Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ὑπὲρ τῶν ἱερῶς ἡσυχαζόντων

Γρηγόριος Παλαμᾶς

Τριάδα Γ', Λόγος 1ος: Η διάκριση ουσίας και άκτιστης ενέργειας στον Θεό

Αναίρεση των κατηγοριών του Βαρλαάμ περί Μασσαλιανισμού, και η ορθόδοξη διδασκαλία για τη μεθεκτή θεοποιό ενέργεια έναντι της αμέθεκτης θείας ουσίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 7 από 9

ΤΟΥ ΑΥΤΟΥ ἜΛΕΓΧΟΣ ΤΩΝ ΣΥΜΒΑΙΝΟΝΤΩΝ ἈΤΟΠΩΝ ἘΚ ΤΩΝ ΔΕΥΤΕΡΩΝ ΤΟΥ ΦΙΛΟΣΟΦΟΥ ΣΥΓΓΡΑΜΜΑΤΩΝ Ἢ ΠΕΡΙ ΘΕΩΣΕΩΣ Ἀλλὰ εἰ μὲν Κατὰ Μασσαλιανῶν καθάπερ καὶ ἐπιγέγραπταί οἱ τὸ βιβλίον πεποίηται, τί παθὼν τὰ τῶν θείων ἡμῶν πατέρων ἀναμὶξ ταῖς ἐκείνων κακοδοξίαις προβάλλεται καὶ κατ’ αὐτῶν ἔπειτα πολὺς ῥεῖ, τῶν κατ’ ἐκείνους ἀφέμενος; Εἰ δὲ κατὰ τῶν ἀπ’ αἰῶνος ἁγίων καὶ τῶν αὐτοῖς ὁμολογεῖν αἱρουμένων ἡμῶν δεῖν ἔγνω πόλεμον ἄρασθαι, τί βούλονται Μασσαλιανοὶ καὶ Βλαχερνίται καὶ τὰ τοιαῦτα προσρήματα;

Ἢ δῆλον ὅτι σκηνὴ τὰ τοιαῦτα καὶ προσωπεῖόν ἐστι, πολλὴν καὶ ποικίλην, μᾶλλον δὲ παντοδαπήν, μετὰ τῆς πρὸς τοὺς πολλοὺς ἀπάτης, καὶ τὴν ὕβριν πρὸς πάντας ἐπιφερόμενα, ἵν’ ὦμεν ἅπαντες ὑβρισμένοι καὶ πολλαχῶς, οἱ μὲν ἐξ ἀνθρώπων γεγονότες πατέρες μετὰ τῶν φωρασάντων τὸν δόλον καὶ μὴ πεισθέντων, τῷ τοῖς αἱρετικοῖς συντετάχθαι καὶ τῷ κατ’ αὐτῶν, ἔπειτα διὰ τῶν λόγων ἐλέγχῳ καὶ ταῖς μεταξὺ τῶν δοκούντων τούτων ἐλέγχων ἀναισχύντοις καὶ δειναῖς παροινίαις, ὅσοι δ’ ἂν παραχθέντες πεισθεῖεν, δυοῖν θάτερον ἐξ ἀνάγκης παθόντες, ἢ νῦν ἢ πρότερον φανεροὶ γεγονότες τῶν πεπλανημένων ὑπάρχοντες, τῷ φανεροὶ γεγενῆσθαι σεπτοὺς πρῴην ἡγούμενοι τοὺς νῦν κακοδόξους γνωριζομένους, καὶ ἁπλῶς ἵν’ οὕτων πάντες τε ἡμεῖς καὶ τὰ καθ’ ἡμᾶς ἱερά τε καὶ σεμνὰ σχεδὸν ἅπαντα γέλως ἀναφανῇ καὶ χλεύη καὶ παίγνιον; Εἰ δ’ ἄρα παίζων ἐν οὐ παικτοῖς, κενὰς καὶ περιττὰς καὶ κιβδήλους λογομαχίας τε καὶ ἀντιθέσεις καινοτομεῖ καὶ ὡς περιττός τις αὐτὸς νομισθείη καὶ πολὺς τὴν σοφιστικήν, ἀνέδην ὑβρίζει φεῦ εἰς τὰ φρικτὰ καὶ σεβάσμια, τί μὴ πάντες ἐκτρεπόμεθα τοῦτον, ἢ γοῦν ἐκτρέπομεν αὐτὸν τοῦ τηλικούτου κακοῦ μετὰ τῆς προσηκούσης σφοδρότητος;

Ἀλλὰ τοσοῦτον ἀπέχει τοῦ τοιαῦτα φάναι τολμᾶν αὐτός, ὥστε καὶ τῶν λόγων ἀρχόμενος οὐ μόνον ἐπαγγέλλεται καινοτομήσειν οὐθέν, ἀλλὰ καὶ τῆς τοῦ Θεοῦ Ἐκκλησίας ὑπεραγωνιεῖσθαι, φιλοσόφῳ πρέποντα ζῆλον κατὰ τῶν ἐνδιαστρόφοις δόγμασιν ἐντεθραμμένων ἐπιδειξάμενος, ἀφ’ οὗ καί τισιν ἔδωκεν ὑπόνοιαν λόγον τινὰ ποιεῖσθαι τῆς ἀληθείας, καὶ ταῦτ’ ἐν τῇ πρὸς τοὺς ἑτεροδόξους ὑποκρίσει κατὰ τῶν εὐσεβῶς ζώντων ἀγωνιζόμενος.

Οὐκοῦν οὐδεὶς ἡμῖν ἐγκαλέσει δικαίως ὑπὲρ αὐτῶν ἀπολογουμένοις καὶ τὰ πρὸς ἐκείνου κατ’ αὐτῶν εἰρημένα πρὸς δύναμιν ἐξετάζουσί τε καὶ διευθύνουσιν, ἐπεὶ μηδὲ πρὸς ἐκείνους ἁπλῶς αὐτῷ φαίνεται τείνων ὁ τῶν συγγραμμάτων ἀγών, ἢ κατ’ ἐκείνων ὢν ὡς ἀνειμένως ζώντων ἤ τι περὶ τὸν σφῶν αὐτῶν βίον ἐχόντων οὐκ ἐμμελῶς, ἀλλὰ σαφῶς πρὸς αὐτὴν τὴν ὑπ’ αὐτῶν πρεσβευομένην εὐσέβειάν ἐστιν ἡ ἀντίθεσις, μᾶλλον δὲ πρὸς αὐτὰ τὰ θεῖα τῆς τοῦ Θεοῦ Ἐκκλησίας, καθὰ προαποδέδεικται, δόγματα καὶ τὰς ἐκ παλαιοῦ κεκρατηκυίας ἐπ’ αὐτῆς παραδόσεις καὶ τὰ τῶν ἁγίων συγγράμματα, ὑπὲρ ὧν ἡμεῖς οὐ λόγους μόνον, ὁποίους ἂν οἷοί τε ὦμεν, ἕτοιμοι προέσθαι, πρὸς δὲ τούτοις καὶ τὰς ἡμετέρας εἰ δεήσει ψυχάς· μισθὸν δὲ τῶν λόγων τούτων καὶ τῆς προθέσεως οὔτε παρ’ ἀνθρώπων ζητοῦμεν, ὃν ἔχουσι διδόναι μόνον ἐπὶ τῶν τοιούτων τὸν ἔπαινον, οὐδὲ γὰρ πρὸς τοῦτον ὁρῶμεν, οὔτε παρὰ Θεοῦ· μισθὸς γὰρ ἀποδιδοῦσιν οὐ χρεωστεῖται. Τοῦτο μὲν οὖν καὶ ἀνάγκην ἐπιτίθησι γράφειν, τὸ τῆς ὀφειλῆς ἀπαραίτητον.

Ἐκ πολλοῦ μέντοι τῆς περὶ λόγους μελέτης καὶ φιλοτιμίας ἀφέμενος, οὐδὲν οἷον εἰ μὴ σὺν τέχνῃ τούτους ποιοῦμαι, μηδὲ ῥοδωνιὰν ἀποδείκνυμι τὸ βιβλίον, ἢ λύραν, ἢ σάλπιγγα, τοῦτο μὲν εὔηχόν τι φθεγγόμενος καὶ τορόν, ἐκεῖνο δ’ ὑπὸ τῆς εὐρύθμου συνθήκης καὶ τῆς τῶν σχημάτων ὑπαλλαγῆς διὰ ποικίλων τῶν τοῦ τόνου κρουμάτων μίαν ἁρμονίαν ἐμμελῆ κεραννὺς καὶ διὰ πάντων ὡραΐζων τὸν λόγον. Ἀττικαὶ γὰρ χάριτες καὶ ὀνομάτων κάλλη καὶ παρισότητες, οἷον ἄνθη, τὸν λειμῶνα τῶν λόγων καταγλαΐζουσιν· αἷς εἰ μὴ καταχρῆσθαι δυναίμην, καίτοι καλλιρρημονεῖν ἐφίεσθαι πεφυκώς, ἐναργὲς ἂν εἴη καὶ τοῦτο δεῖγμα τοῦ πρὸς ἀνάγκην, ἀλλὰ μὴ πρὸς ἐπίδειξιν ἡμᾶς ἐπὶ τὸ λέγειν ἀφῖχθαι. Τῆς γε μὴν ἐναποκειμένης διανοίας τοῖς ῥήμασι, τοῦτ’ ἂν φαίην ἐγὼ πρῶτον κάλλος, ὃ καὶ ψυχῆς, ἐφ’ ὅσον οἷόν τε πρὸς τὸν Θεὸν καὶ τὴν ἀλήθειαν βλέπειν· ἐκεῖθεν γὰρ αὐτῇ τὰ μετὰ τοῦτο καλά, κἂν ᾖ τι τούτου πρεσβύτερον τρόπον ἕτερον.

Προσῆκον δ’ εἶναι νομίζω, πρὸ τῶν κατὰ μέρος ἐλέγχων, ἐκεῖνο ποιῆσαι δῆλον, τίνος ἕνεκεν οὗτος τὴν τοῦ Πνεύματος θεοποιὸν χάριν κτιστὴν ἀποφῆναι διὰ πλείστης ὅσης σπουδῆς ἐποιήσατο, τοῦτ’ αὐτὸς ἑαυτῷ τοῦ λογογραφεῖν ὑπόθεσιν ἐνστησάμενος, καίτοι συνθέμενος καὶ αὐτός, εἰ καὶ μὴ ἑκὼν εἶναι, «θεότητα» καὶ «αὐτοθεότητα» καὶ «θεαρχίαν» ὑπὸ τῶν ἁγίων τὴν τοιαύτην προσειρῆσθαι χάριν. Τίνος οὖν χάριν τὴν τοῦ Πνεύματος χάριν ἄκτιστον αὐτός τε φάναι οὐ πείθεται καὶ τοὺς πειθομένους δυσσεβεῖς ἀποφαίνεται καὶ πάντα λίθον τὸ τοῦ λόγου κινεῖ πᾶσι ταύτην ὑποδεῖξαι κτιστήν, «μίμησιν» αὐτὴν εἶναι «φυσικὴν» λέγων καὶ «τῆς λογικῆς φύσεως ἕξιν», ὡρισμένην τε καὶ ὁρωμένην αἰσθήσει ᾗ αἰσθήσει; Τοῖς ὁμοφύλοις Λατίνοις ᾗ δυνάμεως ἔχει χαρίζεται, πρὸς τὸ ἐκείνων φρόνημα δολίως ἅμα καὶ βιαίως ἡμᾶς ὑφελκόμενος. Ὅταν γὰρ ἀκούσωμεν «ἐκ τοῦ Υἱοῦ διδόμενον τὸ Πνεῦμα» καὶ «δι’ Υἱοῦ ἐφ’ ἡμᾶς προχεόμενον», εἶτα καὶ τοῦ μεγάλου Βασιλείου λέγοντος· «Ἐξέχεεν ἐφ’ ἡμᾶς ὁ Θεὸς τὸ Πνεῦμα πλουσίως διὰ τοῦ Υἱοῦ αὐτοῦ· ἐξέχεεν οὐκ ἔκτισεν, ἐχαρίσατο οὐκ ἐδημιούργησεν, ἔδωκεν οὐκ ἐποίησεν», ὦμεν δ’ ἀναπεπεισμένοι κτιστὴν τὴν χάριν εἶναι, τί ἐροῦμεν δίδοσθαι καὶ χαρίζεσθαι καὶ προχεῖσθαι διὰ τοῦ Υἱοῦ;

Οὐκ αὐτὸ τὸ τὴν χάριν ἐνεργοῦν, εἴπερ ἐκεῖνο μόνον ἄναρχον εἶναι φαῖμεν, πᾶσαν δὲ ἐνέργειαν αὐτοῦ κτιστήν, καθάπερ ὁ νέος οὗτος ἰσχυρίζεται θεολόγος;

Ἆρ’ οὖν οὐ τοῦτ’ αὐτό ἐστιν ἄντικρυς τὸ τῶν Λατίνων φρόνημα, δι’ ὃ τῶν τῆς καθ’ ἡμᾶς Ἐκκλησίας ἀπελήλανται περιβόλων, ὅτι οὐχ ἡ χάρις, ἀλλ’ αὐτὸ τὸ Πνεῦμα τὸ ἅγιον κἀκ τοῦ Υἱοῦ πέμπεται καὶ διὰ τοῦ Υἱοῦ προχεῖται; Ὁρᾶτε τὴν βαθεῖαν αὐτοῦ καὶ συνεσκιασμένην βουλὴν καὶ τὸ δολερὸν καὶ κακοῦργον τοῦ ἐγχειρήματος;

Τί δ’ οὐκ ἔμελλεν ἐπὶ τοῦτο παντὶ τρόπῳ σπεύδειν καὶ πᾶσαν μηχανὴν κινεῖν καὶ περιέργως προσβάλλειν, ἐπειδὴ φανερῶς οὐκ εἶχεν, ὁ πέρισυ παρὰ τοῦ θειοτάτου βασιλέως ἡμῶν πρεσβευτὴς εἰς Ἰταλίαν καὶ τὰς ἄνω Γαλλίας ἀπεσταλμένος, ὡς ἐπὶ Πέρσας ἐκείνους ἐγεῖραι στείλασθαι προσελαύνοντος ἦρος, αὐτὸς δὲ τοῦ μὲν σκοποῦ τῆς πρεσβείας ἐπιλαθόμενος, ὡς ὕστερον ἐκ τῶν ἔργων ἐφάνη, προσχωρήσας δὲ τῷ πάπᾳ καὶ τὰς εὐχὰς ἐκείνου σωτηρίους αὐτῷ γενέσθαι κατὰ τὴν ὁδὸν ἐπειπών, ἃς καὶ ἐπιβοᾶσθαι τῆς πρὸς τοῦτον φερούσης ἐχόμενος, ὡς αὐτός φησιν, ἐπ’ αὐτοῦ διετείνατο, εἶτα καὶ προσφύσας μὲν ἐκείνῳ τὰ χείλη καὶ τὸ γόνυ μεθ’ ἡδονῆς ὡς ἔοικε καὶ σεβάσματος ἀσπασάμενος, τὴν δὲ κεφαλὴν ὑποθεὶς ταῖς ἐκείνου χερσὶ καὶ τὴν ἐκεῖθεν σφραγῖδα χαίρων δεξάμενος.

Εἰ γὰρ μὴ χαίρων ὡς ἀληθῶς, ἀλλ’ ὑποκρινόμενος, τίνι πιστώσεται τὸ πρὸς ἡμᾶς ἀνυπόκριτον τοῖς πρὸς ἐκείνους ἐξενηνεγμένοις λόγοις, φαίη τις ἄν; Ἀλλ’ ἡ προγεγραμμένη τελευταία τούτοις εὐχὴ δείκνυσιν αὐτοῦ τὸ τῆς ψυχῆς ἀβέβαιον· «Παράδος» γάρ φησιν «ἀφανισμῷ παντελεῖ τοὺς τοιούτους λόγους, Λόγε προάναρχε, εἴπερ καὶ ἐκ σοῦ ἐστι τὸ σὸν Πνεῦμα, ἓν αἴτιον καὶ μίαν ἀρχήν σέ τε καὶ τὸν σὸν Πατέρα ἐπαγόμενον, ὅπως μηδενὶ δι’ αὐτῶν τηλικούτου κακοῦ αἴτιος γένωμαι, κἀμὲ τῆς τοιαύτης κακοδοξίας πρὸ τοῦ τέλους ἀπάλλαξον». Ποίῳ δὲ καὶ νῦν λόγῳ μετὰ τὴν ἀπ’ ἐκείνων ἐπάνοδον εὐθὺς τὰ τοῖς Ἰταλοῖς ὡς ἀποδέδεικται συνηγοροῦντα περιέργως συντεθείκει συγγράμματα, καὶ ταῦτ’ ἐξ Ἰταλίας, ὡς αὐτὸς ἐν προοιμίῳ γράφει, πρὸς τὸ Κατὰ Μασσαλιανῶν γράφειν κεκινημένος, εἰ μὴ καὶ τοῦτο ὑπόκρισις, ὃ καὶ αὐτὸς ἰσχυρίζεται.

Τοιγαροῦν σκηνὴ πᾶς ὁ λόγος αὐτῷ, κωμωδοῦσα καὶ παίζουσα τὰ ἡμέτερα, καὶ ἣν Ἐκκλησίαν ἐκεῖ καὶ σύνοδον ἱερὰν καὶ ἁγίαν φησί, τὴν τῶν Λατίνων ἔοικε λέγειν. Ὅτι γὰρ ἐν πᾶσι μᾶλλον κατ’ ἐκείνην φρονεῖ τεκμηριώσαιτ’ ἄν τις καὶ τῷ μηδ’ ὁντινοῦν σχεδὸν ἁγιασμὸν ἀπὸ τῆς ἡμετέρας Ἐκκλησίας προσήκασθαι, τοὺς ἐκεῖθεν ἀπομάττοντα σπίλους, καὶ ἵνα τἄλλα παρῶ, τοσοῦτον ἤδη χρόνον ἀφ’ οὗπερ ἐπεδήμησεν ἡμῖν, οὐδεὶς ἑώρακεν αὐτὸν τῆς ἁγιωτάτης εὐχαριστίας ἐν μεθέξει γενόμενον· τί χρὴ λέγειν εὐχὴν ἢ ἐπίκλησιν ἱερὰν ἢ τὴν ἐν θριξὶ σταυροειδῆ σφραγῖδα καὶ τἄλλ’ ὅσα σύμβολα μοναχικῆς τελειώσεως, ὧν ἄνευ μοναχὸν εἶναι παρ’ ἡμῖν οὐ νομίζεται τοῖς τῶν ἁγίων πατέρων θεσμοθεσίαις ὑπείκουσιν; Οὗτος γὰρ οὐδ’ ἐπ’ εἰσαγωγῇ μοναχικοῦ μυστηρίου εὐχὴν γοῦν ἱερὰν ἐπεζήτησεν, ἀλλ’ αὐτόπλαστός ἐστι μοναχός, οὐ πολὺ δ’ εἰπεῖν καὶ ἐπίπλαστος· «Ἐκ τῶν καρπῶν» γάρ φησι «τὸ δένδρον ἐπιγινώσκεται».

