Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ὑπὲρ τῶν ἱερῶς ἡσυχαζόντων

Γρηγόριος Παλαμᾶς

Τριάδα Γ', Λόγος 2ος: Οι άναρχες και άκτιστες θείες ενέργειες

Θεολογική απόδειξη ότι οι ιδιότητες και οι ενέργειες του Θεού είναι άκτιστες και προαιώνιες, διατηρώντας παράλληλα τη θεία απλότητα, σε αντίθεση με τη θεωρία των κτιστών δωρεών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 8 από 9

ΤΟΥ ΑΥΤΟΥ ΚΑΤΑΛΟΓΟΣ ΤΩΝ ἘΚΒΑΙΝΟΝΤΩΝ ἈΤΟΠΩΝ ἘΚ ΤΩΝ ΤΟΥ ΦΙΛΟΣΟΦΟΥ ΠΡΟΤΑΣΕΩΝ ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ ΚΑΤΑ ΔΕΥΤΕΡΩΝ ᾜρετό τις τῶν εἰσαγομένων εἰ δυνατὸν ἀνθρώπῳ τῇ προειρημένῃ διαρκεῖν καταστάσει. Συμεώνης τοίνυν ὁ περιδέξιος καὶ πολὺς ἀμφότερον, ἡδύς τε καὶ ἔνθεος Μεταφραστής, ὡς ἐκ προσώπου τοῦ μεγάλου Μακαρίου πρὸς τὸν ἐρωτήσαντά φησιν· «Ἡ μὲν χάρις οὐκ ἔστιν ὅτε μὴ σύνεστι καὶ ὡς φυσικόν τι καὶ πεπηγὸς ἐγγίνεται τῷ ἀνθρώπῳ ὧ σύνεστι· μία δὲ οὖσα, πολυτρόπως ὡς ἐθέλει πρὸς τὸ τοῦ ἀνθρώπου συμφέρον οἰκονομεῖ καὶ τὸ φῶς ἔστι μὲν ὅτε μᾶλλον ἐκλάμπει, ἔστι δ’ ὅτε καὶ συστέλλεται, καίτοι γε τῆς λαμπάδος ἄσβεστα καιομένης· ὅταν δὲ φαιδρυνθῇ πλέον, τότε καθάπερ ἐν μέθῃ πλείονι τῆς τοῦ Θεοῦ ἀγάπης καὶ ὁ ἄνθρωπος ἐξετάζεται».

Ἐν δὲ τῷ ἑβδομηκοστῷ τετάρτῳ κεφαλαίῳ πάλιν φησίν· ἡ καθαρὰν τὴν ἰδίαν ἀπολαβοῦσα φύσιν ψυχὴ «τρανοῖς καὶ ἀνεπικωλύτοις ὀφθαλμοῖς τὴν δόξαν τοῦ ἀληθινοῦ φωτὸς κατοπτεύει» καὶ οἱ τοιοῦτοι ἄνθρωποι, «καίτοι τὸ βάρος περικείμενοι τῆς σαρκός, ἀλλ’ οὖν διὰ τὸν ἀρραβῶνα τοῦ Πνεύματος ἐν τῷ ἀσφαλεῖ αὐτοῖς κεῖται τὰ τῶν ἐλπίδων καὶ ὅτι συμβασιλεύσουσι τῷ Χριστῷ καὶ ἐν πλεονασμῷ καὶ περιουσίᾳ Πνεύματος ἔσονται οὐδὲν αὐτοῖς τὸ ἐνδοιαζόμενον· αὐτόθεν γὰρ ἤδη πρὸς ἐκεῖνον ἁρπάζονται τὸν αἰῶνα καὶ τὰ ἐκεῖ κάλλη καὶ θαύματα καθορῶσι· καθάπερ γὰρ ὁ σωματικὸς ὀφθαλμός, ἀπαθῶς τε καὶ ὑγιῶς ἔχων, ταῖς ἡλιακαῖς αὐγαῖς θαρρούντως ἐνατενίζει, οὕτω καὶ οὗτοι, φωτεινῷ χρώμενοι καὶ διακεκαθαρμένῳ τῷ νῷ, τὰς ἀδύτους αὐγὰς Κυρίου διαπαντὸς ἐποπτεύουσι».

Καὶ πάλιν· «Ἡ τοιαύτη» φησὶ «τοῦ Πνεύματος ἔλλαμψις οὐχ οἷον νοημάτων μόνον ἀποκάλυψίς ἐστι καὶ φωτισμὸς χάριτος, ὥσπερ εἴρηται, ἀλλ’ ὑποστατικοῦ φωτὸς ἐν ταῖς ψυχαῖς βεβαία καὶ διηνεκὴς ἔλλαμψις· τὸ γὰρ εἰπεῖν ἐκ σκότους φῶς λάμψαι ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Χριστοῦ, καὶ τό· Φώτισον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον, τουτέστιν ἵνα μὴ λυομένης τῆς σαρκός, ἡ ψυχὴ ἐπισκοτῆται τῷ τοῦ θανάτου τῆς κακίας καλύμματι, πρὸς δὲ καὶ τό· Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου, καὶ τό· Ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου, αὐτά με ὁδηγήσουσι καὶ ἄξουσιν εἰς ὄρος ἅγιόν σου καὶ εἰς τὰ σκηνώματά σου, ἀλλὰ μὴν καὶ τό· Ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε, τὴν αὐτὴν ἀκολουθίαν τοῦ σκοποῦ παρίστησι». Καὶ «τῷ μακαρίῳ δέ» φησι «Παύλῳ τὸ ἐλλάμψαν ἐν τῇ ὁδῷ φῶς, δι’ οὗ καὶ εἰς τρίτον οὐρανὸν ᾖρται καὶ μυστηρίων ἀλαλήτων ἀκουστὴς ἐγένετο, οὐ νοημάτων τις καὶ γνώσεως φωτισμὸς ἦν, ἀλλὰ δυνάμεως τοῦ ἀγαθοῦ Πνεύματος καθ’ ὑπόστασιν ἐν τῇ ψυχῇ ἔλλαμψις οὗ τὴν ὑπερβολὴν τῆς λαμπρότητος οἱ τῆς σαρκὸς ὀφθαλμοὶ μὴ διενεγκόντες ἀπετυφλώθησαν, δι’ οὗ πᾶσά τε γνῶσις ἀποκαλύπτεται καὶ Θεὸς πρὸς ἀλήθειαν τῇ ἀξίᾳ καὶ φιλουμένῃ ψυχῇ γνωρίζεται».

Ταῦτα μὲν ταύτῃ· θαυμαστὸν δὲ οὐδέν, εἰ ἐν κρίσει τοὺς λόγους οἰκονομοῦντες οἱ ἅγιοι καὶ τῇ τῶν ἀκροωμένων δυνάμει σύμμετρον τὴν διδασκαλίαν ἀποδιδόντες πολυτρόπως τὰς ὁράσεις ταύτας διερμηνεύουσιν. Ὁ μέντοι θεῖος καὶ πιστὸς ἑρμηνεὺς Συμεών, ἐκ τοῦ διὰ πείρας καλῶς εἰδότος τὰς μυστικὰς καὶ τελεστικὰς ἐνεργείας τοῦ Πνεύματος μυηθείς, ὡς ἀπ’ ἐκείνου πάλιν φησίν· «Ἀκούοντες τοῦ λόγου τῆς βασιλείας καὶ πρὸς δάκρυα καταγόμενοι, μὴ τοῖς ἡμετέροις τούτοις ἐναπομείνωμεν δάκρυσι, μηδὲ τῇ ἡμῶν ἀκοῇ, ὡς καλῶς ἀκούσαντες, μηδὲ τοῖς ὀφθαλμοῖς, ὡς καλῶς ἰδόντες, καὶ ἀρκούντως ἔχειν ἑαυτοὺς λογισώμεθα· καὶ γὰρ εἰσὶν ἕτερα ὦτα καὶ ἕτεροι ὀφθαλμοὶ καὶ κλαυθμοὶ ἕτεροι, ὡς δὲ καὶ διάνοια καὶ ψυχὴ ἑτέρα, ὅπερ ἐστὶν αὐτὸ τὸ θεϊκὸν Πνεῦμα καὶ ἐπουράνιον, τὸ ἀκοῦόν τε καὶ κλαῖον, εὐχόμενόν τε καὶ γινῶσκον καὶ τὸ τοῦ Θεοῦ θέλημα ἐν ἀληθείᾳ ποιοῦν· τοῖς μέντοι τὴν ἀρετὴν ἄκροις καὶ ὧν ἐνεργῶς τὸ νοερὸν φῶς ταῖς καρδίαις ἐνέλαμψεν ἐπίδηλα ταῦτα καὶ καταφανῆ γίνεται. Τελείων γάρ, ὁ μακάριός φησι Παῦλος, ἡ στερεὰ τροφή, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένων πρὸς τὴν τοῦ καλοῦ τε καὶ κακοῦ διάκρισιν· ἀλλὰ καὶ ὁ θεῖος Πέτρος φησί· Καὶ ὑμεῖς ἔχοντες τὸν προφητικὸν λόγον, ᾧ καλῶς ποιεῖτε προσέχοντες, ὡς λύχνῳ φαίνοντι ἐν αὐχμηρῷ τόπῳ, ἕως οὖ ἡμέρα διαυγάσῃ καὶ φωσφόρος ἀνατελεῖ ἐν ταῖς καρδίαις ὑμῶν».

