δὲ φυγεῖν—ὅσα δηλονότι τῶν πονηρῶν παθῶν φυσικὴν ἔχοντα πρὸς ἡμᾶς οἰκειότητα, τῶν αἰτίων καὶ συνεργούντων παρόντων, ἡμῶν τὴν ἀρχὴν ἐπικρατέστερα γίνεται—, πρὶν τὴν πονηρὰν χρῆσιν ἐξελέγξαι τῶν ἀδίκως ἀπὸ τῶν φρεάτων τῆς κτίσεως τὴν τοῦ Θεοῦ σοφίαν ἀρυομένων, δηλαδὴ τῶν καθ’ Ἕλληνας σοφῶν, πρὶν συνοικῆσαι τοῖς εἰρήνην πρὸς ἀλλήλους ἄγουσι καὶ μὴ διαφωνοῦσι καὶ ἀντιφωνοῦσιν ἀλλήλοις, τοῖς τὰ θεῖα δηλονότι σοφοῖς, πρὶν δι’ ἀναχωρήσεως καὶ ἡσυχίας ἐπιστατῆσαι τῶν οἰκείων προβάτων, ταὐτὸν δ’ εἰπεῖν νοημάτων, πρὶν ἀναδραμεῖν εἰς τὸ ὄρος, τὴν ἀκρότητα τῆς καθ’ ἡμᾶς ψυχῆς, πρὶν πόρρωθεν ἐνατενίσαι τῷ καινῷ φωτί, πρὶν προσεγγίσαι, πρὶν ἀκοῦσαι καὶ τὰ ὑποδήματα τῶν ποδῶν ὑπολύσασθαι, ὡς οὐκ ἐξὸν ψαύειν τῆς ἁγίας γῆς, τῶν νεκρῶν καὶ μὴ ὄντως ὄντων μεσιτευόντων, πρὶν ἀλλοιωθῆναι τὴν δεξιὰν ἐγκόλπιον γενομένην, τουτέστι τὸν νοῦν εἰς ἑαυτὸν καταδύντα, πρὶν διὰ τῆς πάντα δυναμένης βακτηρίας, δηλαδὴ τῆς πίστεως, τὸ τοῦ τυράννου κράτος κατελεῖν κατὰ κράτος καὶ τὴν ἁλμυρὰν τοῦ βίου θάλασσαν ποσὶν ἀβρόχοις ἐμπεριπατῆσαι, πρὶν τὴν πικρανθεῖσαν καὶ σκληρυνθεῖσαν φύσιν ἡμῶν πηγὴν ὑπερφυοῦς εὐφροσύνης δι’ εὐχῆς καὶ θεαρέστου πράξεως ἀποτελέσαι, πρὶν τῆς ἄνωθεν ἐπιρρεούσης γεύσασθαι τροφῆς καὶ τοὺς ἀντιπάλους οὐκέτι φεύγειν, ἀλλὰ καταδιώκειν ἅπαντας προθυμεῖσθαί τε καὶ δύνασθαι, πρὶν διὰ τῆς τῶν τοιούτων ἁπάντων παρασκευῆς τελείως σαββατίσαι τὴν τῶν κακῶν ἀπραξίαν καὶ ἀκοῦσαι καὶ ὑπερβῆναι τὰς πολυφώνους σάλπιγγας καὶ ἰδεῖν καὶ παραλλάξαι τὰ πολύχυτα φῶτα, ταῦτα δέ ἐστιν ἡ διὰ τῶν πολυειδῶν κτισμάτων τοῦ Θεοῦ ἐξαγγελλομένη δόξα τοῦ Θεοῦ, ἔστω δὲ καὶ τὸ διὰ προφητῶν καὶ ἀποστόλων καὶ πατέρων κήρυγμα καὶ πάντα τὰ διεξοδικὰ τῶν θείων παιδεύματα, πρὶν προκατορθῶσαι τοσαῦτα καὶ μετὰ τῶν ἐκκρίτων καθιερωμένων τῷ Θεῷ πρὸς τὴν τῶν θείων ἀναβάσεων ἀκρότητα φθάσαι καὶ τὸν τόπον τοῦ Θεοῦ ἰδεῖν, εἶτα καὶ αὐτῷ τῷ Θεῷ ἀπερινοήτως ἑνωθῆναι, τούτων πάντων ἀπολελυμένοι, τολμῶσι λέγειν ὡς εἰς τὸν ὑπέρφωτον εἰσδύνουσι γνόφον διὰ τῆς κατὰ ἀπόφασιν θεολογίας.

Ἡμεῖς δὲ ταύτην ἐν τοῖς προτέροις Περὶ φωτὸς λόγοις ἱκανῶς ἐξητακότες, εἰκόνα μὲν ἐδείξαμεν τῆς ἀνειδέου ἐκείνης θεωρίας καὶ τῆς κατὰ νοῦν ὑπὲρ νοῦν ἐν ἁγίῳ Πνεύματι θεωρητικῆς ἀποπληρώσεως, ἀλλ’ οὐκ αὐτὴν ἐκείνην οὖσαν. Διὸ καὶ πάντες μὲν οἱ πίστει παραδέξασθαι καταξιωθέντες τὸ μυστήριον, ὑμνεῖν δι’ ἀποφάσεως δύνανται Θεόν, οὐ μέντοι καὶ ἑνοῦσθαι καὶ ὁρᾶν διὰ φωτὸς αὐτόν, εἰ μὴ καὶ διὰ τῆς τῶν θείων ἐντολῶν πληρώσεως τὴν ὑπερφυᾶ δύναμιν τῆς θεωρίας δέξονται. «Ἀλλὰ καὶ πάντα τὰ θεῖα φῶτα δεῖν ἀπολιπεῖν» φησι «κατὰ τὸν ἐξ Ἀρείου πάγου Διονύσιον εἰς τὸν μυστικὸν εἰσδύνοντας γνόφον· οὐκοῦν καὶ αὐτὸ τὸ θεῖον φῶς, εἴγε καὶ ὅλως τί ποτέ ἐστιν ὃ ὑμεῖς πρεσβεύετε, χρῆν ἀφεῖναι κάτω, κἀντεῦθεν δείκνυται ὡς τὸ μηδαμῇ μηδὲν ὁρᾶν, τοῦτ’ ἐστὶν ὁ μυστικὸς ἐκεῖνος γνόφος». Τί φατε καὶ οὕτω πολλοῖς ἐναρίθμιον τίθεσθε τὸ φῶς ἐκεῖνο τὸ συνδιαιωνίζον τοῖς ἁγίοις, τὴν δόξαν τῆς φύσεως τῆς θείας, τὴν καλλονὴν τοῦ μέλλοντος καὶ μένοντος αἰῶνος, τὴν ἄναρχον καὶ ἀδιάδοχον βασιλείαν τοῦ Θεοῦ; Οὕτω γὰρ τουτὶ τὸ φῶς αὐτὸς ὁ ἐπὶ τοῦ ὄρους κατ’ αὐτὸ λάμψας ἐπωνόμασε. Τί δ’ ὁ θεῖος Διονύσιος οὗτος; Οὐκ ἐν τῇ Μυστικῇ θεολογίᾳ φανερῶς φησιν ὡς «ἡ ἀγαθὴ πάντων αἰτία, πάντων μὲν ὑπερουσίως ὑπέρκειται, μόνοις δὲ ἀπερικαλύπτως ἐκφαίνεται τοῖς καὶ τὰ ἐναγῆ πάντα καὶ τὰ καθαρὰ διαβαίνουσιν»;

Εἰ γοῦν ἐκείνοις ἐκφαίνεται καὶ ταῦτα ἀπερικαλύπτως, πῶς οὐδαμῶς ἐκφαίνεται; Εἰ δὲ ἡ ἔκφανσις αὕτη, ἡ κατὰ ἀπόφασίν ἐστι θεολογία, καὶ αὐτὴ μόνη ἡ ἀκαταληψία, καθάπερ ὑμεῖς διισχυρίζεσθε, κατὰ ταύτην δὲ καὶ Ἕλληνες θεολογοῦσιν, ὡς καὶ τοῦθ’ ὑμεῖς φατε, οὐκοῦν κἀκεῖνοι πᾶσαν καθαρότητα ὑπερέβησαν καὶ αὐτὸ τὸ θεῖον φῶς, τὴν τῶν μελλόντων ἀγαθῶν ὑπόστασιν; Φεῦ, ὅτι τῶν μεμωραμένων σοφῶν ἡ γνῶσις οὐ μόνον καταλαμβάνει, ἀλλὰ καὶ ὑπερβαίνει τὰς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν. Ἀλλ’ οὐχ ὁ Θεοῦ λαλῶν σοφίαν Διονύσιος τοῦτ’ ἄν ποτε φαίη· τὰ γὰρ θεῖα φῶτα καὶ τοὺς οὐρανίους ἤχους καὶ τὰς πασῶν ἁγίων ἀκρότητας, ἃ δεῖν ἀπολιμπάνειν, ἐφεξῆς εὐθὺς ἐκεῖ κατέλεξε· τὰς πρὸ τῆς ὑπωρείας ἐν Χωρὴβ τοῦ Μωσέως καθάρσεις, τοὺς μετὰ τὴν ὑπώρειαν ἀπαντήσαντας ἤχους καὶ τὰ προφανέντα τῶν φώτων θεάματα, τὸν ἀπὸ τῶν πολλῶν ἀφορισμόν, τὴν μετὰ ταῦτα πάντα οὐχ ὅρασιν Θεοῦ, ἀλλὰ τοῦ τόπου, ἐν ᾧ ἔστη, «τοῦτο σημαίνοντος ὅτι πᾶν ὃ αἰσθήσεως ἐνεργείᾳ ἢ νοὸς ὁρᾶται, ὑποθετικοί τινές εἰσι λόγοι τῶν ὑποβεβλημένων τῷ τὰ πάντα ὑπερέχοντι, δι’ ὧν ὑπὲρ πᾶσαν ἐπίνοιαν οὐκ αὐτὸς μόνον, ἀλλὰ καὶ ἡ παρουσία αὐτοῦ δείκνυται»· ὥστε ἡ τοῦ τόπου ἐκείνη θέα καὶ τὴν κατὰ ἀπόφασιν θεολογίαν ὑπερβέβηκεν· ἢ τοῦτο ἔδειξεν αὐτό;

Εἰ μὲν οὖν μέχρι τῆς τοῦ τόπου τούτου θέας ἡ τοῦ Μωσέως ἦν ἀνάβασις, καλῶς ἂν ἴσως ἀπὸ τῶν τοιούτων μηδεμίαν θεωρίαν εἶναι μετὰ τὴν κατὰ ἀπόφασιν θεολογίαν ἐδογμάτιζον. Ἐπεὶ δὲ καὶ τῆς θέας τοῦ τόπου τούτου ἀπολύεται καὶ τότε εἰς τὸν γνόφον εἰσδύνει «τὸν ὄντως μυστικὸν» ἐν τῇ πάσης γνωστικῆς ἐνεργείας ὑπεροχικῶς ἀποθέσει, «τῷ ἀγνώστῳ κατὰ τὸ κρεῖττον ἑνούμενος καὶ ὁρῶν καὶ γινώσκων τοῦτον ὑπὲρ νοῦν», πῶς μόνον ἐν τῇ κατὰ ἀπόφασιν θεολογίᾳ τε καὶ θεωρίᾳ περικλείσομεν τὴν ἐν τῷ θείῳ γνόφῳ θέαν; Ταύτην γὰρ καὶ πρὸ τοῦ εἰσελθεῖν εἰς τὸν ὑπέρφωτον γνόφον διὰ τοῦ τόπου ὁ Μωυσῆς ἐθεάσατο, ὥστ’ ἄλλο τί ἐστι σαφῶς ἡ ἐν τῷ γνόφῳ ἕνωσις καὶ θέα, τῆς τοιαύτης θεολογίας διαφερόντως ὑψηλότερον.

Καὶ τί δεῖ λόγοις ἔτι διδάσκειν καὶ μὴ πράγματι δεικνύναι τὴν ἀσφαλῆ τῶν ὑφ’ ἡμῶν λεγομένων ἀλήθειαν; Ἆρα γὰρ ὁ Μωυσῆς, πάντων ἀπολυθεὶς τῶν τε ὁρωμένων καὶ τῶν ὁρώντων πραγμάτων τε καὶ νοημάτων καὶ τὴν θέαν ὑπερβὰς τοῦ τόπου καὶ εἰς τὸν γνόφον εἰσελθὼν ἐν αὐτῷ ἑώρακεν οὐδέν; Ἀλλὰ μὴν ἐκεῖ εἶδε τὴν ἄϋλον σκηνήν, «ἣν δι’ ὑλικῆς μιμήσεως τοῖς κάτω ὑπέδειξεν»· αὕτη δ’ ἂν εἴη, κατὰ τοὺς τῶν ἁγίων λόγους, «Χριστὸς ἡ Θεοῦ δύναμις καὶ Θεοῦ» αὐθυπόστατος «σοφία», ἄϋλος μὲν οὖσα καὶ ἄκτιστος τῇ ἑαυτῆς φύσει, προδεικνῦσα δὲ διὰ τῆς Μωσαϊκῆς σκηνῆς ὅτι δέξεταί ποτε κατασκευὴν καὶ εἰς σχῆμα ἥξει καὶ οὐσίαν ὁ ὑπερούσιος καὶ ἀσχημάτιστος Λόγος, ἡ πάντα ὑπερέχουσα καὶ προέχουσα καὶ περιέχουσα σκηνή, ἐν ᾗ ἔκτισται καὶ συνέστηκεν ὅσα τε ὁρατὰ καὶ ὅσα ἀόρατα, καὶ σῶμα λαβὼν θύσει τοῦτο ὑπὲρ ἡμῶν, ἀρχιερεὺς μὲν ὢν αὐτὸς προαιώνιος, ὕστερον δὲ καὶ ὡς ἱερείῳ ἑαυτῷ χρώμενος ὑπὲρ ἡμῶν. Διὰ τοῦτο, ἐν τῷ θείῳ γνόφῳ γεγονὼς ὁ Μωυσῆς, οὐ τὴν ἄϋλον σκηνὴν εἶδε μόνον καὶ δι’ ὕλης ὑπέγραψεν, ἀλλὰ καὶ αὐτὴν τὴν τῆς θεαρχίας ἱεραρχίαν καὶ τὰ κατ’ αὐτήν, ἃ καὶ κατὰ τὴν νομικὴν ἱερωσύνην ὑλικῶς καὶ ποικίλως διεζωγράφησε.