Τούς γε μὴν περὶ μελλούσης κολάσεως μυστικοὺς αὐτῷ λόγους λεγέτωσαν οἱ αὐτήκοοι. Ἐγὼ δ’ ἐκ τούτων καὶ τῶν τοιούτων οὐχ ὑπ’ ἀγνοίας, ἀλλ’ ὑπὸ κακονοίας, κτιστὴν αὐτὸν ἀποφαίνεσθαι τὴν θεοποιὸν ὑπενόησα χάριν τοῦ Πνεύματος· εἰ δ’ ἄρ’ ὑπ’ ἀγνοίας, ἐπεὶ καταλογογραφεῖ τῶν εἰδότων, ἀπόνοιαν τῇ περὶ τὰ τοιαῦτα συζεύξας ἀγνοίᾳ, χεῖρον ὡς ἐγᾦμαι τὸ ἔγκλημα· δόγμα γὰρ ἀποτρόπαιον ἅπαν ἐκ τοιαύτης ἀνερράγη πηγῆς, ἀφ’ ἧς καὶ νῦν οὗτος προστάτης πονηρῶν τε καὶ πολλῶν αἱρέσεων ἀναπέφηνεν, ὡς ὁ λόγος δείξει προϊών.

Ὁ μὲν γὰρ σοφὸς τὰ θεῖα Μάξιμος, συνωδὰ τῷ μεγάλῳ Μακαρίῳ καὶ τοῖς ἄλλοις ἅπασιν ἁγίοις, καθάπερ ἐν τοῖς περὶ φωτὸς θείου ἐξενηνεγμένοις ἡμῖν λόγοις προεξεθέμεθα, τὸν ἀρραβῶνα τῆς μελλούσης ἐπαγγελίας, τὴν χάριν τῆς υἱοθεσίας, τὴν θεοποιὸν δωρεὰν τοῦ Πνεύματος, φῶς εἶναί φησιν ὑπεραρρήτου δόξης τοῖς ἁγίοις ἐποπτευόμενον, φῶς ἐνυπόστατον, ἄκτιστον, ἀεὶ ὂν ἐκ τοῦ ἀεὶ ὄντος καὶ ἀνεπινοήτως νῦν μὲν ἐκ μέρους, ἐπὶ δὲ τοῦ μέλλοντος αἰῶνος τελεωτέρως φανερούμενον τοῖς ἀξίοις καὶ τὸν Θεὸν αὐτοῖς δι’ ἑαυτοῦ φανεροῦν. Ὁ δὲ φιλόσοφος οὗτος ξένον ἑαυτὸν τοῦ τοιούτου συνορῶν φωτός, ὡς τῆς πρὸς αὐτὸ φερούσης μηδὲ πρὸς ὀλίγον ἡμμένος, φέρειν οἷός τε ὢν οὐδαμῶς, οὐ τῇ πίστει τὴν πρᾶξιν προσέθηκεν, ἵνα δι’ αὐτῆς πρὸς ἐκείνην φθάσῃ τὴν θεωρίαν, ἀλλὰ καὶ τὴν πίστιν ἀπαρνησάμενος καὶ τοὺς μὴ ταύτην ἠρνημένους, ἀλλὰ καὶ δι’ αὐτῆς ἀνηγμένους, ὡς ὑπὲρ αὐτοὺς τοῖς πολλοῖς αὐτὸς δόξαι, τοῖς λόγοις ἐξουδενώσας, ἀθετεῖ μὲν τὴν χάριν, βλασφημεῖ δὲ εἰς τὸν τῆς χάριτος κύριον, ἀτιμάζει δὲ κοινῇ πάντας τοὺς ἁγίους, ὅσοις ἐξεγένετο διὰ πείρας μαθεῖν τε καὶ διδάξαι περὶ τοῦ φωτὸς τῆς χάριτος.

Ἐπεὶ δὲ τοιαῦτα τολμῆσαι δεῖν ἔγνωκεν, οὐ Σκύθαις ἐνοικῶν, οὐδ’ Ἀγαρηνοῖς ἐνστρεφόμενος, ἀλλ’ ἐν μέσῃ τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ, καὶ ταῦτα νῦν εἴπερ ποτὲ «τὸν λόγον τῆς ἀληθείας ὀρθοτομούσῃ», πολλῷ χρῆται τῷ δόλῳ καὶ συνεσκιασμένως ἄγαν καὶ μετ’ ἐπικρύψεως ὅτι πλείστης τοὺς κατὰ τῶν ἁγίων προτίθεται λόγους, ὡς ὑπὲρ αὐτῆς τῆς τοῦ Χριστοῦ Ἐκκλησίας καὶ τῶν κατ’ αὐτὴν εὐσεβῶν δογμάτων ὁ ταῦτα περιτρέπων ἀγωνιζόμενος. Ἀφεὶς τοίνυν πᾶσαν παντὸς ἁγίου ἐπωνυμίαν, Τραπεζούντιόν τινα Θεόδωρον εἰς μέσον προήγαγεν, ὃς προέστη μὲν τῶν Βλαχερνῶν, τὰ Μασσαλιανῶν δ’ ἐφωράθη νοσῶν· τοῦτον τοίνυν προήνεγκεν ὑπὲρ ἑαυτοῦ δῆθεν ἀπολογούμενον καὶ λέγοντα σαφῶς μὴ τὴν ὑπερούσιον κρυφιότητα νῦν καθάπερ πρότερον ὁρατὴν δοξάζειν τοῦ Θεοῦ, ἀλλὰ τὴν δόξαν, δόξαν δ’ εἶναι φάσκοντα Θεοῦ φῶς ἐνυπόστατον καὶ ἀγένητον καὶ «θεότητα» καὶ «θεαρχίαν» ὀνομαζόμενον, καὶ ἁπλῶς ὅσα περὶ τῆς θεοποιοῦ δωρεᾶς τοῦ Πνεύματος οἱ ἅγιοι συνεγράψαντο. «Θεαρχίαν» γὰρ ταύτην καὶ «ἀγαθαρχίαν» καὶ «θεότητα», ὡς ἀρχὴν τῶν θεουμένων οὖσαν, πολλαχοῦ τῶν λόγων ὁ μέγας Διονύσιος προσεῖπεν, «ἧς ἐπέκεινά» φησιν «εἶναι τὸν Θεὸν ὡς ὑπέρθεον ὄντα καὶ ὑπεράρχιον».

Μάξιμος δὲ ὁ θεῖος «θέωσιν» τὴν θεότητα προσηγόρευσε ταύτην· τὴν δὲ θέωσιν ὁριζόμενος, «ἐνυπόστατον» εἶπεν «ἔλλαμψιν, μὴ ἔχουσαν γένεσιν, ἀλλ’ ἀνεπινόητον ἐν τοῖς ἀξίοις φανέρωσιν», προσθεὶς καὶ τἄλλ’ ὅσα μικρὸν ἀνωτέρω προθέντες ἔφθημεν. Βασιλείου δὲ τοῦ μεγάλου ἀκηκόαμεν εἰπόντος ἄκτιστον τὸ διὰ τοῦ Υἱοῦ ἐφ’ ἡμᾶς ἐκχεόμενον.

Ἰωάννης δέ, ὁ τὴν γλῶτταν χρυσοῦς, τῷ Βασιλείου κράτει τῶν λόγων συναφθείς, τούς τε Λατίνους αἰσχυνεῖ καὶ τὰ δολερὰ τοῦ κενόφρονος τούτου καταλύσει μηχανήματα, «μὴ τὸν Θεὸν» λέγων, «ἀλλὰ τὴν χάριν ἐκχεῖσθαι». Καὶ πρὸ τοῦ Χρυσορρήμονος πατρὸς ὁ προφήτης Ἰωήλ, μᾶλλον δὲ διὰ τοῦ προφήτου ὁ Θεὸς εἰπών· οὐκ «ἐκχεῶ τὸ Πνεῦμά μου», ἀλλ’ «ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου». Εἰ τοίνυν τὸ Πνεῦμα μὴ κατακερματίζεται, τί τὸ ἐκ τοῦ Πνεύματος τοῦ Θεοῦ ὑπὸ Θεοῦ κατ’ ἐπαγγελίαν ἐφ’ ἡμᾶς ἐκχεόμενον Πνεῦμα; Ἆρ’ οὐχ ἡ τοῦ Πνεύματος χάρις τε καὶ ἐνέργεια, ἐνέργεια οὖσα τῆς οὐσίας τοῦ Πνεύματος; Ἀλλὰ τὸ παρὰ τοῦ Θεοῦ ἐφ’ ἡμᾶς ἐκχεόμενον Πνεῦμα οὐκ ἔκτισται κατὰ τὸν μέγαν Βασίλειον. Ἄκτιστος ἡ χάρις ἄρα, καὶ τοῦτ’ ἐστιν ὃ καὶ δίδοται καὶ πέμπεται καὶ χαρίζεται παρὰ τοῦ Υἱοῦ τοῖς μαθηταῖς, ἀλλ’ οὐκ αὐτὸ τὸ Πνεῦμα, καὶ τοῦτ’ ἐστὶ τὸ δῶρον τὸ θεοποιόν, ἐνέργεια ὂν οὐκ ἄκτιστος μόνον, ἀλλὰ καὶ ἀχώριστος τοῦ παναγίου Πνεύματος.

Ἄκουσον δὴ πάλιν τοῦ μεγάλου Βασιλείου· «Ἣν» γάρ φησι «προΐεται ζωὴν εἰς ἄλλου ὑπόστασιν τὸ Πνεῦμα, οὐ χωρίζεται αὐτοῦ»· καὶ ἵνα μή τινι δόξῃ τὴν καθ’ ἡμᾶς φυσικὴν τοῦτον λέγειν ζωήν, καίτοι «προέσθαι» φάμενον, ἀλλ’ οὐχὶ κτίσαι, μᾶλλον δὲ «προΐεσθαι», ὃ μετὰ τοῦ «ἀκτίστου» καὶ τοῦ «ἀνάρχου» πως ἐμφαντικώτερόν ἐστιν, ὅμως ἵνα μὴ δόξῃ φυσικόν τι λέγειν ἐπήνεγκε· «Καὶ οἱ μετέχοντες αὐτοῦ ζῶσι θεοπρεπῶς, ζωὴν θείαν καὶ οὐράνιον κεκτημένοι».

Καὶ τοίνυν ἡ τοιαύτη θεία καὶ οὐράνιος ζωὴ τῶν θεοπρεπῶς ζώντων ἐν τῷ μετέχειν τῆς ἀχωρίστου τοῦ Πνεύματος ζωῆς, ὥσπερ καὶ ὁ Παῦλος ἔζη «τὴν τοῦ ἐνοικήσαντος θείαν καὶ ἀΐδιον» κατὰ τὸν θεῖον Μάξιμον «ζωήν», ἡ τοιαύτη τοιγαροῦν ζωή, ἀεὶ μέν ἐστι, φυσικῶς ἐνυπάρχουσα τῷ Πνεύματι, θεοποιεῖν ἐξ ἀϊδίου πεφυκότι, «Πνεῦμά» τε καὶ «θεότης» προσαγορεύεται δικαίως παρὰ τῶν ἁγίων, ἅτε δωρεὰ θεοποιός, τοῦ διδόντος Πνεύματος ἥκιστα χωριζομένη, φῶς δέ ἐστι, δι’ ἀπορρήτου ἐλλάμψεως χορηγουμένη καὶ τοῖς ἠξιωμένοις ἐγνωσμένη μόνοις, ἐνυπόστατός γε μήν, οὐχ ὡς αὐθυπόστατος, ἀλλ’ ἐπεὶ «εἰς ἄλλου ὑπόστασιν» τὸ Πνεῦμα «προΐεται αὐτήν», ἐν ᾗ καὶ θεωρεῖται. Τοιοῦτον γὰρ τὸ κυρίως ἐνυπόστατον, οὐ καθ’ ἑαυτό, οὐδ’ ἐν τῇ οὐσίᾳ, ἀλλ’ ἐν τῇ ὑποστάσει θεωρούμενον. Εἰ δὲ καὶ ἕτερός ἐστι τρόπος δι’ ὃν ἐνυπόστατος καλεῖται παρὰ τῶν ἁγίων, ἐροῦμεν προϊόντες. Ὑπέρκειται δὲ τῆς ἐν αὐτῷ καὶ ἐξ αὐτοῦ θεουργοῦ ζωῆς τὸ Πνεῦμα τὸ ἅγιον, ὡς οἰκείας ἐμφύτου ἐνεργείας, ἥτις καὶ ἐμφερής ἐστιν ἐκείνῳ, εἰ καὶ μὴ ἀκριβῶς· «Οὐδεμίαν» γάρ φησιν «ὁρῶμεν θέωσιν ἢ ζωήν, ἥτις ἀκριβῶς ἐμφερής ἐστι τῇ πάντων ὑπερκειμένῃ κατὰ πᾶσαν ὑπεροχὴν αἰτίᾳ»· ὥστε ἐμφερὴς μέν, ἀλλ’ οὐκ ἀκριβῶς.

Οὐχ ὡς αἴτιον δὲ μόνον ὑπέρκειται τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλὰ καὶ διὰ τὸ πολλοστὸν τοῦ δόματος ἀεὶ τὸ λῆμμα εἶναι, μὴ τὸ πᾶν τῆς θείας ἐνεργείας χωροῦντος τοῦ λαμβάνοντος. Οὕτω πολυτρόπως ὑπὲρ τὸ τοιοῦτον φῶς καὶ τὴν τοιαύτην ἄκτιστον ἔλλαμψίν τε καὶ ζωὴν καὶ τὰ παραπλήσια ὑπάρχει ὁ Θεός. Ταῦτα μὲν οὖν ὁ μέγας Βασίλειος.

Συμεὼν δὲ ὁ ἔνθεος Μεταφραστής, ἐκ τοῦ πρώτου βιβλίου τοῦ μεγάλου Μακαρίου συνταξάμενος κεφαλαιώδεις λόγους περὶ τοῦ φωτὸς τούτου καὶ τῆς δόξης ταύτης, ἐμμελῶς ἅμα καὶ ἐναργῶς ἐξηγεῖται διεξοδικώτερον. Οὐδὲν δ’ οἷον καί τινα ἐξ αὐτῶν ὡς οἷόν τε συνελόντα καὶ ὑποτεμόμενον ἐνταυθοῖ προθεῖναι πρὸς τῷ μέγα τι τῷ προκειμένῳ λόγῳ συντελεῖν, οὐδὲν ἧττον λυσιτελοῦντα καὶ πρὸς τὴν τῶν ἐντυγχανόντων ὠφέλειαν. Ἐν γοῦν τῷ ἑξηκοστῷ δευτέρῳ κεφαλαίῳ φησί· «Μωσῆς ὁ μακάριος ὑπέδειξε τύπον διὰ τῆς τῷ προσώπῳ αὐτοῦ ἐπιλαμπούσης τοῦ Πνεύματος δόξης, ᾗ οὐδεὶς ἀνθρώπων ἀτενίσαι ἠδύνατο, πῶς ἐν τῇ τῶν δικαίων ἀναστάσει τὰ σώματα δοξασθήσεται τῶν ἁγίων, ἣν δόξαν ἀπὸ τοῦ νῦν ἐν τῷ ἔσω ἀνθρώπῳ αἱ πισταὶ τῶν ἁγίων ἔχειν καταξιοῦνται ψυχαί· ἡμεῖς γάρ» φησιν «ἀνακεκαλυμμένῳ προσώπῳ, τουτέστι τῷ ἔσω ἀνθρώπῳ, τὴν δόξαν Κυρίου κατοπτριζόμεθα, τὴν αὐτὴν εἰκόνα μεταμορφούμενοι ἀπὸ δόξης εἰς δόξαν». Καὶ ἐν τῷ ἑξηκοστῷ τρίτῳ· «Τὴν δόξαν ἣν ἐντεῦθεν ὡς εἴρηται πλουτοῦσιν αἱ τῶν ἁγίων ψυχαί, ἐκείνη καλύψει καὶ ἀμφιάσει τὰ γυμνὰ σώματα ἐν τῇ ἀναστάσει καὶ εἰς οὐρανοὺς ἀνάρπαστα ποιήσει, περιβεβλημένα τῇ τῶν ἀγαθῶν ἔργων καὶ τῇ τοῦ Πνεύματος δόξῃ, ἣν ἐντεῦθεν ὡς ἔφην αἱ τῶν ἁγίων ἔλαχον ἔχειν ψυχαί· καὶ οὕτω δοξασθέντες οἱ ἅγιοι θείῳ φωτὶ σὺν τῷ Κυρίῳ διαπαντὸς ἔσονται».

Τοῦτ’ ἄρα τὸ φῶς ἐκεῖνο, κατὰ τὸν μέγαν Διονύσιον, ὃ τοὺς τῶν ἀποστόλων ἐκκρίτους περιέλαμψεν ἐπὶ τοῦ ὄρους· «Ὅταν» γάρ φησιν «ἄφθαρτοι καὶ ἀθάνατοι γενώμεθα καὶ τῆς χριστοειδοῦς καὶ μακαριωτάτης ἐφικώμεθα λήξεως, πάντοτε σὺν Κυρίῳ κατὰ τὸ λόγιον ἐσόμεθα, τῆς μὲν ὁρατῆς αὐτοῦ θεοφανείας ἐν πανάγνοις θεωρίαις ἀποπληρούμενοι φανοτάταις μαρμαρυγαῖς ἡμᾶς περιαυγαζούσης, ὡς τοὺς μαθητὰς ἐν ἐκείνῃ τῇ θειοτάτῃ μεταμορφώσει». Τοῦτ’ ἄρα θεϊκόν ἐστι τὸ φῶς, ὡς καὶ Ἰωάννης ἐν τῇ Ἀποκαλύψει ἔφη καὶ τοῖς ἁγίοις πᾶσι συνδοκεῖ. Γρηγόριος δὲ ὁ τῆς θεολογίας ἐπώνυμος «ἥξει μέν» φησι «μετὰ σώματος, ὡς ὁ ἐμὸς λόγος, τοιοῦτος δὲ οἷος ὤφθη τοῖς μαθηταῖς ἐν τῷ ὄρει ἢ παρεδείχθη ὑπερνικώσης τὸ σαρκίον τῆς θεότητος». «Ἀλλ’ αἰσθητὸν ἦν» φησι «τὸ φῶς ἐκεῖνο καὶ δι’ ἀέρος ὁρατόν, τότε γεγονὸς πρὸς ἔκπληξιν καὶ εὐθὺς ἀπογενόμενον, καὶ θεότης λέγεται ὡς σύμβολον θεότητος».