Ὁ δὲ Βαρλαάμ, τὰ τοιαῦτα πάντα παρ’ οὐδὲν θέμενος, ἀλλὰ καὶ προθέμενος ὡς τοῦ Μασσαλιανῶν ὑπάρχοντα δόγματος, τοῦ προστάτου τούτων Βλαχερνίτου ποιεῖται συλλήβδην ἅπαντα καὶ ἀσεβεῖς αὐτὸς φανερῶς ἀποφηνάμενος εἶναι τοὺς ἀΐδιον ἄλλο τι παρὰ τὴν οὐσίαν τοῦ Θεοῦ λέγοντας τὸ τὴν ἀΐδιον δόξαν τοῦ Θεοῦ ὁρᾶν τῷ Βλαχερνίτῃ τούτῳ φέρων χαρίζεται. Ποῦ γὰρ ἐκεῖνος εὕρηται μὴ τὴν οὐσίαν ὁρατὴν λέγων τοῦ Θεοῦ, ἀλλὰ τὴν ἀΐδιον δόξαν; Εἰ γὰρ τοῦτ’ εἶπεν, ὡς μεταμαθόντα τὴν εὐσέβειαν, πάσης ἂν ἡμεῖς τοῦτον ἀπελύσαμεν αἰτίας, ἐπεὶ καὶ Στέφανος τὴν ὑπερουράνιον «εἶδε δόξαν τοῦ Θεοῦ». Τίς γὰρ ἦν χρεία «τοὺς οὐρανοὺς διανοιγῆναι», εἰ μὴ τὴν ὑπὲρ αὐτοὺς δόξαν ὁ θεατὴς αὐτῆς ἐκεῖνος ἔμελλεν ὁρᾶν; Ἀλλὰ καὶ τοῖς ὀφθαλμοῖς εἶδεν· «Ἀτενίσας γάρ» φησιν «εἶδεν». Ἀλλὰ καὶ ὑπὲρ αἴσθησιν ἑώρακεν αὐτήν· ποία γὰρ ὄψεως ἰσχὺς μέχρις αὐτῶν ἐλθεῖν τῶν ὑπερουρανίων δυνηθείη ἄν; Γρηγόριος δὲ ὁ τῆς θεολογίας ἐπώνυμος λέγων τῆς «ἀϊδίου δόξης» τοὺς ἀγγέλους «θεωρούς», μὴ καὶ αὐτὸς Τραπεζούντιος ὁ Βλαχερνίτης ἦν;

Ῥαδίως δ’ ἂν αὐτὸς οἶμαι καὶ τοὺς ἐν οὐρανοῖς ἀγγέλους ὑπὸ τῆς πλάνης ἁλῶναι φαίης, ὁ τοὺς κατ’ ἐκείνους ἐν γῇ βιοῦν ᾑρημένους ἐγκρίναι τοῖς κακοδόξοις τολμήσας, τούς γε μὴν ἐξυμνοῦντας τὴν μοναρχικωτάτην Τριάδα ὡς φυσικὴν συναΐδιον δόξαν προβαλλομένην καὶ ἐπιποθοῦντας τὴν ἄφθεγκτον ἰδεῖν αὐγήν· ἦ μὴν καὶ τούτους τοῖς Μασσαλιανοῖς ἐναριθμήσωμεν; Τοὺς δ’ ἐπευχομένους ὑπὸ τῆς οὐσιώδους αἴγλης καταυγασθῆναι τοῦ Θεοῦ καὶ τυχεῖν οὕτω τῆς φωτοδότιδος αὐγῆς, ποίας ἐροῦμεν αὐτοὺς αἴγλης καὶ αὐγῆς ἐρᾶν; Οὐ γὰρ ἡ γνῶσις, ἣν σὺ μόνην λέγεις θεῖον φῶς, οὐσιώδης αἴγλη τοῦ Θεοῦ ἐστιν. Οἱ δ’ ἰδόντες τὴν κεκρυμμένην ἀστραπὴν ὑπὸ τὴν σάρκα τῆς οὐσιώδους εὐπρεπείας τοῦ Χριστοῦ, τίνα σοι δοκοῦσιν ἀστραπὴν ἰδεῖν; Οὐ γὰρ δὴ τὸ αἰσθητὸν φῶς οὐσιώδης ἐστὶν εὐπρέπεια Θεοῦ. Πῶς δὲ καὶ κτιστὸν τὸ τῆς ἀνωτάτω Τριάδος οὐσιῶδες φῶς;

Τί τοίνυν βουλόμενος Μασσαλιανῶν τὰ τοιαῦτα γράφεις εἶναι καὶ τοσούτοις τε καὶ τηλικούτοις ἀντιλέγεις, ἄνθρωπε; Ἆρα τοὺς Μασσαλιανοὺς ὀρθοδόξους ἢ τοὺς ὀρθοδόξους ἀποφῆναι Μασσαλιανοὺς καὶ μυσαρούς; Καὶ γὰρ ἐκ τῶν σῶν λόγων ἑκάτερον ἐκβαίη ἄν. Σὲ δὴ ποῦ χοροῦ τάξομεν ἡμεῖς; Ἀλλὰ τοῦτο μὲν ἀφῶμεν· μικρὸν γὰρ ὅσον ἔσται φανερόν. «Οἱ μὲν γὰρ τοῦ Βλαχερνίτου λόγοι» φησὶν «ὡς ἐν κεφαλαίῳ τοιοῦτοι· συμβαίνει δὲ τούτους τοῖς φανερωτάτοις σχεδὸν τῶν τῆς Ἐκκλησίας δογμάτων ἐναντίως ἔχειν· πρῶτον μὲν γάρ, ὄντος ὁμολογουμένου βεβαίως ἓν εἶναι μόνον ἄναρχον καὶ ἀτελεύτητον τὴν οὐσίαν τοῦ τὰ πάντα πεποιηκότος Θεοῦ, τὰ δὲ παρὰ ταύτην πάντα γενητῆς εἶναι φύσεως, καὶ μηδεμίαν ἄλλην ὀντότητα εἶναι μεταξὺ τῆς οὐσίας τοῦ Θεοῦ καὶ τῶν γενητῶν, οὗτος ἐτόλμησε μεταξύ τι θεῖναι». Ὢ τῆς ἀμαθίας, εἴπερ οἴεται τοῦτ’ εἶναι δόγμα τῆς Ἐκκλησίας βεβαίως ὁμολογούμενον· ὢ τῆς ἀπονοίας, εἴπερ ἤλπισέ τινα τῶν νοῦν ἐχόντων διὰ τῶν τοιούτων ἀπατήσειν ῥημάτων, καὶ ταῦτα τοῦ μεγάλου Διονυσίου «ἀνάρχους καὶ ἀτελευτήτους» διαρρήδην φάσκοντος καὶ τὰς ὑπὸ τοῦ Θεοῦ ἐγγινομένας ταῖς ὑπερκοσμίοις δυνάμεσιν ἐλλάμψεις, ᾧ συνωδὰ καὶ Γρηγόριος ὁ θεολόγος τὴν ὁρατὴν ἀγγέλοις δόξαν τοῦ Θεοῦ «ἀΐδιον» προσεῖπεν.

Ἀλλ’ οὗτος ὁ καινὸς θεολόγος, οὐκ οἶδ’ ὅθεν μυηθείς, «ἕν» φησι «μόνον ἄναρχον καὶ ἀτελεύτητον, ἡ οὐσία τοῦ Θεοῦ· τὰ δὲ παρὰ ταύτην πάντα γενητῆς ἐστι φύσεως», τουτέστι κτιστά ἐστι καὶ ἀρχὴν ἔσχε καὶ ἦν ὅτε οὐκ ἦν. Τὰ γοῦν περὶ τὴν οὐσίαν ταύτην, ὦ μακάριε, παρὰ ταύτην δήπουθεν· περὶ αὐτὴν γάρ εἰσιν. Οὐκοῦν οὐδὲν τῶν περὶ αὐτὴν ἄναρχον κατὰ τοὺς σοὺς λόγους, ἀλλ’ ἦν ὅτε οὐκ ἦν τὰ τοιαῦτα πάνθ’ ἁπαξαπλῶς· μόνον γὰρ ἄναρχον ἡ οὐσία κατὰ σέ. Οὐκοῦν ἦν ὅτε οὐκ ἦν ὁ Θεὸς Πατήρ· οὐκ οὐσία γὰρ τοῦτο, ἀλλὰ παρὰ τὴν οὐσίαν, περὶ τὴν οὐσίαν ὄν. Εἰ δὲ ἐξ ἀϊδίου ἐστὶ Πατὴρ καὶ ἄναρχόν ἐστιν αὐτῷ τὸ ἀγέννητον, μόνον δὲ κατὰ σὲ ἄναρχον ἡ οὐσία τοῦ Θεοῦ, τοῦτ’ αὐτό ἐστι τὸ ἀγέννητον οὐσία τοῦ Θεοῦ, ὃ τῶν Εὐνομίου κακοδόξων δογμάτων ἐστὶ τὸ κεφάλαιον. Ἀλλὰ καὶ τὸ γεννητόν, ἢ οὐκ ἀνάρχως ἔχει ὁ Υἱὸς καὶ ἦν ὅτε οὐκ ἦν γεννητῶς καὶ ἔσται ὅτε μή, ὡς καὶ Σαβέλλιος ἂν εἶεν, ἢ εἴπερ ἄναρχον αὐτῷ τὸ γεννητόν, τοῦτ’ αὐτό ἐστιν αὐτοῦ οὐσία, μόνης ἀνάρχου τῆς οὐσίας οὔσης· οὐ τῆς αὐτῆς ἄρ’ οὐσίας ὁ Υἱὸς ὑπάρχει τῷ Πατρί, ἀλλὰ καὶ τῆς ἀντικειμένης. Τοὺς αὐτοὺς δ’ ἄν τις φαίη λόγους καὶ περὶ τοῦ ἁγίου Πνεύματος καὶ ὥσπερ ἐκεῖ τοῖς ἀθετοῦσι τὴν τοῦ Υἱοῦ θεότητα, οὕτως ἐνταῦθα τοῖς πνευματομάχοις ἀναφανήσῃ συνιστάμενος.