Σύμβολα μὲν οὖν αἰσθητὰ ἥ τε σκηνὴ καὶ τὰ κατὰ τὴν σκηνὴν πάντα, ἱερωσύνη τε καὶ τὰ καθ’ ἱερωσύνην, παραπετάσματα τῶν ἐν τῷ γνόφῳ Μωσέως ὑπῆρχε θεαμάτων· ἐκεῖνα δὲ αὐτὰ τὰ θεάματα σύμβολα οὐκ ἦν· «τοῖς γὰρ καὶ τὰ ἐναγῆ πάντα καὶ τὰ καθαρὰ διαβαίνουσι» καὶ εἰς τὸν μυστικὸν εἰσδύνουσι γνόφον «ἀπερικαλύπτως ἐκεῖνα ἐκφαίνεται». Πῶς δ’ ἂν εἴη σύμβολα τὰ γυμνὰ παντὸς περικαλύμματος ἐκφαινόμενα; Διὸ καὶ ὁ τῆς Μυστικῆς θεολογίας ὑποφήτης εὐχόμενος, ἀρχόμενος «τριὰς ὑπερούσιέ» φησιν, «ἴθυνον ἡμᾶς ἐπὶ τὴν τῶν μυστικῶν ἀκροτάτην κορυφήν, ἔνθα τὰ ἁπλᾶ καὶ ἀπόλυτα καὶ ἄτρεπτα τῆς θεολογίας μυστήρια κατὰ τὸν ὑπέρφωτον ἐγκεκάλυπται γνόφον». Ἔτ’ οὖν ἔχει τις εἰπεῖν ὡς οὐδὲν ὁρᾶται ἐν τῷ θείῳ γνόφῳ καὶ μετὰ τὴν κατὰ ἀπόφασιν θεολογίαν ὑψηλότερον θέαμα οὐδέν; Ἦ τοῦτο γοῦν ὅτι συμβολικὰ πάντα τὰ τῶν ἁγίων θεάματα; Καὶ συμβολικὰ τοιαῦτα ὡς «φαίνεσθαι μέν ποτε, εἶναι δ’ οὐδέποτε»; Μωϋσῆς γὰρ εἶδεν ἃ εἶδεν ἐν τεσσαράκοντα ἡμέραις καὶ τοσαύταις νυξί, κατὰ τὸν Νύσσης Γρηγόριον, «τῆς ἀειδοῦς ζωῆς ὑπὸ τὸν γνόφον μετέχων», ὥστε ἀνείδεα ἦν τὰ θεάματα ἐκεῖνα.

Πῶς οὖν συμβολικά; Ἀλλὰ καὶ ἐν τῷ γνόφῳ ἑωρᾶτο· πάντα δὲ τὰ ἐν τῷ γνόφῳ «ἁπλᾶ καὶ ἀπόλυτα καὶ ἄτρεπτα». Τί δὲ τῶν κυρίως συμβόλων, τῶν μεριστῶν καὶ αἰσθητῶν, οὐ τρεπτόν, οὐ σύνθετον, οὐ τοῖς οὖσι συνημμένον, δηλονότι τοῖς κτιστοῖς;

Ἐπεὶ δ’ ἑώρα, ὁρατὰ ἦσαν τὰ προκείμενα· ἢ οὖν φῶς, ἢ ἐν φωτὶ ἄλλῳ ὑπῆρχον ὁρατά· ἀλλὰ ἁπλᾶ πάντα τὰ ἐκεῖ· φῶς ἄρα πάντ’ ἐκεῖνα. Ἐπεὶ δ’ ἑαυτὸν ὑπεραναβὰς καὶ ἐν τῷ γνόφῳ γενόμενος ἑώρα, οὔτε κατ’ αἴσθησιν ἑώρα, οὔτε κατὰ νοῦν· αὐτοπτικὸν ἄρα ἐστὶ τὸ φῶς ἐκεῖνο καὶ τοὺς μὲν μὴ ἀνομμάτους γενομένους νόας ὑπεροχικῶς ἀποκρύπτεται.

Πῶς γὰρ τὸ αὐτοπτικὸν καὶ αὐτονόητον δι’ ἐνεργείας νοῦ ὁραθείη οἱασοῦν; Ὅταν δ’ ὑπεραναβὰς πᾶσαν νοερὰν ἐνέργειαν ὁ νοῦς ἀνόμματος ὑπεροχικῶς τελέσῃ, πληροῦται τῆς ὑπερκάλλου ταύτης ἀγλαΐας, ἐν Θεῷ χάριτι γενόμενος, καὶ διὰ τῆς ὑπὲρ νοῦν ἑνώσεως αὐτὸ δι’ ἑαυτοῦ τὸ αὐτοπτικὸν φῶς ἔχων ἀπορρήτως καὶ ὁρῶν. Τί οὖν; Οὐκέτι λοιπὸν κρύφιον τὸ θεῖον εἴποι τις ἄν; Καὶ πῶς, ὅ γε οὐκ ἐξίσταται τῆς κρυφιότητος, ἀλλὰ καὶ τοῖς ἄλλοις μεταδίδωσι, κρύπτον αὐτοὺς ὑπὸ τὸν θεῖον γνόφον; Οὐ γὰρ ἔτι Μωσῆς ἑωρᾶτο τότε, μόνος ἐν αὐτῷ γενόμενος, κατὰ τὸ γεγραμμένον· τὸ δ’ ἔτι μεῖζον, ὅτι καὶ αὐτὸν ἑαυτοῦ ὑπεραναβιβάσας καὶ ἀπολύσας ἀπορρήτως ἑαυτοῦ καὶ ὑπὲρ πᾶσαν θεὶς αἰσθητικὴν καὶ νοερὰν ἐνέργειαν, κρύφιον αὐτὸν ἑαυτῷ, ὢ τοῦ θαύματος, ἐποίησεν, ὡς καὶ τὸν θεῖον Παῦλον, ὥσθ’ ὁρῶντας αὐτοὺς μὴ εἰδέναι, ἀλλὰ διαπορεῖν, τί ἦν ἐκεῖνο τὸ ὁρῶν.

Τὸ δ’ αὖθις ἔτι πᾶσαν παράδοξον ὑπερβολὴν καθ’ ὑπεροχὴν ἐκβαῖνον, ὅτι καὶ ἐν αὐτῇ τῇ ἀπορρήτῳ καὶ ὑπερφυεῖ ἐκφάνσει κρύφιος ἐκεῖνος μένει καὶ αὐτοῖς τοῖς ἀπολυθεῖσι καὶ κρυβεῖσιν, οὐ τοὺς ἄλλους πάντας μόνον, ἀλλὰ καὶ ἑαυτούς.

Τεκμήριον δὲ τῆς ὑπεραγνώστου ταύτης κρυφιότητος, ἡ τοῦ Μωσέως ἐπὶ τὴν τρανοτέραν θέαν ἔφεσίς τε καὶ αἴτησις καὶ ἀνάβασις, ἀλλὰ καὶ ἡ τῶν ἀγγέλων καὶ τῶν ἁγίων ἐν ἀπείρῳ αἰῶνι διηνεκὴς ἐπὶ τὰ φανότερα τῶν θεαμάτων προκοπή, ὥστε καὶ ὁρῶντες αὐτῇ τῇ ὁράσει ὑπὲρ ὅρασιν γινώσκουσι τὸ φῶς ἐκεῖνο, πόσῳ μᾶλλον τὸν δι’ αὐτοῦ ἐπιφαινόμενον Θεόν. Καὶ ὁ ὀφθαλμὸς γὰρ ὁ ἡμέτερος, τῷ ἡλιακῷ ἐνατενίσας δίσκῳ, ὁρῶν αὐτόν, ὑπὲρ ὅρασιν γινώσκει.

Καὶ μηδεὶς πάλιν τῷ μὴ πάντῃ καταλλήλῳ τοῦ παραδείγματος ἐπιφυέσθω· τοῦτο δ’ ἐννοείτω μόνον ὅτι τοῖς ἐν ἀποκαλύψει τὸ θεῖον θεωμένοις φῶς τὸ ὑπερβάλλον τῆς κρυφιότητος τῆς θείας μηδὲν ἧττον ὅτι μὴ καὶ μᾶλλον καὶ διαφερόντως μᾶλλον ἢ ἡμῖν ἐπιγινώσκεται, τοῖς διὰ συμβόλων ἢ τῶν ἀπὸ τούτων νοημάτων ἢ δι’ ἀποφάσεως ἐπιχειροῦσι τὸ ἀκατάληπτον συνορᾶν τῆς θείας φύσεως, ὅτι ἀκατάληπτον.

Οἶδε γὰρ καὶ ὁ τυφλός, ἀκούσας καὶ πιστεύσας, ὅτι ἡ φαιδρότης τοῦ ἡλίου τὴν συμμετρίαν ὑπερβαίνει τῶν αἰσθητῶν ὀμμάτων, ἀλλ’ οὐχ ὡς ὁ ὁρῶν· καὶ τοῦ ἡλίου δ’ ὄντος ὑπὸ γῆν, νοητῶς ἔχομεν ὁρᾶν αὐτόν, οὐ μόνον οἱ δι’ ὑγιοῦς ὄψεως πεπειραμένοι, ἀλλὰ καὶ ὅστις τῶν πεπηρωμένων μέν, τοῖς δ’ ὁρῶσι πειθομένων. Καὶ οὐ τοῦτο μόνον, ἀλλ’ ὅτι καὶ ὑπὲρ τὴν ὄψιν ἔχει τὴν λαμπρότητα ὁ τοῦ ἡλίου δίσκος εἰδείη ἂν καὶ ὁ τοὺς ὀφθαλμοὺς ἐκκεκομμένος· μετέχειν δὲ καὶ ἀπολαύειν τοῦτον τοῦ φωτὸς ἀμήχανον. Οὕτω τοίνυν καὶ τὸν Θεὸν νοητῶς ὁρᾶν καὶ ὑπὲρ νοῦν αὐτὸν δι’ ἀποφάσεως γινώσκειν γένοιτ’ ἂν καὶ τοῖς πρὸς βραχὺ πεπειραμένοις τῆς ἐκείνου θέας καὶ τοῖς μήπω διάρασι τὸ ὑπὲρ νοῦν ἐκεῖνο τῆς ἑνώσεως ὄμμα πρὸς αὐτόν, πειθομένοις δ’ ὅμως τοῖς διάρασιν, ἀλλ’ οὐχ ἕνωσίς ἐστιν αὕτη ἡ ὅρασις· καὶ ὁ μὴ πιστεύων δὲ τοῖς διὰ τῆς ὑπὲρ νοῦν ἑνώσεως ὁρῶσιν ὑπὲρ νοῦν καὶ αὐτὸς τὸ θεῖον δοξάσειεν ἄν, ἀλλ’ ὑπὲρ τὰς νοητικὰς αὐτοῦ δυνάμεις μόνας.

Ὁ δὲ πᾶσαν τὴν πρὸς τὰ κάτω σχέσιν τῆς οἰκείας ἀφελὼν ψυχῆς καὶ ἐκ πάντων ἀπολυθεὶς διὰ τῆς τῶν ἐντολῶν τηρήσεως καὶ τῆς ἐκ ταύτης ἀπαθείας, καὶ ὑπερβὰς πᾶσαν γνωστικὴν ἐνέργειαν δι’ ἐκτενοῦς καὶ εἰλικρινοῦς καὶ ἀΰλου προσευχῆς, κἀκεῖ δι’ ἑνώσεως ἀγνώστου καθ’ ὑπεροχὴν περιλαμφθεὶς τῷ ἀπροσίτῳ φέγγει, μόνος οὗτος, φῶς γεγονὼς καὶ διὰ τοῦ φωτὸς θεώμενος καὶ φῶς ὁρῶν ἐν τῇ τοῦ φωτὸς ἐκείνου θέᾳ τε καὶ ἀπολαύσει, καὶ τὸ ὑπερφυὲς καὶ ἀπερινόητον ὄντως γινώσκει τοῦ Θεοῦ, οὐχ ὑπὲρ τὴν νοητικὴν μόνην δύναμιν τοῦ νοῦ, τὴν ἀνθρωπίνην ταύτην, δοξάζων τὸν Θεόν, πολλὰ γὰρ καὶ τῶν κτιστῶν ὑπὲρ αὐτήν εἰσιν, ἀλλὰ καὶ ὑπὲρ τὴν ὑπερφυεστάτην ἕνωσιν ἐκείνην, δι’ ἧς μόνης τοῖς τῶν νοητῶν ἐπέκεινα ὁ νοῦς ἑνοῦται «ἐν θειοτέρᾳ μιμήσει τῶν ὑπερουρανίων νόων».