Τῆς καινοφωνίας· ἤκουσται καὶ αὐθημερινὴ θεότης, αἰσθητὴ καὶ γενητή, ἐφ’ ἡμέραν γινομένη καὶ ἐφ’ ἡμέραν φθειρομένη, κατὰ τὰ καλούμενα τῶν ζώων «ἐφήμερα», μᾶλλον δὲ καὶ τούτων ὀλιγοχρονιωτέρα, αὐθωρὸν γινομένη τε καὶ λυομένη, μᾶλλον δὲ «γενομένη μέν ποτε, οὖσα δὲ οὐδέποτε».

Τοιαύτη οὖν θεότης ὑπερνίκησε τὴν προσκυνητὴν ἐκείνην καὶ ὁμόθεον σάρκα, ἡ μὴ οὖσα θεότης οὐδέποτε; Μᾶλλον δὲ οὐχ ὑπερνίκησέ ποτε, ἀλλ’ ὑπερνικᾷ διηνεκῶς. Οὐ γὰρ εἶπεν «ὑπερνικησάσης», ἀλλ’ «ὑπερνικώσης», καὶ οὐκ ἐπὶ τοῦ παρόντος μόνον, ἀλλὰ κἀπὶ τοῦ μέλλοντος αἰῶνος. Τί φῄς; Τοιαύτῃ θεότητι συνημμένος ἔσται καὶ ὑπερνικώμενος εἰς ἀπείρους αἰῶνας ὁ Κύριος; Καὶ ἀντὶ πάντων μὲν ἡμῖν ἐκεῖ, κατὰ τὰς ἀποστολικὰς καὶ πατρικὰς φωνάς, ἔσται ὁ Θεός, τῷ Χριστῷ δὲ ἀντὶ θεότητος φῶς προσέσται αἰσθητόν; Καὶ «ἀέρος μὲν καὶ τόπου καὶ τῶν τοιούτων» κατὰ τὰς αὐτὰς φωνὰς «οὐ δεησόμεθα ἐκεῖ», δι’ ἀέρος δὲ ὀψόμεθα τὴν θεότητα; Πῶς δὲ καὶ τοιαῦτα σύμβολα ἐκεῖ, πάλιν ἔσοπτρα, πάλιν αἰνίγματα, πάλιν ἐν ἐλπίσιν ἡ πρὸς πρόσωπον θέα; Μᾶλλον δὲ εἰ καὶ τότε τοιαῦτα σύμβολα καὶ ἔσοπτρα καὶ αἰνίγματα, φεῦ τοῦ δόλου καὶ τῆς ἀπάτης, ἐψεύσθημεν τῶν ἐλπίδων, κατεσοφίσθημεν, θεότητα δι’ ἐπαγγελίας κτήσεσθαι προσδοκήσαντες, οὐδ’ ἰδεῖν θεότητα συγχωρούμεθα, φῶς δ’ αἰσθητὸν ἀντ’ ἐκείνης, φύσιν ἀλλοτριωτάτην θεότητος. Πῶς δὲ καὶ τὸ τοιοῦτο σύμβολον; Εἴγε καὶ τοιοῦτον ἦν, «θεότης» ἂν κληθείη; οὐδὲ γὰρ ἀνθρωπότης ὁ γεγραμμένος ἄνθρωπος, οὐδ’ ἀγγελότης τὸ φανὲν σύμβολον ἀγγέλου.

Τίς ποτε τῶν ἁγίων σύμβολον κτιστὸν τὸ φῶς ἐκεῖνο εἶπε; Γρηγόριος ὁ θεολόγος «φῶς» φησιν «ἡ παραδειχθεῖσα θεότης ἐπὶ τοῦ ὄρους τοῖς μαθηταῖς». Εἰ οὖν μὴ ἀληθινὸν ἦν καὶ ἀληθῶς θεότης, ἀλλὰ κτιστὸν σύμβολον αὐτῆς, οὐκ ἔδει φάναι «φῶς ἡ παραδειχθεῖσα θεότης», ἀλλὰ «φῶς τὸ παραδεῖξαν θεότητα», καὶ οὐδὲ τὸ «παραδεῖξαν», ἀλλὰ τὸ «δεῖξαν», ἐπεὶ τὸ «παρα» συνηρτημένον ἀμυδρὰν ἔκφανσιν τοῦ κρυφίου τῆς θεότητος σαφῶς ἐπιδείκνυσιν.

Οὕτω μὲν οὖν ὁ τὴν θεολογίαν οἰκείαν ἐπωνυμίαν κτησάμενος. Ὁ δὲ Χρυσόστομος θεολόγος «λαμπρότερός» φησιν «ἑαυτοῦ ἐφαίνετο ὁ Κύριος, τῆς θεότητος παραδειξάσης τὰς ἀκτῖνας αὐτῆς». Ὅρα κἀνταῦθα τὸ «παρα» προσκείμενον καὶ σαφῶς ἐκφαῖνον τοῦ κρυφίου τὴν ἔκφανσιν, ἀλλὰ μηδὲ τὴν τοῦ ἄρθρου παραδράμῃς προσθήκην, οὐ γὰρ «θεότητος» εἶπεν, ἀλλὰ «τῆς θεότητος», ἐκείνης τῆς ἀληθινῆς.

Πῶς δὲ καὶ τὸ ἐξ ἀλλοτρίας φύσεως θεότητος σύμβολον ὑπάρχον φῶς ἀκτῖνες ἂν εἶεν τῆς θεότητος; Ὁ δὲ μέγας Βασίλειος δεικνὺς ἓν φῶς τὸν ἐν τρισὶν ὑποστάσεσι προσκυνούμενον Θεόν, «ὁ Θεός» φησι «φῶς οἰκῶν ἀπρόσιτον»· τὸ γὰρ ἀπρόσιτον πάντως καὶ ἀληθινόν, καὶ τὸ ἀληθινὸν ἀπρόσιτον· ὁπότε καὶ πεπτώκασιν οἱ ἀπόστολοι τῇ δόξῃ τοῦ φωτὸς τοῦ Υἱοῦ ἀτενίσαι μὴ δυνηθέντες διὰ τὸ εἶναι αὐτὸν ἀπρόσιτον φῶς· φῶς δὲ καὶ τὸ Πνεῦμα· «Ὅς» φησιν «ἔλλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν διὰ Πνεύματος ἁγίου». Εἰ τοίνυν τὸ ἀπρόσιτον ἀληθινόν, ἀπρόσιτον δ’ ἐκεῖνο ἦν, οὐχ ὑπόκρισις ἦν θεότητος τὸ φῶς ἐκεῖνο, ἀλλ’ ὡς ἀληθῶς φῶς ἀληθινῆς θεότητος, οὐ τῆς τοῦ Υἱοῦ μόνον, ἀλλὰ καὶ τοῦ Πνεύματος καὶ τοῦ Πατρός. Διὸ κοινῇ πάντες τῷ Κυρίῳ ψάλλομεν τὴν ἐπέτειον τελοῦντες ἑορτήν· «Ἐν τῷ φανέντι φωτί σου σήμερον ἐν Θαβωρίῳ, φῶς εἴδομεν τὸν Πατέρα, φῶς καὶ τὸ Πνεῦμα», «τῆς γὰρ σῆς θεότητος ἀμυδρὰν παρεγύμνωσας αὐγήν». Ἐνταῦθα γοῦν οὐχ ἡ πρόθεσις μόνη προσκειμένη, ἀλλὰ καὶ ἡ σημασία τοῦ ὀνόματος τοῦ κρυφίου τὴν ἔκφανσιν ἐκφαίνει. Κοινῇ τοίνυν πάντων τῶν ἁγίων ἀληθινὴν θεότητα τὸ φῶς ἐκεῖνο προσαγορευόντων, πῶς αὐτὸς ἐπήρθῃς ἀλλοτριῶσαι τοῦτο τῆς θεότητος, «κτιστὸν καὶ αἰσθητὸν» καὶ τοιοῦτο «σύμβολον» προσειπὼν «θεότητος» αὐτὸ καὶ χεῖρον τῆς καθ’ ἡμᾶς νοήσεως ἀποφηνάμενος;

Ὁ μέντοι σοφὸς τὰ θεῖα Μάξιμος, ἕτερον ἑτέρου σύμβολον εἰωθὼς λέγειν ἀναλογίας λόγῳ κατὰ τὰς ἀλληγορίας, οὐ τὸ ἔλαττον τοῦ μείζονος ἀεὶ ποιεῖται σύμβολον, ὡς αὐτὸς ᾠήθης ὁ τὰ πάντα σοφός, ἀλλ’ ἔσθ’ ὅτε καὶ τὸ μεῖζον τοῦ ἐλάττονος, ὥσπερ καὶ τὸ δεσποτικὸν ἐκεῖνο σῶμα, ἀπηωρημένον ἐπὶ τοῦ σταυροῦ, σύμβολον γενέσθαι λέγει τοῦ προσηλωμένου τοῖς πάθεσι σώματος ἡμῶν, τὸν δὲ Ἰωσὴφ «πρόσθεσιν» ἑρμηνευόμενον ἀρετῆς καὶ πίστεως σύμβολον. «Ταῦτα» γάρ φησι «προστιθέμενα τοῖς πάθεσι πρότερον ἐνισχημένοις, ἀποκαθηλοῦσιν αὐτῶν ἐκείνους, ὡς ὁ Ἰωσὴφ τοῦ σταυροῦ τὸν Κύριον». Οὗτος τοίνυν καταφατικῆς καὶ ἀποφατικῆς θεολογίας σύμβολον ἀλληγορῶν τὸ φῶς ἐκεῖνο προσηγόρευσεν, ὡς μεῖζον ἐλαττόνων καὶ ὡς ἐν ἑαυτῷ τὴν τῆς θεολογίας γνῶσιν ἔχον καὶ παρεκτικὸν αὐτῆς ὑπάρχον.

Τί δέ; Οὐχὶ καὶ τὸν Μωυσῆν οὗτος τῆς προνοίας σύμβολον εἶπε καὶ τὸν Ἠλίαν τῆς κρίσεως; Ἆρ’ οὖν οὐδ’ οὗτοι ἀληθῶς παρῆσαν, ἀλλὰ φάσματα πάντ’ ἐκεῖνα καὶ ὑπόκρισις ἦν; Καὶ τίς ἂν τοῦτ’ εἰπεῖν τολμῆσαι τῶν ἁπάντων ὅτι μὴ ὁ καλὸς Βαρλαάμ, ὁ καὶ τὸ φῶς ἐκεῖνο ἀλλοτρίαν θεότητος φύσιν εἰρηκώς, ὑποκρινομένην θεότητα, καίτοι σχεδὸν πᾶς ὁ χορὸς τῶν ἐνθέων θεολόγων τούτου χάριν σύμβολον ἁπλῶς ἐφυλάξαντο τὴν τοῦ φωτὸς ἐκείνου χάριν προσειπεῖν, ἵνα μή τις, ὑπὸ τοῦ τοιούτου προσρήματος διὰ τὴν ὁμωνυμίαν ἐκτραπείς, κτιστὸν καὶ ἀλλότριον νομίσῃ θεότητος τὸ θειότατον ἐκεῖνο φῶς· ἐπεὶ «σύμβολον θεότητος» λεγόμενόν τε καὶ νοούμενον συνετῶς καὶ ὑγιῶς, κατ’ οὐδὲν ἂν ἴδοις τῇ ἀληθείᾳ προσιστάμενον.

Ἔστω γὰρ καὶ σύμβολον θεότητος, καθάπερ δικαιοῖς αὐτός. Οὐδ’ οὕτως ἡμᾶς αἱρήσεις, οὐδ’ ἀποστήσεις εὖ ἴσθι τῆς μακαριστῆς ἐλπίδος. Πᾶν γὰρ σύμβολον ἢ ἐκ τῆς φύσεώς ἐστιν οὗ σύμβολόν ἐστιν, ἢ φύσεως ἑτέρας παντάπασιν ὑπάρχει. Καὶ γάρ, ἡλίου μέλλοντος ἀνίσχειν, τοῦ κατ’ αὐτὸν φωτὸς φυσικὸν σύμβολόν ἐστιν ὁ ὄρθρος, καὶ τῆς τοῦ πυρὸς καυστικῆς δυνάμεως ἡ θέρμη φυσικὸν σύμβολόν ἐστι. Τὸ δὲ μὴ φυσικὸν ἢ καθ’ ἑαυτὸ πεφυκὸς ὑφεστηκέναι γίνεταί ποτε παρὰ τοὺς χρωμένους σύμβολον, ὡς ὁ πυρσὸς ἐπιόντων πολεμίων, ἢ κατ’ οἰκείαν μὲν φύσιν οὐχ ὑφέστηκε, γίνεται δ’ οἷόν τι φάσμα κατὰ χρείαν τῆς προνοίας, ὃ καὶ τοῦτ’ αὐτὸ μόνον σύμβολόν ἐστι. Τοιαῦτα δέ ἐστι τὰ τοῖς προφήταις αἰσθητῶς καὶ ἐν σχήματι δεικνύμενα, οἷον τὸ τοῦ Ζαχαρίου δρέπανον καὶ αἱ πελέκεις τοῦ Ἰεζεκιὴλ καὶ εἴ τι τούτων παραπλήσιον. Τὸ μὲν οὖν φυσικὸν ἀεὶ σύνεστι τῇ φύσει παρ’ ἧς τὸ εἶναι ἔχει, φυσικὸν γάρ· τὸ δ’ ἐξ ἑτέρας φύσεως καθ’ ἑαυτὴν ὑφεστηκυίας ἀεὶ συνεῖναι τῷ σημαινομένῳ τῶν ἀδυνάτων παντάπασιν ὑπάρχει· κωλύει δὲ οὐδὲν εἶναι πρότερον ἢ ὕστερον ἐκεῖνο, ὅ τί ποτε καθ’ ἑαυτό ἐστι· τὸ δὲ μὴ καθ’ ἑαυτὸ ὑφεστηκός, οὔτε πρότερον, οὔθ’ ὕστερον ὑπάρχει, τοῦτο γὰρ ἀδύνατον, ἐπ’ ὀλίγον δὲ φανέν, εἶτ’ εὐθὺς πρὸς τὸ μὴ ὂν χωρεῖ καὶ ἀφανίζεται παντάπασιν.

Ἐπεὶ τοίνυν σύμβολον τὸ ἐν τῷ Θαβωρίῳ φῶς, ἢ φυσικόν ἐστιν, ἢ οὐ φυσικόν· καὶ εἰ μὴ φυσικόν, ἢ καθ’ ἑαυτὸ ὑφεστηκός, ἢ φάσμα μόνον ἀνυπόστατον· ἀλλ’ εἰ φάσμα μόνον ἀνυπόστατον, οὔτε ἦν, οὔτε ἔστιν, οὔτε ἔσται ἐσαεὶ τοιοῦτος ὁ Χριστός. Ὅτι δ’ ἔσται ἐσαεὶ τοιοῦτος ὁ Χριστός, καὶ ὁ ἐξ Ἀρείου πάγου Διονύσιος καὶ Γρηγόριος ὁ θεολόγος καὶ πάντες ὅσοι τοῦτον ἐξ οὐρανοῦ μετὰ δόξης ἥξοντα προσδέχονται, καθάπερ καὶ μικρὸν ἀνωτέρω δέδεικται, παριστᾶσιν ἐναργῶς· οὐκ ἄρα φάσμα μόνον ἀνυπόστατον τὸ φῶς ἐκεῖνο ἦν.

Καὶ μὴν οὐ μόνον ἐπὶ τοῦ μέλλοντος ἐς ἄπειρον τοιοῦτος ἔσται, ἀλλὰ καὶ πρὸ τῆς ἐπὶ τὸ ὄρος ἀναβάσεως τοιοῦτος ὑπῆρχεν ὁ Χριστός. Ἄκουσον τοῦ τὰ θεῖα σοφοῦ Δαμασκηνοῦ· «Μεταμορφοῦται Χριστός, οὐχ ὃ οὐκ ἦν προσλαβόμενος, οὐδὲ εἰς ὅπερ οὐκ ἦν μεταβαλλόμενος, ἀλλ’ ὅπερ ἦν τοῖς οἰκείοις μαθηταῖς ἐκφαινόμενος, διανοίγων τούτων τὰ ὄμματα καὶ ἐκ τυφλῶν ἐργαζόμενος βλέποντας· μένων γὰρ αὐτὸς ἐν ταὐτότητι παρὸ τὸ πρίν, τοῖς μαθηταῖς ἑωρᾶτο φαινόμενος· αὐτὸς γάρ ἐστι τὸ φῶς τὸ ἀληθινόν, τὸ τῆς δόξης ὡράϊσμα». Τοῦτο δείκνυσι καὶ ὁ μέγας Βασίλειος· «Διεφαίνετο» γάρ φησιν «οἷόν τι φῶς διὰ ὑελίνων ὑμένων, τουτέστι διὰ τῆς ἐξ ἡμῶν σαρκὸς τοῦ Κυρίου, ἡ θεία δύναμις αὐτοῦ διαυγάζουσα τοῖς ἔχουσι τοὺς ὀφθαλμοὺς τῆς καρδίας κεκαθαρμένους».

Ἀλλὰ καὶ τὰ ἐτησίως ἐπ’ Ἐκκλησίας ᾀδόμενα, «τὸ γὰρ ὑπὸ τὴν σάρκα κεκρύφθαι τὸ νῦν παραδεικνύμενον» καὶ «τὸ ἀρχέτυπον καὶ ὑπέρφωτον κάλλος τὸ νῦν παραγυμνούμενον», τί ἄλλο παρίστησιν ἢ ὅτι προϋπῆρχε; Τί δὲ καὶ ἡ μεταστοιχείωσις τοῦ ἡμετέρου φυράματος καὶ ἡ κατ’ αὐτὸ θεουργία καὶ ἡ θεϊκὴ ἀναμόρφωσις; Ἆρ’ οὐχ ἅμα τῇ προσλήψει τὴν ἀρχὴν εὐθὺς ἐτελεσιουργήθη; Τοιγαροῦν ἐκεῖνος μὲν τοιοῦτος ἦν καὶ πρότερον, τοῖς δὲ τῶν ἀποστόλων ὄμμασι τότε θείαν δύναμιν ἐνθείς, ἀναβλέψαι καὶ ἰδεῖν αὐτοὺς πεποίηκεν. Οὐκ ἄρα φάσμα ἦν τὸ φῶς ἐκεῖνο, καὶ γὰρ ἐσαεί τε ἔσται καὶ ἦν ἐκ τῆς ἀρχῆς.

Εἰ δὲ ἦν καὶ ἔσται ἐσαεί, καὶ νῦν ἐστι τοιοῦτος ἄρα. Τῶν γὰρ ἀτοπωτάτων μέχρι μὲν τῆς θειοτάτης ἐν Θαβὼρ ἐκείνης θέας καὶ ἐσαεὶ τοιοῦτον εἶναι κατὰ τὸν μέλλοντα αἰῶνα, τὸν δὲ μεταξὺ χρόνον ἠλλοιῶσθαι, τὴν δόξαν ταύτην ἀποθέμενον.