Τοῦτο τοίνυν φανερὸν καὶ ἀνωμολογημένον δόγμα τῆς Ἐκκλησίας, παρ’ οὗ πᾶσα αἵρεσις ἀνεῖται, καθάπερ ἀπὸ πονηρᾶς τινος πηγῆς. Οὐκ ἄρα ἓν μόνον ἄναρχον ἡ οὐσία τοῦ Θεοῦ· καὶ γὰρ καὶ τὰ περὶ αὐτὴν ἀφοριζόμενα πάντα ἄναρχά ἐστιν, οἷον αἱ ὑποστάσεις, αἱ σχέσεις, αἱ διακρίσεις καὶ ἁπλῶς αἱ τῆς ὑπερουσίου θεογονίας ἐκφάνσεις ἅπασαι· καὶ τοῦτό ἐστιν ὁμολογούμενον, ἀλλ’ οὐκ ἐκεῖνο. Καὶ τοσοῦτο τοῦθ’ ὁμολογούμενόν ἐστιν ὡς μετὰ τὴν διὰ σαρκὸς θείαν ἐπιφάνειαν, μηδένα πω τολμῆσαι ἀποφήνασθαι, μηδὲ τῶν αἱρέσεσι περιπεσόντων πονηραῖς, ὃ διὰ τοῦ λέγειν οὗτος ἓν μόνον ἄναρχον τὴν οὐσίαν τοῦ Θεοῦ παρεισήγαγεν ἀρτίως, ὡς αἱ ὑποστάσεις τε πᾶσαι καὶ τὰ ὑποστατικὰ τῆς ἀνωτάτω Τριάδος ἅπαντα κτιστά.

Καὶ μὴν ἐροίμην ἂν ἡδέως τὸν λέγοντα ἓν εἶναι μόνον ἄναρχον τὴν οὐσίαν τοῦ Θεοῦ, τὰ δὲ παρὰ ταύτην γενητῆς φύσεως, παντοδύναμον ἡγεῖται ταύτην ἢ οὔ; Οἷον τί λέγω; Ἔχει τὸ γνωστικόν, τὸ προγνωστικόν, τὸ δημιουργικόν, τὸ συνεκτικόν, τὸ προνοητικόν, τὸ θεουργικὸν καὶ ἁπλῶς πάντα τὰ τοιαῦτα, ἢ οὐκ ἔχει; Εἰ μὲν γὰρ οὐκ ἔχει, οὐδὲ Θεός ἐστι λοιπὸν ἡ μόνη αὕτη ἄναρχος οὐσίας. Εἰ δὲ ἔχει, εἰ μὲν ὕστερόν ποτε ταύτας τὰς δυνάμεις προσεκτήσατο, λοιπὸν ἦν ὅτε ἀτελὴς ἦν, ταὐτὸν δ’ εἰπεῖν οὐδὲ Θεός. Εἰ δ’ ἐξ ἀϊδίου εἶχε ταύτας τὰς δυνάμεις, οὐχ ἓν μόνον ἄναρχον ἡ οὐσία τοῦ Θεοῦ, ἀλλὰ καὶ τῶν ταύτης δυνάμεων ἑκάστη τούτων. Μία δὲ ἄναρχος οὐσία, ἡ οὐσία τοῦ Θεοῦ· τῶν γὰρ ἐν αὐτῇ τοιούτων δυνάμεων οὐδεμία ἐστὶν οὐσία· πᾶσαι δ’ ἐξ ἀνάγκης ἔνεισιν ἀεὶ τῇ οὐσίᾳ τοῦ Θεοῦ, ὡς δι’ ἀμυδρᾶς εἰπεῖν εἰκόνος, καθάπερ αἱ τῶν αἰσθήσεων δυνάμεις ἐν τῇ λεγομένῃ κοινῇ κατὰ ψυχὴν αἰσθήσει· καὶ τοῦτό ἐστι τὸ φανερὸν καὶ ἀσφαλὲς καὶ ἀνωμολογημένον δόγμα τῆς Ἐκκλησίας, ἀλλ’ οὐκ ἐκεῖνο, ἄπαγε. Καὶ γὰρ ὡς μία ἄναρχος οὐσία, ἡ οὐσία τοῦ Θεοῦ, αἱ δὲ παρὰ ταύτην οὐσίαι γενητῆς εἰσι φύσεως, παρὰ τῆς μόνης ἀνάρχου καὶ μόνης οὐσιοποιοῦ οὐσίας γεγονυῖαι, τὸν ἴσον τρόπον καὶ μία προνοητικὴ δύναμις ἄναρχος, ἡ τοῦ Θεοῦ, αἱ δὲ παρὰ ταύτην γενητῆς φύσεως ὑπάρχουσι, κἀπὶ τῶν ἄλλων ἁπασῶν τοῦ Θεοῦ φυσικῶν δυνάμεων ὡσαύτως.

Οὐχ ἓν ἄρα μόνον ἄναρχον ἡ οὐσία τοῦ Θεοῦ, τὰ δὲ παρὰ ταύτην γενητῆς φύσεως ὑπάρχει.

Βούλεται δέ μοι ὁ λόγος, ὑπὸ τῆς αὐτοτελοῦς καὶ τὰ πάντα προειληφυίας ἐξ ἀπείρου φύσεως ὁδηγούμενος, οὐ δυνάμεις μόνον, ἃς καὶ «φυσικὰς ἐνεργείας» εὑρήσεις πολλαχοῦ τοῖς ἁγίοις πατράσι καλουμένας, ἀλλὰ καὶ ἔργα τοῦ Θεοῦ ἄναρχα διασαφῆσαι καὶ τοὺς πατέρας ἄριστα καὶ τοῦτ’ εἰπεῖν ὡς ἐν βραχεῖ τοῖς ἀπειθοῦσι δεῖξαι. Τί οὖν; Οὐκ ἔδει τοῦ ἔργου τῆς προνοίας καὶ πρὸ κτίσεως, ὥστ’ εἰς καιρὸν ἕκαστον τῶν κτιστῶς ὄντων ἐκ τοῦ μὴ ὄντος προελθεῖν;

Οὐκ ἔδει δὲ γνώσεως θεοπρεποῦς, ὥστε γνόντα πρότερον ἔπειτα ἑλέσθαι, κἂν μὴ χρονικῶς; Τί δὲ ἡ τοῦ Θεοῦ πρόγνωσις, ἆρ’ ἔστιν ὅτε ἤρξατο; Τῆς δὲ αὐτοπτικῆς ἐκείνης θεωρίας ἐννοήσειέ τις ἂν ἀρχὴν καὶ ἦν ὅτε ἤρξατο ὁ Θεὸς κινεῖσθαι τῇ ἑαυτοῦ θεωρίᾳ; Οὐμενοῦν. Μία τοιγαροῦν πρόνοια ἄναρχος, ἡ τοῦ Θεοῦ, ἔργον οὖσα τοῦ Θεοῦ· αἱ δὲ παρὰ ταύτην πρόνοιαι, γενητῆς εἰσι φύσεως· οὐκ ἔστι δὲ ἡ πρόνοια οὐσία τοῦ Θεοῦ· οὐχ ἓν ἄρα μόνον τὸ ἄναρχον ἡ οὐσία τοῦ Θεοῦ.