Ἀλλὰ τούτων μὲν ἅλις· ἐκεῖνο δ’ ἐπαναλαβόντες λέγομεν ὡς τὴν ὑπὲρ θέαν ὅρασιν ταύτην, εἴ τις «νόησιν ὑπὲρ πᾶσαν νοερὰν ἐνέργειαν» ἐθέλει καλεῖν, διαφέρεται πρὸς ἡμᾶς οὐδέν. Ὁ μέντοι φιλόσοφος οὗτος, νομίσας «ὅρασιν» ἡμᾶς τουτὶ μόνον ἀφωρισμένως, ἀλλ’ οὐχὶ καὶ «νόησιν ἀπερινόητον» καλεῖν, κατ’ αὐτοῦ τοῦ ὀνόματος τῆς ὁράσεως ἐμάνη, καὶ μανεὶς οὐμενοῦν ἐπαινετὴν μανίαν, ἐγκαταλειφθεὶς περὶ τοὺς λόγους τούτους, κατὰ τῆς προφητικῆς χάριτος ἥμαρτεν ὡς πλεῖστα. Τριῶν δ’ ἡμεῖς ἢ τεττάρων ἁμαρτημάτων ἔλεγχον διὰ βραχέων ποιησάμενοι τῶν ἄλλων ἀφεξόμεθα. Δεῖξαι τοίνυν αὐτὸς ἀγωνιζόμενος ὡς ἡ ὅρασις πολλῷ χείρων τῆς νοήσεως, «πάντα τὰ τοῖς προφήταις δεδειγμένα, χείρους νοήσεώς» φησιν «ὁράσεις, ὡς διαπεπλασμένα καὶ διαγεγραμμένα καὶ κατὰ φαντασίαν ἐκπεφασμένα». Ὅτι μὲν οὖν ἐν ἐκστάσει γενόμενοι τῶν προφητῶν οἱ πλείους τὰς πλείους εἶδον τῶν ὁράσεων, οὐδεὶς ὃς ἀμφιγνοεῖ τῶν κατ’ αὐτοὺς λογίων καὶ μετρίως ἐπακούσας. Τί οὖν, τὴν ἐπὶ τὸ χεῖρον ἔκστασιν πάσχοντες, Θεὸν ἑώρων οἱ προφῆται; Καὶ τίς ἂν τοῦτο εἴποι, μὴ τὴν ἐπὶ τὸ χεῖρον ἔκστασιν αὐτὸς παθών; Τί δ’ ὅτε τῷ Μωϋσῇ φανῆναι ὁ Θεὸς αὐτός φησιν «ἐν εἴδει καὶ οὐ δι’ αἰνιγμάτων»;

Ἆρα καὶ τότε τὴν χείρω ἔκστασιν ἐξέστησεν αὐτόν; Τί δ’ ὅτε τεσσαράκοντα ἡμέρας ὅλας ἑαυτοῦ ἐξεστηκὼς καὶ τῆς ἀειδοῦς ζωῆς ὑπὸ τὸν γνόφον μετέχων, ἑώρα τε καὶ ἤκουεν; Ἆρα τὴν χείρω ἔκστασιν ἐξέστη; Ὄντως τῆς ἀληθείας ὡς πορρωτάτω ἐξέστηκεν ὁ ταῦτα γράφων.

Διπλασιάζεται δὲ αὐτῷ ἐνταῦθα τὸ ἁμάρτημα· τοῦ γὰρ μεγάλου Διονυσίου κἀνταῦθα, ὡς ταὐτὰ φρονοῦντος καὶ τὰς προφητικὰς ὁράσεις πάσας ὡς χείρους νοήσεως εἰπόντος, καταψεύδεται, ἐκεῖνο τῶν αὐτῷ γεγραμμένων προβαλλόμενος ὡς «ἀπό τινων θείων φαντασμάτων τοὺς μύστας ἢ τοὺς προφήτας καταλαμψάντων, κατ’ ἄλλας καὶ ἄλλας αἰτίας τε καὶ δυνάμεις, ὁ Θεὸς ὀνομάζεται». Καὶ μὴν οὗτος σαφῶς κἀνταῦθα «κατ’ ἄλλας καὶ ἄλλας αἰτίας τε καὶ δυνάμεις» φησίν, ὡς καὶ ὁ Θεὸς λέγει ὅτι τῷ μὲν ὄναρ, τῷ δὲ ὕπαρ, δι’ αἰνιγμάτων μέντοι, τῷ δὲ Μωυσῇ «ἐν εἴδει καὶ οὐ δι’ αἰνιγμάτων» ὤφθη. Πῶς οὖν πάντες οἱ προφῆται κατὰ μόνην τὴν φανταστικὴν τῆς ψυχῆς δύναμιν ἑώρων;

Ἀλλὰ καὶ ἡ θεία φαντασία πολὺ διενήνοχε τῆς καθ’ ἡμᾶς ἀνθρωπίνης φαντασίας· καὶ γοῦν ἐκείνη μὲν τὸ καθ’ ἡμᾶς ἡγεμονικὸν καὶ ὄντως ἀσώματον τυποῖ, ἡ δὲ καθ’ ἡμᾶς φαντασία ἐν τῷ σωματοειδεῖ γίνεται τῆς καθ’ ἡμᾶς ψυχῆς· καὶ τὸ μὲν τυπούμενον ἐκεῖ τῆς λογικῆς ψυχῆς ἐστι τὸ κορυφαῖόν τε καὶ ἀκρότατον, ἐν ἡμῖν δὲ τὸ τῶν ψυχικῶν δυνάμεων σχεδὸν ἔσχατον· καὶ τυποῦται τοῦτο μὲν ὑπὸ τῶν ἀπ’ αἰσθήσεως κινημάτων, ἐκεῖ δὲ τί ἐστι τὸ τυποῦν τὸ ἡγεμονικὸν τῶν προφητῶν εἰ θέλεις μαθεῖν, τοῦ μεγάλου Βασιλείου ἄκουσον· ἑώρων γάρ φησιν οἱ προφῆται «τυπούμενοι τῷ Πνεύματι τὸ ἡγεμονικόν»· ὥστε τὸ Πνεῦμά ἐστι τὸ ἅγιον τὸ ἐφιζάνον τῷ νῷ τῶν προφητῶν καὶ ὡς ὕλῃ χρώμενον τῷ ἡγεμονικῷ καὶ ἐν αὐτῷ δι’ ἑαυτοῦ τὰ μέλλοντα προκαταγγέλλον αὐτοῖς καὶ δι’ αὐτῶν ἡμῖν. Πῶς οὖν ἁπλῶς τοῦτο φαντασία, τῇ ἡμετέρᾳ φαντασίᾳ κατάλληλός τε καὶ ὁμότιμος; Πῶς δὲ χείρων τῆς καθ’ ἡμᾶς νοήσεως ἡ φαντασία αὕτη; Μᾶλλον δὲ πῶς οὐχὶ καὶ ἀπὸ τούτου δείκνυται φῶς ὄν, νῷ θεωρητόν, ἕτερον παρὰ τὴν νόησιν, καὶ ὁράσεις οὔτε αἰσθηταὶ οὔτε φαντασταί, καὶ ἄλλαι παντάπασι παρὰ τὴν ἀπὸ τῆς διανοίας γνῶσιν;

Ἀλλ’ ὁ φιλόσοφος καὶ ἄλλην χρῆσιν παράγει τοῦ μεγάλου λέγουσαν· «Ὁ τὴν ὅρασιν διαπλάσας ἄγγελος εἰς τὸ μυῆσαι τὰ θεῖα τὸν θεολόγον»· κἀν τούτοις φησί· «Τῷ μὲν εἰπεῖν διαπλάσας, τὸ κατὰ φαντασίαν δεδήλωκεν· οὐδὲν γὰρ τῶν ὅσα ὁ νοῦς δι’ ἑαυτοῦ θεᾶται διαπέπλασται».

Τούτῳ τοίνυν εἴ τις πεισθείη τῷ φιλοσόφῳ, καὶ τὰς οὐρανίους ὑπολήψεται κυριότητάς τε καὶ δυνάμεις ἔκστασιν νοήσεως, ὢ τοῦ θαύματος, ἐπὶ τὸ χεῖρον πάσχειν καὶ σωματοειδῶς καὶ κατὰ φαντασίαν αὐτῶν εἶναι τὰς ὁράσεις, καὶ μὴ μόνον τὰς ὁράσεις τούτων, ἀλλὰ καὶ αὐτὰς τὰς ὑποστάσεις αὐτῶν καὶ οὐσιώδεις ὑπάρξεις φαντασίᾳ τυγχάνειν ἐμφερεῖς.

Φησὶ γὰρ ὁ αὐτὸς ἅγιος ἐν ὀγδόῳ τῆς Οὐρανίας ἱεραρχίας, τὴν τῶν ἁγίων κυριοτήτων ἐκφαντορικὴν ἐπωνυμίαν ἐξυμνῶν, ὡς τῆς ὄντως κυριαρχίας ἡ κυριότης αὐτῶν ἐφίεται «πρὸς τὴν αὐτῆς κυρίαν ἐμφέρειαν ἑαυτήν τε καὶ τὰ μεθ’ ἑαυτὴν ἀγαθοειδῶς διαπλάττουσα». Εἰ τοίνυν μηδὲν ὅσα ὁ νοῦς δι’ ἑαυτοῦ θεᾶται διαπέπλασται καὶ τὰ διαπλαττόμενα πάντα φανταστά ἐστιν ἢ καὶ αἰσθητὰ καὶ κατὰ τοῦτο πολλῷ χείρω τῶν νοουμένων ὑφ’ ἡμῶν, οὐ νοητὴν λοιπὸν ἔχουσιν αἱ κυριότητές τε καὶ δυνάμεις τὴν πρὸς τὸν Θεὸν ἐμφέρειαν, ἀλλὰ σωματοειδῆ καὶ φαντασιώδη καὶ ἀνθρωπίνης χείρονα νοήσεως, ὡς «διαπεπλασμένην» οὖσαν. Εἰ δὲ τὴν πρὸς Θεὸν ἐμφέρειαν τοιαύτην ἔχουσι, πῶς ἂν εἶεν ἐκεῖναι νοεραὶ τὴν φύσιν;

Ὁ δὲ φιλόσοφος καὶ ἐξ ἑτέρας αὖθις τοῦ αὐτοῦ ῥήσεως συνάγει τὸ αὐτό· τοῦ τυποῦντος γὰρ ἀκούσας τὴν ὅρασιν ἀγγέλου, κατὰ δύναμιν τῷ θεολόγῳ μεταδιδόντος τῆς οἰκείας ἱερογνωσίας, «πῶς» φησιν «ἡ τυπωθεῖσα ὅρασις οὐκ ἂν εἴη φανταστόν»; Ἀλλ’ ἡμεῖς πάλιν ἐκ τῆς Οὐρανίου χορείας ἐκτρέψομεν αὐτόν. «Αἱ γὰρ ἁγίαι» φησὶ «τῶν οὐρανίων οὐσιῶν διακοσμήσεις, νοητῶς ἐπὶ τὸ θεομίμητον ἑαυτὰς ἀποτυποῦσαι καὶ πρὸς τὴν θεαρχικὴν ἐμφέρειαν μορφοῦν ἐφιέμεναι τὸ νοερὸν αὐτῶν εἶδος, ἀφθονωτέρας εἰκότως μετέχουσι τῆς θείας κοινωνίας». Ὁρᾷς καὶ τύπους νοητούς; Πῶς οὖν ἀπὸ τῶν ὀνομάτων τούτων τὴν χείρω πάσχειν ἔκστασιν ᾠήθης τοὺς προφήτας; Ἐγὼ γὰρ ἀπὸ τῶν ὀνομάτων τούτων οὐκ ἀνθρωπίνης χείρω διανοίας τὰ προφητικὰ θεάματα ἐνάγομαι νομίζειν, ἀλλὰ νοῦ τοῦ καθ’ ἡμᾶς κρείττω, καὶ ἰσαγγέλους εἰδέναι διδάσκομαι τὰς αὐτῶν θεωρίας. Πρὸς γὰρ ἀγγελικὴν ἕνωσιν ἐπιτηδείους ἑαυτοὺς ἐκεῖνοι διὰ καθαρότητα ποιήσαντες καὶ τῇ πρὸς τὸ θεῖον ἀνατάσει συνημμένοι τούτοις, διαπλάττονται καὶ αὐτοὶ καὶ τυποῦνται ὑπ’ αὐτῶν, ὡς ἐκεῖνοι ὑπὸ τῶν προβεβηκότων ἀγγέλων κατὰ τάξιν καὶ τὸ νοερὸν αὐτῶν εἶδος πρὸς θεοειδῆ μόρφωσιν μετασκευάζονται καὶ διὰ τῆς ἱερὰς μορφώσεων ταύτης τὴν ἱερογνωσίαν ὥσπερ ἑαυτοῖς ἐνγεωργοῦσιν, ἐκεῖθεν καταβεβλημένην.

Καὶ τί θαυμαστὸν εἰ τῶν ἰσαγγέλων τύπων καὶ διαπλάσεων ἡ προφητικὴ τυγχάνει καθαρότης, συλλειτουργὸς κατὰ τὴν θεολογίαν ὑπάρχουσα αὐτῶν, ὅτε καὶ αὐτοὺς τοὺς τοῦ Θεοῦ τύπους αὕτη δέχεσθαι μαρτυρεῖται δύνασθαι; «Καρδία» γάρ φησι «καθαρά ἐστιν, ἡ παντάπασιν ἀνείδεον τῷ Θεῷ παραστήσασα τὸν νοῦν καὶ τοῖς αὐτοῦ ἕτοιμον ἐνσημαίνεσθαι τύποις, δι’ ὧν ἐμφανὴς πέφυκε γίνεσθαι».