Ὅτι δὲ καὶ νῦν «ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς» οὕτω λάμπων κάθηται, δεῖ μὲν πάντας ἕπεσθαί τε καὶ πείθεσθαι τῷ λέγοντι· «Δεῦτ’ ἐπὶ τὸ ὄρος ἀναβάντες τὸ ἅγιον τὸ ἐπουράνιον, ὀψόμεθα θεότητα ἄϋλον Πατρὸς καὶ Πνεύματος ἐν Υἱῷ μονογενεῖ ἀπαστράπτουσαν». Εἰ δέ τις ἑνὶ μὴ δεῖν εἴκειν οἴεται, πειθαρχείτω τοῖς δυσί, μᾶλλον δὲ πᾶσι τοῖς ἁγίοις. Ὁ γὰρ ἀντὶ λυχνίας τῇ Κρήτῃ χρησάμενος, οἷα λύχνος λογικὸς καὶ ἱερός, Ἀνδρέας ὁ μακάριος, ἐξυμνῶν τὸ ἐν Θαβωρίῳ λάμψαν φῶς, «τοῦτό» φησιν «ἡ νοητὴ διακόσμησις ἀΰλως ἑστιωμένη τεκμήριον τίθεται τῆς περὶ ἡμᾶς τοῦ Λόγου φιλανθρωπίας». Τοῦτ’ αὐτὸ σχεδὸν καὶ ὁ μέγας Διονύσιος λέγει, τὰς ἀνωτάτω τάξεις τῶν ὑπερκοσμίων νόων ἐξυμνῶν· οὐ γὰρ τῆς τριαδικῆς, φησί, δόξης μόνης μέτοχοι γίνονται καὶ θεωροί, ἀλλὰ καὶ τῆς Ἰησοῦ φωτοφανείας· μυοῦνται γὰρ τῆς θεωρίας κατηξιωμέναι ταύτης, θεουργὸν φῶς ὄντα καὶ αὐτόν, «ὡς ἀληθῶς αὐτῷ πλησιάζουσαι καὶ τῆς γνώσεως τῶν θεουργῶν αὐτοῦ φώτων ἐν πρώτῃ μετουσίᾳ γινόμενοι». Ὁ δὲ μέγας Μακάριος, οἷα γλώττῃ χρώμενος τῷ σοφῷ Συμεώνῃ, μᾶλλον δὲ συγχρώμενος, ὡς ἄρα δυσὶ γλώτταις τρανότερον ἀνακηρύξῃ τὴν ἀλήθειαν, «τὸ φύραμά» φησι «τῆς ἀνθρωπίνης φύσεως, ὅπερ ὁ Κύριος ἀνέλαβεν, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν οὐρανοῖς, πλῆρες δόξης, οὐκέτι μόνῳ τῷ προσώπῳ, ὡς ὁ Μωυσῆς, ἀλλ’ ὅλῳ τῷ σώματι».

Τοιγαροῦν ἀναλλοίωτον ἔχει τὸ φῶς ἐκεῖνο ὁ Χριστός, μᾶλλον δὲ καὶ ἀεὶ εἶχε καὶ ἀεὶ ἔχει καὶ ἀεὶ ἕξει τοῦτο σὺν αὐτῷ. Εἰ δ’ ἦν καὶ ἔστι καὶ ἔσται, οὐκ ἦν ἄρα φάσμα τὸ φῶς καθ’ ὃ ἔλαμψεν ἐπὶ τοῦ ὄρους ὁ Κύριος, οὐδ’ αὐτὸ τοῦτο μόνον ἀνυπόστατον σύμβολον.

Εἰ δέ τις φαίη τῶν καθ’ ἑαυτὸ μὲν ὑφεστηκότων εἶναι, τῆς τοῦ σημαινομένου ἀπεσχοινισμένον φύσεως, σύμβολον δ’ ἐκείνου κατὰ χρῆσιν γεγονός, δειξάτω ποῦ καὶ ποῖόν ἐστι τοῦτο, καὶ ταῦτα δι’ αὐτῆς τῆς πείρας πεφηνὸς ἀπρόσιτον καὶ οὐχ ἁπλῶς ὄμμασιν ἀπρόσιτον, «πρηνεῖς» γάρ φησιν «ἐς γῆν ἔπεσον οἱ μαθηταί», καὶ μὴν οὐδαμόθεν ἄλλοθεν, ὅτι μὴ ἐκ τοῦ προσκυνητοῦ μόνου τηλαυγῶς ἀπήστραψε προσώπου τε καὶ σώματος· ἄλλως τε, εἰ τῶν καθ’ ἑαυτὸ μὲν ὑφεστηκότων εἴη, συνέσται δὲ τῷ Χριστῷ διηνεκῶς ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις, ἐκ τριῶν φύσεων καὶ οὐσιῶν σύνθετος ἔσται ὁ Χριστὸς ἐκεῖ, ἀνθρωπίνης τε καὶ θείας καὶ τῆς τοῦ φωτὸς ἐκείνου. Σαφὲς ἄρα γέγονε καὶ ἀποδέδεικται λαμπρῶς ὡς οὔτε τῶν καθ’ ἑαυτὸ ὑφεστηκότων καὶ τῆς θεότητος οὐκ ἀλλότριόν ἐστι τὸ φῶς ἐκεῖνο.

Δεῖ μέντοι νῦν εἰπεῖν, ἐνταῦθα τοῦ λόγου γενομένοις, πῶς τὴν θεουργὸν ταύτην χάριν, τὸ θεῖον τοῦτο δηλονότι φῶς, «ἐνυπόστατον» οἱ ἅγιοί φασιν. Ὡς μὲν οὖν οὐχὶ τὸ αὐθυπόστατον διὰ τοῦ τοιούτου προσρήματος αὐτῷ προσμαρτυροῦσι, δῆλον μὲν καὶ ἀπὸ τοῦ μηδέποτε αὐτοὺς εἰπεῖν ἐν ἰδίᾳ ὑποστάσει τοῦτο, καθάπερ καὶ ἐν ἄλλοις πρότερον εἰρήκαμεν, ἐκδηλότερον δὲ καὶ διὰ τῆς προτεθειμένης ἀνεφάνη διαιρέσεως. Ἐπεὶ δὲ ἀνυπόστατον οὐ τὸ μὴ ὂν μόνον λέγεται, οὐδὲ τὸ φάσμα μόνον, ἀλλὰ καὶ τὸ ταχὺ διαπίπτον καὶ παραρρέον, ἐν τῷ φθείρεσθαί τε γινόμενον καὶ πεπαυμένον εὐθὺς γενόμενον, ὁποῖον ἀστραπῆς τε καὶ βροντῆς φύσις, ἀλλὰ δὴ καὶ ὁ ἡμέτερος λόγος καὶ τὸ νόημα, τὸ μόνιμον ἐκεῖνοι δεικνῦντες τοῦ φωτὸς ἐκείνου καὶ καθεστηκός, ἐνυπόστατον προσειρήκασιν αὐτὸ καλῶς, οἷον ὑπομένον καὶ μὴ ἀστραπῆς δίκην ἢ λόγου ἢ νοήματος παρατρέχον τοὺς ὁρῶντας. Ὁ δὲ σοφώτατος οὗτος, πρὶν ἢ γνῶναι τὴν τοῦ ἐνυποστάτου τούτου σημασίαν, τοῖς εἰρηκόσιν ὡς ἠσεβηκόσιν ἐπιτίθεται· καίτοι τῶν καλῶς εἰρηκότων ἀπεχόμενος καὶ μὴ τοῖς οἰκείοις ἀναπλασμοῖς τὰ ἐκείνων κατ’ ἐκείνων ἐξηγούμενος, εἴπερ μὴ ἐνυπόστατον τοῦθ’ οὕτω λέγειν οὗτος προῃρεῖτο παρὰ τὸ μὴ ὑπόστασιν ἰδίαν ἔχειν, ἢ κατηγόρει μέν, ἀλλ’ οὐχ ὡς αἱρετικῶν, οὐδεὶς ἂν ἡμῶν ἠξίωσεν ἀντιλέγειν πρὸς αὐτόν.

Ἀλλὰ τούτων μὲν ἅλις· ὅτι δὲ καὶ δεύτερον ἕτερον σημαινόμενόν ἐστι τοῦ ἐνυποστάτου τούτου, εὐσεβῶς τε καὶ καλῶς ἔχον, ἔφθημεν εἰπόντες· νῦν δ’ ἐπανελθεῖν δέον εἰς τὰ ἑξῆς τῆς προκειμένης ἀποδείξεως.

Εἰ τοίνυν φυσικὸν σύμβολόν ἐστι τὸ φῶς ἐκεῖνο, τὸ λάμψαν ἐπ’ ὄρους ἀπὸ τοῦ Σωτῆρος, οὐκ ἀμφοτέρων τῶν ἐν αὐτῷ φύσεών ἐστι φυσικόν. Διάφορα γὰρ ἑκατέρας τούτων ἐστὶ τὰ φυσικά. Τῆς γοῦν ἀνθρωπίνης εἶναι φύσεως ἀδύνατον· οὐ γὰρ φῶς ἡμῖν ἡ φύσις καὶ ταῦθ’ οἷον ἦν ἐκεῖνο· καὶ μὴν οὐδ’ ἀνέβη τότε τὸ Θαβώριον τοὺς ἐκκρίτους ἐπαγόμενος ὁ Κύριος τῶν μαθητῶν, ἵνα δείξῃ ἄνθρωπος ὑπάρχων.

Τριετίαν γὰρ ἤδη ἑωρᾶτο συνδιαιτώμενος καὶ συμπολιτευόμενος καί, κατὰ τὸ λόγιον εἰπεῖν, «συναλιζόμενος» αὐτοῖς, ἀλλ’ ἵνα δείξῃ, κατὰ τὸ ᾀδόμενον, «ὅτι αὐτός ἐστι τὸ τοῦ Πατρὸς ἀπαύγασμα». Πρὸς δὲ τούτοις, οὐδὲ σὺ ἂν αὐτός, οὐδ’ εἴ τις τολμηρότερος ἀναφανείη σοῦ, σύμβολον τοῦτ’ ἂν τῆς ἀνθρωπότητος φαίη, ἀλλὰ τῆς θεότητος. Εἰ τοίνυν φυσικὸν σύμβολόν ἐστι, τῆς δὲ φύσεως τῆς ἀνθρωπίνης οὐκ ἔστι, φυσικὸν ἄρα σύμβολον τὸ φῶς ἐκεῖνο τῆς τοῦ Μονογενοῦς θεότητος ὑπάρχει, καθὰ καὶ ὁ ἐκ Δαμασκοῦ θεῖος Ἰωάννης ἀριδήλως ἐδίδαξεν ἡμᾶς· «Ἀνάρχως» γάρ φησιν «ὁ Υἱὸς ἐκ τοῦ Πατρὸς γεννηθείς, τὴν φυσικὴν ἀκτῖνα ἄναρχον κέκτηται τῆς θεότητος· ἡ δὲ τῆς θεότητος δόξα καὶ δόξα τοῦ σώματος γίνεται». Τοιγαροῦν οὐ γέγονεν, οὐδ’ ἤρξατο, οὐδ’ ἔληξε· τὰ γὰρ φυσικὰ σύμβολα σύνεστιν ἀεὶ τῇ φύσει ἧς σύμβολά ἐστιν· οὐκ ἀεὶ μὲν ὄντα σύμβολα, συνόντα δὲ ἀεί, ἐπεὶ καὶ ὁ πολὺς τὰ θεῖα Μάξιμος «ἄναρχα καὶ ἀτελεύτητά» φησι «πάντα τὰ περὶ Θεὸν οὐσιωδῶς θεωρούμενα».

Πολλῶν δ’ ὄντων κατ’ αὐτὸν τῶν περὶ Θεὸν οὐσιωδῶς θεωρουμένων καὶ τῷ λόγῳ τῆς ἁπλότητος ἥκιστα λυμαινομένων, πολλῷ μᾶλλον τὸ φωτοειδὲς ἐκεῖνο σύμβολον, ἓν αὐτῶν ὑπάρχον, οὐδὲν ἐποίσει βλάβος. Ὅτι δὲ τῶν περὶ Θεὸν οὐσιωδῶς θεωρουμένων καὶ τοῦτό ἐστι τὸ φῶς, ἐκ πολλῶν μὲν καὶ ἄλλων, μάλιστα δὲ ἐκ τῶν ἐπ’ Ἐκκλησίας ἐπετείως ψαλλομένων διδασκόμεθα, ὧν ἓν εἰς παράστασιν ἀρκέσει· «Τὴν κεκρυμμένην ἀστραπὴν ὑπὸ τὴν σάρκα τῆς οὐσιώδους σου, Χριστέ, καὶ θείας εὐπρεπείας ἐν ἁγίῳ ὑπέδειξας ὄρει, εὐεργέτα, τοῖς συμπαροῦσιν ἐκλάμψας μαθηταῖς». Οὐ μὴν ἀλλὰ καὶ ὁ σοφὸς τὰ θεῖα Μάξιμος, «αὐτὸν ἑαυτοῦ σύμβολον γενέσθαι διὰ φιλανθρωπίαν» εἰρηκὼς ἐκεῖ, φυσικὸν ἔδειξε σύμβολον τουτὶ τὸ φῶς. Ἐπὶ μὲν γὰρ τοῦ μὴ φυσικοῦ, ἄλλου ἄλλο σύμβολόν ἐστιν, ἀλλ’ οὐκ αὐτό τι ἑαυτοῦ· ὅτε δὲ τὸ σύμβολον ἐξ ἐκείνου ὂν τυγχάνει φυσικῶς οὗ σύμβολόν ἐστιν, αὐτὸ ἑαυτοῦ σύμβολον γίνεσθαί φαμεν. Ἡ γὰρ καυστικὴ τοῦ πυρὸς δύναμις, τὴν αἰσθήσει μεθεκτὴν θέρμην σύμβολον ἑαυτῆς προβαλλομένη, γίνεται σύμβολον αὐτὴ δήπου ἑαυτῆς, ἔχουσα μὲν ταύτην ἀεὶ μεθ’ ἑαυτῆς, μία δ’ ὅμως οὖσα καὶ διπλόην οὐδ’ ἡντιναοῦν ὑφισταμένη δι’ αὐτήν, χρωμένη δ’ ὡς συμβόλῳ ταύτῃ φυσικῶς, ἡνίκ’ ἂν παρῇ τὸ δεκτικόν.

Ὡσαύτως καὶ τὸ τοῦ ἡλίου φῶς μέλλοντος ἀνίσχειν, σύμβολον προβαλλόμενον τὸ κατὰ τὸν ὄρθρον τηλαυγές, αὐτὸ ἑαυτοῦ σύμβολόν ἐστι γινόμενον. Ἴσμεν δὲ καὶ τὸ ἡλίου φῶς· κἀκεῖνο γὰρ ληπτόν ἐστι τῇ ὄψει, δι’ ἧς καὶ τοῦ λυκαυγοῦς ἀντιλαμβάνεσθαι πεφύκαμεν· ὁ δὲ τοῦ ἡλίου δίσκος οὐδὲ προσιδεῖν ὅλως συγχωρεῖ τινα καὶ τὸ λαμπρὸν αὐτῷ σχεδὸν ἀθέατον καθέστηκε. Τῆς τε θέρμης τοῦ πυρὸς ἀντιλαμβανομένη ἡ ἁφή, τῆς καυστικῆς δυνάμεως, ἧς σύμβολον εἶναι τὴν θέρμην ἔφημεν, ταύτης οὖν εἴδησιν οὐδ’ ἡντινοῦν ἔχει ἡ ἁφή, πλὴν ὅσον εἰδέναι ταύτην οὖσαν, ἀλλ’ οὐχ οἵα, οὐδ’ ὅση τίς ἐστι· φθάσειε γὰρ ἄν, πῦρ ὅλη γενομένη καὶ τὸ ἁφὴ εἶναι ἀποβαλλομένη, πειρωμένη μαθεῖν δι’ ἑαυτῆς τί τὸ καυστικόν ἐστιν ὃ προβάλλεται τὴν θέρμην, διὸ καὶ προσβαλεῖν ποτε τολμήσασα, παραυτὰ παλινδρομεῖ καὶ προτροπάδην φεύγει, τῆς πρὸς τὸ μαθεῖν ὁρμῆς ὀξὺ μετάμελον λαβοῦσα.

Μεθεκτὴ μὲν οὖν ἁφῇ πυρὸς δύναμις, ἡ θέρμη, πάντῃ δ’ ἀμέθεκτος ἡ καῦσις. Εἰ γοῦν ἐπὶ τούτων οὕτω, πῶς ἄν τις φαίη γνωστὴν γίνεσθαι τὴν ἐν ἀποκρύφοις ὑπερανιδρυμένην θεότητα, γνωσθέντος τοῦ φυσικοῦ συμβόλου ταύτης; Τί γάρ; Εἰ τὸ κατ’ ὄρθρον σύμβολον ἡμερινοῦ φωτὸς ἀπρόσιτον ὄψεσιν ὑπῆρχεν, οὐ μᾶλλον ἢ ὁ ἥλιος, μᾶλλον δὲ κἀκείνου μᾶλλον, ἦν ἂν αὐταῖς τὴν ἡμέραν ἐκείνην θεάσασθαι ἢ θεᾶσθαι γοῦν ἄλλο τι κατ’ αὐτήν; Πῶς οὖν ἂν τὸν ἀναλόγως κατάλληλον ἥλιον ἐκείνης τῆς ἡμέρας γνῶναι ἐδυνήθησαν οἷον φῶς ἐστιν; Οὕτω καὶ πολλῷ μᾶλλον τὰ θεῖα μόναις ταῖς μετοχαῖς ἐπιγινώσκεται, αὐτὰ δὲ κατὰ τὴν ἑαυτῶν ἵδρυσίν τε καὶ ἀρχὴν οἷά ποτέ ἐστιν οὐδεὶς οἶδεν, οὐδὲ τῶν ἐν τοῖς ὑπερκοσμίοις ἀνωτάτων νόων, οὔκουν ὅσα γε ἡμᾶς εἰδέναι.