Καὶ μία πρόγνωσις ἄναρχός τε καὶ ἄκτιστος, ἡ τοῦ Θεοῦ· αἱ δὲ παρὰ ταύτην κατὰ φύσιν ἡμῖν ἐνυπάρχουσαι προγνώσεις ἀρχὴν ἔσχον πᾶσαι καὶ κτισταί εἰσι. Καὶ μία θέλησις ἄναρχος, ἡ τοῦ Θεοῦ, αἱ δὲ παρὰ ταύτην θελήσεις ἀρχὴν ἔσχον ἅπασαι· θέλησιν δὲ τὴν οὐσίαν τοῦ Θεοῦ οὐδ’ οἱ θελήσεως υἱὸν εἰπόντες τὸν Λόγον τοῦ Θεοῦ ἐτόλμησαν εἰπεῖν· οἱ δὲ προορισμοὶ καὶ ἀπ’ αὐτοῦ τοῦ ὀνόματος ἐμφαίνουσι τὴν πρὸ τῶν κτισμάτων ὕπαρξιν αὐτῶν· εἰ δέ τις ἐθελήσει μὴ καὶ προαιωνίους τούτους λέγειν, ἐξελεγχθήσεται παρὰ τοῦ Παύλου λέγοντος· καθὼς «προώρισε πρὸ τῶν αἰώνων ὁ Θεός».

Ἀλλὰ ταῦτα μὲν σαφῶς ἄναρχα ἔργα τοῦ Θεοῦ καὶ προαιώνια, οἷον ἡ πρόγνωσις, ἡ θέλησις, ἡ πρόνοια, ἡ αὐτοψία καὶ εἴ τι τούτοις παραπλήσιον· εἰ δ’ ἡ θεωρία καὶ πρόνοια καὶ πρόγνωσις, προορισμοί τε καὶ θέλησις ἄναρχα ἔργα τοῦ Θεοῦ ἐστι, καὶ ἡ ἀρετὴ ἄρα, καὶ γὰρ ἀρετὴ τούτων ἕκαστόν ἐστιν, ἀλλὰ καὶ ἡ ὀντότης, ἐπεὶ μὴ τῆς οὐσίας μόνης, ἀλλὰ καὶ παντὸς ὄντος προηγεῖται ἡ ὀντότης, πρῶτον γάρ ἐστιν· εἶτα ἀρετή ἐστιν ἢ θέλησις ἢ προορισμός; Καλῶς ἄρ’ ὁ πολὺς τὰ θεῖα Μάξιμός φησιν ὅτι «ἡ ὀντότης καὶ ἡ ζωὴ καὶ ἡ ἁγιότης καὶ ἡ ἀρετὴ ἔργα τοῦ Θεοῦ εἰσιν, οὐκ ἠργμένα χρονικῶς»· καὶ ἵνα μή τις ἐν αἰῶνι ταῦτ’ εἶναι νομίσῃ, κἂν μὴ χρονικῶς, ἐπήγαγεν· «Οὐκ ἦν γάρ ποτε ὅτε οὐκ ἦν ἀρετὴ καὶ ἀγαθότης καὶ ἁγιότης καὶ ἀθανασία». Πάλιν δὲ ἵνα μή τις οἰηθείη τὰ ἐν ἡμῖν τοῦτον λέγειν ἄναρχα, ἐπάγει ὅτι «τὰ ἠργμένα τῇ μετοχῇ τῶν οὐκ ἠργμένων καὶ εἰσὶ καὶ λέγονται· πάσης γὰρ ζωῆς καὶ ἀθανασίας, ἁγιότητός τε καὶ ἀρετῆς», δηλαδὴ τῆς φυσικῶς ἡμῖν ἐνυπαρχούσης, «δημιουργός ἐστιν ὁ Θεός».

Ταῦτα μὲν οὖν ἐν πεντηκοστῷ κεφαλαίῳ τῆς πρώτης Ἑκατοντάδος εἴρηκεν, ἐν δὲ τῷ τεσσαρακοστῷ ὀγδόῳ τῆς αὐτῆς «οὐσιωδῶς περὶ τὸν Θεὸν αὐτά» φησι «θεωρεῖσθαι» καὶ αὐτὰ εἶναι τὰ μεθεκτά, ὧν μετέχουσι τὰ ὄντα μετέχοντα καὶ ἠργμένα ἔργα χρονικῶς, ἀνάρχων ἔργων ἐκείνων ὄντων· «Οὐ γάρ ποτέ» φησι «πρεσβύτερον ἀρετῆς τὸ οὐκ ἦν, οὐδέ τινος ἄλλου τῶν εἰρημένων, οἷα τὸν Θεὸν ἔχοντα τοῦ εἶναι μονώτατον ἀϊδίως γεννήτορα».

Καὶ ἵνα μή τινι δόξῃ τὴν ὑπερουσιότητα ἐκείνην λέγειν, ᾗ κατὰ τὴν ἀπόλυσιν πάντων τῇ διανοίᾳ ἐπιβάλλομεν, ἐν τῷ τεσσαρακοστῷ ἐνάτῳ ἐφεξῆς εὐθὺς γράφων εἶπεν ὅτι καὶ «τῶν μεθεκτῶν ἀπειράκις ἀπείρως ὁ Θεὸς ὑπερεξῄρηται», τῆς ἀνάρχου δηλαδή, ταὐτὸν δ’ εἰπεῖν ἀκτίστου, ἐκείνης ἀγαθότητος καὶ ἁγιότητος καὶ ἀρετῆς. Οὔκουν ταῦθ’ ἁπλῶς ἡ ὑπερούσιος οὐσία τοῦ Θεοῦ ἐστιν, οὔθ’ ἡ ἄκτιστος ἀγαθότης, οὔτε ἡ ἀΐδιος δόξα ἢ ζωὴ καὶ τὰ τοιαῦτα.

Καὶ τούτων γὰρ ὡς αἴτιος ὁ Θεὸς ὑπερεξῄρηται. Ζωὴν δὲ λέγομεν αὐτὸν καὶ ἀγαθότητα καὶ τὰ τοιαῦτα, καλοῦντες αὐτὸν ἀπὸ τῶν παραστατικῶν ἐνεργειῶν τε καὶ δυνάμεων τῆς ὑπερουσιότητος ἐκείνης, ἐπεί, κατὰ τὸν μέγαν Βασίλειον, πίστωσις πάσης οὐσίας ἡ κατὰ φύσιν καθέστηκε ταύτης ἐνέργεια, τὸν νοῦν ἐπὶ τὴν φύσιν ἀνάγουσα· κατὰ δὲ τὸν Νύσσης θεῖον Γρηγόριον καὶ τοὺς ἄλλους πατέρας ἅπαντας, «ἐνέργειά ἐστι φυσική, ἡ δηλωτικὴ πάσης οὐσίας δύναμις, ἧς μόνον ἐστέρηται τὸ μὴ ὄν· τὸ γὰρ ὄν, οὐσίας τινὸς μετέχον, καὶ τῆς δηλούσης αὐτὴν φυσικῶς μεθέξει πάντως δυνάμεως». Ἀλλὰ καὶ ὡς ὅλον ἐν ἑκάστῃ ὄντα τῶν θεοπρεπῶν ἐνεργειῶν, ἀφ’ ἑκάστης ὀνομάζομεν αὐτόν, ἀφ’ οὗ διαδείκνυται καὶ τὸ πασῶν τούτων ὑπερεξῃρῆσθαι.

Πῶς γὰρ πολλῶν οὐσῶν θεοπρεπῶν ἐνεργειῶν, ὅλος ἐν ἑκάστῃ παντάπασιν ἀμερίστως ἐνυπῆρχεν ἂν καὶ ἀφ’ ἑκάστης ὅλος ἑωρᾶτό τε καὶ ἐκαλεῖτο διὰ τὸ τῆς ἀμεροῦς ἁπλότητος ὑπερφυές, εἰ μὴ τούτων ἁπασῶν ὑπερανέστηκε;

Καὶ μὴν εἰσὶν αἳ τῶν τοῦ Θεοῦ ἐνεργειῶν ἀρχὴν καὶ λῆξιν ἔσχον, ὡς καὶ τοῦτο πάντες οἱ ἅγιοι συμμαρτυρήσουσιν. Εἰ γὰρ καὶ ὁ πάντα δοκῶν ἀκριβῶς γινώσκειν οὗτος τὸ ἀρχὴν ἔχον ἅπαν καὶ κτιστὸν ἡγεῖται, διὸ καὶ ἓν εἶναι φήσας ἄναρχον τὴν οὐσίαν τοῦ Θεοῦ ἐπήνεγκεν ὡς ἀντιδιῃρημένον, «τὰ δὲ παρὰ ταύτην γενητῆς ὑπάρχει φύσεως», εἰ γοῦν ἐκεῖνος τὰ ἀρχὴν λαβόντα καὶ κτιστὰ ἅπαντα δοξάζει, ἀλλ’ ἡμεῖς πάσας μὲν τὰς τοῦ Θεοῦ ἐνεργείας ἀκτίστους ὑπαρχούσας οἴδαμεν, οὐ πάσας δὲ ἀνάρχους. Εἰ γὰρ καὶ μὴ τῆς δημιουργικῆς δυνάμεως, ἀλλὰ τῆς κατὰ ταύτην πράξεως, δηλαδὴ τῆς κατὰ τὰ δεδημιουργημένα ἐνεργείας, γέγονεν ἀρχὴ καὶ τέλος καὶ τοῦτ’ ἔδειξεν ὁ Μωυσῆς εἰπών· «Κατέπαυσεν ὁ Θεὸς ἀπὸ πάντων τῶν ἔργων, ὧν ἤρξατο ποιῆσαι».