Ζαχαρίας δὲ ὁ Βαραχίου καὶ αὐτὸ τὸ ἐν ἡμῖν πνεῦμα πλάττεσθαι ὑπὸ Θεοῦ ἐδίδαξεν, εἴτε τὴν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι προαγωγὴν ἐκ Θεοῦ εἶναι τοῦ καθ’ ἡμᾶς πνεύματος δεικνύς, εἴτε τὴν ἐπὶ τὸ κρεῖττον ἀνάπλασιν καὶ εἰς τὸ εὖ εἶναι μεταποίησιν· «Λῆμμα» γάρ φησι «λόγου Κυρίου ἐπὶ τὸν Ἰσραήλ, λέγει Κύριος, ὁ ἐκτείνων τὸν οὐρανὸν καὶ θεμελιῶν τὴν γῆν καὶ πλάσσων πνεῦμα ἀνθρώπου ἐν αὐτῷ». Τί οὖν; Καὶ τὸ ἐν ἡμῖν πνεῦμα σῶμα, ἐπειδὴ «πλάττεται», προαγόμενον ἢ μετασκευαζόμενον; Ὁ δὲ πλάστης μὲν ἀγαθὸς αὐτὸς εἶναι τοῖς ποθοῦσιν εὐχόμενος, «διαπλασθῆναι» δὲ φάσκων ἔτ’ ὄντα παῖδα τὸν φίλον ἑταῖρον ὑπὸ τῷ κοινῷ παιδευτῇ τοῦ Πόντου, πλάσιν τὴν ἀρίστην τε καὶ καθαροτάτην, ἆρα τὴν πλαστικὴν τῶν σωμάτων τέχνην ἐγκωμιάζει καὶ ποθεινὴν ἡγεῖται καὶ εὔχεται; Πῶς δὲ καὶ «συνίησιν ὁ Θεὸς εἰς πάντα τὰ ἔργα ἡμῶν» κατὰ τὸν θεῖον Δαυὶδ «διὰ τὸ πλάσαι κατὰ μόνας τὰς καρδίας ἡμῶν», εἰ μὴ καρδίαν ἐνταῦθα παρ’ αὐτοῦ πλασθεῖσαν τὸν ἔσω νοήσομεν ἄνθρωπον; Καὶ ὁ Μωϋσῆς δέ, διημερεύων τε καὶ διανυκτερεύων ὑπὸ τὸν γνόφον ἐν τῇ ἀνειδέῳ ἐκείνῃ ζωῇ, οὐ θείους τύπους εἶδε; «Ποιήσεις» γάρ φησι «πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοὶ ἐν τῷ ὄρει». Τί οὖν, κἀκεῖνος ἐν τῷ θείῳ γνόφῳ γεγονώς, ἐπὶ τὸ χεῖρον ἐξέστη καὶ φανταστικῶς ἑώρα, ἐπειδὴ «τύπον» ἀναγέγραπται ἰδών;

Ἀλλ’ ὁ μηδεμίαν διαφορὰν αἰσθητῶν καὶ φανταστῶν καὶ νοητῶν καὶ θείων τύπων ἐπιστάμενος φιλόσοφος, ἀκούων ὅτι «ἐμάνθανε τοῖς ὁρωμένοις ὁ θεολόγος τὰ καὶ τὰ» καὶ «ὑπὸ τῆς διαπλασθείσης ὑπὸ τοῦ ἀγγέλου ὁράσεως ἐμυεῖτο» καὶ πρὸς τὴν νοητὴν γνῶσιν «ἀνήγετο» τῶν ὄντων ἢ ὁρωμένων, κἀντεῦθεν συνάγει ὅτι κρεῖττον γνῶσις θεωρίας, ἐπειδὴ ἀπὸ ταύτης ὁ προφήτης ἐπὶ τὴν γνῶσιν «ἀνήγετό» φησιν, ἀλλ’ οὐ «κατήγετο». Οὐκοῦν, εἴποι τις ἄν, καὶ πάντες οἱ διεξοδικῶς ἡμῖν τὸν τῶν λογίων ἑρμηνεύοντες νοῦν ὡς ἀπὸ χειρόνων ἐπὶ τὸ βέλτιον ἡμᾶς ἀνάγουσι, καὶ ὁ μὲν Κύριος λόγον συντετμημένον τὸ εὐαγγέλιον δοὺς ἐπὶ τῆς γῆς, τὸ χεῖρον δέδωκεν ἡμῖν, οἱ δὲ διευκρινοῦντες ἐξιστᾶσι τοῦ εὐαγγελίου καὶ ὡς ἐπὶ τὶ κρεῖττον τὴν ἐκείνων ἡμᾶς ἀνάγουσι διάνοιαν; Ἄπαγε τῆς κακονοίας· ἀλλὰ τῶν μὲν λογίων οὐκ ἀφιστᾶσιν, ἐξ ἐκείνων δέ, ὡς αἰτίων γνώσεως ὄντων καὶ πηγῆς φωτὸς ἀενάου λαβόντες καὶ αὐτοὶ οἱ διδάσκοντες τὴν γνῶσιν, ἐκ τῆς προσούσης ἡμῖν ἀμαθίας ἐπὶ τὸ κρεῖττον τὴν γνῶσιν ἀνάγουσιν. Ἐπὶ γὰρ τῶν τοιούτων αἱ προθέσεις αὗται, ποῦ μὲν κινήσεώς εἰσι δηλωτικαί, ποῦ δὲ αἰτίας.

Ὅταν οὖν λέγῃ ἡ Γραφὴ ὡς ἐκ τῆς θεωρίας ὁ προφήτης ἐμυεῖτο ἢ ἄγγελος αὐτὸν ἀνῆγεν ἐκ τῆς θεωρίας εἰς τὴν μύησιν, οὐ τοῦτό φησιν ὡς ἀπεκίνει αὐτὸν τῆς θεωρίας, ἀλλ’ ὡς ἐξ αἰτίας ἐκείνης καὶ χορηγοῦ τῆς γνώσεως τὰ πρὶν μὴ γινωσκόμενα ὁ προφήτης ἐδιδάσκετο καὶ ὁ ἄγγελος, καθαρώτερον συνιεὶς τὰ τῆς θεωρίας ἅτε ἄγγελος, ἐξηγεῖτο τῷ προφήτῃ καὶ ἀνῆγεν αὐτὸν ἀπὸ τῆς ἀμαθίας ἐπὶ τὴν σύνεσιν.

Ἡ μὲν οὖν ἀμαθία ἐξ ἧς ἀπεκινεῖτο χεῖρον τῆς γνώσεως εἰς ἣν ἀνήγετο, ἡ δὲ διδοῦσα τὴν γνῶσιν ὅρασις, ἡ καὶ θεομιμήτως συνεπτυγμένην ἔχουσα αὐτὴν ἐν ἑαυτῇ, πῶς οὐ κρεῖττον τῆς παρ’ αὐτῆς χορηγουμένης γνώσεως; Ἔδει δ’ ὅμως τὸν κατὰ τῶν πατέρων χωρήσαντα μηδὲ τοὺς προφήτας ἀνεπηρεάστους καταλεῖψαι. Πρῶτοι γάρ εἰσιν ἐκεῖνοι πατέρες καὶ τῶν πατέρων πατέρες ἐν Πνεύματι· ἔδει τοίνυν κοινωνῆσαι καὶ τῆς ἐπηρείας.

Κόρον δ’ ἤδη λαβὼν τῆς πρὸς τοὺς πατέρας τε καὶ προφήτας ἀγωνίας ὁ πρόφασιν τοὺς ἡσυχίαν ἀσπαζομένους εὑρόμενος εἰς τὸ πᾶσιν ὡς εἰπεῖν ἐπιθέσθαι τοῖς θείοις, τῶν μυστικωτάτων ἔπειτα τοῦ εὐαγγελίου ῥημάτων ἐξηγητὴν ἑαυτὸν προκαθίζει καὶ διδάσκειν ἀξιοῖ πῶς «οἱ κεκαθαρμένοι τὴν καρδίαν ὁρῶσι τὸν Θεὸν» καὶ πῶς «σὺν τῷ Πατρὶ ὁ Υἱὸς ἔρχεται καὶ μονὴν ποιεῖται παρ’ αὐτοῖς». «Ὁρῶσι τοίνυν» φησὶν «οἱ κεκαθαρμένοι τὴν καρδίαν τὸν Θεὸν οὐκ ἄλλως, ἀλλ’ ἢ κατὰ ἀναλογίαν ἢ κατ’ αἰτίαν ἢ κατὰ ἀπόφασιν· θεοπτικώτερος δ’ ἐκεῖνος ὃς πλείω οἶδε τῶν τοῦ κόσμου μερῶν ἢ τὰ κρείττω, καὶ ἔτι μᾶλλον ὁ μᾶλλον οὗ γινώσκει τὴν γνῶσιν ἔχων· θεοπτικώτατος δ’ ἁπάντων ὃς τάς τε ἐμφανεῖς ἔγνω τοῦ κόσμου μερίδας καὶ τὰς ἀφανεῖς δυνάμεις, τὰς πρὸς γῆν καὶ τἄλλα τῶν στοιχείων συμπαθείας καὶ τὰς πρὸς ἄλληλα ταῦθ’ ἅπαντα ἐναντιοπαθείας, τὰς διαφοράς, τὰς ἰδιότητας, τὰς κοινωνίας, τὰς ἐνεργείας, τὰς συναφείας, τὰς ἐφαρμογάς, τὰς ἁρμονίας καὶ ἁπλῶς τά τ’ ἄρρητα καὶ τὰ ῥητὰ τοῦ ὅλου τοῦδε συνθήματα· ᾧ γὰρ ἄν» φησι «καλῶς ὑπῆρξε ταῦτα πάντα θεωρεῖν, ἐκεῖνος καὶ ὡς τούτων πάντων αἴτιον τὸν Θεὸν γινώσκειν δύναται καὶ ἐκ τούτων πάντων ἀναλογιζόμενος αὐτὸν γινώσκει καὶ τούτων πάντων ὑπερτιθεὶς δι’ ἀποφάσεως αὖθις ὑπὲρ πάντ’ ἐπίσταται αὐτόν.

Ἐπεὶ γάρ» φησιν «ἐκ τῶν ὄντων μόνων ὁ Θεὸς γινώσκεται, οὐκ ἐξ ὧν δήπου ἀγνοεῖ τίς, ἀλλ’ ἐξ ὧν μόνων γινώσκει γνώσεται Θεόν, ὥστε ὅσῳ πλείω τις γινώσκει καὶ σεμνότερα καὶ ἀκριβέστερον, τοσούτῳ διαφέρει τῶν ἄλλων πρὸς τὸ γινώσκειν τὸν Θεόν· καὶ αὐτὸς δὲ ὁ κατὰ ἀπόφασιν τῆς θεογνωσίας τρόπος, ὃς δοκεῖ μάλιστα τὴν τῶν ὄντων ἀτιμάζειν ἐπὶ Θεοῦ γνῶσιν, τῆς τῶν ὄντων ἁπάντων γνώσεως χωρὶς παραγενέσθαι οὐ πέφυκεν· ὧν γὰρ τὰς ὑπάρξεις γινώσκομεν, τούτων μόνων χωρεῖ καὶ τὰς ἀναιρέσεις γινώσκειν».

Ὢ οἵας ἀφῆκε καθ’ ἑαυτοῦ τὰς φωνάς, οὐδὲν δ’ ὅμως ἀπᾳδούσας ταῖς ἄλλοθι γνώμαις αὐτοῦ· τέλειον γὰρ οὗτος ἄνθρωπον ἀλλαχοῦ καὶ σοφὸν ὁρίζεται τὸν πάντα εἰδότα. Εἰ τοίνυν, ὡς ἄρτι κἀνταῦθ’ οὗτος ἀπεφήνατο, τούτων μόνων ἔνι καὶ τὰς ἀναιρέσεις γινώσκειν καὶ ἐκ τούτων μόνων ἀποφάσκειν τὸ θεῖον, ὧν ἔχομεν τὴν κατάληψιν, Θεὸν εἶναι δεήσει, βαβαὶ τῆς ἀτοπίας, τὸν ἐκ τῆς πάντων ἀφαιρέσεως Θεὸν γνωσόμενον. Ἢ γὰρ τὰ ὄντα πάντα τις εἰδείη ἄν, ὡς ἂν ἐκ τῆς πάντων ἀφαιρέσεως εἰδείη Θεόν, καὶ Θεὸν ἡμῖν ἑαυτὸν ἕτερον εἰσάγει, Θεοῦ γὰρ μόνου τὸ εἰδέναι τὰ πάντα, ἤ, εἴ τι ἀγνοεῖ, τοῦτο ἥγηται Θεόν· ὃ γὰρ ἀγνοεῖ ἀφαιρεῖν αὐτοῦ τὸ θεῖον, ὡς οὗτος ἔφησεν, ἀδύνατον. Καὶ εἰ ὧν αὖθις γινώσκει τις, τούτων μόνων αἴτιον γινώσκει Θεόν, ὅσα τὴν γνῶσιν αὐτοῦ διαπέφευγε, τούτων οὐκ αἴτιον ἡγεῖται Θεόν· οὐκοῦν συμμετρήσει τῷ κόσμῳ τὴν θείαν δύναμιν; Οὐ γὰρ πλείω γνώσεται τοῦδε τοῦ παντὸς οὗτος. Ἀλλ’ ἡμεῖς, ὑπεραρθέντες τῆς γνώσεως, μυρίους ἀναπεπείσμεθα κόσμους οὐχ ὁμοίους μόνον, ἀλλὰ καὶ διαφόρους, Θεῷ προαγαγεῖν τῶν εὐχερεστάτων ὂν καὶ ἐκ πάντων ὁλικῶς ἀποφάσκομεν τὸ θεῖον, κἀκ τῶν μήπω ἐγνωσμένων γινώσκομεν τὴν ἀπειροδύναμον δύναμιν.