Οὐ μὴν οὐδὲ τὸ σύμβολον τοῦθ’ ἁπλῶς ἑωράκασιν οἱ τοῦ Κυρίου μαθηταί, μὴ πρότερον ὀφθαλμοὺς λαβόντες οὓς οὐ πρότερον εἶχον, ὡς «ἐκ τυφλῶν γενέσθαι βλέποντας», κατὰ τὸν ἐκ Δαμασκοῦ θεῖον Ἰωάννην, καὶ ἰδεῖν τὸ ἄκτιστον ἐκεῖνο φῶς, ὥστε εἰ καὶ ὀφθαλμοῖς ἐγένετο ληπτόν, ἀλλ’ ὑπὲρ ὀφθαλμοὺς γεγενημένοις καὶ πνευματικῇ δυνάμει τοῦ πνευματικοῦ φωτὸς ἀντιλαμβανομένοις. Οὕτω κατ’ αἴσθησιν καὶ ὑπὲρ αἴσθησιν τὸ φῶς ἐκεῖνο τὸ ἀπόρρητον, τὸ ἀπρόσιτον, τὸ ἄϋλον, τὸ ἄκτιστον, τὸ θεοποιόν, τὸ ἀΐδιον, ἡ λαμπρότης τῆς θείας φύσεως, ἡ δόξα τῆς θεότητος, ἡ τῆς οὐρανίου βασιλείας εὐπρέπεια. Τὸ τοιοῦτο τοίνυν ἀλλότριόν σοι δοκεῖ θεότητος, αἰσθητόν τε καὶ κτιστὸν σύμβολον καὶ «δι’ ἀέρος ὁρατόν»; Ἀλλ’ ὡς μὲν οὐκ ἀλλότριον, ἀλλὰ φυσικὸν θεότητος, αὖθις ἄκουσον τοῦ τὰ θεῖα σοφοῦ Δαμασκηνοῦ λέγοντος· «Οὐκ ἐπίκτητον, ὡς ὁ Μωϋσῆς ἔσχε, τὸ τῆς θείας δόξης ὡράϊσμα, ἀλλ’ ἐκ τῆς ἐμφύτου τῆς θείας δόξης τε καὶ λαμπρότητος»· καὶ πάλιν· «Ἐν αἰῶνι τῷ μέλλοντι πάντοτε σὺν Κυρίῳ ἐσόμεθα, Χριστὸν ὁρῶντες τῷ φωτὶ ἀστράπτοντα τῆς θεότητος· τοῦτο τὸ φῶς, κατὰ πάσης φύσεως ἔχει τὰ νικητήρια»· καὶ πάλιν· «Τοὺς κορυφαίους τῶν ἀποστόλων προσλαμβάνεται μάρτυρας τῆς οἰκείας δόξης τε καὶ θεότητος· ἀποκαλύπτει δὲ αὐτοῖς τὴν οἰκείαν θεότητα», τὴν ἁπάντων ἐπέκεινα, τὴν μόνην καὶ ὑπερτελῆ καὶ προτέλειον.

Ὅτι δὲ οὐδὲ δι’ ἀέρος ὁρατόν, δείκνυσιν ὁ μέγας Διονύσιος καὶ ὅσοι μετ’ αὐτοῦ τοῦ μέλλοντος αἰῶνος φῶς τοῦτο ὀνομάζουσιν, ὅτε οὐκ ἀέρος ἡμῖν ἔσται χρεία κατ’ αὐτούς. Πρὸς δὲ τούτοις καὶ ὁ μέγας Βασίλειος τοῖς ὀφθαλμοῖς τῆς καρδίας τοῦτο λέγων ὁρατόν. Ὅτι δὲ οὐδ’ αἰσθητόν, ἔστι συνιδεῖν καὶ τῷ μὴ δι’ ἀέρος εἶναι ὁρατόν.

Ἀλλὰ κἀν τῷ Θαβωρίῳ λάμψαν ὑπὲρ ἥλιον οὐδὲ τοῖς πλησιοχώροις ὦπται. Σὺ δὲ τοσούτοις καὶ ἐπὶ τοσοῦτον ἐξυμνοῦσι τὸ τοιοῦτο φῶς ἀντικείμενος ἁγίοις, ἆρ’ οὐ δῆλος εἶ βλασφημῶν ἑκὼν εἰς τὸν Θεόν; Οὐ παύσῃ τοιγαροῦν, ὦ ἄνθρωπε, τὸ φῶς τῆς θείας καὶ οὐσιώδους εὐπρεπείας, οὐκ αἰσθητὸν μόνον καὶ κτιστόν, ἀλλὰ καὶ χεῖρον τῆς ἡμετέρας νοήσεως ἀποφαινόμενος;

Χεῖρον νοήσεως, ὦ γῆ καὶ οὐρανέ, καὶ πάντες οἱ ἐν αὑτοῖς τὸ φῶς ὁρῶντες τῆς θείας βασιλείας, τὴν καλλονὴν τοῦ μέλλοντος αἰῶνος, τὴν δόξαν τῆς φύσεως τῆς θείας; Φῶς ὃ κατ’ ἔκστασιν πάσης αἰσθητῆς καὶ νοερᾶς ἀντιλήψεως οἱ ἀπόστολοι, κατὰ τὸν Κρήτης θεσπέσιον Ἀνδρέαν, εἶδον, «τῷ μηδόλως ὁρᾶν τὸ ὄντως ὁρᾶν εἰσδεδεγμένοι καὶ τῷ πάσχειν τὰ θεῖα τῶν ὑπὲρ φύσιν τὴν αἴσθησιν προσιέμενοι»;

Τί γάρ; Οὐ δαιμονιώδης ἡ χείρων διανοίας ἐπὶ τῶν τοιούτων ἔκστασις; Δαιμονιώδη τοίνυν ἔπαθον ἔκστασιν, ὢ τῆς ἀνηκούστου ἀκοῆς, οἱ τοῦ Κυρίου μύσται. Καίτοι κοινῇ λέγειν παρελάβομεν πρὸς τὸν Χριστὸν ὅτι «τὸ ἄσχετον τῆς σῆς φωτοχυσίας καὶ ἀπρόσιτον τῆς θεότητος θεασάμενοι τῶν ἀποστόλων οἱ πρόκριτοι ἐπὶ τοῦ ὄρους, τὴν θείαν ἠλλοιώθησαν ἔκστασιν». Πῶς δ’ οὐκ ἂν ἁλοίης καὶ κτίσμα λέγων τὸν Θεόν, ὁ τὰς οὐσιώδεις ἐνεργείας αὐτοῦ κτιστὰς ἀποφαινόμενος; Οὐ γὰρ ἂν τοῦτο φαίη τις νοῦν ἔχων ὅτι ἡ οὐσιώδης ἀγαθότης καὶ ζωή, ἡ ὑπερούσιος οὐσία τοῦ Θεοῦ ἐστιν· οὐ γὰρ τὸ οὐσιῶδες, ἡ τὰ οὐσιώδη ἔχουσα· κατὰ δὲ τὸν μέγαν Διονύσιον «ὅταν τὴν ὑπερούσιον κρυφιότητα Θεὸν ἢ ζωὴν ἢ οὐσίαν ὀνομάσωμεν, οὐδὲν ἕτερον νοοῦμεν ἢ τὰς ἐκδιδομένας ἐκ Θεοῦ τοῦ ἀμεθέκτου προνοητικὰς δυνάμεις». Δυνάμεις μὲν οὖν αὗται οὐσιώδεις, ὑπερούσιον δέ, μᾶλλον δὲ καὶ «αὐθυπερουσίως ὑπερούσιον» τὸ ταύτας τὰς δυνάμεις συνειλημμένως τε καὶ ἑνιαίως ἔχον· οὕτω τοίνυν καὶ τὸ θεουργὸν ἐκεῖνο φῶς οὐσιῶδές ἐστιν, ἀλλ’ οὐκ αὐτὸ οὐσία τοῦ Θεοῦ.

Ὁ δὲ φιλόσοφος οὗτος προϊών, οὐ τοῦτο μόνον, ἀλλὰ καὶ πᾶσαν δύναμιν καὶ ἐνέργειαν Θεοῦ κτιστὴν εἶναι ἀποφαίνεται, καίτοι τῶν ἁγίων λεγόντων φανερῶς ὅτι τῆς ἀκτίστου φύσεως καὶ τὰ φυσικὰ πάντα καὶ πᾶσα δύναμίς τε καὶ ἐνέργεια ἄκτιστός ἐστιν, ὥσπερ καὶ τὰ τῆς κτιστῆς φύσεως κτιστά. «Ἀλλὰ πῶς» φησιν «οὐκ ἔστιν ἡ ὑπερούσιος οὐσία τοῦ Θεοῦ, εἴπερ δεσποτικοὺς φέρει χαρακτῆρας, εἰ πάσης ὁρωμένης τε καὶ νοουμένης κτίσεως ἐπέκεινα, τὸ ὑπὲρ αἴσθησιν, τὸ ὑπὲρ νόησιν, τὸ κυρίως ὄν, τὸ ἀεὶ ὄν, τὸ ἄϋλον, τὸ ἀναλλοίωτον καὶ ταῦτα παρ’ ὑμῶν ἐνυπόστατον λεγόμενον;

Πῶς δὲ τοῦ τοιούτου φωτὸς τὴν οὐσίαν τοῦ Θεοῦ ἐπέκεινά φατε;» Ταῦτα δὲ οὐ διαπορητικῶς ἐκεῖνος λέγει, ποθῶν παρά του τῶν ἁπάντων εὐκρίνειαν τῶν ἀσαφῶν ἢ λύσιν τῶν ἀπόρων, ἀλλ’ ἡμᾶς ἐξελέγχει, ὡς νομίζει, μᾶλλον δὲ προθέμενος ἐλέγχειν, εἶθ’ ὡς μὴ δυνάμενος μανείς, ἐξυβρίζει καθ’ ἡμῶν, νῦν μὲν ἀθλίως διεφθάρθαι τὸ κριτικὸν τῆς ψυχῆς ἰσχυριζόμενος, νῦν δὲ τῶν πώποτε αἱρετικῶν ἐκείνων Μασσαλιανῶν ἴσους τε καὶ χείρους λέγων, ἄλλοτε δυσσεβεῖς καὶ πολυθέους, ἀλλὰ γὰρ οὐδ’ ἀσεβεῖς καὶ ἀθέους καὶ παντάπασιν ἀλιτηρίους καλεῖν παρῃτήσατο. «Διθεΐται» δέ ἐστιν, ὡς αὐτὸς καὶ διὰ γραμμάτων καὶ διὰ στόματος ἰσχυρίζεται καὶ περιαγγέλλει πᾶσιν, ἡ μᾶλλον τῶν ἄλλων ἡμῖν ἐπωνυμία προσήκουσα, καίτοι παρ’ αὐτῶν τῶν ὑπ’ αὐτοῦ λεγομένων πάσης ἡμᾶς ἄκων ἐξαιρεῖται μέμψεως· ἐπεὶ γάρ φησιν ἓν ἡμᾶς λέγειν τὸ ἐπέκεινα πάντων καὶ τοῦτο τὴν ὑπερουσιότητα ἐκείνην, ἕνα Θεὸν ἡμᾶς λέγειν μαρτυρεῖ, τὸ δὲ φῶς ἐκεῖνο οὐκ οὐσίαν, ἀλλὰ τῆς οὐσίας ἐκείνης ἐνέργειαν, ἣν οὐσίαν μίαν τε οὖσαν εἴπομεν καὶ ἐπέκεινα πάντων, ὡς πάντα ἐνεργοῦσαν. Ἀλλ’ οὐδ’ εἰ τὴν ἐνέργειαν ταύτην τῆς μιᾶς ἐκείνης οὐσίας φαίημεν ἀχώριστον, σύνθετος ἡ ὑπερουσιότης ἐκείνη παρὰ τοῦτο ἔσται· ἦ γὰρ ἂν οὐδεμία ἦν ἁπλῆ οὐσία, εἴγε τοῦτο ἦν· οὐσίαν γὰρ φυσικῆς ἄνευ ἐνεργείας οὐδ’ ἡντινοῦν ἂν ἴδοις.

Δεσποτικοὺς δὲ πῶς οὐκ ἂν φέρῃ χαρακτῆρας τὸ θεοποιὸν φῶς, ὃ καὶ αὐτὸς ὑπὸ τῆς τῶν πραγμάτων ἀληθείας συνωσθεὶς «θεότητος» προσεῖπες «σύμβολον»; Ἐνυπόστατον δέ, οὐ τὸ αὐθυπόστατον, ἐνταῦθα λεγόντων τῶν ἁγίων, πῶς ἄλλη τις οὐσία καθ’ αὑτήν, ἢ πῶς ἕτερος δεύτερος Θεὸς ὁ μὴ ὕπαρξιν ἰδίαν ἔχων; Εἰ δὲ διὰ τὸ ἄναρχον εἶναι καὶ ταύτην τὴν ἐνέργειαν, ἄκτιστόν τε καὶ ἀπερινόητον, Θεὸν ἄλλον ἀπαρτίζεις ἐν ταῖς συνεταῖς σου ὑπονοίαις καὶ τὸ τοῦ Θεοῦ θέλημα Θεὸν ἡμῖν ἄλλον ἀπαρτίσεις, τοῦ σεπτοῦ Μαξίμου λέγοντος· «Ὥσπερ ἡ θεία φύσις ἡ τρισυπόστατος, ἄναρχος, ἄκτιστος, ἀπερινόητος, ἁπλῆ καὶ ἀσύνθετος ὁλότητι ὑπάρχει, οὕτω καὶ τὸ ταύτης θέλημα· τὸ αὐτὸ δ’ ἂν εἴποις καὶ ἐπὶ πασῶν τῶν φυσικῶν ἐνεργειῶν αὐτῆς». «Ἀλλὰ θεοποιόν» φησι «δῶρόν ἐστιν ἡ τοῦ Θεῦ μίμησις, ἕξις οὖσα τῆς νοερᾶς καὶ λογικῆς φύσεως, ἀπὸ τῆς πρώτης διακοσμήσεως ἀρχομένη καὶ τοῖς ἐσχάτοις τῶν λογικῶν περατουμένη, ἐπεὶ καὶ ὁ μέγας Διονύσιος»— ἑρμηνεύων πως—«ὑπὲρ θεαρχίαν ὁ Θεός ἐστιν, εἰ θεότητα, φησί, νοήσαις τὸ χρῆμα τοῦ θεοποιοῦ δώρου καὶ τὸ ἀμίμητον μίμημα τοῦ ὑπερθέου καὶ ὑπεραγάθου». Ἀλλ’ ὦ ’γαθέ, πρῶτον μὲν ὁ ἅγιος τῷ μιμήματι τὸ ἀμίμητον προσέθηκεν· οὐ μᾶλλον οὖν μίμησις ἢ ἀμιμησία· πῶς οὖν εὐπαράδεκτος αὐτὸς ἔσῃ, θατέρᾳ μερίδι μόνῃ προσθέμενος;

Ἔπειτ’ ἐκεῖνος δύο εἶπε, τό τε θεοποιὸν δῶρον καὶ τὸ ἀμίμητον μίμημα, ἐμοὶ δοκεῖν τοῦθ’ ἡμᾶς διδάσκων ὡς εἰ καὶ παρ’ ἑαυτοῦ θεωθῆναι ἄνθρωπον ἀδύνατον, ἀφωμοιωμένον τῷ ἀμιμήτῳ Θεῷ διὰ μιμήσεως, ἀλλὰ δεῖ μιμεῖσθαι τὸν ἀμίμητον· οὕτω γὰρ ἂν τύχοι τοῦ δώρου τοῦ θεοποιοῦ καὶ Θεὸς «θέσει χρηματίσειε». Δύο τοίνυν τοῦ μεγάλου τὰ παρεκτικὰ φαμένου τῆς θεώσεως, αὐτὸς θάτερον ἐξέκοψας, παραχαράξας, ἀλλ’ οὐκ ἐξηγησάμενος, καὶ ἀποξέσας μὲν τὸν σύνδεσμον, ἀντ’ αὐτοῦ δὲ προσγράψας τὴν ἀντωνυμίαν, οὕτω τὸ ῥητὸν ἡμῖν δῆθεν διευκρινῶν ἀνέγνως· «Εἰ θεότητα καὶ ἀγαθότητα νοήσεις τὸ χρῆμα τοῦ θεοποιοῦ δώρου, αὐτὸ τὸ ἀμίμητον μίμημα τοῦ ὑπερθέου».

Πρὸς δὲ τούτοις, καὶ φυσικὴν ἕξιν λέγεις τὴν χάριν τῆς θεώσεως, τουτέστι δυνάμεως φυσικῆς ἐντελέχειάν τε καὶ φανέρωσιν, ἀφ’ οὖ τῇ τῶν Μασσαλιανῶν ὄντως, ὡς οὐκ οἶσθα, περιπέπτωκας ἀπάτῃ· φύσει γὰρ ἔσται κατὰ πᾶσαν ἀνάγκην Θεὸς ὁ θεούμενος, εἰ κατὰ φυσικὴν δύναμιν ἡ θέωσις ἔσται καὶ τοῖς ὅροις τῆς φύσεως ἐμπεριλαμβάνεσθαι πέφυκε.

Μὴ τοίνυν τὴν σαυτοῦ περιτροπὴν τῶν ἀσφαλῶς ἑστώτων λέγε, μηδὲ μῶμον τοῖς ἀμωμήτοις τὴν πίστιν ἐπιχείρει προστρίψασθαι, τὰ πρὸς ἀλήθειαν αἴσχη σὰ τοῖς ἄλλοις ἀποματτόμενος, μᾶλλον δ’ ἀναιδῶς ἐκείνων ὡς τοιούτων καταψευδόμενος. Ἀλλὰ καὶ αὐτὸς διδάσκου παρὰ τῶν εἰδότων ἢ παρὰ τῶν ὑπ’ ἐκείνων δεδιδαγμένων ὡς ἄσχετός ἐστι παντάπασιν ἡ τῆς θεώσεως χάρις, οὐκ ἔχουσα τὴν οἱανοῦν «δεκτικὴν ἑαυτῆς ἐν τῇ φύσει δύναμιν»· ἐπεὶ οὐκέτι χάρις ἐστίν, ἀλλὰ τῆς κατὰ τὴν φυσικὴν δύναμιν ἐνεργείας φανέρωσις, καὶ οὐδὲ παράδοξον ἔσται τὸ γενόμενον εἰ κατὰ δεκτικὴν δύναμιν φύσεως ἡ θέωσις εἴη· φύσεως γὰρ ἂν εἰκότως ἔργον, ἀλλ’ οὐ Θεοῦ δῶρον, ἡ θέωσις εἴη καὶ δυνήσεται καὶ φύσει Θεὸς ὁ τοιοῦτος εἶναι καὶ κυρίως προσαγορεύεσθαι· οὐδὲ γὰρ ἄλλο τι καθέστηκεν ἡ κατὰ φύσιν τῶν ὄντων ἑκάστου δύναμις ἢ φύσεως πρὸς ἐνέργειαν ἀπαράβατος κίνησις. Πῶς δὲ καὶ ἐξίστησιν ἑαυτοῦ τὸν θεούμενον ἡ θέωσις, εἰ τοῖς ὅροις τῆς φύσεως αὐτὴ περιείληπται, συνιδεῖν οὐκ ἔχω.