Πῶς οὖν οὐκ ἄλλο παρὰ τὰς οἰκείας ἐνεργείας ἡ ὑπερουσιότης ἂν ἐκείνη εἴη; Ἀλλ’ ἐρεῖ τὰς ἀνάρχους ἐνεργείας ταὐτὸν ἐκείνῃ εἶναι; Ἀλλ’ εἰσὶν αἳ τούτων τέλος ἔσχον, εἰ καὶ μὴ ἀρχήν, ὃ καὶ περὶ τῆς τοῦ Θεοῦ προγνώσεως ὁ μέγας εἴρηκε Βασίλειος. Οὐκ ἄρα ταὐτὸν οὐδὲ ταῖς ἀνάρχοις ἐνεργείαις ἡ ὑπερούσιος οὐσία τοῦ Θεοῦ, δι’ ὧν καὶ ὅτι πάσης ἐνεργείας οἱασδηποτοῦν οὐ μόνον ὑπερεξῃρημένη δείκνυται ἐκείνη, ἀλλὰ καὶ «ἀπειράκις ἀπείρως» κατὰ τὸν πολὺν τὰ θεῖα Μάξιμον.

Ὁ δὲ μακάριος Κύριλλος, ἐνέργειά φησι θεοπρεπὴς καὶ δύναμίς ἐστι τὸ εἶναι πανταχῇ καὶ χωρεῖν μὲν διὰ πάντων τὸν Θεόν, χωρεῖσθαι δὲ ὑπ’ οὐδενός. Οὐ τοίνυν τοῦτο φύσις Θεοῦ τὸ εἶναι πανταχοῦ, εἴπερ μηδὲ ἡμῖν φύσις ἐστὶ τοῦτο μόνον τὸ εἶναί που. Τὸ γὰρ μηδαμῶς οὐσία ὄν, πῶς ἂν ἡμῶν οὐσία εἴη; Οὐκ ἄρα ταὐτὸν παντάπασιν ἐπὶ Θεοῦ οὐσία καὶ ἐνέργεια, εἰ καὶ ὅλος ἐν ἑκάστῃ ἐνεργείᾳ δείκνυται διὰ τὸ τῆς οὐσίας ἀμερές. Ἰωάννης δὲ ὁ Χρυσορρήμων οὐσιώδη ἐνέργειάν φησι Θεοῦ τὸ μηδαμοῦ εἶναι, οὐ τὸ μὴ εἶναι, ἀλλὰ τὸ ὑπερεῖναι τόπου καὶ χρόνου καὶ φύσεως. Σὺ τοίνυν τάχα καὶ τὸ μηδαμοῦ εἶναι οὐ τῆς οὐσίας, ἀλλ’ οὐσίαν τοῦ Θεοῦ ἐρεῖς, ὁ μηδεμίαν διαφορὰν εἰδὼς οὐσίας τε καὶ ἐνεργείας.

Ὁ δὲ μέγας Βασίλειος «πῶς οὐ καταγέλαστόν» φησι «τὸ δημιουργικὸν οὐσίαν εἶναι λέγειν, τὸ προνοητικὸν πάλιν οὐσίαν, τὸ προγνωστικὸν ὡσαύτως καὶ ἁπαξαπλῶς πᾶσαν ἐνέργειαν οὐσίαν τίθεσθαι;» Μάξιμος δὲ ὁ θεῖος «ἡ ἀγαθότης» φησὶ «καὶ πᾶν εἴ τι ἀγαθότητος ἐμπεριέχεται λόγῳ καὶ ἁπλῶς πᾶσα ζωὴ καὶ ἀθανασία καὶ ὅσα περὶ τὸν Θεὸν οὐσιωδῶς θεωρεῖται ἔργα Θεοῦ εἰσι καὶ οὐκ ἠργμένα χρονικῶς· οὐ γάρ ποτε πρεσβύτερον ἀρετῆς τὸ οὐκ ἦν, οὐδέ τινος ἄλλου τῶν εἰρημένων, κἂν τὰ μετέχοντα αὐτῶν κατ’ αὐτὰ ἦρκται τοῦ εἶναι χρονικῶς». Οὐδὲν ἄρα τῶν τοιούτων οὐσία τοῦ Θεοῦ ἐστιν, οὔτε ἡ ἄκτιστος ἀγαθότης, οὔτε ἡ ἄναρχος καὶ ἀΐδιος ζωή· οὐ γὰρ ἐκ τῶν κατ’ αὐτόν, ἀλλ’ ἐκ τῶν περὶ αὐτὸν τὰ τοιαῦτα πάντ’ ἐστίν.

Ἔτι, κοινῇ πάντες οἱ ἅγιοι πατέρες ἐπὶ τῆς ἀκτίστου φασὶ Τριάδος οὐκ ἔστιν εὑρεῖν ὄνομα τῆς φύσεως δηλωτικόν, τῶν δὲ ἐνεργειῶν ἐστι τὰ ὀνόματα. Καὶ γὰρ «ἡ θεότης» ἐνεργείας ἐστὶ δηλωτικόν, τοῦ θέειν ἢ τοῦ θεᾶσθαι ἢ τοῦ αἴθειν ἢ τὴν «αὐτοθέωσιν» δηλοῦν· ταὐτὸ δὲ τῷ ὀνομαζομένῳ τὸ ὑπερώνυμον οὐκ ἔστιν· οὐ ταὐτὸ ἄρα οὐσία καὶ ἐνέργεια Θεοῦ. Εἰ δὲ ἡ τοῦ Θεοῦ θεότης κυρίως τὴν τοῦ Θεοῦ ἐνέργειαν δηλοῖ, κτισταὶ δέ εἰσιν αὗται κατὰ σέ, κτιστή ἐστι κατὰ σὲ καὶ ἡ θεότης τοῦ Θεοῦ. Ἀλλ’ οὐ μόνον ἄκτιστος, ἀλλὰ καὶ ἄναρχος· οὐ γὰρ ἤρξατό ποτε τοῦ θεᾶσθαι τὰ ὄντα ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν· ὑπέρκειται δ’ ὅμως καὶ τῆς ἐνεργείας ταύτης ἡ ὑπερώνυμος οὐσία τοῦ Θεοῦ, καθόσον τὸ οὕτως ἐνεργοῦν τοῦ ἐνεργουμένου καὶ τὸ ὑπερώνυμον τοῦ κατὰ τοῦτον τὸν τρόπον ὀνομαζομένου. Ἀλλὰ τὰ τοιαῦτα Θεὸν ἕνα σέβειν καὶ θεότητα μίαν οὐδαμῶς προσίσταται, ἐπεὶ μηδ’ ἥλιον ἕνα καὶ φῶς ἓν αὐτοῦ νομίζειν, τὸ καὶ τὴν ἀκτῖνα «ἥλιον» καλεῖσθαι. Ὁρᾷς ὅπως ἡμεῖς ἀκριβῶς ὁμολογοῦμεν τοῖς ἁγίοις;

Σὺ δὲ ὁ τὰ μεθεκτὰ λέγων κτιστὰ καὶ οὐχὶ τὰ ἔργα πάντα μόνον, ἀλλὰ καὶ τὰς δυνάμεις καὶ ἐνεργείας πάσας τοῦ Θεοῦ ἀρχὴν ἔχειν χρονικὴν καὶ τέλος, ὢ τῆς παραπληξίας καὶ τῆς πάντα τολμώσης ἀδεῶς ἀπονοίας, ἀσεβεῖς ἀποφαινόμενος καὶ ἀφορισμῷ καὶ ἀναθέματι καθυποβάλλων τοὺς καὶ τῶν ἀκτίστων ἐνεργειῶν ἐπέκεινα κατ’ οὐσίαν τὸν Θεὸν δοξάζοντας ἁγίους, ἐπεὶ κατ’ αὐτὴν πάσης ὑπέρκειται θέσεώς τε καὶ ἀφαιρέσεως, σὺ τοίνυν τοιαῦτα λέγων καὶ φρονῶν, ἔχεις ὅπως δείξῃς μὴ τοῖς ἀπ’ αἰῶνος κακοδόξοις ἐναρίθμιος ὤν, καὶ ταῦτ’ οὐχὶ τὰς ἐνεργείας μόνον πάσας καὶ πάντα τὰ ἔργα τοῦ Θεοῦ, ἀλλὰ καὶ τὰς δυνάμεις τῆς αὐθυπερουσίου φύσεως ἐκείνης κτιστὰς ἀποφαινόμενος; Καίτοι τοὔνομα τοῦτο «ἡ οὐσία», μιᾶς τῶν τοιούτων δυνάμεων σημαντικόν ἐστιν ἐπὶ Θεοῦ. Φησὶ γὰρ ὁ ἐξ Ἀρείου πάγου Διονύσιος· «Εἰ τὴν ὑπερούσιον κρυφιότητα Θεὸν ἢ ζωὴν ἢ οὐσίαν ἢ φῶς ἢ λόγον ὀνομάσομεν, οὐδὲν ἕτερον νοοῦμεν ἢ τὰς εἰς ἡμᾶς ἐξ αὐτῆς προαγομένας δυνάμεις ἐκθεωτικὰς ἢ οὐσιοποιοὺς ἢ ζωογόνους ἢ σοφοδώρους». Ὅταν οὖν αὐτὸς λέγῃς ἓν εἶναι μόνον ἄναρχον τὴν οὐσίαν τοῦ Θεοῦ, μίαν μόνην δίδως ἡμῖν νοεῖν Θεοῦ δύναμιν ἄναρχον, τὴν οὐσιοποιόν, τὰς δὲ παρὰ ταύτην ὑπὸ χρόνον. Πῶς οὖν ἡ μὲν οὐσιοποιὸς τοῦ Θεοῦ δύναμις ἄναρχος, ἡ δὲ ζωοποιὸς ἕξει χρονικὴν ἀρχήν, ἥ τε ζωογόνος καὶ ἡ σοφοδότις; Ἢ γὰρ πᾶσα ἄναρχος θεία δύναμίς ἐστιν, ἢ οὐδεμία.