Οὕτως ὁ Παῦλός φησι «καθῆσθαι τὸν Χριστὸν ἐπάνω παντὸς ὀνόματος», οὐ μόνον τοῦ «ὀνομαζομένου», τουτέστιν ἐγνωσμένου ἐν τῷ νῦν αἰῶνι, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι γνωσθησομένου, καὶ ἀπὸ τῶν μὴ ἐγνωσμένων αὐτῷ τὴν μεγαλωσύνην τοῦ Θεοῦ ἐξαίρων· οὕτως ἀλλαχοῦ που τῶν ἐπιστολῶν εἰπὼν «τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ;» καὶ ἀπαριθμήσας πάντα τὰ αἰσθητὰ καὶ νοητά, «τὰ ἐνεστῶτα καὶ τὰ μέλλοντα», ἐπήγαγεν «οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ», ἐκ τῶν ὄντων καὶ τὰ μὴ ὄντα συνορῶν καὶ κατ’ ἐκείνων ὡς ὄντων ἀποφαινόμενος. Οἱ δὲ ἐξ ἑνὸς μυρίους καὶ ἐκ τοῦ πεπερασμένου τὴν ἄπειρον συνιέντες δύναμιν, πῶς οὐκ ἐκ μετρίων τῶν κατ’ αὐτὸν ἅπαντα γνωσόμεθα, ὡς ἐξ ὀνύχων φασὶ τὸν λέοντα καὶ ἐκ κρασπέδου τὸ ὕφασμα, καὶ οὕτω πάντων αἴτιον ἐπιγνωσόμεθα Θεὸν καὶ ἀπὸ πάντων τούτων ἀφαιρήσομεν καὶ τὸ τὴν ἐκ τῶν ὄντων θεογνωσίαν ὑπερβαῖνον, ὡς ἐξ οὐκ ὄντων λόγῳ μόνῳ ἅπαντα παρήχθη διὰ πίστεως προσθήσομεν;

Κοινὴ μὲν οὖν αὕτη πᾶσι τοῖς εἰς Χριστὸν πεπιστευκόσιν ὑπὲρ ἔννοιαν γνῶσις· τὸ δὲ δὴ τῆς ἀληθοῦς πίστεως ταύτης τέλος, ὃ διὰ τῆς τῶν ἐντολῶν ἐργασίας προσγίνεται, οὐκ ἐκ τῶν ὄντων μόνων καὶ γνωστῶν καὶ ἀγνώστων τὴν θεογνωσίαν παρέχεται, ὄντα γὰρ ἐνταῦθα τὰ κτιστὰ πάντως λέγομεν, ἀλλ’ ἐκ τοῦ ἀκτίστου φωτός, ὃ Θεοῦ ἐστι δόξα καὶ Χριστοῦ Θεοῦ καὶ τῶν τῆς χριστοειδοῦς ἐφικομένων λήξεως· ἐν γὰρ τῇ δόξῃ τοῦ Πατρὸς ὁ Χριστὸς ἐλεύσεται, ἐν δὲ τῇ δόξῃ τοῦ Πατρὸς αὐτῶν Χριστοῦ «οἱ δίκαιοι λάμψουσιν ὡς ὁ ἥλιος» καὶ φῶς ἔσονται καὶ φῶς ὄψονται, τὸ μόνης τῆς κεκαθαρμένης καρδίας ἐπίχαρι καὶ πανίερον θέαμα, ὃ νῦν μὲν καὶ τοῖς τὰ ἐναγῆ πάντα δι’ ἀπαθείας καὶ τὰ καθαρὰ διὰ τῆς εἰλικρινοῦς καὶ ἀΰλου διαβεβηκόσι προσευχῆς ἐν ἀρραβῶνος μέρει μετρίως προφαίνεται, τότε δὲ «τοὺς υἱοὺς τῆς ἀναστάσεως» ἐμφανῶς θεοποιήσει, συνδιαιωνίζοντας καὶ συνδοξαζομένους τῷ μεταδόντι τῇ καθ’ ἡμᾶς φύσει θείας δόξης τε καὶ λαμπρότητος. Δόξα δὲ καὶ λαμπρότης οὐδ’ ἐπὶ τῶν κτιστῶν οὐσία ποτ’ ἂν εἴη.

Πῶς οὖν Θεοῦ δοξάσειεν ἄν τις οὐσίαν εἶναι τὴν Θεοῦ δόξαν, Θεοῦ ὃς ἀμέθεκτος ὢν καὶ ἀόρατος καὶ ἀναφής, καθ’ ὑπερούσιον δύναμιν μεθεκτὸς γίνεται καὶ χωρεῖται καὶ διαφαίνεται καὶ «ἓν» ἐν θεωρίᾳ «Πνεῦμα» μετὰ τῶν διὰ καθαρᾶς καρδίας ἐντυγχανόντων γίνεται, κατὰ τὴν πρὸς τὸν ἴδιον Πατέρα τοῦ κοινοῦ Πατρὸς ὑπὲρ ἡμῶν μυστικωτάτην καὶ ἀπόρρητον εὐχήν; «Δὸς γὰρ αὐτοῖς» φησιν «ἵνα καθάπερ ἐγώ, Πάτερ, ἐν σοὶ καὶ σὺ ἐν ἐμοί, καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν» ἐν ἀληθείᾳ.

Τοιαύτης τοίνυν οὔσης θέας τοῦ Θεοῦ, ἣν μόνοι οἱ τῆς μακαρίας κατηξιωμένοι λήξεως ὄψονται κατὰ τὸν ἄληκτον αἰῶνα, ἣν καὶ νῦν οἱ ἔκκριτοι τῶν ἀποστόλων ἐν Θαβὼρ κατεῖδον καὶ ὁ Στέφανος λιθαζόμενος καὶ ὁ Ἀντώνιος καθ’ ἡσυχίαν ἀγωνιζόμενος, μᾶλλον δὲ πάντες οἱ ἅγιοι, ταὐτὸν δ’ εἰπεῖν οἱ κεκαθαρμένοι τὴν καρδίαν, ὡς ἐκ τῶν ἀναγεγραμμένων οἰκείων λόγων καὶ τῶν κατ’ αὐτοὺς βίων ἔξεστι μανθάνειν τῷ βουλομένῳ—φαίην δ’ ἂν ἔγωγε καὶ προφήτας καὶ πατριάρχας ἀγεύστους οὐκ εἶναι τοῦ φωτὸς τούτου, μᾶλλον δὲ πλὴν ὀλίγων τὰ πάντα ἐκείνων θεάματα, καὶ μάλιστα τὰ θειότατα, μὴ ἀμοιρεῖν τούτου τοῦ φωτός· τί γὰρ ἂν καὶ ὑποκρίνοιτο φῶς ἀλλότριον ὁ φῶς αἰώνιον οἰκεῖον ἔχων, τοῖς καθαροῖς τὴν καρδίαν, εἰ καὶ ἀπορρήτως, ὅμως ὁρατόν, νῦν τε κἀπὶ τοῦ μέλλοντος αἰῶνος, ὡς καὶ Διονύσιος ὁ μέγας λέγει; —, τοιαύτης τοίνυν οὔσης θέας τοῦ Θεοῦ, πῶς οὐ ταύτην ἐπαγγέλλεται τὴν αἰώνιον ὁ «μακαρίζων τοὺς καθαροὺς τὴν καρδίαν», ἀλλὰ τὴν ἀπὸ τῶν κτισμάτων γνῶσιν, ἣ γένοιτ’ ἂν καὶ τοῖς τοῦ αἰῶνος τούτου σοφοῖς;

Ὅτι δὲ τὴν ἀπὸ τῶν κτισμάτων γνῶσιν τελεωτάτην θεοπτίαν ὁ φιλόσοφος ἡγεῖται, προλαβὼν ἐδίδαξεν ἡμᾶς τοῦτο εἰπὼν «μηδενὶ μηδεμίαν ἀπολιπεῖν ταύτης ὑπερβολήν, ὃς ἔγνω πάσας τὰς ἐμφανεῖς τοῦ κόσμου μερίδας καὶ τὰς ἀφανεῖς δυνάμεις». Ἀλλ’ «ἐκ τῆς ἐνεργείας τὸν ἐνεργοῦντα ἀναλογίσασθαι καὶ ἐκ τῆς τοῦ κόσμου εὐαρμοστίας τῆς ὑπερκειμένης σοφίας ἡ κατανόησις γένοιτ’ ἂν καὶ τοῖς τοῦ αἰῶνος τούτου σοφοῖς» φησὶν ὁ Νύσσης θεῖος Γρηγόριος. Ἐγὼ δ’ ἂν φαίην καὶ τοῖς μὴ σοφοῖς καὶ τοῖς μὴ πιστοῖς, ὡς νῦν ὁρῶμεν καὶ τοὺς βαρβάρους πάντας ἕνα Θεὸν εἰδότας τοῦ παντὸς ποιητήν, ᾧ καὶ ἡ κατὰ ἀπόφασιν θεολογία ἐξ ἀνάγκης ἕπεται. Ὁ γὰρ ποιητὴς τοῦ παντός, τῶν ποιημάτων οὐδέν. Τί δέ, οὐχὶ καὶ τῶν κακοδόξων πολλοὶ τὴν σοφίαν τοῦ αἰῶνος ἔχουσι τούτου καὶ τὴν ἀπ’ αὐτῆς τοῦ Θεοῦ κατανόησιν; Ἆρ’ οὖν αὐτοὺς μακαρίζει ὁ Κύριος;

Τί δ’ ἂν τῶν Ἑλλήνων οἱ κατὰ φιλοσοφίαν πολλῷ τῶν νῦν χριστιανῶν διαφέροντες καὶ ἀπὸ τῆς τῶν κτισμάτων γνώσεως φιλοσοφοῦντες; Ἆρα καὶ τοῦ μακαρίου καὶ αἰωνίου ἔτυχον ἐπάθλου καὶ πάντων, καὶ αὐτῶν «τῶν μηδὲν εἰδότων εἰ μὴ Κύριον Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον», οὐχ ἧττον ὅτι μὴ καὶ μᾶλλον; Πῶς γὰρ οὐχὶ καὶ διαφερόντως μᾶλλον, εἴγε ἀπὸ τῶν κτισμάτων μόνων ὁ Θεὸς γινώσκεται, καὶ θεοπτικώτεροι τῶν ἄλλων οἱ πλείω τούτων γινώσκοντες;

Καίτοι πάντες ἡμεῖς ἀπὸ τῆς πατρικῆς φωνῆς, ἄνωθεν ἡμᾶς διδασκούσης, τὸν Υἱὸν ἐγνώκαμεν· καὶ αὐτὸ τὸ Πνεῦμα τὸ ἅγιον καὶ αὐτὸ τὸ φῶς τὸ ἄρρητον τὸν ἐκ τοῦ Πατρὸς ἀγαπητὸν μαρτυρούμενον ὑπέδειξεν ἡμῖν· καὶ αὐτὸς ὁ Υἱὸς τὸ ὄνομα τοῦ οἰκείου Πατρὸς ἐφανέρωσεν ἡμῖν καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἀναλαμβανόμενος εἰς οὐρανοὺς ἐπηγγείλατο πέμψειν πρὸς ἡμᾶς «ἵνα μένῃ μεθ’ ἡμῶν εἰς τὸν αἰῶνα»· καὶ αὐτὸ τὸ Πνεῦμα τὸ ἅγιον, ἐπελθὸν καὶ μεῖναν ἐν ἡμῖν, ἀνήγγειλεν ἡμῖν καὶ ἐδίδαξε πᾶσαν τὴν ἀλήθειαν.

Πῶς οὖν ἐκ τῶν κτισμάτων μόνων γινώσκομεν Θεόν, καὶ οὐκ ἐξ ὧν τοῦτον ἀγνοοῦμεν, ἀλλ’ ἐξ ὧν γινώσκομεν; Ἆρ’ εἰ καὶ μὴ γάμου τις λάβοι πεῖραν, οὐ τὴν Θεοῦ πρὸς τὴν Ἐκκλησίαν οἶδε συνάφειαν, ἐπεὶ τὴν ἀναλογίαν ἐξ ἐκείνου συνορᾶν οὐκ ἔχει καὶ συμβουλεύσεις πάντας φεύγειν τὴν παρθενίαν, ἵνα τὴν σὴν θεογνωσίαν εὕρωσιν; Ἀλλ’ ὑπὸ Παύλου ἐξελεγχθήσῃ, ὃς ἄγαμος ὤν, «τὸ μυστήριον τοῦτο μέγα ἐστὶ» πρῶτος ἐξεβόησεν, «ἀλλ’ εἰς Χριστὸν καὶ εἰς τὴν Ἐκκλησίαν».

Καιρὸς δὴ εἰπεῖν τὴν θεσπεσίαν ἐκείνην φωνήν· «Εὐχαριστοῦμέν σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς ὅτι» ἑνώσας σὺ σαυτὸν ἡμῖν καὶ φανερώσας σαυτὸν διὰ σαυτοῦ ἡμῖν, «ἀπέκρυψας τοῦτο ἀπὸ σοφῶν καὶ συνετῶν», οἳ συνετοί εἰσι καθ’ ἑαυτοὺς καὶ ἐνώπιον αὐτῶν ἐπιστήμονες· διὸ καὶ τῶν ἁγίων σου λαλούντων ἀκούοντες, τοὺς μὲν ἀθετοῦσι, τῶν δὲ παρεξηγοῦνται τὰς ῥήσεις, ἔστι δ’ ἃς καὶ τολμῶσι παραχαράττειν ὡς πάντας λήσοντες. Γρηγορίου μὲν γὰρ τοῦ Νύσσης ἐξηγουμένου τί ἐστιν ἡ τοῖς τὴν καρδίαν κεκαθαρμένοις ἀποκαλυπτομένη Θεοῦ θεωρία καὶ μετὰ τὸ εἰπεῖν ὅτι «γένοιτ’ ἂν καὶ τοῖς τοῦ αἰῶνος τούτου σοφοῖς ἐκ τῆς εὐαρμοστίας τοῦ κόσμου κατανοῆσαι Θεὸν» ἐπενεγκόντος «ἀλλ’ ἕτερόν μοι δοκεῖ ὑφηγεῖσθαι ἡ τοῦ μακαρισμοῦ μεγαλοφυΐα», τὸ ἐκείνῳ μὴ δοκοῦν αὐτοὶ σαφῶς διαβεβαιοῦνται.