Ὑπὲρ φύσιν τοίνυν καὶ ἀρετὴν καὶ γνῶσιν ἡ τῆς θεώσεως χάρις καὶ «ἀπείρως τὰ τοιαῦθ’ ἅπαντα» κατὰ τὸν ἅγιον Μάξιμον «ταύτης ἀποδεῖ»· ἀρετὴ μὲν γὰρ πᾶσα καὶ ἡ ἐφ’ ἡμῖν τοῦ Θεοῦ μίμησις πρὸς τὴν θείαν ἕνωσιν ἐπιτήδειον ποιεῖται τὸν κεκτημένον, ἡ δὲ χάρις αὐτὴν τελεσιουργεῖ τὴν ἀπόρρητον ἕνωσιν· δι’ αὐτῆς γὰρ «ὅλος μὲν ὅλοις τοῖς ἀξίοις ὁ Θεὸς» περιχωρεῖ, ὅλῳ δὲ ὅλοι περιχωροῦσιν ὁλικῶς οἱ ἅγιοι τῷ Θεῷ, ὅλον ἀντιλαβόντες ἑαυτῶν τὸν Θεὸν καὶ τῆς πρὸς αὐτὸν ἀναβάσεως οἷον ἔπαθλον αὐτὸν μόνον κτησάμενοι τὸν Θεόν, «ψυχῆς πρὸς σῶμα περιφύντα τρόπον, ὡς οἰκείοις μέλεσι», καὶ ἐν αὐτῷ εἶναι καταξιώσαντα διὰ τῆς ἐνυποστάτου κατὰ δωρεὰν καὶ χάριν τοῦ ἁγίου Πνεύματος υἱοθεσίας. Ὅταν οὖν ἀκούσῃς ἐνδημεῖν ἡμῖν διὰ τῶν ἀρετῶν τὸν Θεὸν ἢ διὰ τῆς μνήμης ἐνιδρυμένον ἔχειν τοῦτον ἐν ἑαυτοῖς, μὴ τοῦθ’ ἁπλῶς νόμιζε θέωσιν, τὴν τῶν ἀρετῶν κτῆσιν, ἀλλὰ τὴν δι’ ἀρετῶν προσγινομένην τοῦ Θεοῦ λαμπρότητα καὶ χάριν, καθάπερ καὶ ὁ μέγας φησὶ Βασίλειος ὅτι «ψυχὴ τὰς φυσικὰς ὁρμὰς οἰκείᾳ τε ἀσκήσει καὶ τῇ βοηθείᾳ τοῦ Πνεύματος συναυξήσασα, ἀξία γίνεται ἐν τῇ δικαίᾳ τοῦ Θεοῦ κρίσει τῆς χάριτι τοῦ Θεοῦ δεδομένης λαμπρότητος τοῖς ἁγίοις».

Ὅτι δὲ φῶς ἡ χάριτι τοῦ Θεοῦ διδομένη λαμπρότης, μαθήσῃ παρὰ τοῦ λέγοντος· «Φῶς ἡ ἐκεῖθεν λαμπρότης τοῖς ἐνταῦθα κεκαθαρμένοις, ἡνίκ’ ἂν ἐκλάμψωσιν οἱ δίκαιοι ὡς ὁ ἥλιος, ὧν ἵσταται ὁ Θεὸς ἐν μέσῳ, θεῶν ὄντων καὶ βασιλέων, διαστέλλων καὶ διαιρῶν τὰς ἀξίας τῆς ἐκεῖθεν μακαριότητος». Ὅτι δὲ ὑπερουράνιόν ἐστι τοῦτο καὶ ὑπερκόσμιον, οὐδεὶς ἀντερεῖ, οὔκουν ὅστις «τὸ ὑπερουράνιόν» φησι «φῶς ἐν ταῖς τῶν ἀγαθῶν ἐπαγγελίαις ἐκδέχεται», περὶ οὗ καὶ Σολομὼν λέγει· «Φῶς δικαίοις διαπαντός», καὶ ὁ Ἀπόστολος· «Εὐχαριστοῦντες τῷ Θεῷ τῷ ἱκανώσαντι ἡμᾶς ἐν τῇ μερίδι τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί».

Οὐ μὴν ἀλλὰ καὶ διὰ σπουδῆς καὶ μελέτης ἐγγίνεσθαί τῳ σοφίαν λέγοντες, οὐκ αὐτὸ τοῦτο τὴν σπουδὴν ἢ τὴν μελέτην σοφίαν φαμέν, ἀλλὰ τὸ δ’ αὐτῶν προσγενόμενον. Ἄλλως τε καὶ διαφόρως ἐνδημῶν ἐστι τοῖς ἀνθρώποις ὁ Κύριος, κατὰ τὴν ἀξίαν καὶ τὸν τρόπον τῶν ζητούντων αὐτόν· ἑτέρως μὲν γὰρ τῷ πρακτικῷ, ἑτέρως δὲ τῷ θεωρητικῷ καὶ τῷ ἐποπτικῷ ἄλλως, καὶ ἄλλως μὲν ᾖ ἀνθρώποις σπουδαίοις, ἑτέρως δὲ θεοῖς ἤδη γεγονόσιν. Ἀλλὰ καὶ κατ’ αὐτὴν τὴν θείαν ἐποψίαν πολλαὶ διαφοραί· καὶ τοῖς προφήταις γάρ, τῷ μὲν ὄναρ, τῷ δ’ ὕπαρ, δι’ αἰνιγμάτων μέντοι καὶ ἐσόπτρων, τῷ δὲ Μωυσῇ «ἐν εἴδει καὶ οὐ δι’ αἰνιγμάτων» ὤφθη. Θεοῦ δὲ ὅρασιν ἀκούων ἐν εἴδει καὶ οὐ δι’ αἰνιγμάτων, ἀναμνήσθητι τοῦ λέγοντος «Θέωσιν, τὴν κατ’ εἶδος ἐνυπόστατον ἔλλαμψιν, ἥτις οὐκ ἔχει γένεσιν, ἀλλ’ ἀνεπινόητον ἐν τοῖς ἀξίοις φανέρωσιν, καὶ τὴν ὑπὲρ νοῦν καὶ λόγον ἐν τῷ ἀφθάρτῳ τῶν ὄντων αἰῶνι μυστικὴν ἕνωσιν πρὸς τὸν Θεόν, καθ’ ἣν τὸ φῶς τῆς ἀφανοῦς καὶ ὑπεραρρήτου δόξης οἱ ἅγιοι ἐποπτεύοντες, τῆς μακαρίας μετὰ τῶν ἄνω δυνάμεων καὶ αὐτοὶ δεκτικοὶ γίνονται καθαρότητος, καὶ τὴν τοῦ μεγάλου Θεοῦ καὶ Πατρὸς ἐπίκλησιν, σύμβολον οὖσαν τῆς ἐνυποστάτου τε καὶ ἐνυπάρκτου κατὰ δωρεὰν καὶ χάριν τοῦ ἁγίου Πνεύματος υἱοθεσίας, καθ’ ἣν τῇ ἐπιφοιτήσει τῆς χάριτος υἱοὶ Θεοῦ χρηματίζουσί τε καὶ ἔσονται πάντες οἱ ἅγιοι».

Τοῦτο τοίνυν ὁ μέγας Διονύσιος, ἀλλαχοῦ μὲν «ἀρχίφωτον ἀκτῖνα καὶ θεουργικὸν» καλέσας φῶς, ἐνταῦθα δὲ «θεοποιὸν δῶρον καὶ ἀρχὴν θεότητος», δηλαδὴ θεώσεως, πρὸς τὸν ἐρωτήσαντα πῶς ὑπὲρ θεαρχίαν, τουτέστιν ὑπὲρ ἀρχὴν θεότητος, ὑπάρχει ὁ Θεός, ἀποκρινόμενός φησιν ὡς εἰ Θεὸν ἀκούων ὁρώμενον «ἐν εἴδει, καὶ οὐ δι’ αἰνιγμάτων», καὶ ψυχῆς πρὸς σῶμα τρόπον τοῖς ἀξίοις ὡς οἰκείοις μέλεσι περιφυόμενον καὶ κατὰ τοσοῦτον ἑνούμενον αὐτοῖς ὡς ὅλον μὲν αὐτὸν περιχωρεῖν ἐκείνοις ὅλοις, ὅλους δὲ αὐτοὺς αὖθις ὁλικῶς ἐκείνῳ, καὶ «Πνεῦμα δι’ Υἱοῦ πλουσίως ἐφ’ ἡμᾶς χεόμενον», ἀλλ’ οὐ κτιζόμενον, καὶ μεταλαμβανόμενον ἡμῖν καὶ δι’ ἡμῶν λαλοῦν, ταῦτα τοίνυν ἀκούων, εἰ μὴ κατὰ τὴν ὑπερούσιον οὐσίαν νομίσεις ὁρᾶσθαι τὸν Θεόν, ἀλλὰ κατὰ τὴν θεοποιὸν δωρεάν τε καὶ ἐνέργειαν αὐτοῦ, τὴν χάριν τῆς υἱοθεσίας, τὴν ἀγένητον θέωσιν, τὴν κατ’ εἶδος ἐνυπόστατον ἔλλαμψιν, εἰ τοῦτο νοήσεις θεότητος ἀρχήν, τὸ θεοποιὸν δῶρον, τὸ μετεχόμενον καὶ ὁρώμενον καὶ ἑνούμενον ὑπερφυῶς, ὑπὲρ τὴν ἀρχὴν ταύτην ἐστὶν ἡ ὑπεράρχιος οὐσία τοῦ Θεοῦ. Ἐκείνη μὲν γὰρ σχέσις, εἰ καὶ μὴ φυσική, καὶ ἄσχετος, οὐχ ὡς ὑπερφυὴς μόνον, ἀλλὰ καὶ ὡς σχέσις· πῶς γὰρ ἡ σχέσις σχέσιν αὖθις ἕξει; Ἡ δὲ οὐσία τοῦ Θεοῦ οὐχ ὡς σχέσις ἄσχετος, ἀλλ’ ὡς καὶ αὐτῶν τῶν ὑπερφυῶν σχέσεων ἐπέκεινα.

Κἀκείνη μὲν ἑκάστῳ τῶν ἠξιωμένων οἰκείως τε καὶ καταλλήλως πᾶσι μέτεστιν· ἡ δὲ οὐσία τοῦ Θεοῦ καὶ πάντων τῶν μεθεκτῶν ὑπερεξῄρηται.

Ὁ δὲ «τὸ θεοποιὸν δῶρον ἕξιν» λέγων «τελειωτικὴν τῆς λογικῆς φύσεως ἀπὸ τῆς πρώτης διακοσμήσεως ἀρχομένην καὶ τοῖς ἐσχάτοις τῶν λογικῶν περατουμένην», καὶ τῷ τοῦ Χριστοῦ εὐαγγελίῳ δῆλός ἐστιν ἀντιταττόμενος.

Εἰ γὰρ ἡ θέωσις τελειοῖ τὴν λογικὴν φύσιν, ἀλλ’ οὐχ ὑπὲρ ταύτην ποιεῖται τοὺς θεοειδεῖς, ἕξις οὖσα τῆς λογικῆς φύσεως, ὡς ἐκ φυσικῆς δυνάμεως προελθούσης εἰς ἐνέργειαν, οὐχ ὑπὲρ φύσιν γίνονται οἱ ἅγιοι θεούμενοι, οὐδ’ «ἐκ Θεοῦ γεννῶνται», οὐδὲ «Πνεῦμά εἰσιν, ὡς ἐκ Πνεύματος γεγεννημένοι», οὐδὲ μόνοις «τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ τέκνα Θεοῦ γενέσθαι» ὁ Χριστὸς «ἐξουσίαν ἔδωκεν» ἐπιδημήσας· καὶ πρὸ τῆς ἐπιδημίας γὰρ αὐτοῦ πᾶσιν ἐνυπῆρχεν ἔθνεσιν, εἴ γε φυσικῶς ἔνεστι τῇ λογικῇ ψυχῇ καὶ νῦν τοῖς νῦν δυσσεβέσι τε καὶ ἀσεβέσιν ἅπασιν. Ἔτι εἴπερ ἡ θέωσις ἕξις ἐστὶ τελειωτικὴ τῆς λογικῆς φύσεως, οἱ Ἕλληνες λογικοὶ τελείως οὐκ ἦσαν, ἀλλ’ οὐδ’ οἱ ἐκπεσόντες ἄγγελοι· τοιγαροῦν οὐ κακῶς τῇ γνώσει χρῶνται, τῆς δὲ κατ’ αὐτὴν φυσικῆς ἕξεως ἐστέρηνται. Πῶς οὖν δικαίως ὑπεύθυνοι; Καὶ μὴν οὐκ εἶναι μᾶλλον οὐσίας οὐσίαν καὶ οἱ ἔξω φασὶ σοφοί. Πῶς οὖν ἄγγελοι ἀγγέλων λογικοὶ μᾶλλον ἢ ψυχὴ ψυχῆς; Οἱ γὰρ ἀτελεῖς τὴν ἡλικίαν, οὐκ ἐν τῇ φύσει τῆς ψυχῆς, ἀλλ’ ἐν τῇ τοῦ σώματος ἔχουσι τὸ ἀτελές. Ἆρ’ οὖν θέωσις ἡ τὸ φρονεῖν διδοῦσα ἡλικία;

Καὶ γνωστικωτέρους δὲ μᾶλλον ἄλλους ἄλλων, οὐ παρὰ τὴν τῆς ψυχῆς φύσιν πεφυκέναι λογιζόμεθα, παρὰ δὲ τὴν τοῦ σώματος κρᾶσιν. Ἆρ’ οὖν θέωσις ἡ τελεστικὴ πρὸς εὐφυΐαν κρᾶσις; Καὶ τὴν εὐφυΐαν δὲ δῶρον οὖσαν ἴσμεν Θεοῦ, τὴν δὲ γνῶσιν οὐ μόνον Θεοῦ δῶρον, ἀλλὰ καὶ τελειωτικὴν τῆς λογικῆς φύσεως ἕξιν, οὐ δῶρον δὲ θεοποιόν, οὐ γὰρ ὑπερφυές, ἐκείνου ὄντος ὑπὲρ φύσιν. Εἶεν δ’ ἂν καὶ πάντες οἱ μὲν μᾶλλον, οἱ δ’ ἧττον, θεοὶ δ’ ὅμως ἁπαξάπαντες ἄνθρωποι καὶ ἄγγελοι· ἀεὶ δὲ ἀτελεῖς θεοὶ καὶ ἡμίθεοι τὸ δαιμόνιον φῦλον. Οὐκ ἄρα θέωσις ἡ ἕξις αὕτη· ἥτις γάρ ποτ’ ἂν εἴη τελειωτικὴ τῆς λογικῆς φύσεως ἕξις, εἴτε γνῶσις, εἴτε κρᾶσις, εἴτε εὐφυΐα σώματός τε καὶ ψυχῆς, θύραθεν ἢ οἴκοθεν προσγινομένη, λογικοὺς ἀκριβῶς οἷς ἂν ἐπιγένοιτο τελέσειεν, ἀλλ’ οὐχὶ καὶ θεούς.

Ἀλλὰ γάρ, ὅπερ ἀνωτέρω δέδεικται, τὴν μὲν ἐκ πίστεως εἰς ἐνέργειαν προβᾶσαν υἱοθεσίαν καὶ τὴν θεοποιὸν δωρεὰν ταύτην οἱ ἅγιοι σαφῶς ἐνυπόστατόν φασιν· οὗτος δὲ τὴν θεομιμησίαν, ἣν θεαρχίαν καὶ θεοποιὸν δῶρον μόνος ἁπάντων ὑπενόησεν, οὐκ ἐνυπόστατον εἶναι διισχυρίζεται· τοιγαροῦν ἑτέρα ἐστὶ παρὰ τὴν τοῖς πατράσιν ἐγγεγενημένην τε καὶ ἐγνωσμένην θέωσιν. Μάξιμος δὲ ὁ θεῖος οὐκ ἐνυπόστατον μόνον εἶπε ταύτην, ἀλλὰ καὶ ἀγένητον, καὶ οὐκ ἄκτιστον μόνον, ἀλλὰ καὶ ἀπερίγραπτον καὶ ὑπέρχρονον, ὡς καὶ τοὺς αὐτῆς εὐμοιρηκότας δι’ αὐτὴν ἀκτίστους, ἀνάρχους καὶ ἀπεριγράπτους τελέσαι, καίτοι διὰ τὴν οἰκείαν φύσιν ἐξ οὐκ ὄντων γεγονότας. Οὗτος δὲ ἃ μὴ ἑώρακεν ἐμβατεύων, κτιστὴν καὶ φυσικὴν καὶ ὑπὸ χρόνον ἰσχυρίζεται τὴν θέωσιν εἶναι, σαφῶς παρ’ ἑαυτοῦ δημιουργῶν αὐτήν, ἀφ’ ἧς καὶ τὸν Θεὸν δῆλός ἐστιν εἰς κτίσμα κατασπῶν. Ἡ μὲν γὰρ θέωσις, κατὰ τοὺς πατέρας, οὐσιώδης ἐστὶν ἐνέργεια Θεοῦ· ἧς δὲ οὐσίας αἱ οὐσιώδεις ἐνέργειαι κτισταί, κτιστὴ καὶ αὕτη ἐξ ἀνάγκης. Ταύτῃ δὲ τῇ ἀτοπίᾳ πολυτρόπως ἄν τις ἴδῃ καὶ πολλάκις τὸν ταλαίπωρον τοῦτον περιπίπτοντα· οὐ γὰρ ἐρυθριᾷ, πάσας τὰς ἐμφύτους τοῦ Θεοῦ δυνάμεις τε καὶ ἐνεργείας κτιστὰς ἀποφαινόμενος, καίτοι ναὸν Θεοῦ ζῶντος τῶν ἁγίων ἕκαστον εἶναι πεπιστεύκαμεν διὰ τὴν ἐνοικοῦσαν χάριν· πῶς οὖν ναὸς Θεοῦ τὸ τοῦ κτίσματος οἰκητήριον;

Πῶς δὲ τούτων ἕκαστος ἄκτιστος διὰ τὴν χάριν, εἰ κτιστή; Ἐκεῖνο δέ μοι καὶ λίαν θαυμάζειν ἔπεισι, πῶς καὶ αὐτὸς θεουργικὸν λέγων ὑπὸ τῶν πατέρων καλεῖσθαι τὸ ἐν τῷ Θαβωρίῳ λάμψαν φῶς, εἶτ’ αὐτὸς θεοποιὸν δῶρον τοῦτο λέγειν οὐκ ἀνέχεται. Οὐ μὴν ἀλλ’ ἐπειδὴ ἡ θεοποιὸς δωρεὰ τοῦ Πνεύματος ἐνέργειά ἐστι Θεοῦ, ὁ δὲ Θεὸς ἀπὸ τῶν ἐνεργειῶν ἔχει τὰς ἐπωνυμίας, ἡ γὰρ ὑπερουσιότης ἀνώνυμός ἐστιν αὐτοῦ, εἴπερ ἐξ ἀρετῆς μόνης καὶ σοφίας ἡ θέωσις ὑπῆρχεν, οὐκ ἂν Θεός, ὡς ἔχων θεοποιὸν ἐνέργειαν, ἐκαλεῖτο ὁ Θεός, τῆς σοφίας καὶ ἀρετῆς ταύτην αὐτοῦ δήλην ποιούσης τὴν ἐνέργειαν. Ἀλλ’ οὐδ’ ἂν ὑπέρθεος ἤκουεν, ὡς ταύτης τῆς θεότητος ἐπέκεινα ὑπάρχων· ἀπέχρησε γὰρ ἂν αὐτῷ ὑπέρσοφον καὶ ὑπεράγαθον καὶ τὰ τοιαῦτα λέγεσθαι.