Σὺ δὲ τὴν μίαν μόνην λέγων καὶ κατασκευάζων ἄκτιστον, τὰς ἄλλας ἐκβάλλεις τοῦ ἀκτίστου· πάσας δὲ κτιστὰς ἀποφαινόμενος, συνεκβάλλεις καὶ τὴν μίαν. Τοιοῦτον γὰρ τὸ ψεῦδος καὶ ἑαυτῷ ἀνακόλουθόν ἐστι καὶ αὐτεπίβουλον· εἰκότως ἵνα ᾖ καὶ πρὸς ἑαυτὸ ψευδές τε καὶ λυμαντικόν, αὐτὸ ἐφ’ ἑαυτὸ χωροῦν καὶ αὐτὸ ἑαυτοῦ δι’ ἑαυτοῦ καταψευδόμενον.

Ἀλλ’ ἐρεῖ διὰ τῆς οὐσίας ἐκεῖνο λέγειν τὸ μοναχῶς καὶ ἑνιαίως ἔχον ἐν ἑαυτῷ πάσας τὰς δυνάμεις ταύτας; Ἀλλὰ πρῶτον μὲν Θεὸν ἔδει τοῦτο ὀνομάσαι· ταύτην γὰρ τὴν φωνὴν ὑπὸ τῆς Ἐκκλησίας ἐπ’ ἐκείνου παρελάβομεν· καὶ τῷ Μωυσῇ δὲ χρηματίζων ὁ Θεὸς οὐκ εἶπεν «ἐγώ εἰμι ἡ οὐσία», ἀλλ’ «ἐγώ εἰμι ὁ ὤν»· οὐ γὰρ ἐκ τῆς οὐσίας ὁ ὤν, ἀλλ’ ἐκ τοῦ ὄντος ἡ οὐσία· αὐτὸς γὰρ ὁ ὢν ὅλον ἐν ἑαυτῷ συνείληφε τὸ εἶναι. Ἔπειτα εἰ καὶ ἀντὶ τῆς «οὐσίας» τῇ «Θεὸς» ἐχρήσατο φωνῇ, ἔδει προσχρήσασθαι τῷ «φύσει», καὶ ταῦτα περὶ τῆς χάριτος καὶ τῶν «χάριτι θεῶν», οὓς καὶ «χάριτι ἀνάρχους καὶ ἀκτίστους» οἱ ἅγιοί φασι, τῆς ὑποθέσεως τῶν λόγων οὔσης. Ἔδει τοίνυν λέγειν· «Εἷς ὁ φύσει ἄναρχος Θεός». Οὗτος δὲ καὶ τὸ «Θεὸς» ἀμείψας καὶ τὸ «φύσει» καταλιπών, ὡς ἐνῆν κλέψαι τοὺς ἀκούοντας προήνεγκε τὸν λόγον, οὐκ ἐκεῖνο λέγων μόνον ἄναρχον τὸ ἑνιαίως τὰ πάντα συνέχον καὶ προέχον· εἰ γὰρ τοῦτο ἔλεγε, πῶς ἂν τὰς ἐν αὐτῷ δυνάμεις φυσικὰς δεικνύειν ἐσπούδαζε κτιστάς;

Ὅτι δ’ οὗτος τὰς δυνάμεις κτιστὰς ἡγεῖται τοῦ Θεοῦ, ἄκουσον φανερῶς αὐτοῦ τοῦτο λέγοντος. Προενεγκὼν γὰρ τὸν μέγαν Διονύσιον φάσκοντα «μεθεκτῶς αὐτοεῖναι καὶ αὐτοζωὴν καὶ αὐτοθεότητα, τὰς ἐκδιδομένας ἐκ Θεοῦ τοῦ ἀμεθέκτου προνοητικὰς δυνάμεις, ὧν τὰ ὄντα οἰκείως ἑαυτοῖς μετέχοντα καὶ ὄντα καὶ ζῶντα καὶ ἔνθεα καὶ ἔστι καὶ λέγεται, διὸ καὶ πρώτως αὐτῶν ὁ ἀγαθὸς ὑποστάτης λέγεται εἶναι», συλλογιζόμενος ἐκ τούτων ἐφεξῆς οὗτος, «οὐκοῦν» φησιν «ἡ ἐνταῦθα αὐτοθεότης καὶ τἄλλα ἃ σαφῶς δυνάμεις ὁ μέγας ὠνόμασεν, οὐκ ἀεί εἰσιν, ἀλλὰ καὶ τούτων ὑποστάτης ἐστὶν ὁ ἀγαθός»· καὶ πάλιν· «Ἔφη μέν τις θεαρχίαν εἶναί τινα καὶ θεότητα, ἧς ἐξῃρῆσθαι τὴν πάντων ἀρχήν, ἀεὶ δὲ οὐδαμῶς εἶπεν αὐτήν· εἶναι γὰρ καὶ ταύτης ὑποστάτιν τὴν πάντων αἰτίαν»· καὶ πάλιν· «Ἡ μὲν ἀμέθεκτος δόξα τοῦ Θεοῦ, ἀΐδιον μέν, οὐ μὴν ἕτερον τῆς οὐσίας, ἡ δὲ μεθεκτή, ἕτερον μὲν τῆς οὐσίας τοῦ Θεοῦ, οὐ μὴν ἀΐδιος· καὶ ταύτης γὰρ ὑποστάτις ἐστὶν ἡ πάντων αἰτία». Ὅτι μὲν οὖν ψεῦδός ἐστιν ὡς ἡ ἀΐδιος δόξα τοῦ Θεοῦ ἡ οὐσία τοῦ Θεοῦ ἐστιν ἡ ἀμέθεκτος, ἔδειξεν ὁ θεωροὺς δόξης ἀϊδίου τοὺς ἀγγέλους εἰρηκὼς ὃ καὶ ἀνωτέρω εἶπον, δι’ οὗ καὶ ὡς ἡ ἀΐδιος τοῦ Θεοῦ δόξα μεθεκτὴ συναποδείκνυται· τὸ γὰρ τοῦ Θεοῦ ὁρατὸν ὁπωσδήποτε καὶ μεθεκτόν.

Ἀλλὰ καὶ ὁ μέγας Διονύσιος «κυκλικῶς» φησιν «οἱ θεῖοι κινοῦνται νόες, ἑνούμενοι ταῖς ἀνάρχοις καὶ ἀτελευτήτοις ἐλλάμψεσι τοῦ καλοῦ καὶ ἀγαθοῦ». Πῶς οὖν αἱ ἄναρχοι καὶ ἀτελεύτητοι ἐλλάμψεις αὗται οὐχ ἕτεραί εἰσι τῆς ἀμεθέκτου οὐσίας τοῦ Θεοῦ, διαφορὰν πρὸς ταύτην ἔχουσαι, εἰ καὶ ἀχώριστοι αὐτῆς εἰσι; Πρῶτον μὲν γὰρ ἐκείνη ἕν, αἱ δὲ ἐλλάμψεις αὗται πλείους, ἀναλόγως καὶ τοῖς μετέχουσιν οἰκείως ἐνιέμεναι καὶ τῇ διαφόρῳ τούτων δεκτικῇ δυνάμει πληθυνόμεναι· καὶ γὰρ οὕτω καὶ «Πνεύματος ἁγίου μερισμοί», κατὰ τὸν Παῦλον· ἔπειτ’ ἐκείνη μὲν ὑπερούσιος οὐσία ταύτης δ’ εἶναι τὰς ἐλλάμψεις ταύτας ἐνεργείας ἢ ἐνέργειαν, οὐδένα οἶμαι ἀντερεῖν, ἀλλ’ οὐδ’ ὅτι μεθεκταί εἰσιν, ἐκείνης οὔσης ἀμεθέκτου.