Τοῦ δὲ Ἀρεοπαγίτου μεγάλου Διονυσίου λέγοντος, πῶς ἡμεῖς γινώσκομεν Θεὸν «οὔτε νοητὸν ὄντα, οὔτε αἰσθητόν», καὶ ἐπιφέροντος, διαπορητικῶς μέντοι, «μήποτε οὖν ἀληθὲς εἰπεῖν, ὡς οὐκ ἐκ τῆς αὐτοῦ φύσεως, ἀλλ’ ἐκ τῆς τῶν ὄντων διατάξεως γινώσκομεν αὐτόν», εἶτα καὶ τὴν θειοτάτην γνῶσιν ἐκκαλύψαντος ἡμῖν, κατὰ τὴν πρὸς τὸ ὑπερφαὲς φῶς ὑπερφυᾶ ἕνωσιν ὑπὲρ νοῦν καὶ γνῶσιν τελουμένην, αὐτοὶ τὴν μὲν ὑπὲρ νοῦν γνῶσιν ὡς οὐδὲν οὖσαν ἀπολελοίπασι, τὴν δὲ διαπορητικὴν φωνὴν ἐκείνην, ὡς μάτην προσκειμένην, οὐδεμιᾶς ζητήσεως ἠξίωσαν, ἀλλὰ προβάλλονται τὴν τοῦ ἀγίου φωνὴν περιῃρημένην τῶν καιριωτάτων ἑκατέρωθεν, ὡς ἰσχυριζομένην ἐκ τῶν κτισμάτων μόνων τὸν Θεὸν γινώσκεσθαι. Καὶ οὐδ’ ἐκεῖνο συνιδεῖν ἴσχυσεν ὁ φιλόσοφος ὅτι περὶ τῆς ἀνθρωπίνης γνώσεως ὁ λόγος ἐνταῦθα τῷ ἁγίῳ, τῆς φυσικῶς ἐνούσης πᾶσιν, οὐ τῆς ὑπὸ τοῦ Πνεύματος χορηγουμένης. Ἐπειδή, γάρ φησι, πᾶς ἄνθρωπος αἴσθησιν καὶ νοῦν ἔχει, φυσικὰς τὰς γνωστικὰς δυνάμεις, πῶς γνωσόμεθα κατ’ αὐτὰς τὸν μήτε αἰσθητὸν ὄντα, μήτε νοητὸν Θεόν; Οὐκ ἄλλοθέν γε πάντως ἢ ἐκ τῶν ὄντων αἰσθητῶν καὶ νοητῶν· καὶ γὰρ αἱ γνώσεις τῶν ὄντων οὖσαι καὶ εἰς τὰ ὄντα τὸ πέρας ἔχουσαι καὶ τὸ θεῖον ἐντεῦθεν δεικνύουσιν.

Οἱ δὲ μὴ μόνον αἰσθητικὰς καὶ νοητικὰς ἔχοντες δυνάμεις, ἀλλὰ καὶ τῆς πνευματικῆς καὶ ὑπὲρ φύσιν χάριτος εὐμοιρηκότες, οὐκέτ’ ἐκ τῶν ὄντων μόνων, ἀλλὰ καὶ πνευματικῶς, Πνεῦμα ὄντα τὸν Θεόν, ὑπὲρ αἴσθησιν γνώσονται καὶ νοῦν, ὅλοι Θεοῦ γενόμενοι καὶ ἐν Θεῷ γινώσκοντες Θεόν. Κατὰ ταύτην οὖν τὰ θεῖα νοητέον, ὡς ὁ αὐτὸς ἅγιος προτρέπεται, ἀλλ’ οὐ καθ’ ἡμᾶς, ὅλους δ’ ἑαυτοὺς ὅλων ἑαυτῶν ἐξισταμένους καὶ ὅλους Θεοῦ γενομένους· κρεῖττον γὰρ εἶναι Θεοῦ καὶ μὴ ἑαυτῶν· οὕτω γὰρ ἔσται τὰ θεῖα δοτὰ τοῖς μετὰ Θεοῦ γενομένοις.

Ὁρᾷς ὅπως ἀπήγαγεν ἡμᾶς τοῦ ζητεῖν ἐκ τῶν ὄντων γινώσκειν τὸν Θεόν, ἀνακαλύψας γνῶσιν ἑτέραν, ὑπερφυᾶ καὶ θείαν καὶ πνευματικήν, ἥτις μετὰ τὴν ἀφαίρεσιν τῶν ὄντων κατὰ τὴν ὑπὲρ νοῦν ἕνωσιν ἡμῖν προσγίνεται, καὶ εἰπὼν ὅτι κατὰ ταύτην γίνεται δοτὰ τὰ θεῖα καὶ κατὰ ταύτην δίκαιον νοεῖν τὰ θεῖα, δηλαδὴ πνευματικῶς, ἀλλ’ οὐ καθ’ ἡμᾶς, οὐδ’ αἰσθήσει τε καὶ νῷ τὴν ἐκ τῶν ὄντων ἐρανιζομένους γνῶσιν τοῦ Θεοῦ; Ἀτελὴς γὰρ ἡ γνῶσις αὕτη καὶ ἀτελέσι πρέπουσα φρονήμασιν. Ἀλλὰ γὰρ τί βούλεται τῷ ἁγίῳ ἐπὶ τῆς ἐκ τῶν ὄντων καὶ καθ’ ἡμᾶς τοῦ θείου γνώσεως τὸ «μήποτε» προσκείμενον, ὃ παρῶπται τῷ φιλοσόφῳ, ὡς παρέλκον; Ἐπεὶ καὶ αἰσθητοῖς ὄμμασι καὶ αἰσθητοῖς ὠσὶν ἀπορρήτως φῶς εἴδομεν καὶ ἠκούσαμεν Θεοῦ φωνήν, διὰ τοῦτο τελέως ἀποφήνασθαι γινώσκειν ἐκ τῶν κτισμάτων μόνων τὸν Θεὸν καὶ κατ’ αὐτὰς τὰς γνωστικὰς καὶ κατ’ ἄνθρωπον δυνάμεις εὐλαβητέον ἔδοξεν αὐτῷ. Καὶ μὴν τοῖς ἐφικέσθαι δυναμένοις δι’ ἀκριβείας τῶν ῥημάτων ἐκείνων τοῦ ἁγίου, κἀκεῖ σαφῶς μόνην τὴν εἰσαγωγικὴν περὶ Θεοῦ γνῶσιν, ἐκ τῆς τῶν ὄντων γνώσεως προσγινομένην, δῆλός ἐστι διδάσκων, διὸ ἐπήγαγεν· «Ἀπὸ ταύτης εἰς τὸ ἐπέκεινα πάντων ὁδῷ καὶ τάξει κατὰ δύναμιν ἄνιμεν».

Διὰ τοῦτο καὶ πρὸ νόμου τοῖς νηπίοις ἔτι πρὸς θεογνωσίαν κατάλληλος ἦν, καὶ Ἀβραὰμ τὴν ἀρχὴν τῆς θεογνωσίας ἀπὸ ταύτης εἰληφέναι λέγεται, ἀλλ’ ὕστερον οὐκ ἀπὸ ταύτης ὡμίλει τε καὶ ἐγίνωσκε Θεόν. Τί δὲ ὁ Ἰώβ, ὃς καὶ ἀνεβόησεν, ἰδὼν τρανότερον, ὡς «ἀκοῇ μὲν ὠτὸς ἤκουόν σου τὸ πρότερον, νῦν δὲ ὁ ὀφθαλμός μου ἑώρακέ σε»; Τί δὲ ὁ Μωυσῆς, ὁ ἐν τῷ ἐπέκεινα τῶν ὄντων γνόφῳ τεσσαράκοντα ἡμέρας ὅλας τὸν Θεὸν ὁρῶν; Καὶ γὰρ ἦν εἰκὸς προβεβῆσθαι τῶν ἀοράτων τοῦ Θεοῦ τὸ τοῦ κόσμου φαινόμενον τοῖς ἀτελέσι τὴν γνῶσιν, ὥσπερ καὶ τοῖς ἐνειλουμένοις αἰσθήσεσιν αἱ συμβολικαὶ νομικαὶ δι’ αἰσθητῶν παρεδόθησαν θεολογίαι· ἀλλ’ ὥσπερ αὖθίς εἰσιν οἳ τῶν τελεωτέρων καὶ προκαλυμμάτων ἐκτὸς θεολογίας σαφοῦς εὐμοίρησαν, οὕτως εἰσὶν οἱ καὶ εἰς «τὰ ἀόρατα τοῦ Θεοῦ» παρακύψαντες, ὡς Μωϋσῆς τε καὶ Παῦλος καὶ οἱ κατ’ αὐτούς, εἰ καὶ ἀπὸ τῶν ὁρωμένων ἡμῖν οἰκείως πρὸς τὴν κατανόησιν ἐκείνων ἡμᾶς χειραγωγοῦσι.

Τί δή σοι, ὦ φιλόσοφε, βούλεται τὰ πολυειδῆ ἐκεῖνα καὶ λοξὰ τῆς κακοτεχνίας σοφίσματα ὅτι «εἰδέναι δεῖ τὸ ἔστι τί ἐστι καὶ τὸ ἓν καὶ τὴν ἀρχὴν καὶ τὴν δύναμιν τὸν ἕν τι εἰδότα καὶ ὂν καὶ ἀρχὴν καὶ δυνάμενον»; Εἰ μὲν γὰρ ἔλεγέ τις μηδαμῶς ἐκ τῶν ὄντων γινώσκεσθαι Θεόν, καλῶς ἂν ταῦτα τὰ πάσῃ προσόντα φύσει λογικῇ προΰφερες· ἐπειδ’ ἡμεῖς τὴν διὰ τοῦ Πνεύματος γνῶσιν τῶν μυστηρίων τοῦ Πνεύματος ὑπερτίθεμεν τῆς φύσει καὶ κοινῇ πᾶσι προσούσης γνώσεως, τί σοι συμπράξει, τῷ πρὸς ταῦτ’ ἀντιλέγοντι, τὸ τὴν εἰσαγωγικωτάτην τοῦ Θεοῦ γνῶσιν ἐκ τῶν ὄντων προσγίνεσθαι; Σὺ δ’ ὅμως οὕτως ἀντιλέγειν εἴωθας, ἐπεὶ καὶ τοῖς πνευματικοῖς ἀνδράσι λέγουσιν εἶναι φῶς νῷ θεωρητόν. Οὐχὶ τὴν γνῶσιν μόνην σὺ διὰ πολλῶν δεικνύεις φῶς, καὶ τὴν γνῶσιν λεγομένην, καὶ νικᾶν διὰ τούτου κατὰ κράτος δοκεῖς ἀντιταττόμενος; «Ἀλλὰ χωρὶς τῆς εἰσαγωγικῆς ταύτης, οὐδὲ λογικός τις ἔσται» φησίν, «οὐδ’ ἡ πρὸς τὰ τελεώτερα τῶν λογικῶν πρόοδος». Οὐδ’ ἀνὴρ ἔσται ποτὲ πρὶν γενέσθαι νήπιον· ἀλλ’ ἀνὴρ γενόμενος, τὰ τοῦ νηπίου κατήργηκεν. Εἰ δ’ ἐν ἀνδράσι τὰ τῶν νηπίων φρονεῖ καὶ τούτοις σεμνύνεται, πῶς οὐ καταγέλαστος ἔσται;

Πῶς δ’ οὐ τοιοῦτος ὁ χριστιανὸς εἶναι λέγων καὶ τὰ ἑλληνικὰ παιδεύματα μετιών, ἵν’ ἐκεῖθεν τὴν θεογνωσίαν καρπώσηται; Τί δ’ ὅτι «νοσοῦν ψυχῆς λογικόν, ἐξ ἐπιμελείας νοερὸν οὐκ ἂν γένοιτο»; Ὄντως γὰρ νοσεῖ τὸ λογικὸν τῆς ψυχῆς τοῦ τὴν οἰκείαν διάνοιαν πιστοτέραν ἡγουμένου τῶν λογίων τοῦ Πνεύματος καὶ μὴ μέγα καὶ τέλειον ἴαμα ψυχῆς τὰς θείας ἐντολὰς οἰομένου. Πρῴην μὲν γὰρ ἐξ ἡμισείας καθαίρειν ἔφασκε ταύτας δύνασθαι, νῦν δὲ τὸ καθαρτικὸν αὐτῶν ἅπαν ἀφελὼν τῇ γνώσει προσένειμεν, ἀρχὴν καὶ μέσον καὶ τέλος θεογνωσίας τε καὶ ὑγιείας ψυχῆς καὶ καθάρσεως ἐκ τοῦ πολλὰ καὶ πλείω καὶ πάντα εἰδέναι λέγων προσγίνεσθαι καὶ δεῖν μηδαμῶς ἀγνοεῖν τὰ πολλά, ἵνα καὶ συνελεῖν εἴς τι καθόλου δυνηθείημεν καὶ τὴν κυκλικὴν περὶ τὰ ὄντα γνῶσιν κατορθοῦν, τουτέστι τὴν ἐγκύκλιον μανθάνειν παίδευσιν, ἵνα καὶ τῶν ἰσαγγέλων καταξιωθείημεν νοήσεων, τῶν ἑνιαίων καὶ ἀμερῶν, ὥσπερ ἂν εἴ τις ἔλεγε δεῖν τὸν σημεῖον ἀμερὲς ἰδεῖν βουλόμενον, πολυμερὲς αὐτὸ πρότερον προθέσθαι καὶ τὴν μονάδα μὴ τῇ ἀφαιρέσει τῶν πολλῶν δύνασθαι γενέσθαι, ἀλλὰ τῇ συναιρέσει μόνῃ, καίτοι πᾶν τὸ ἐκ συναιρέσεως ἓν καὶ μεριστόν, ἐκεῖ δὲ τὸ ἑνιαῖον καὶ ἀμερὲς ὑπόκειται.

Ἐγὼ δὲ οἶδα παρὰ τῶν πατέρων μεμυημένος, ἤδη δὲ καί τινων αὐτῶν ἀκούσας τε καὶ πιστεύσας, ὡς καὶ τὰ πολλὰ ταῦτα καὶ τὸν αἰσθητὸν ἅπαντα τοῦτον κόσμον, οὐ κατ’ αἴσθησιν, οὐ κατὰ λογισμόν, ἀλλὰ κατ’ οἰκείαν τοῦ θεοειδοῦς νοῦ δύναμιν καὶ χάριν ἐθεάσαντο, ἣ καὶ τὰ μακρὰν ὡς ὑπ’ ὀφθαλμοὺς ποιεῖ καὶ τὰ μέλλοντα ὡς παρόντα ὑπερφυῶς παρίστησι. Τὸν δ’ ἐξ Ἀρείου πάγου θεορρήμονα οὐ θαυμαστὸν καὶ ἐκ τῶν φυσικῶς ἡμῖν ἐνυπαρχόντων ἐξυμνεῖν τὸν τῆς φύσεως δημιουργόν, ἐπεὶ καὶ δι’ ἀψύχων καὶ δι’ ἀναισθήτων καὶ δι’ ἀλόγων καὶ διὰ λογικῶν αὐτός ἐστι μόνος ὁ δοξαζόμενος, ἀλλὰ καὶ αὐτῷ μόνῳ ἐξαιρέτως πρέπει ἡ ἐν Πνεύματι λατρεία, ἣν καὶ μόνην ἀληθινὴν προσκύνησιν καὶ μόνην ἀξίαν τοῦ Θεοῦ καὶ μόνην ποθεινὴν Θεῷ ὁ Θεὸς αὐτὸς προσεῖπε.

