Καὶ μὴν εἰ ταὐτὸν ἥ τε κατὰ ἀπόφασιν θεωρία καὶ ὁ θεῖος γνόφος, αὕτη δὲ ἡ θεωρία στέρησιν κυρίως παρέχει τοῦ ὁρᾶν, κατὰ τοὺς λέγοντας ὡς οὐκ ἔστι περαιτέρω θεία θέα, οὐκοῦν καὶ ὁ θεῖος γνόφος οὗτος κυρίως ἐστὶ καὶ κατὰ στέρησιν σκότος καὶ τοὺς ἐν αὐτῷ γινομένους ἄφρονας ἀποτελεῖ καὶ ποιεῖ γε τοιούτους ὡς ἀληθῶς τοὺς περὶ αὐτοῦ τοιαῦτα ἀποφαινομένους, οἳ πρὶν ἀποτάξασθαι «τῇ Αἰγυπτίᾳ καὶ ψευδωνύμῳ καὶ ἀγόνῳ μητρί», ἣν καλῶς λέγουσιν οἱ πατέρες τὴν ἔξω νοεῖσθαι παίδευσιν, πρὶν καθαρῶς γνῶναι ὡς δύο πολεμίων μεταξὺ βιοτεύομεν καὶ προσθέσθαι τοῖς κρείττοσι, πρὶν δι’ αὐτῶν ἐπιθέσθαι τοῖς πονηροῖς καὶ τοὺς μὲν τρέψασθαι καὶ φονεῦσαι καὶ κατορύξαι, τοὺς δὲ φυγεῖν—ὅσα δηλονότι τῶν πονηρῶν παθῶν φυσικὴν ἔχοντα πρὸς ἡμᾶς οἰκειότητα, τῶν αἰτίων καὶ συνεργούντων παρόντων, ἡμῶν τὴν ἀρχὴν ἐπικρατέστερα γίνεται—, πρὶν τὴν πονηρὰν χρῆσιν ἐξελέγξαι τῶν ἀδίκως ἀπὸ τῶν φρεάτων τῆς κτίσεως τὴν τοῦ Θεοῦ σοφίαν ἀρυομένων, δηλαδὴ τῶν καθ’ Ἕλληνας σοφῶν, πρὶν συνοικῆσαι τοῖς εἰρήνην πρὸς ἀλλήλους ἄγουσι καὶ μὴ διαφωνοῦσι καὶ ἀντιφωνοῦσιν ἀλλήλοις, τοῖς τὰ θεῖα δηλονότι σοφοῖς, πρὶν δι’ ἀναχωρήσεως καὶ ἡσυχίας ἐπιστατῆσαι τῶν οἰκείων προβάτων, ταὐτὸν δ’ εἰπεῖν νοημάτων, πρὶν ἀναδραμεῖν εἰς τὸ ὄρος, τὴν ἀκρότητα τῆς καθ’ ἡμᾶς ψυχῆς, πρὶν πόρρωθεν ἐνατενίσαι τῷ καινῷ φωτί, πρὶν προσεγγίσαι, πρὶν ἀκοῦσαι καὶ τὰ ὑποδήματα τῶν ποδῶν ὑπολύσασθαι, ὡς οὐκ ἐξὸν ψαύειν τῆς ἁγίας γῆς, τῶν νεκρῶν καὶ μὴ ὄντως ὄντων μεσιτευόντων, πρὶν ἀλλοιωθῆναι τὴν δεξιὰν ἐγκόλπιον γενομένην, τουτέστι τὸν νοῦν εἰς ἑαυτὸν καταδύντα, πρὶν διὰ τῆς πάντα δυναμένης βακτηρίας, δηλαδὴ τῆς πίστεως, τὸ τοῦ τυράννου κράτος κατελεῖν κατὰ κράτος καὶ τὴν ἁλμυρὰν τοῦ βίου θάλασσαν ποσὶν ἀβρόχοις ἐμπεριπατῆσαι, πρὶν τὴν πικρανθεῖσαν καὶ σκληρυνθεῖσαν φύσιν ἡμῶν πηγὴν ὑπερφυοῦς εὐφροσύνης δι’ εὐχῆς καὶ θεαρέστου πράξεως ἀποτελέσαι, πρὶν τῆς ἄνωθεν ἐπιρρεούσης γεύσασθαι τροφῆς καὶ τοὺς ἀντιπάλους οὐκέτι φεύγειν, ἀλλὰ καταδιώκειν ἅπαντας προθυμεῖσθαί τε καὶ δύνασθαι, πρὶν διὰ τῆς τῶν τοιούτων ἁπάντων παρασκευῆς τελείως σαββατίσαι τὴν τῶν κακῶν ἀπραξίαν καὶ ἀκοῦσαι καὶ ὑπερβῆναι τὰς πολυφώνους σάλπιγγας καὶ ἰδεῖν καὶ παραλλάξαι τὰ πολύχυτα φῶτα, ταῦτα δέ ἐστιν ἡ διὰ τῶν πολυειδῶν κτισμάτων τοῦ Θεοῦ ἐξαγγελλομένη δόξα τοῦ Θεοῦ, ἔστω δὲ καὶ τὸ διὰ προφητῶν καὶ ἀποστόλων καὶ πατέρων κήρυγμα καὶ πάντα τὰ διεξοδικὰ τῶν θείων παιδεύματα, πρὶν προκατορθῶσαι τοσαῦτα καὶ μετὰ τῶν ἐκκρίτων καθιερωμένων τῷ Θεῷ πρὸς τὴν τῶν θείων ἀναβάσεων ἀκρότητα φθάσαι καὶ τὸν τόπον τοῦ Θεοῦ ἰδεῖν, εἶτα καὶ αὐτῷ τῷ Θεῷ ἀπερινοήτως ἑνωθῆναι, τούτων πάντων ἀπολελυμένοι, τολμῶσι λέγειν ὡς εἰς τὸν ὑπέρφωτον εἰσδύνουσι γνόφον διὰ τῆς κατὰ ἀπόφασιν θεολογίας.