Τοιγαροῦν ἄλλο παρὰ τὴν ἀρετὴν καὶ τὴν σοφίαν ἡ χάρις καὶ ἡ ἐνέργεια τῆς θεώσεώς ἐστι. Τῶν τοῦ καλοῦ τοίνυν Βαρλαὰμ εἰς ἡμᾶς λοιδοριῶν ἀλογήσαντες—οὐ γὰρ εἰς ἡμᾶς, ἀλλ’ εἰς τοὺς πατέρας ἀναφέρονται· τούτων γάρ εἰσι τὰ ὑβρισμένα δόγματα· μᾶλλον δὲ οὐδὲ ἐκείνων ἅπτεται· πτύων γάρ τις, ὅ φασιν, εἰς οὐρανόν, οὐ τὸν οὐρανόν, ἀλλ’ ἑαυτὸν ποιεῖ κατάπτυστον— οὐκοῦν ἡμεῖς παρ’ οὐδὲν τὰς βδελυρὰς ταύτας βλασφημίας ἡγησάμενοι, ὡς ἂν εἰ διαπορητικῶς ᾔρετό τί ποτ’ ἄρα θέωσίς ἐστιν, ἀποκρινούμεθα πρὸς τοῦτο κατὰ τὴν ἐπιμετρηθεῖσαν ἡμῖν παρὰ Κυρίου δύναμιν. Ἐνέργειαν Θεοῦ θεοποιόν, ὦ βέλτιστε, ἀκούων καὶ Πνεύματος χάριν θεουργόν, μὴ πολυπραγμόνει, μηδὲ ζήτει πῶς μὲν τοῦτο, πῶς δ’ ἐκεῖνο, πῶς δὲ μή, καὶ ταῦτα ταύτης ἄνευ μὴ γενήσεσθαι μέλλων ἐν Θεῷ, κατὰ τοὺς περὶ αὐτῆς εἰπόντας, ἀλλὰ τῶν ἔργων ἔχου, δι’ ὧν ἐκείνης τεύξῃ· τότε γὰρ καὶ ταύτην εἴσῃ κατὰ τὸ ἐγχωροῦν· μόνος γὰρ ὁ πείρᾳ μαθὼν οἶδε τὰς ἐνεργείας τοῦ Πνεύματος, κατὰ τὸν μέγαν Βασίλειον.

Ὁ δὲ πρὸ τῶν ἔργων τὴν εἴδησιν ζητῶν, τοῖς πεπειραμένοις μὲν πιστεύων, λαμβάνει τι τῆς ἀληθείας ἴνδαλμα, παρ’ ἑαυτοῦ δὲ διανοούμενος, καὶ τοῦ ἰνδάλματος διαπεσών, εἶθ’ ὡς εὑρηκὼς μέγα φυσᾶται καὶ πολὺς κατὰ τῶν πεπειραμένων ὡς πεπλανημένων πνεῖ. Μὴ πολυπραγμόνει τοίνυν, ἀλλ’ ἕπου τοῖς πεπειραμένοις, μάλιστα μὲν ἔργοις, εἰ δὲ μὴ τούτοις, τοῖς λόγοις γοῦν, ἀρκούμενος ταῖς παραδειγματικαῖς ἐκφάνσεσιν αὐτῆς· ἡ γὰρ θέωσις ὑπερώνυμος. Διὸ καὶ ἡμεῖς πολλὰ περὶ ἡσυχίας συγγραψάμενοι, νῦν μὲν τῶν πατέρων προτρεψαμένων, νῦν δὲ τῶν ἀδελφῶν αἰτησαμένων, οὐδαμοῦ περὶ θεώσεως ἀναγράψαι τεθαρρήκαμεν· νῦν δ’ ἐπείπερ ἀνάγκη λέγειν, ἐροῦμεν, εὐσεβῆ μὲν τῇ τοῦ Κυρίου χάριτι, παραστῆσαι δὲ οὐχ ἱκανά· καὶ λεγομένη γάρ, ἄρρητος ἐκείνη μένει, μόνοις ἐπώνυμος, κατὰ τοὺς πατέρας φάναι, τοῖς εὐμοιρηκόσιν αὐτῆς.

Ἡ φύσει τοιγαροῦν θεότης, ἡ ἀρχὴ τῆς θεώσεως, ἐξ ἧς ὡς αἰτίας ἀμεθέκτου τὸ θεοῦσθαι τοῖς θεουμένοις ἐστίν, αὕτη τοίνυν ἡ πάντων ἐπέκεινα θεαρχικωτάτη μακαριότης ἀόρατός ἐστι καθ’ ἑαυτὴν αἰσθήσει τε καὶ νῷ, ἀσωμάτῳ τε καὶ σώματι συνδεδεμένῳ· κἂν ἐκστῇ ἑαυτοῦ τι τούτων ἐπὶ τὸ κρεῖττον, θεωθέν· μόνῳ γὰρ τῷ καθ’ ὑπόστασιν ἡνωμένῳ νῷ καὶ σώματι εἶναί τε καὶ γενέσθαι θεατὴ πιστεύεται, εἰ καὶ μὴ κατὰ τὴν οἰκείαν φύσιν ἑαυτῶν. Μόνα γὰρ ἐκεῖνα «παρουσίᾳ τοῦ χρίοντος ὅλου» ἐθεώθησαν καὶ τὴν ἴσην ἐνέργειαν τῇ θεούσῃ οὐσίᾳ προσελάβοντο, πᾶσαν αὐτὴν ἀνελλιπῶς χωρήσαντα καὶ δι’ ἑαυτῶν ἐκφήναντα· καὶ γὰρ «ἐν τῷ Χριστῷ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς» κατὰ τὸν Ἀπόστολον «οἰκεῖ». Διὸ καὶ τῶν ἁγίων εἰσὶν οἳ μετὰ τὴν διὰ σαρκὸς τοῦ Θεοῦ ἐπιδημίαν οἶόν τι πέλαγος ἀπεριόριστον τὸ φῶς ἐκεῖνο εἶδον, ἐξ ἑνὸς δίσκου, τοῦ προσκυνητοῦ δηλονότι σώματος, παραδόξως προχεόμενον, ὡς καὶ οἱ ἀπόστολοι ἐπὶ τοῦ ὄρους. Οὕτω μὲν οὖν ἡ ἀπαρχὴ τεθέωται τοῦ ἡμετέρου φυράματος.

Ἡ δὲ τῶν τεθεωμένων ἀγγέλων καὶ ἀνθρώπων θέωσις οὐχ ἡ ὑπερούσιός ἐστιν οὐσία τοῦ Θεοῦ, ἀλλὰ τῆς ὑπερουσίου οὐσίας τοῦ Θεοῦ ἐνέργεια, τοῖς τεθεωμένοις ἐνυπάρχουσα, οὐχ ὡς ἡ τέχνη ἐν τῷ τεχνητῷ—οὕτω γὰρ τοῖς δημιουργικῶς προηγμένοις ἔνεστιν ἡ προαγαγοῦσα ταῦτα δύναμις, ἐπιφαινομένη πᾶσιν ἢ καὶ ἐμφαινομένη—, ἀλλ’ «ὡς ἡ τέχνη ἐν τῷ ἀναλαβόντι αὐτήν», κατὰ τὸν μέγαν Βασίλειον. Διὸ καὶ ὄργανά εἰσι τοῦ ἁγίου Πνεύματος οἱ ἅγιοι, τὴν αὐτὴν ἐκείνῳ προσειληφότες ἐνέργειαν· καὶ ἡ τῶν λεγομένων πίστις ἑτοίμη τὰ χαρίσματα τῶν ἰαμάτων, τὰ ἐνεργήματα τῶν δυνάμεων, ἡ πρόγνωσις, ἡ μὴ ἀντιλεγομένη σοφία ἣν καὶ «Πνεῦμα τοῦ Πατρὸς ἡμῶν» ὁ Κύριος προσηγόρευσεν, οὐ μόνον δέ, ἀλλὰ καὶ ἡ τοῦ Πνεύματος ἁγιαστικὴ μετάδοσις, ἐξ αὐτῶν καὶ δι’ αὐτῶν χορηγουμένη τοῖς ἁγιαζομένοις μετ’ αὐτούς· «Λήψομαι γὰρ ἀπὸ τοῦ Πνεύματος τοῦ ἐπὶ σὲ καὶ θήσω ἐπ’ αὐτούς», πρὸς τὸν Μωϋσῆν εἶπεν ὁ Θεός, καὶ «τοῦ Παύλου τὰς χεῖρας ἐπιθέντος» τοῖς δεκαδύο Ἐφεσίοις «ἦλθε τὸ Πνεῦμα τὸ ἅγιον ἐπ’ αὐτούς, ἐλάλουν τε» παραυτὰ «γλώσσαις καὶ προεφήτευον».

Οὐκοῦν ὅταν μὲν τὴν οἰκείαν ἀξίαν τοῦ Πνεύματος ἐννοῶμεν, μετὰ Πατρὸς αὐτὸ καὶ Υἱοῦ θεωροῦμεν, ὅταν δὲ τὴν εἰς τοὺς μετόχους ἐνεργουμένην χάριν ἐνθυμηθῶμεν, ἐν ἡμῖν εἶναι τὸ Πνεῦμα λέγομεν, «ἐκχεόμενον πρὸς ἡμᾶς, οὐ κτιζόμενον, διδόμενον ἡμῖν, οὐ ποιούμενον, χαριζόμενον, οὐ δημιουργούμενον»· ἐνυπάρχον τοῖς μὲν ἀτελέσιν ἔτι, κατὰ τὸν μέγαν αὖθις φάναι Βασίλειον, ὥσπερ τις διάθεσις «διὰ τὸ τῆς γνώμης ἀνίδρυτον», τοῖς δὲ τελεωτέροις ὡς ἕξις ἐπίκτητος, ἔστι δ’ ἐφ’ ὧν ἐνερριζωμένη, καὶ ταύτης μᾶλλον· «Ὡς γὰρ ἡ δύναμίς» φησι «τοῦ ὁρᾶν ἐν τῷ ὑγιαίνοντι ὀφθαλμῷ, οὕτως ἡ ἐνέργεια τοῦ Πνεύματος ἐν τῇ κεκαθαρμένῃ ψυχῇ».

Τοιγαροῦν οὐχ ἡ ὑπερούσιος οὐσία τοῦ Θεοῦ ἐστιν ἡ θεοποιὸς δωρεὰ τοῦ Πνεύματος, ἀλλ’ ἡ τῆς ὑπερουσίου οὐσίας τοῦ Θεοῦ θεοποιὸς ἐνέργεια καὶ οὐδὲ αὕτη πᾶσα, εἰ καὶ καθ’ ἑαυτὴν ἀμέριστος ἐκείνη. Τίς γὰρ τῶν κτιστῶν χωρῆσαι δύναιτ’ ἂν ὅλην τὴν ἀπειροδύναμον δύναμιν τοῦ Πνεύματος, πλὴν τοῦ κυηθέντος ἐν παρθενικῇ νηδύι, παρουσίᾳ Πνεύματος ἁγίου καὶ τῆς τοῦ Ὑψίστου δυνάμεως ἐπισκιάσει;

Διὸ καὶ «πᾶν» μὲν οὗτος ἐχώρησε «τὸ πλήρωμα τῆς θεότητος», «ἐκ δὲ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν». Πανταχοῦ μὲν οὖν ἡ οὐσία τοῦ Θεοῦ· «τὸ γὰρ Πνεῦμά» φησι «πληροῖ πάντα» κατὰ τὴν οὐσίαν· πανταχοῦ δὲ καὶ ἡ θέωσις, ἐνυπάρχουσα ἀφράστως ταύτῃ καὶ ἀχώριστος ἐκείνης οὖσα, ἅτε φυσικὴ δύναμις αὐτῆς. Ἀλλ’ ὥσπερ τὸ πῦρ ἀφανές ἐστι μὴ προκειμένης ὕλης ἢ αἰσθητηρίου τοῦ χωροῦντος τὴν φωτιστικὴν ἐνέργειαν αὐτοῦ, οὕτω δὴ καὶ ἡ θέωσις ἀθεώρητός ἐστι μὴ προκειμένης ὕλης τῆς χωρούσης τὴν θείαν ἐμφάνειαν· ἡνίκα δ’ ἂν ἐπιτηδείας ὕλης ἀπερικαλύπτως ἐχούσης ἐπιλάβηται, τοιαύτη δέ ἐστι πᾶσα λογικὴ κεκαθαρμένη φύσις τὸ τῆς πολυειδοῦς κακίας οὐκ ἐπιφερομένη κάλυμμα, τηνικαῦτα καὶ αὐτὴ φῶς πνευματικὸν ὁρᾶται, μᾶλλον δὲ κἀκείνους φῶς ποιεῖ πνευματικόν. «Ἆθλον» γάρ φησιν «ἀρετῆς Θεὸν γενέσθαι καὶ τῷ καθαρωτάτῳ φωτὶ καταστράπτεσθαι, τῆς ἡμέρας ἐκείνης υἱὸν γενόμενον ἣ μὴ διακόπτεται ζόφῳ· ἄλλος γὰρ ταύτην ποιεῖ ἥλιος, ὁ τὸ ἀληθινὸν φῶς ἀπαστράπτων, ὃς ἐπειδὰν ἅπαξ ἐπιφαύσῃ ἡμῖν, οὐκέτι ἐν δυσμαῖς κρύπτεται, ἀλλὰ πάντα τῇ φωτιστικῇ ἑαυτοῦ δυνάμει περιπτυξάμενος, διηνεκὲς καὶ ἀδιάδοχον τοῖς ἀξίοις τὸ φῶς ἐμποιεῖ καὶ αὐτοὺς τοὺς μετέχοντας τοῦ φωτὸς ἐκείνου ἄλλους ἡλίους ἀπεργαζόμενος». Τότε γὰρ καὶ «οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος». Ὡς ποῖος ἥλιος;

Ὡς ἐκεῖνος δήπουθεν ὁ τότε καὶ νῦν τοῖς ἀξίοις φαινόμενος.

Ὁρᾷς ὅπως αὐτὴν προσκτῶνται τὴν ἐνέργειαν τοῦ ἡλίου τῆς δικαιοσύνης; Διὸ καὶ θεοσημίαι διάφοροι καὶ χορηγία Πνεύματος ἁγίου τελεῖται δι’ αὐτῶν. «Ὡς γὰρ ὁ περίγειός» φησιν «οὗτος ἀήρ, ἀνωσθεὶς ὑπὸ τῆς βίας τοῦ Πνεύματος, φωτοειδὴς γίνεται, τῷ καθαρῷ τοῦ αἰθέρος ἐναλλοιούμενος, οὕτω καὶ ὁ νοῦς ὁ ἀνθρώπινος, καταλιπὼν τὸν θολερὸν τοῦτον καὶ αὐχμώδη βίον, ἐπειδὰν τῇ δυνάμει τοῦ Πνεύματος φωτοειδὴς γένηται καὶ ἐμμιχθῇ τῇ ἀληθινῇ καὶ ὑψηλῇ καθαρότητι, διαφαίνεταί πως καὶ αὐτὸς ἐν ἐκείνῃ καὶ ἀκτίνων ἐμπίπλαται καὶ φῶς γίνεται κατὰ τὴν τοῦ Κυρίου ὑπόσχεσιν, ὃς τοὺς δικαίους λάμψειν ὡς ὁ ἥλιος ἐπηγγείλατο». Τοῦτο καὶ ἐπὶ γῆς ὁρῶμεν γινόμενον ἐπὶ κατόπτρου ἢ ὕδατος· δεξάμενα γὰρ τὴν τοῦ ἡλίου ἀκτῖνα, ἄλλην ἀφ’ ἑαυτῶν ἀκτῖνα ποιεῖ. Καὶ ἡμεῖς τοίνυν, εἴτε καταλιπόντες τὸ περίγειον σκότος ἄνω γενοίμεθα, φωτοειδεῖς γενησόμεθα, τῷ ἀληθινῷ φωτὶ τοῦ Χριστοῦ ἐμπελάσαντες, εἴτε τὸ φῶς τὸ ἀληθινόν, «τὸ ἐν τῇ σκοτίᾳ λάμπον», καὶ μέχρις ἡμῶν καταβαίη, καὶ ἡμεῖς φῶς ἐσόμεθα καθά ποί φησι τοῖς μαθηταῖς ὁ Κύριος. Οὕτως ἡ θεοποιὸς δωρεὰ τοῦ Πνεύματος φῶς ἐστιν ἀπόρρητον καὶ φῶς ποιεῖ θεῖον τοὺς πλουτήσαντας αὐτήν, οὐ φωτὸς μόνον πληρώσασα τούτους ἀϊδίου, ἀλλὰ καὶ γνῶσιν καὶ ζωὴν θεοπρεπῆ χαρισαμένη.

Οὕτως ὁ Παῦλος οὐκέτι τὴν κτιστὴν ζωήν, ἀλλὰ «τὴν τοῦ ἐνοικήσαντος ἀΐδιον ζωήν» κατὰ τὸν θεῖον ἔζη Μάξιμον· οὕτως οἱ προφῆται ὡς ὄντα ἑώρων τὰ μήπω γεγονότα· οὕτως εἶδε τὸν Θεὸν ὅστις οὐκ ἀλλοτρίῳ, ἀλλὰ φυσικῷ συμβόλῳ πνευματικῶς ἑώρακεν αὐτόν· οὐ φυσικὸν δὲ λέγω σύμβολον Θεοῦ, ὃ καὶ τοῦτ’ αὐτὸ μόνον σύμβολόν ἐστιν, ὅπερ ἂν αἰσθήσει ᾗ αἰσθήσει βλέπηταί τε ἢ ἀκούηται καὶ δι’ ἀέρος ἐνεργῆται· ἐπεὶ ὅταν ὀφθαλμὸς ὁρῶν, οὐχ ὡς ὀφθαλμὸς ὁρᾷ, ἀλλ’ ὡς τῇ δυνάμει τοῦ Πνεύματος διανοιχθείς, οὐκ ἀλλοτρίῳ συμβόλῳ τὸν Θεὸν ὁρᾷ, καὶ τοῦθ’ ἡμεῖς «αἴσθησιν ὑπὲρ αἴσθησίν» φαμεν.