Τῶν δὴ τοῦ μεγάλου Διονυσίου ῥήσεων ὅσας ἔλαθεν ὁ φιλόσοφος καθ’ ἑαυτοῦ προβαλλόμενος, πολλὰς ἔτ’ οὔσας καταλιπών, μιᾶς μνημονεύσω τῆς τελευταίας. Φησὶ τοίνυν ἐν τῷ πρώτῳ τῆς Ἐκκλησιαστικῆς ἱεραρχίας· «Ἁπάσῃ τοῦτο κοινὸν ἱεραρχίᾳ τὸ πέρας, ἡ πρὸς Θεὸν καὶ τὰ θεῖα προσεχὴς ἀγάπησις, ἐνθέως τε καὶ ἑνιαίως ἱερουργουμένη, καὶ πρό γε τούτου ἡ τῶν ἐναντίων παντελὴς καὶ ἀνεπίστροφος ἀποφοίτησις, ἡ γνῶσις τῶν ὄντων ᾗ ὄντα ἐστίν, ἡ τῆς ἱερᾶς ἀληθείας ὅρασίς τε καὶ ἐπιστήμη, ἡ τῆς ἑνοειδοῦς τελειώσεως ἔνθεος μέθεξις». Συλλογίζεται τοίνυν ἐκ τούτων ὁ φιλόσοφος οὕτως· «Τῶν ἡμῖν ὑπὸ Θεοῦ δεδομένων ἱεραρχία τὸ κράτιστον· τέλος δὲ ταύτης ἡ γνῶσις τῶν ὄντων, ὡς ἡ ῥῆσις αὕτη διδάσκει· τῶν ἐν ἡμῖν ἄρα τὸ ἄριστον ἡ γνῶσις τῶν ὄντων ἐστί, ταὐτὸν δ’ εἰπεῖν ἡ φιλοσοφία». Ῥημάτων ὄντως ἔοικεν ἤχου, ἀλλ’ οὐ διανοίας ἐπαΐειν ἁγίας. Τοῦτο γάρ φησιν ὁ ἅγιος ὅτι ἡ ἀληθὴς τῶν ὄντων γνῶσις, «ἡ παντελὴς ἀποφοίτησίς» ἐστι «τῶν ἐναντίων», τουτέστιν ἡ ἀποχὴ καὶ ἀπραξία τῶν κακῶν, πρὸ τῆς ἱερᾶς ἐργασίας οὖσα, τῆς ἐνθέου καὶ ἑνιαίας.

Ἐπεὶ γὰρ καὶ ὁ πονηραῖς ἐπιθυμίαις ἁλισκόμενος καὶ ἀγόμενος τῶν αὐτῷ δοκούντων ἐφίεται καλῶν καὶ δι’ ἔργων ἄγνοιαν δείκνυσιν ἔχων τοῦ ὄντως καλοῦ, καὶ ὁ θυμῷ κρατούμενος τῷ ἀνθισταμένῳ πρὸς τὰ δοκοῦντα αὐτῷ καλὰ καὶ ἀγαθὰ μάχεται, καὶ ἁπλῶς πᾶς ὁ τοῦ χείρονος ἀντεχόμενος βίου ὡς αὐτῷ δοκοῦντι καλλίονι πρόσκειται, ἀλλ’ οὐχ ὡς ὄντως ὄντι, μόνος δὲ ὁ τῶν χειρόνων ἀποφοιτήσας, τὴν ψευδοδοξίαν ταύτην ἀποβαλλόμενος, τὰ ὄντως ὄντα χείρω καὶ χείρω ἡγεῖται καὶ γνῶσιν ἔχει τῶν ὄντων ἀληθῆ, τὴν οὖσα, οὐ τὴν δοκοῦσαν, διὰ τοῦτο ἡ τῶν κακῶν ἀποφοίτησις «γνῶσίς» ἐστι «τῶν ὄντων ᾗ ὄντα ἐστί», πρὸ τῆς ἱερᾶς ἐργασίας οὖσα, τῆς ἐνθέου καὶ ἑνιαίας· ἱερὰ δὲ καὶ ἑνιαία καὶ ἔνθεος ἐργασία ἡ τήρησίς ἐστι τῶν ἐντολῶν του Θεοῦ, τῇ φυγῇ τῶν πονηρῶν καὶ τῇ ἐπιμόνῳ καὶ προσεχεῖ ἀγαπήσει Θεοῦ καὶ τῶν θείων ἐκτελουμένη. Τοῦτο τοίνυν ἐστί φησι πάσῃ κοινὸν ἱεραρχίᾳ τὸ πέρας, τὸ μισῆσαι τὰ ἀντικείμενα ταῖς τοῦ Θεοῦ ἐντολαῖς καὶ ἀγαπῆσαι ταύτας καὶ τὸν δόντα Θεὸν καὶ διὰ τὴν πρὸς αὐτὸν ἀγάπην ὑπὸ ταύταις ζῆν.

Τοῦτό ἐστιν «ἡ τῶν ὄντων ᾗ ὄντα γνῶσις», τοῦτο ἡ τῆς ἀληθείας ὅρασις, τοῦτο ἡ τῆς τελειώσεως μέθεξις, τοῦτο ἡ τῆς πνευματικῆς ἐποψίας ἑστίασις, ἀποκαλυπτομένης κατὰ τὴν ἐπαγγελίαν καὶ φωτιζούσης καὶ θεούσης καὶ τρεφούσης νοητῶς πάντα τὸν διὰ τῆς καθαρᾶς καρδίας νοερῶς, μᾶλλον δὲ πνευματικῶς, ἐνδιαιτώμενον αὐτῇ.

Τοῦτο δὴ καὶ αὐτὸς ἑαυτὸν δῆλον ποιεῖται λέγοντα· μικρὸν γὰρ προαγαγὼν τὸν λόγον, εἶτ’ ἐπαναλαβών, ἐξηγητὴς αὐτὸς ἑαυτοῦ γενόμενος διὰ τοὺς μὴ θέλοντας νοεῖν τὰ θεῖα θείως, ἀλλὰ καὶ πρὸς τὰς οἰκείας κακοδοξίας περιτρέπειν ἐγχειροῦντας, «εἴρηται τοίνυν ἡμῖν ἱερῶς» φησιν «ὡς οὗτός ἐστι τῆς καθ’ ἡμᾶς ἱεραρχίας ὁ σκοπός, ἡ πρὸς Θεὸν ἡμῶν ὡς ἐφικτὸν ἀφομοίωσίς τε καὶ ἕνωσις· ταύτης δέ, ὡς τὰ θεῖα διδάσκει λόγια, ταῖς τῶν θείων ἐντολῶν ἀγαπήσεσι καὶ ἱερουργίαις μόνως τευξόμεθα· τηρήσει, γάρ φησιν, ὁ ἀγαπῶν με τοὺς λόγους μου, καὶ ὁ Πατήρ μου ἀγαπήσει αὐτὸν καὶ ἐλευσόμεθα πρὸς αὐτὸν καὶ μονὴν παρ’ αὐτῷ ποιήσομεν». Ὁρᾷς ποίαν λέγει γνῶσιν τῶν ὄντων ἀληθῆ; Τὴν ἐργασίαν τῶν ἀρετῶν. Τί δὲ τὸ ταύτης τέλος; Ἡ πρὸς Θεὸν ἕνωσίς τε καὶ ἀφομοίωσις. Πῶς δὲ ἐκεῖ «ἀγάπην» εἶπε ταύτην τὴν ἀφομοίωσιν; Ὅτι ἡ ἀγάπη ἐστὶ τῶν ἀρετῶν τὸ πλήρωμα καὶ αὕτη, τῇ εἰκόνι προσχρωσθεῖσα, τελείαν τὴν πρὸς Θεὸν ἀποσώζει ἐμφέρειαν.

Διὰ δὲ τοῦ «ἐνθέως καὶ ἑνιαίως» καὶ τῆς ἱερᾶς ἐργασίας, τὴν τήρησιν τῶν θείων ἐντολῶν ᾐνίξατο τὴν διὰ μόνην τὴν πρὸς Θεὸν καὶ τὰ θεῖα γινομένην διάθεσιν· τὸ γὰρ καλὸν οὐ καλόν, ἂν μὴ καὶ διὰ τὸ καλὸν μόνον πράττηται· «ἡ δὲ διηνεκὴς τῶν ἐναντίων ἀποφοίτησις καὶ ἡ γνῶσις τῶν ὄντων καὶ ἡ ἱερὰ τῆς ἀληθείας ὅρασις καὶ ἐπιστήμη» τὸ πρὸς τὰ πονηρὰ πάθη παρίστησι μῖσος καὶ τὴν τῆς ἁμαρτίας κατάγνωσιν καὶ τὴν ἀπὸ ταύτης ἀνεπίστροφον φυγήν· τῇ δὲ «ἑνοειδεῖ τελειώσει» καὶ «ἐνθέῳ μεθέξει τοῦ ἑνὸς» καὶ «τῇ νοητῶς τρεφούσῃ καὶ θεούσῃ ἐποψίᾳ» τὴν κατ’ ἐπαγγελίαν θείαν ἐπιφοίτησιν καὶ μονὴν ὑπέδειξε, τελειοῦσαν τῇ ἑνώσει καὶ τρέφουσαν τῇ ἐποψίᾳ τὸ πνευματικὸν ἐκεῖνο ὄμμα.

Εἰ γοῦν διὰ μόνης τῆς τῶν ἐντολῶν τηρήσεως ἡ ἀληθὴς προσγίνεται γνῶσις καὶ ἡ πρὸς τὸν Θεὸν ἕνωσις καὶ ὁμοίωσις, ὅπερ ὁ φιλόσοφός φησι γνῶσιν ψευδογνωσία ἐστίν. Ἀρχόμενος γὰρ καὶ αὐτὸς σαφῶς εἶπεν «ἐκ τῆς τῶν ἐντολῶν τηρήσεως μὴ δυνατὸν εἶναι ταύτην προσγίνεσθαι τὴν γνῶσιν», καὶ μικρὸν ἀνωτέρω δεικνὺς ὅθεν ἡ γνῶσις αὕτη προσγίνεσθαι πέφυκεν, «ἐκ τοῦ μὴ ἀγνοεῖν» φησι «τὰ πολλά, μηδὲ τοὺς λόγους τῶν ὄντων, μᾶλλον δὲ ἐκ τοῦ γινώσκειν πάντα καὶ πάντα σπεύδειν μανθάνειν, ὅ τί τις ἐπαγγέλλεται εἰδέναι, κἂν Ἕλλην ᾖ, κἂν Αἰγύπτιος, ἵνα μηδενός» φησι «τῶν περὶ κόσμου φύσεως εἰρημένων τε καὶ ἐγνωσμένων λειπόμενος, ἐξ ἐκείνου ἀγνοήσῃ Θεόν», ἐπεὶ κατ’ αὐτὸν ἐκ τῶν ὄντων μόνων ὁ Θεὸς γινώσκεται, ὅμοιόν τι ποιῶν ὥσπερ ἂν εἴ τις ἀκούσας ἐκ τῶν ἐδωδίμων μόνων τρέφεσθαί τε καὶ συνίστασθαι τὸ σῶμα, δεῖν ἔλεγε μηδενὸς ἀπολελεῖφθαι τῶν ἐδωδίμων, εἴ τις τοῦ ζῆν ἐφίεται, μηδὲ διαλιμπάνειν σιτιζόμενον ὁσημέραι τε καὶ ὧραι, καὶ οὕτω τὴν περὶ τὰς πολυτελεῖς τραπέζας ἄχρηστον μανίαν καὶ τὸ τῆς γαστριμαργίας πάθος, ὡς ἀναγκαιότατα τῷ βίῳ τῶν ἀνθρώπων, ἔπειθε δοξάζειν, μηδενὸς τῶν κρειττόνων ὀρεγομένους.

Οὕτω γὰρ καὶ τῷ διανοητικῷ τῆς ψυχῆς ὕλην ὁ Θεὸς ὑπέθετο τοὺς τῆς φύσεως λόγους, ἀλλ’ ὡς πρὸς τὴν ὑψηλοτέραν γνῶσιν χειραγωγεῖν δυναμένους. Ἡμεῖς οὖν τὸ αὔταρκες ἐκ τούτων ἀπολαμβάνοντες τὰ περιττὰ παραλείπομεν τοῖς μὴ χωροῦσι τὴν τελεωτέραν τροφήν· κἄν, ὑπερήλικες ὄντες οὗτοι, τῆς νηπίοις καταλλήλου τροφῆς οὐκ ἀπανίστασθαι βούλωνται, ἐπαλείφομεν καί τινα Σκύλλαν τῷ παγκοσμίῳ τούτῳ μαστῷ, τὸ μὴ πάνυ λυσιτελεῖν ἔστιν ὅτε μετρίως ἐκτείνοντες, ὡς ἀπαναστήσοντες τῆς ἀκαίρου τροφῆς.

