[ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΜΑΚΑΡΙΩΤΑΤΟΥ ἈΡΧΙΕΠΙΣΚΟΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΤΑ ΠΡΟΣ ΤΟΝ ΒΑΡΛΑΑΜ ΣΥΓΓΡΑΜΜΑΤΑ] ἘΡΩΤΗΣΙΣ ΠΡΩΤΗ Ἐπειδή τινων ἤκουσα λεγόντων δεῖν μεταδιώκειν τὴν ἔξω σοφίαν καὶ τοὺς μονάζοντας, ὡς ἄνευ ταύτης οὐκ ἐνὸν ἀγνοίας καὶ ψευδῶν ἀπαλλαγῆναι δοξασμάτων, κἂν εἰς ἀπάθειαν ἀφίκηταί τις ἄκραν, οὐδὲ τελειότητός τε καὶ ἁγιότητος ἐπιλαβέσθαι, εἰ μὴ πανταχόθεν τὸ εἰδέναι συλλέξει, μάλιστα δὲ τῆς καθ’ Ἕλληνας παιδείας, Θεοῦ γὰρ καὶ αὕτη δῶρον, τῶν προφήταις καὶ ἀποστόλοις δι’ ἀποκαλύψεως δεδομένων ὁμοίως, καὶ γνῶσις δι’ αὐτῆς τῶν ὄντων τῇ ψυχῇ προσγίνεται καὶ τὸ γνωστικόν, κρεῖττον ὂν ἁπασῶν τῶν τῆς ψυχῆς δυνάμεων, κοσμεῖ, πᾶσάν τε ἄλλην κακίαν ἐξορίζει τῆς ψυχῆς, καὶ γὰρ πᾶν πάθος ἐξ ἀγνοίας φύεταί τε καὶ κρατύνεται, ἀλλὰ καὶ εἰς τὴν τοῦ Θεοῦ γνῶσιν ποδηγεῖ τὸν ἄνθρωπον· ἄλλως γὰρ οὐκ ἔνι γνῶναι τὸν Θεὸν εἰ μὴ διὰ τῶν αὐτοῦ κτισμάτων· ἐπειδὴ ταῦτ’ ἤκουσα λεγόντων, ἥκιστα μὲν ἐπείσθην, τῆς μικρᾶς ἐν τῇ μοναχικῇ πολιτείᾳ μοι πείρας πᾶν τοὐναντίον προδειξάσης, ἀπολογήσασθαι δὲ πρὸς αὐτοὺς οὐκ ἐδυνήθην, ἐπεὶ καὶ λόγον ὑψηλότερόν τινα φασὶν ὡς «οὐχ ἁπλῶς τῆς τε φύσεως πολυπραγμονοῦμεν τὰ μυστήρια καὶ τὸν οὐρανοῦ καταμετροῦμεν κύκλον καὶ τὰς ἀντιτεταγμένας τῶν ἄστρων κινήσεις ἐρευνώμεθα, συνόδους τε καὶ ἀποστάσεις καὶ ἐπιτολὰς τὰς τούτων, καὶ τὰ ἐκ τούτων συμβαίνοντα θηρώμεθα καὶ μέγα φρονοῦμεν ἐπὶ τούτοις, ἀλλ’ ἐπεὶ τούτων μὲν οἱ λόγοι ἐν τῷ θείῳ καὶ πρώτῳ καὶ δημιουργικῷ νῷ, τῶν δ’ ἐν ἐκείνῳ λόγων αἱ εἰκόνες ἔνεισι τῇ καθ’ ἡμᾶς ψυχῇ, τούτων οὖν ἐν ἐπιγνώσει σπεύδομεν γενέσθαι καὶ διαιρετικαῖς καὶ συλλογιστικαῖς καὶ ἀναλυτικαῖς μεθόδοις τῶν τῆς ἀγνοίας ἑαυτοὺς τύπων ἀπαλλάξαι καὶ οὕτω καθ’ ὁμοίωσιν, ζῶντές τε καὶ μετὰ θάνατον, εἶναι τοῦ ποιήσαντος», ἐπεὶ οὖν πρὸς ταῦτα οὐχ ἱκανὸς εἶναι ἀντειπεῖν ἐνόμισα, σιωπήσας πρὸς ἐκείνους τότε, παρὰ σοῦ νῦν ἀξιῶ, πάτερ, διδαχθῆναι τοὺς ὑπὲρ τῆς ἀληθείας λόγους, ὡς «ἕτοιμος γενοίμην» κατὰ τὸν ἀπόστολον «διδόναι λόγον περὶ τῆς ἐν ἡμῖν ἐλπίδος».