Καὶ μὴν πᾶσα ἕνωσις δι’ ἐπαφῆς, αἰσθητῆς μὲν ἐπὶ τῶν αἰσθητῶν, νοερᾶς δ’ ἐπὶ τῶν νοερῶν· ἐπεὶ δ’ ἕνωσίς ἐστι τῶν ἐλλάμψεων ἐκείνων, καὶ ἐπαφὴ ἄρα, δηλονότι νοερά, μᾶλλον δὲ πνευματική. Ἡ δὲ οὐσία τοῦ Θεοῦ ἀνέπαφος καθ’ ἑαυτήν. Ἔτι, ἡ πρὸς τὰς ἐλλάμψεις ἕνωσις τί γε ἄλλο ἢ ὅρασίς ἐστιν; Ὁραταὶ ἄρ’ εἰσὶν ἐκεῖναι αἱ ἐλλάμψεις τοῖς ἠξιωμένοις· ἡ δὲ οὐσία τοῦ Θεοῦ ἀόρατός ἐστι παντάπασι· καὶ μὲν δὴ αἱ ἄναρχοι καὶ ἀτελεύτητοι ἐλλάμψεις φῶς εἰσιν ἄναρχον καὶ ἀτελεύτητον. Ἔστιν ἄρα φῶς ἀΐδιον ἄλλο παρὰ τὴν οὐσίαν τοῦ Θεοῦ, οὐχὶ οὐσία καὶ αὐτὸ ὑπάρχον, ἄπαγε, ἀλλ’ ἐνέργεια τῆς ὑπερουσιότητος ἐκείνης. Ἐπεὶ δ’ ἄναρχόν ἐστι καὶ ἀτελεύτητον τουτὶ τὸ φῶς, οὔτε αἰσθητόν ἐστιν, οὔτε νοητὸν κυρίως, ἀλλὰ πνευματικὸν καὶ θεϊκόν, τῶν κτιστῶν πάντων ὑπεροχικῶς ἐξῃρημένον· τὸ δὲ μήτε αἰσθητόν, μήτε νοητόν, οὐδ’ αἰσθήσει ᾗ αἰσθήσει ὑποπίπτει, οὐδὲ νοερᾷ δυνάμει καθ’ αὑτήν. Οὐκοῦν οὐ μόνον τὸ ὁρώμενον, ἀλλὰ καὶ ἡ ὁρῶσα δύναμις τὸ πνευματικὸν ἐκεῖνο φῶς, οὔτ’ αἴσθησίς ἐστιν, οὔτε νόησις, ἀλλὰ πνευματική τις δύναμις, τῶν κτιστῶν ἁπασῶν γνωστικῶν δυνάμεων ὑπεροχικῶς ἐξῃρημένη καὶ ταῖς λογικαῖς καθαραῖς φύσεσιν ἐγγινομένη χάριτι.

Διὰ τοῦτο καὶ Γρηγόριος ὁ μέγας θεολόγος οὐ μόνον «θεωροὺς δόξης ἀϊδίου» τοὺς ἀγαθοὺς ἀγγέλους εἴρηκεν, ἀλλὰ καὶ «ἀϊδίως», δεικνὺς ὡς οὐ κτιστῇ, φυσικῇ καὶ νοερᾷ δυνάμει τὴν ἀΐδιον δόξαν οἱ ἄγγελοι θεωροῦσι τοῦ Θεοῦ, ἀλλὰ δυνάμει ἀϊδίῳ, πνευματικῇ καὶ θεϊκῇ, «οὐχ ἵνα δοξασθῇ Θεός» φησιν, «οὐ γὰρ ἔστιν ὃ προστεθήσεται τῷ πλήρει καὶ τοῖς ἄλλοις χορηγῷ τῶν καλῶν, ἀλλ’ ἵνα μὴ λείπῃ τὸ εὐεργετεῖσθαι καὶ ταῖς πρώταις μετὰ Θεὸν φύσεσιν».

Ὁρᾷς ὡς οὐκ ἀπὸ φύσεως ἔχουσι τὸ τὴν ἀΐδιον δόξαν ἀϊδίως ὁρᾶν, ἀλλ’ ὑπὸ τῆς ἀϊδίου φύσεως εὐεργετούμενοι τὴν δύναμιν ταύτην καὶ τὴν θεωρίαν προσλαμβάνονται, καθάπερ καὶ οἱ ἅγιοι; «Τὸ γὰρ κινηθὲν ὑπὸ Πνεύματος ἁγίου κίνησιν ἀΐδιον, ζῶον, ἅγιον ἐγένετο» καὶ τὸν μέγαν Βασίλειον· «ἔσχε δὲ ἄνθρωπος, Πνεύματος εἰσοικισθέντος ἐν αὐτῷ, ἀξίαν προφήτου, ἀποστόλου, ἀγγέλου Θεοῦ, ὢν πρότερον γῆ καὶ σποδός». Τοιαύτης δὴ δυνάμεως οἱ νόες εὐμοιροῦντες, αὐτοὶ λέγονται ὁρᾶν· οὕτω κατὰ νοῦν καὶ ὑπὲρ νοῦν ἐστι τὸ φῶς ἐκεῖνο· ἀλλὰ καὶ ἑαυτοὺς λέγονται ὁρᾶν· αὐτοπτικὸν γὰρ ἐκεῖνό ἐστι τὸ φῶς, ἐπεὶ γνωστικῇ κτιστῇ δυνάμει ἄληπτον, ὁρατὸν δὲ τοῖς ἀξίοις.

Διὰ τοῦτο ὁ μέγας Διονύσιος «κυκλικῶς» εἶπε «κινεῖσθαι τοὺς νόας, ἑνουμένους ταῖς ἀνάρχοις καὶ ἀτελευτήτοις ἐλλάμψεσιν». Ἐπιστῆσαι δὲ καὶ τοῦτο χρὴ ὡς οὐχ ἁπλῶς ὁ πάνθ’ ὑπὲρ ἅπαντας ἠκριβωμένος οὗτος κυκλικῶς τοὺς νόας εἴρηκε κινεῖσθαι ταῖς ἀνάρχοις ἑνουμένους ἐλλάμψεσιν, ἀλλὰ «λέγεσθαι» κινεῖσθαι, ὑποσημαίνων, ὡς ἐγᾦμαι, τὸ μὴ φυσικὴν αὐτοῖς εἶναι τὴν τοιαύτην ἕνωσιν, εἰ καὶ διὰ τὸ μολυσμοῦ πεῖραν οὐδέποτε λαβεῖν συγκεκληρωμένοι τυγχάνουσιν ἐξ ἀρχῆς τῇ χάριτι. Ὅτι δὲ τὸ τοιοῦτο φῶς καὶ ἡ ὁρῶσα τοῦτο δύναμις οὐ φυσικῶς τοῖς ὑπερκοσμίοις ἔνεστιν ἀγγέλοις καὶ παρὰ τοῦ ἐχθίστου τούτοις ἔνι μαρτυρίαν αὖθις ἀξιοπιστοτέραν, ὅ φασι, πορίσασθαι· τὸ γὰρ ἔκπτωτον ἐκείνων καὶ δαιμόνιον φῦλον, τοῦ μὲν φωτὸς καὶ τῆς ὁρώσης τοῦτο δυνάμεως ἐστέρηται, οὐδενὸς δὲ τῶν φυσικῶν· οὐκ ἄρα φυσικόν, οὔτε τὸ φῶς, οὔτε ἡ ὅρασις ἐκείνη. Καὶ μὴν οὐδὲ νοήσεως ἐστέρηται τὸ δαιμόνιον φῦλον· νόες γάρ εἰσι καὶ τὸ εἶναι οὐκ ἀποβεβλήκασι καὶ «οἶδά σε τίς εἶ» φασιν «ὁ ἅγιος τοῦ Θεοῦ», ὃς καὶ οὐκ ἠφίει τὰ δαιμόνια λαλεῖν «ὅτι ᾔδεισαν τὸν Χριστὸν αὐτὸν εἶναι». Διὸ καὶ ὁ θεολόγος εἶπεν· «Ἀπιστεῖς τῇ θεότητι; Τοῦτο οὐδὲ οἱ δαίμονες». Εἰ δὲ θεότητα ἴσασι, καὶ τοῦτ’ εἰδέναι αὐτοὺς ἀνάγκη ὅτι τῶν κτιστῶν οὐδέν ἐστιν ἐκείνη.

