Καὶ μὴν ἐροίμην ἂν ἡδέως τὸν λέγοντα ἓν εἶναι μόνον ἄναρχον τὴν οὐσίαν τοῦ Θεοῦ, τὰ δὲ παρὰ ταύτην γενητῆς φύσεως, παντοδύναμον ἡγεῖται ταύτην ἢ οὔ; Οἷον τί λέγω; Ἔχει τὸ γνωστικόν, τὸ προγνωστικόν, τὸ δημιουργικόν, τὸ συνεκτικόν, τὸ προνοητικόν, τὸ θεουργικὸν καὶ ἁπλῶς πάντα τὰ τοιαῦτα, ἢ οὐκ ἔχει; Εἰ μὲν γὰρ οὐκ ἔχει, οὐδὲ Θεός ἐστι λοιπὸν ἡ μόνη αὕτη ἄναρχος οὐσίας. Εἰ δὲ ἔχει, εἰ μὲν ὕστερόν ποτε ταύτας τὰς δυνάμεις προσεκτήσατο, λοιπὸν ἦν ὅτε ἀτελὴς ἦν, ταὐτὸν δ’ εἰπεῖν οὐδὲ Θεός. Εἰ δ’ ἐξ ἀϊδίου εἶχε ταύτας τὰς δυνάμεις, οὐχ ἓν μόνον ἄναρχον ἡ οὐσία τοῦ Θεοῦ, ἀλλὰ καὶ τῶν ταύτης δυνάμεων ἑκάστη τούτων. Μία δὲ ἄναρχος οὐσία, ἡ οὐσία τοῦ Θεοῦ· τῶν γὰρ ἐν αὐτῇ τοιούτων δυνάμεων οὐδεμία ἐστὶν οὐσία· πᾶσαι δ’ ἐξ ἀνάγκης ἔνεισιν ἀεὶ τῇ οὐσίᾳ τοῦ Θεοῦ, ὡς δι’ ἀμυδρᾶς εἰπεῖν εἰκόνος, καθάπερ αἱ τῶν αἰσθήσεων δυνάμεις ἐν τῇ λεγομένῃ κοινῇ κατὰ ψυχὴν αἰσθήσει· καὶ τοῦτό ἐστι τὸ φανερὸν καὶ ἀσφαλὲς καὶ ἀνωμολογημένον δόγμα τῆς Ἐκκλησίας, ἀλλ’ οὐκ ἐκεῖνο, ἄπαγε. Καὶ γὰρ ὡς μία ἄναρχος οὐσία, ἡ οὐσία τοῦ Θεοῦ, αἱ δὲ παρὰ ταύτην οὐσίαι γενητῆς εἰσι φύσεως, παρὰ τῆς μόνης ἀνάρχου καὶ μόνης οὐσιοποιοῦ οὐσίας γεγονυῖαι, τὸν ἴσον τρόπον καὶ μία προνοητικὴ δύναμις ἄναρχος, ἡ τοῦ Θεοῦ, αἱ δὲ παρὰ ταύτην γενητῆς φύσεως ὑπάρχουσι, κἀπὶ τῶν ἄλλων ἁπασῶν τοῦ Θεοῦ φυσικῶν δυνάμεων ὡσαύτως.