Γνώρισμα μέντοι τοῦ φωτὸς ἐκείνου, κατάπαυσις τῶν μὴ καλῶν ἡδονῶν τε καὶ παθῶν ἐγγινομένη τῇ ψυχῇ, λογισμῶν εἰρήνη καὶ κατάστασις, ἀνάπαυσις καὶ χαρὰ πνευματική, περιφρόνησις ἀνθρώπων δόξης, ταπείνωσις ἀγαλλιάσει ἀπορρήτῳ συνημμένη, κόσμου μῖσος, οὐρανίων ἔρως, μᾶλλον δὲ μόνου τοῦ Θεοῦ τῶν οὐρανῶν· πρὸς δὲ τούτοις, εἰ καὶ τοὺς ὀφθαλμοὺς τοῦ βλέποντος οὐ περικαλύψειέ τις τηνικαῦτα μόνον, ἀλλὰ καὶ ἐξορύξειεν, οὐδὲν ἧττον τηλαυγῶς ὁρᾷ τὸ φῶς. Πῶς ἂν οὖν πεισθείη τις τῷ δι’ ἀέρος ὁρατὸν τοῦτο ἀποφαινομένῳ καὶ κατὰ μηδὲν λογικῇ ψυχῇ λυσιτελές, ὡς ταῖς σωματικαῖς αἰσθήσεσι προσῆκον; Ἀλλ’ ὁ θεατὴς ἐκεῖνος, νοῶν ὡς οὐ τῇ αἰσθήσει ᾗ αἰσθήσει θεώμενός ἐστι, νῷ οἴεται ὁρᾶν· ἐξετάζων δὲ καὶ ἀνασκοπούμενος, οὐδ’ ἐκεῖνον εὑρίσκει περὶ τὸ φῶς ἐκεῖνο ἐνεργοῦντα· καὶ τοῦτ’ ἐστὶν ὃ «νόησιν ὑπὲρ νόησίν» φαμεν, τοῦτο διὰ τούτων λέγοντες ὡς ὁ ἔχων νοῦν καὶ αἴσθησιν ὁρᾷ, ὑπὲρ ταῦτα δὲ ἀμφότερα. Μὴ μέντοι τοῦ μεγάλου Διονυσίου πρὸς Τιμόθεον λέγοντος ἀκούων, ὡς «τὰς αἰσθήσεις κατάλιπε καὶ τὰς νοερὰς ἐνεργείας καὶ πρὸς τὸ ὄντως ὂν ἀνατάθητι», μὴ δύνασθαι λογίσῃ τότε τὸν ἄνθρωπον διανοεῖσθαι ἢ ὁρᾶν· οὐ γὰρ ἀποβολὴν πάσχει τούτων τῶν δυνάμεων, εἰ μὴ κατ’ ἔκπληξιν· τοῦ δὲ κατὰ τὴν ἕνωσιν φωτὸς καὶ τῆς κατὰ τοῦτο ἐνεργείας τὰς νοερὰς ἐνεργείας παντάπασιν ἀπολιμπάνεσθαι διδάσκου.

Καὶ τοῦτο δείκνυσι σαφῶς ὁ κορυφαῖος καὶ θεμέλιος τῆς Ἐκκλησίας Πέτρος· κατὰ γὰρ τὴν ὥραν τῆς ἱερᾶς πεντηκοστῆς ἐκείνην, καθ’ ἣν τῆς ἀπορρήτου καὶ θείας ἠξιοῦτο ἑνώσεως, καὶ τοὺς συμπεφωτισμένους ᾔδει καὶ τοὺς συνειλεγμένους ἑώρα καὶ τῶν πρὸς αὐτῶν λεγομένων ἠκροᾶτο καὶ τοῦ διαστήματος τῆς ἡμέρας ἐπῃσθάνετο· «Τρίτη» γάρ φησίν «ἐστιν ὥρα τῆς ἡμέρας». Τὸ γὰρ ἐπικαλυπτομένου τοῦ ἀνθρωπίνου νοῦ παρὰ τῆς ἐνεργείας τοῦ ἁγίου Πνεύματος ἐξεστηκότας τοὺς ἐνεργουμένους γίνεσθαι παρὰ τὴν ἐπαγγελίαν ἐστὶ τῆς θείας ἐπιδημίας. Οὐ γὰρ ἔκφρων γίνεται ὁ θεόληπτος· ὅλως δέ τινα λόγον ἔχει ἐκ τοῦ τῆς σοφίας Πνεύματος μεμηνότι παραπλήσιον γίνεσθαι· τὸ φῶς γὰρ τοῦτο καὶ σοφία ἐστὶ Θεοῦ, ἐγγινομένη τῷ τεθεωμένῳ καὶ μὴ χωριζομένη τοῦ Θεοῦ· «Δι’ αὐτοῦ» γάρ φησι «πᾶσα γνῶσις ἀποκαλύπτεται καὶ Θεὸς πρὸς ἀλήθειαν τῇ φιλουμένῃ ψυχῇ γνωρίζεται», ἀλλὰ καὶ δικαιοσύνη καὶ ἁγιότης καὶ ἐλευθερία. Ἄκουσον Παύλου· «Ὅπου τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία»· καὶ πάλιν· «Ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ καὶ δικαιοσύνη καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις».

Ἄκουσον τοῦ μεγάλου Βασιλείου· «Τὸ κινηθὲν ὑπὸ Πνεύματος ἁγίου κίνησιν ἀΐδιον, ζῶον ἅγιον ἐγένετο· ἔσχε δὲ ἀξίαν ἄνθρωπος, Πνεύματος εἰσοικισθέντος ἐν αὐτῷ, προφήτου, ἀποστόλου, ἀγγέλου Θεοῦ, ὢν πρότερον γῆ καὶ σποδός». Ἄκουσον τοῦ χρυσοῦ τὴν γλῶτταν Ἰωάννου· «Τὸ στόμα δι’ οὗ ὁ Θεὸς φθέγγεται στόμα ἐστὶ Θεοῦ· καθάπερ γὰρ τοῦτο τὸ στόμα τῆς ψυχῆς ἡμῶν ἐστι, καίτοι ψυχῆς οὐκ ἐχούσης στόμα, οὕτω καὶ τὸ στόμα τῶν προφητῶν στόμα ἐστὶ Θεοῦ». Ἄκουσον ἐπισφραγιζομένου ταῦτα τοῦ Κυρίου· μετὰ γὰρ τὸ εἰπεῖν «δώσω ὑμῖν στόμα καὶ σοφίαν ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν», ἐπήνεγκεν· «Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν».

Ταύτῃ γοῦν τῇ σοφίᾳ χρήσασθαι κακῶς οὐκ ἔνι· καὶ τί λέγω χρήσασθαι; Καὶ γὰρ οὐδὲ κτήσασθαι ταύτην ἔνι τὴν ἀρχήν, μὴ προκαθηράμενον διὰ πράξεως· καὶ τοῦτό ἐστι τὸ παρὰ τοῦ σοφοῦ Σολομῶντος λεγόμενον ὅτι «εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρτίας»· εἰ γὰρ καὶ φθάσει τὴν ἀρχὴν ἡμῖν ἐνῳκισμένη, ταῖς εἰσαγωγικαῖς καλῶς κεχρημένοις ἀρεταῖς, μεταβαλλόντων ἡμῶν ἐπὶ τὸ χεῖρον, ἀφίπταται. «Πνεῦμα γὰρ ἅγιον παιδείας ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων», κατὰ τὸν αὐτὸν Σολομῶντα.

Τὴν δ’ ἐκ φύσεώς τε καὶ μαθήσεως σοφίαν, κτήσαιτ’ ἄν τις καὶ τῶν τοὺς τρόπους πονηρῶν καὶ χρήσαιτ’ ἂν ταύτῃ καταλλήλως τοῖς τρόποις, ὥσπερ καὶ τῇ φύσει. Τοσοῦτο γοῦν αὕτη τῆς πνευματικῆς σοφίας ἀποδεῖ, ὁπόσον καὶ τοῦ Πνεύματος ἡ φύσις. Ποῦ τοιγαροῦν εἰσιν οἱ λέγοντες ὅτι διὰ μαθήσεως τὴν τῶν προφητῶν καὶ ἀποστόλων σοφίαν κτώμεθα;

Ὅτι δὲ διὰ τοῦ φωτὸς ἐκείνου καὶ ἡ πνευματικὴ σοφία δίδοται, σύνδυο κατὰ ταὐτὸν λεγόντων ἄκουσον. «Τῷ γὰρ μακαρίῳ» φησὶ «Παύλῳ τὸ ἐλλάμψαν ἐν τῇ ὁδῷ φῶς, δι’ οὗ καὶ εἰς τρίτον οὐρανὸν ἦρται καὶ μυστηρίων ἀλαλήτων ἀκουστὴς ἐγένετο, οὐ νοημάτων τις καὶ γνώσεως φωτισμὸς ἦν, ἀλλὰ δυνάμεως τοῦ ἀγαθοῦ Πνεύματος καθ’ ὑπόστασιν ἐν τῇ ψυχῇ ἔλλαμψις, οὗ τὴν ὑπερβολὴν τῆς λαμπρότητος οἱ τῆς σαρκὸς ὀφθαλμοὶ μὴ διενεγκόντες ἀπετυφλώθησαν, δι’ οὗ πᾶσά τε γνῶσις ἀποκαλύπτεται καὶ Θεὸς πρὸς ἀλήθειαν τῇ ἀξίᾳ καὶ φιλουμένῃ ψυχῇ γνωρίζεται». Τοῦτο τὸ φῶς καὶ ζωή ἐστιν ἀΐδιος, ἐνιεμένη τῷ τεθεωμένῳ καὶ μὴ χωριζομένη τοῦ Θεοῦ· οὕτως ὁ Παῦλος ἔλεγε· «Ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός». Οὕτω περὶ τοῦ Παύλου Μάξιμός φησιν ὡς «τὴν τοῦ ἐνοικήσαντος ἔζη θείαν καὶ ἀΐδιον ζωήν».

Οὕτω Βασίλειος ὁ μέγας εἶπεν· «Ἣν ζωὴν εἰς ἑτέρου ὑπόστασιν προΐεται τὸ Πνεῦμα, οὐ χωρίζεται αὐτοῦ, ἀλλ’ ὥσπερ πυρός, τὸ μέν ἐστιν ἡ συνοῦσα θερμότης, τὸ δὲ ἣν παρέχει τῷ ὕδατι ἢ ἑτέρῳ τινὶ τῶν τοιούτων, οὕτω καὶ αὐτὸ καὶ ἐν ἑαυτῷ ἔχει τὴν ζωὴν καὶ οἱ μετέχοντες αὐτοῦ ζῶσι θεοπρεπῶς, ζωὴν θείαν καὶ οὐράνιον κεκτημένοι». Αὕτη ἐστὶν ἡ ζωὴ ἣν οὖτος ἀλλαχοῦ «κίνησιν» προσεῖπε «πνευματικὴν καὶ ἀΐδιον», καὶ τὸν μετασχόντα ταύτης ἅγιον τελέσαι «γῆν ὄντα καὶ πηλὸν πρότερον». Ποῦ εἰσιν οἱ λέγοντες κτιστὴν τὴν θεουργὸν χάριν τοῦ Θεοῦ καὶ μηδὲν πλὴν τῆς ὑπερουσιότητος αὐτοῦ ἀΐδιον;

Ἀλλ’ ἐρεῖ τις ζωὴν λέγειν τοῦτον ἀΐδιον, ἀλλ’ οὐχὶ φῶς; Ἀλλ’ οἱ λέγοντες ἔλλαμψιν ἀΐδιον καὶ δόξαν ὁρατὴν ἀΐδιον φῶς δήπου λέγουσιν ἀΐδιον τοῖς ἁγίοις μόνοις μεθεκτόν. Ὅτι δὲ καὶ ὁ μέγας Βασίλειος φῶς οἶδε τοῖς τοιούτοις μεθεκτὸν νοερόν, προκόσμιόν τε καὶ ὑπερκόσμιον, εἴσῃ σαφῶς τὴν Ἑξαήμερον αὐτοῦ μετὰ χεῖρας λαβών· «Λογιζόμεθα» γάρ φησιν «ὅτι εἴπερ τι ἦν πρὸ τῆς τοῦ αἰσθητοῦ τούτου καὶ φθαρτοῦ κόσμου συστάσεως, ἐν φωτὶ ἂν ἦν δηλονότι· οὔτε γὰρ αἱ τῶν ἀγγέλων ἀξίαι, οὔτε πᾶσαι αἱ ἐπουράνιαι στρατιαί, οὔτε ὅλως εἴ τί ἐστιν ὠνομασμένον ἢ ἀκατονόμαστον τῶν λογικῶν φύσεων καὶ τῶν λειτουργικῶν πνευμάτων, ἐν σκότῳ διῆγε»· διὸ καὶ ἡμῖν ὁ αὐτὸς ἐπεύχεται ἐκεῖ λέγων· «Ὁ Πατὴρ τοῦ ἀληθινοῦ φωτός, ὁ τὴν ἡμέραν κοσμήσας τῷ οὐρανίῳ φωτί, ὁ τὴν νύκτα φαιδρύνας ταῖς αὐγαῖς τοῦ πυρός, ὁ τοῦ μέλλοντος αἰῶνος τὴν ἀνάπαυσιν εὐτρεπίσας τῷ νοερῷ καὶ ἀπαύστῳ φωτί, φωτίσειεν ἡμῶν τὰς καρδίας ἐν ἐπιγνώσει τῆς ἀληθείας».

Ὅτι δὲ τὸ νοερὸν τοῦτο καὶ προκόσμιον καὶ ἄπαυστον φῶς αὐτός ἐστιν ὁ Θεός, Γρηγόριος ὁ τῆς θεολογίας ἐπώνυμος σαφῶς ἐξεῖπε· «Βουληθεὶς» γάρ φησιν «ὁ Θεὸς τόνδε τὸν κόσμον συστήσασθαι, τοῖς μὲν ἀϊδίοις αὐτός ἐστι φῶς καὶ οὐκ ἄλλο· τί γὰρ ἔδει φωτὸς ἑτέρου τοῖς τὸ μέγιστον ἔχουσι;» Τοῦτο δὴ τὸ φῶς καὶ πῦρ ἐστι θεῖον καὶ ἄϋλον, ψυχὰς φωτίζειν πεφυκός. Τοῦτο γάρ, κατὰ τὸν μέγαν αὖθις φάναι Βασίλειον, κἀν τοῖς ἀποστόλοις ἐνήργησεν, ἡνίκα ἐλάλουν πυρίναις γλώσσαις, ὃ καὶ Παῦλον περιλάμψαν, τὴν μὲν αἴσθησιν τῆς ὄψεως αὐτοῦ ἠμαύρωσε, τοὺς δὲ ὀφθαλμοὺς τῆς καρδίας ἐφώτισεν· οὐ γὰρ χωρεῖ σαρκὸς ὅρασις ἐκείνου τοῦ φωτὸς τὴν δύναμιν· τοῦτο τὸ πῦρ ὤφθη Μωυσῇ ἐν τῇ βάτῳ· τοῦτο ἐν εἴδει ὀχήματος τὸν Ἠλίαν ἐκ τῆς γῆς ἀνήρπασε· τούτου τοῦ πυρὸς τὴν ἐνέργειαν ζητῶν ὁ μακάριος Δαυὶδ ἔλεγε· «Δοκίμασόν με, Κύριε, καὶ πείρασόν με, πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου». Τοῦτο τὸ πῦρ τὴν καρδίαν Κλεόπα καὶ τοῦ σὺν αὐτῷ ἐθέρμανε, λαλοῦντος τοῦ Σωτῆρος αὐτοῖς μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν. Καὶ οἱ ἄγγελοι δὲ καὶ τὰ λειτουργικὰ πνεύματα τούτου τοῦ πυρὸς μετέχουσι κατὰ τὸ γεγραμμένον· «Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα».

Τοῦτο τὸ πῦρ τὴν ἐν τῷ ὀφθαλμῷ δοκὸν κατακαῖον, καθαρὸν τὸν νοῦν ἀποκαθίστησιν, ἵνα τὸ κατὰ φύσιν ἀπολαβὼν διορατικὸν μὴ τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ κάρφος ὁρᾷ, ἀλλὰ διηνεκῶς τὰ τοῦ Θεοῦ θαυμάσια κατανοῇ κατὰ τὸν λέγοντα· «Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου».

Τοῦτο τὸ πῦρ δαιμόνων ἐστὶ φυγαδευτήριον καὶ κακίας πάσης ἀναλωτικόν, ἁμαρτίας ἀναιρετικόν, ἀναστάσεως δύναμις καὶ ἀθανασίας ἐνέργεια, ψυχῶν ἁγίων φωτισμὸς καὶ λογικῶν δυνάμεων σύστασις. Τοῦτο καὶ ἡμεῖς εὐξώμεθα φθάσαι καὶ εἰς ἡμᾶς, ἵνα πάντοτε ἐν τῷ φωτὶ περιπατοῦντες, μηδέποτε κἂν προσβραχὺ προσκόψωμεν.

Ὁ δὲ Χρυσόστομος θεολόγος διδάσκων τί ἐστι τὸ φῶς ὃ «ῥαγήσεται πρώϊμον» τῷ ἐλεοῦντι, «οὐ τοῦτό» φησίν «ἐστι τὸ αἰσθητόν, ἀλλ’ ἕτερον πολλῷ βέλτιον, ὃ τὸν οὐρανὸν ἡμῖν δείκνυσι καὶ τοὺς ἀγγέλους καὶ τὰς αὐλὰς τὰς βασιλικάς· ἂν γὰρ τοῦ φωτὸς τούτου καταξιωθῇς καὶ ταῦτα ὄψει, καὶ ἀπαλλαγήσῃ γεέννης καὶ ἀπελεύσῃ· ἔνθα ἀπέδρα ὀδύνη καὶ λύπη, ἔνθα πολλὴ ἡ χαρὰ καὶ ἡ εἰρήνη καὶ ἡ ἀγάπη, ἔνθα ζωὴ αἰώνιος καὶ δόξα ἄρρητος καὶ κάλλος ἄφραστον· πάντα τοίνυν φέρωμεν εὐκόλως, ἵνα τοῦ ἐνδύματος ἐπιτύχωμεν τῆς βασιλείας τῶν οὐρανῶν καὶ τῆς ἀπορρήτου δόξης ἐκείνης». Ἀλλὰ γὰρ εἰς ἀρχὴν ἑτέραν ἀναγαγόντες τὸν λόγον, ἐπανέλθωμεν εἰς τὰ τοῦ μεγάλου Μακαρίου, οἷς συνημμένως τὰς ἀρχὰς καὶ προτάσεις τῶν τοῦ κενόφρονος λόγων, ἀφ’ ὧν οἴεταί τι καθ’ ἡμῶν καὶ τῆς ἀληθείας συμπεραίνειν προθέντες εἰς μέσον ἀπελέγξομεν.