Τοῦτο τοίνυν ὁ μέγας Διονύσιος, ἀλλαχοῦ μὲν «ἀρχίφωτον ἀκτῖνα καὶ θεουργικὸν» καλέσας φῶς, ἐνταῦθα δὲ «θεοποιὸν δῶρον καὶ ἀρχὴν θεότητος», δηλαδὴ θεώσεως, πρὸς τὸν ἐρωτήσαντα πῶς ὑπὲρ θεαρχίαν, τουτέστιν ὑπὲρ ἀρχὴν θεότητος, ὑπάρχει ὁ Θεός, ἀποκρινόμενός φησιν ὡς εἰ Θεὸν ἀκούων ὁρώμενον «ἐν εἴδει, καὶ οὐ δι’ αἰνιγμάτων», καὶ ψυχῆς πρὸς σῶμα τρόπον τοῖς ἀξίοις ὡς οἰκείοις μέλεσι περιφυόμενον καὶ κατὰ τοσοῦτον ἑνούμενον αὐτοῖς ὡς ὅλον μὲν αὐτὸν περιχωρεῖν ἐκείνοις ὅλοις, ὅλους δὲ αὐτοὺς αὖθις ὁλικῶς ἐκείνῳ, καὶ «Πνεῦμα δι’ Υἱοῦ πλουσίως ἐφ’ ἡμᾶς χεόμενον», ἀλλ’ οὐ κτιζόμενον, καὶ μεταλαμβανόμενον ἡμῖν καὶ δι’ ἡμῶν λαλοῦν, ταῦτα τοίνυν ἀκούων, εἰ μὴ κατὰ τὴν ὑπερούσιον οὐσίαν νομίσεις ὁρᾶσθαι τὸν Θεόν, ἀλλὰ κατὰ τὴν θεοποιὸν δωρεάν τε καὶ ἐνέργειαν αὐτοῦ, τὴν χάριν τῆς υἱοθεσίας, τὴν ἀγένητον θέωσιν, τὴν κατ’ εἶδος ἐνυπόστατον ἔλλαμψιν, εἰ τοῦτο νοήσεις θεότητος ἀρχήν, τὸ θεοποιὸν δῶρον, τὸ μετεχόμενον καὶ ὁρώμενον καὶ ἑνούμενον ὑπερφυῶς, ὑπὲρ τὴν ἀρχὴν ταύτην ἐστὶν ἡ ὑπεράρχιος οὐσία τοῦ Θεοῦ. Ἐκείνη μὲν γὰρ σχέσις, εἰ καὶ μὴ φυσική, καὶ ἄσχετος, οὐχ ὡς ὑπερφυὴς μόνον, ἀλλὰ καὶ ὡς σχέσις· πῶς γὰρ ἡ σχέσις σχέσιν αὖθις ἕξει; Ἡ δὲ οὐσία τοῦ Θεοῦ οὐχ ὡς σχέσις ἄσχετος, ἀλλ’ ὡς καὶ αὐτῶν τῶν ὑπερφυῶν σχέσεων ἐπέκεινα.