Οἳ δ’ ὡς οὐκέτι παῖδες, ἀλλ’ ὡς τέλειοι τὴν κακίαν, ἡμῖν ἐπανίστανται καὶ φιλονεικοῦσιν ἡμᾶς κατασπᾶσαι, μᾶλλον ἢ αὐτοὶ πρὸς τὸ προσῆκον μέτρον ἀναδραμεῖν. Διὸ καὶ τὸν Υἱὸν μετὰ τοῦ Πατρὸς ἥκειν καὶ τὴν μονὴν ποιεῖσθαι ἐν ἐκείνῳ φασίν, ὃς τοὺς λόγους οἶδε τῆς τοῦ κόσμου φύσεως· γινώσκει γὰρ οὗτος τὸ ἀληθές· Θεὸς δὲ ὁ ἀλήθεια καὶ ὁ τῆς ἀληθείας πατήρ· ἀλλὰ καὶ πᾶν τὸ γινῶσκον ἐν τῷ γινωσκομένῳ ἐστήρικταί τε καὶ μένει· οὐκοῦν ἐν τῷ Θεῷ ἔσται μονίμως ἱδρυμένος ὁ τὴν τῶν ὄντων γνῶσιν εἰδώς· τούτου δ’ ἐν Θεῷ τὴν μονὴν ἀμετάβλητον ἔχοντος, οὐκ ἀπεικὸς ἐκεῖνόν γε παρὰ τοῦτον ἐλθεῖν λέγεσθαι καὶ τὴν μονὴν πεποιῆσθαι· «Οὗτός ἐστί» φησι «καὶ ὁ φωτὸς θείου καὶ νοητοῦ ἔμπλεων τὸν νοῦν κεκτημένος». Αὕτη ἐστὶν ἡ τελεωτάτη τοῦ φιλοσόφου θεογνωσία. Ἐγὼ δὲ ἀκούω τοῦ εὐαγγελίου λέγοντος ὅτι ὁ διάβολος «ψεύστης ἐστὶ καὶ ὁ πατὴρ τοῦ ψεύδους αὐτοῦ». Οἶδα δὲ καὶ τῶν ἐναντίων τὴν αὐτὴν οὖσαν αἴσθησιν καὶ γνῶσιν καὶ ἐπιστήμην.

Ὁ γοῦν εἰδὼς τὴν ἀλήθειαν καὶ τὸ ψεῦδος ἐπίσταται. Εἰ γοῦν, κατὰ τοὺς τοῦ φιλοσόφου λόγους, τὸ γινῶσκον ἐν τῷ γινωσκομένη ἐστήρικταί τε καὶ μένει καὶ διὰ τοῦτο κατ’ αὐτὸν ὁ τὴν γνῶσιν ἔχων τῶν ὄντων ἐν τῷ Θεῷ ἐστι καὶ ὁ Θεὸς ἐν αὐτῷ, οὐκοῦν καὶ τὸ ψεῦδος καὶ ὁ τοῦ ψεύδους πατὴρ ἐν αὐτῷ πεποίηται τὴν μονήν; Καὶ ὁ αὐτὸς οὗτός ἐστι λοιπὸν ὁ καὶ σκότους νοητοῦ ἔμπλεων τὴν ψυχὴν κεκτημένος καὶ ὄντως πολὺ σκότος ἐπηλυγάζει τὴν ψυχὴν ἣ τοιαῦτα προφέρει διανοήματα. Τί γὰρ ὁ λέγων «οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ Θεοῦ», διὰ τὴν γνῶσιν ταύτην ἐν ἑαυτῷ εἶχε τὸν Χριστόν; Τί δὲ ὁ γινώσκων καὶ μὴ ποιῶν τὸ θέλημα τοῦ Θεοῦ, ἐν ἑαυτῷ ἔχει μονίμως ἐνιδρυμένον τὸν Θεόν; Καὶ πῶς «δαρήσεται πολλάς»· Καὶ μὴν ὁ μὲν Χριστὸς ἐν εὐαγγελίοις ἐκ μὲν τῆς τῶν ἐντολῶν τηρήσεως προσγίνεσθαί φησι τὴν αὐτοῦ καὶ τοῦ Πατρὸς ἐνοίκησιν, ἐκ δὲ τῆς ἐνοικήσεως, τὴν ἐμφάνειαν. Οὗτος δέ, ἀντεστραμμένως μὲν ἐκείνῳ, ἐκ τῆς αὐτῷ δοκούσης ἐμφανείας φησὶ τὴν ἐνοίκησιν, ὑπεναντίως δὲ σαφῶς οὐκ ἐκ τῶν ἐντολῶν, ἀλλ’ ἐκ γνώσεως τὴν ἐμφάνειαν, καὶ γνώσεως ἣν ἐκ τῆς τηρήσεως τῶν θείων ἐντολῶν μηδαμῶς προσγίνεσθαι πρότερον ἀπεφήνατο.

Τοιούτου φωτὸς καὶ ἀληθείας τὸν οἰκεῖον νοῦν ἔμπλεων κατεσκεύασεν· οὐ μόνον δὲ τὰς θείας ἐντολὰς ἀδυνάτως ἔχειν τὴν γνῶσιν ταύτην πορίζειν πρότερον εἴρηκεν, ἀλλὰ καὶ «φιλοσοφίαν» ταύτην ἐκάλει, διὰ τῶν κατὰ φιλοσοφίαν μαθημάτων χορηγουμένην καὶ «μωρίαν» εἶναι «παρὰ τῷ Θεῷ» ταύτην ἔφασκεν· ἣν οὖν μωρίαν τότε προσεῖπε, Θεὸν αὐτὴν εἶναι νῦν ἀποφαίνεται καὶ αὐτὸν μετὰ τοῦ Πατρὸς τὸν τοῦ Πατρὸς μονογενῆ Λόγον· τοιούτου φωτὸς καὶ ἀληθείας τὸν οἰκεῖον νοῦν ἔμπλεων κατεσκεύασεν.

Ἀλλ’ ἐπεὶ καὶ τῶν ἐναντίων ἡ αὐτή ἐστιν αἴσθησις, σύ, ὦ φιλόσοφε, πότ’ ἄρ’ εἶ θερμός, ὅταν κατὰ τὴν ποιότητα ταύτην διακέηταί σου τὸ σῶμα, ἢ ὅτε κατεψυγμένον τοῦτ’ ἔχων τὴν ἐναντίαν εἰδείης θερμότητα; Πάντως τότε καὶ τὴν θερμότητα ἐν σεαυτῷ φέρων αἰσθάνῃ ὅτε κατὰ ταύτην διάκεισαι. Τότε τοίνυν καὶ τὸν Θεὸν ἕξεις ἐν σεαυτῷ ἀληθῶς ὅτε τὴν θείαν ἕξιν ἐν σεαυτῷ κατὰ ψυχὴν ἔχεις· θεία δὲ ὄντως ἕξις ἡ πρὸς τὸν Θεὸν ἀγάπη ἐστί· προσγίνεται δ’ αὕτη διὰ μόνης τῆς τῶν θείων ἐντολῶν ἱερᾶς ἐργασίας· εἰ γὰρ καὶ ἀρχὴ τούτων ἐστίν, ἀλλὰ καὶ μέση καὶ κορυφαία· ὁ Θεὸς γὰρ ἡ ἀγάπη ἐστίν, ὃς ἐν τούτῳ μόνῳ καὶ τὴν οἰκείαν ἔλευσιν καὶ μονὴν καὶ ἐμφάνειαν ἐπηγγείλατο. Τότε τοίνυν καὶ σαυτῷ χρήσῃ πρὸς διόρθωσιν ἑτέρων ἀληθῶς ὅτε τὴν τοιαύτην σχήσεις ἐκ τῶν τοιούτων διάθεσιν· νῦν γάρ, τὸν διορθοῦντα ὑποκρινόμενος, διαστρέφων καὶ διασύρων δῆλος εἶ· ἀλλ’ ὡς μὲν διαστρέφεις διορθοῦν ἐπαγγελλόμενος ἐκδηλότερον ἔσται προϊόντος τοῦ λόγου. Τοῦ δ’ ἐν σχήματι διορθώσεως διασύρειν προθυμεῖσθαι δεῖγμα σαφὲς τὸ διὰ μεγίστης σε σπουδῆς ποιήσασθαι μὴ ἐλθεῖν ἡμῖν εἰς ὄψιν τὰ πρὸς ἡμετέραν διόρθωσιν ἐπιστρεπτικά σοι δοκοῦντα ταυτὶ συγγράμματα, ὥσπερ ἂν εἴ τις ἰατρῶν πόμα μὲν σκευάσαι τῷ νοσοῦντι λυσιτελέστατον ἔφασκε, χρήσασθαι δὲ παντάπασιν ἀπηγόρευεν.

Ὅθεν καὶ τοῦτο γέγονε δήπου δῆλον ὡς καὶ αὐτὸς τοῦτ’ οἶσθα πρότερον, ὃ νῦν ἐξεφάνη, δηλητηρίων ἔχοντα δύναμιν τὰ κεκλημένα σοι φάρμακα, καὶ τοῦτ’ ἄρα προσεγίνωσκες ὡς οὐ λήσῃ κλέπτων, τούτων προφανέντων ἡμῖν.

Ταῦτ’ ἄρα καὶ νῦν οὐχ ἑκόντος εἶναι πρὸς τὰς ἡμετέρας ἥκει χεῖρας ταυτί σου τὰ γράμματα, ἐν οἷς τελευτῶν φῂς ὡς «ἀνεμέσητον ἐπὶ διορθώσει χρήσασθαι σαυτῷ ὧν οὐκ ὀρθῶς περὶ θεογνωσίας εἴρηκέ τις τῶν σῶν φίλων». Τὸ δὲ μὴ ὀρθῶς εἰρημένον τῷ φίλῳ τοῦτο λέγεις εἶναι· «Ἴσασιν οἱ κεκαθαρμένοι τὴν καρδίαν, διὰ τῆς ἐγγινομένης αὐτοῖς ἱερᾶς φωτοφανείας, ὅτι ἔστι Θεὸς καὶ οἷον φῶς ἐστι, μᾶλλον δὲ πηγὴ φωτὸς νοεροῦ τε καὶ ἀΰλου· οἱ δὲ μὴ πρὸς τοῦτο θεωρίας ἀναβεβηκότες ἐκ τῆς περὶ πάντα προμηθείας τὸν κοινὸν προμηθέα συνορῶσιν, ἐκ τῶν ἀγαθυνομένων τὴν αὐτοαγαθότητα, ἐκ τῶν ζωοποιουμένων τὴν αὐτοζωήν, καὶ ἁπλῶς ἐκ πάντων τὸν τὰ πάντα ὄντα καὶ ὑπερανιδρυμένον πάντων». Τοῦτό ἐστιν ὅ φησιν ὁ φιλόσοφος οὐκ ὀρθῶς ἔχειν. Οἶδα δὲ αὐτὸν καὶ ἄλλοτε κακῶς πρὸς αὐτὸ διατεθέντα· ἀγνοήσας γὰρ ὅτι τὸ «οἷον» παραδειγματικῶς τῷ φωτὶ προσήρτηται, τὸν Θεὸν ἔλεγε φάσκειν ἡμᾶς εἰδέναι ὁποῖον φῶς ὑπάρχει. Δείξαντες δὲ ἡμεῖς προσπαρακείμενον τὸ «πηγὴ φωτὸς» καὶ συνημμένως ἀναγνόντες ὅτι «ἔστι Θεὸς οἷον πηγὴ φωτός», ἠρωτῶμεν αὐτὸν τί βούλεται λοιπὸν ἐνταυθοῖ τὸ «οἷον»· ὃ δ’ ἄκων ὡμολόγησε τὴν ἄγνοιαν καὶ ᾔτησε συγγνώμην· οὐδὲ γὰρ δυνατὸν ἄλλως ἢ ἀντὶ τοῦ «ὡσανεὶ» παραληφθῆναι.

Νῦν δ’ ἄλλως ἐπελάβετο· «Φανεροῦ γὰρ ὄντος» φησὶν «ὡς καὶ τοῖς θεωρητικωτάτοις ἐκ μόνων τῶν ὄντων ὁ Θεὸς γινώσκεται, ἡ ἐνταῦθα παραδιδομένη γνῶσις Θεοῦ διὰ νοερᾶς φωτοφανείας, ὡς ἑτέρα τῆς ἐκ τῶν ὄντων οὖσα, οὐδαμῶς ἐστιν ἀληθής». Ἀνθυπενεγκεῖν δὴ πρὸς τοῦτο δεῖ ὡς φανεροῦ γενομένου διὰ πλείστων τῶν ἀνωτέρω εἰρημένων ὡς οὐκ ἐκ τῶν ὄντων μόνων ὁ Θεὸς γινώσκεται, ἀλλὰ καὶ ἐκ «τῶν καθ’ ὑπεροχὴν μὴ ὄντων», τουτέστι τῶν ἀκτίστων, πρὸς δὲ καὶ διὰ φωτὸς αἰωνίου καὶ τῶν ὄντων πάντων ὑπερανῳκισμένου, νῦν τε ἐν ἀρραβῶνος μέρει τοῖς ἀξίοις διδομένου καὶ κατὰ τὸν ἄληκτον αἰῶνα περιαυγάζοντος αὐτοὺς ἀλήκτως, ἐξ ἀνάγκης καὶ ἡ θεωρία αὕτη ἀληθής ἐστι καὶ ὁ μὴ ἀληθῆ λέγων ταύτην Θεοῦ θείας γνώσεως ἐκπέπτωκεν. «Ἀλλ’ ἐκ τῶν περὶ αὐτόν» φησιν «οὐκ ἐκ τῶν κατ’ αὐτὸν πᾶσα γνῶσις τοῦ Θεοῦ». Καὶ ποῦ ἐν τῇ ῥήσει ταύτῃ λέγομεν ὡς ἡ θεοφάνεια αὕτη τῶν «περὶ» Θεὸν οὐκ ἔστι;

Πάντων μὲν γὰρ τῶν ἄλλως ὄντων ὑπερτίθεμεν αὐτήν· ὡς δ’ ἐκ τῶν κατ’ αὐτόν ἐστι Θεῷ οὐδαμῶς ἐστι προσκείμενον. Εὕροις δ’ ἂν τοὺς θεολόγους οὐ ταύτην μόνην, ἀλλὰ καὶ πολλὰς ἄλλας θεωρίας τῆς ἀπὸ τῶν κτιστῶν θεογνωσίας ὑπερτιθέντας ἐσταμάλιστα, ταύτην δὲ καὶ τῶν ἄλλων πασῶν ἀποδιαστέλλοντας καὶ θεωνυμίας ἐξόχως ἀξιοῦντας, ὡς μόνην Θεοῦ θεοποιὸν ἐμφάνειαν. Δεῖ δ’ ἡμῖν ἀρτίως εἰς πολὺ μῆκος ἐκτεινομένῳ δοῦναι τῷ λόγῳ πέρας, εἰς τὸ ἐξῆς ταμιευσαμένους τῶν Περὶ γνώσεως λόγων τοῦ φιλοσόφου ἀπελέγξαι τὴν ἄγνοιαν.