Οὐκ ἄρα γνῶσίς ἐστι τὸ φῶς ἐκεῖνο, οὔτε ἡ διὰ καταφάσεων, οὔτε ἡ δι’ ἀποφάσεων προσγενομένη. Καὶ μὲν δὴ νοῦς μέν ἐστι τῶν πονηρῶν ἕκαστος ἀγγέλων, ἀλλ’ «ἀσσύριος», προφητικῶς εἰπεῖν, κακῶς χρώμενος τῇ γνώσει· τῷ δὲ φωτὶ ἐκείνῳ χρῆσθαί τινα κακῶς οὐκ ἔνι· πρὸς γὰρ τὰ χείρω νεύσαντος εὐθὺς ἀφίπταται, καταλιπὸν ἔρημον Θεοῦ τὸν πονηρᾷ χρησάμενον συγκαταθέσει. Τοιγαροῦν τὸ φῶς ἐκεῖνο καὶ ἡ ἔλλαμψις νόησις οὐκ ἔστιν, εἰ μὴ ὁμωνύμως λέγοιτο, μάλιστα διὰ τὸν εὐμοιροῦντα νοῦν, ὥσπερ καὶ «θεότης» διὰ τὸν ἐνεργοῦντα τὴν ἀπόρρητον χάριν· θεοποιὸς γάρ ἐστιν ἐνέργεια, τοῦ ἐνεργοῦντος Πνεύματος ἥκιστα χωριζομένη, ἠργμένου μὲν τοῦ διὰ καθαρότητα πεφωτισμένου καὶ κατ’ αὐτὸ τὸ πεφωτίσθαι, διὸ καὶ καθαρότης τοῦτο παρὰ τῶν πατέρων ὀνομάζεται, τοῦ δὲ φωτὸς καὶ τὴς ἐλλάμψεως ἀνάρχου οὔσης. Καὶ τοῦτο δείκνυται μᾶλλον ἐπὶ τῶν ἀνθρώπων, δηλαδὴ τῶν ἀγγελικῶς πεφωτισμένων καὶ ἐπιτυχόντων τῆς θεώσεως, οἳ κατὰ τὸν πολὺν τὰ θεῖα μάξιμον «τῆς ἀφανοῦς καὶ ὑπεραρρήτου δόξης τὸ φῶς ἐποπτεύοντες, τῆς μακαρίας μετὰ τῶν ἄνω δυνάμεων καὶ αὐτοὶ δεκτικοὶ γίνονται καθαρότητος».

Εἰ δὲ καὶ τὴν αἰτίαν ἐξετάσομεν, δι’ ἣν ὁ καινοφάνης οὗτος τὴν θεοποιὸν δωρεὰν τοῦ Πνεύματος, μᾶλλον δὲ πάσας τὰς δυνάμεις τοῦ Θεοῦ, κτιστὰς εἶναι κατεσκεύασε, μετὰ τὴν πονηρὰν ἐκείνην τῶν αἱρέσεων πηγήν, ἣν ἀνωτέρω ἀπηλέγξαμεν, οὐδεμίαν εὑρήσομεν ἑτέραν ἢ ὅτι τὸν Θεὸν «ὑποστῆσαι» ταύτας ὁ μέγας ἔφη Διονύσιος· τοῦτο δὲ ὕπαρξιν δηλοῖ μόνον, ἀλλ’ οὐχὶ καὶ τὸν τρόπον τῆς ὑπάρξεως· τοιγαροῦν καὶ ἐπὶ τῶν κτιστῶς ὄντων καὶ ἐπὶ τῶν ἀκτίστως ὄντων ἐκ Θεοῦ ῥηθείη ἄν. Ὁ γὰρ μέγας Βασίλειος ἐπί τε τοῦ Υἱοῦ ἐχρήσατο τῇ λέξει ταύτῃ εἰπών· «Ὁ γὰρ τετοκὼς βώλους δρόσου, οὐχ ὁμοίως τάς τε βώλους καὶ τὸν Υἱὸν ὑπεστήσατο;»· κἀπὶ τοῦ ἁγίου Πνεύματος· «Πνεῦμα» γάρ φησι «στόματος Θεοῦ, ἵνα μὴ τῶν ἔξωθέν τι καὶ τῶν κτισμάτων αὐτὸ κρίνῃς, ἀλλ’ ὡς ἐκ Θεοῦ τὴν ὑπόστασιν ἔχον δοξάζῃς»· καὶ πάλιν· «Τοῦτο τῆς κατὰ τὴν ὑπόστασιν ἰδιότητος σημεῖον ἔχει, τὸ διὰ τοῦ Υἱοῦ γνωρίζεσθαι καὶ ἐκ τοῦ Πατρὸς ὑφεστάναι». Πολλαχοῦ δὲ καὶ Γρηγόριος ὁ θεολόγος «ὑπόστασιν» ὀνομάζει τὴν τοῦ Υἱοῦ προαιώνιον γέννησιν.

Σὺ τοίνυν τάχ’ ἂν ἡμῖν διὰ τὰ τοιαῦτα προσρήματα καὶ τὸν Υἱὸν ἢ καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἀποδείξῃς κτίσμα, ὁ δι’ οὐδὲν ἕτερον τὰς θείας δυνάμεις κτιστὰς εἶναι ἀποφαινόμενος ἢ ὅτι καὶ τούτων ὑποστάτις ἐστὶν ἡ πάντων αἰτία· καὶ οὐδὲ τοῦτο συνεώρακας ὡς ἐκεῖ ταύτας τὰς δυνάμεις καθ’ ὑπεροχὴν μὴ οὔσας ἔδειξεν ὁ μέγας Διονύσιος· εἰπὼν γὰρ «τὰς ἐκδιδομένας ἐκ Θεοῦ τοῦ ἀμεθέκτου προνοητικὰς δυνάμεις», ἐπήγαγεν· «ὧν τὰ ὄντα μετέχοντα καὶ ὄντα λέγεται, πάντως ὡς τῶν δυνάμεων ἐκείνων οὐσῶν ὑπὲρ τὰ ὄντα». Καὶ μὴν ὁ σοφὸς τὰ θεῖα Μάξιμος ἠργμένα λέγων τὰ μετέχοντα, οὐκ ἠργμένα φησὶ τὰ μεθεκτά.

Τὰς γοῦν ἐκ τῆς ὑπερουσίου κρυφιότητος προϊούσας δυνάμεις ἐκθεωτικὰς ἢ οὐσιοποιοὺς ἢ σοφοδώρους, τῶν μετεχόντων εἶναι νομίζεις ἢ τῶν μεθεκτῶν; Ἀλλ’ εἰ τῶν μετεχόντων, δεήσει δυνάμεις ὁμοίας ζητεῖν ἑτέρας ὧν μεθέξουσιν.

Ὁρᾷς ὡς αἱ δυνάμεις ἐξ ἀνάγκης τῶν μεθεκτῶν, ἀλλ’ οὐ τῶν μετεχόντων εἰσί; Πρὸς δέ, εἴπερ ἡ ἐκθεωτικὴ δύναμις ἑτέρας ἐκθεωτικῆς δεῖται, καὶ γὰρ οὕτω μετέχον, ἀλλ’ οὐ μεθεκτὸν ἂν εἴη, κἀκείνῃ δεήσει ἄλλης καὶ ταύτῃ πάλιν ἑτέρας καὶ τοῦτο ἐπ’ ἄπειρον. Ἡ ἐκθεωτικὴ ἄρα δύναμις μεθεκτόν, ἀλλ’ οὐ μετέχον ἐστίν. Ἔτι, ἐπειδήπερ εἰσὶ τὰ μετέχοντα Θεοῦ, ἢ τῆς οὐσίας αὐτοῦ μεθέξουσιν ἢ τῆς δυνάμεως ἢ τῆς ἐνεργείας. Ἀλλὰ τὴν δυνάμεως καὶ ἐνεργείας οὐ μεθέξουσι· μετέχοντα γὰρ καὶ ταῦτά εἰσι καὶ κτιστὰ κατὰ τὴν σὴν σοφίαν· οὐκοῦν τῆς οὐσίας τοῦ Θεοῦ μεθέξουσιν, ὅπερ ἄτοπόν ἐστι. Προσέτι καὶ αὗται αἱ δυνάμεις, εἰ μὴ τῶν μεθεκτῶν, ἀλλὰ τῶν μετεχόντων εἶεν, τίνος γε ἄλλου μεθέξουσιν ἢ τῆς ὑπερουσίου οὐσίας τοῦ Θεοῦ; Οὐ γὰρ δυνάμεων ἑτέρων πάλιν ὁμοίων. Δύο τοίνυν τὰ ἄτοπα συμβήσεται· τό τε μεθεκτὴν εἶναι τὴν οὐσίαν τοῦ Θεοῦ καὶ τὸ τὰς δυνάμεις οὐσίας γεγενῆσθαι καὶ οὐχ ἁπλῶς οὐσίας, ἀλλ’ οὐσίας Θεοῦ· ἡ μὲν γὰρ δύναμις πρόεισιν εἰς ἐνέργειαν καὶ ἐκ τῆς ἐνεργείας τὸ ἀποτέλεσμα γίνεται· ἡ δὲ οὐσία τοῦτ’ αὐτό ἐστι μετεχομένη καὶ τῆς αὐτῆς οὐσίας κατὰ μετοχὴν ποιεῖται τὰ μετέχοντα. Ὁρᾷς τὴν ἀτοπίαν ὅσην καὶ ὡς ὁ λέγων τὴν μετεχόντων εἶναι τὰς δυνάμεις καὶ κτιστάς, καθάπερ οὗτος, ὄντως πολύθεός ἐστιν, οὐχὶ μίαν εἶναι δεικνὺς τὴν οὐσίαν τοῦ Θεοῦ, ἀλλὰ πολλὰς καὶ διαφόρους;

Ἡμεῖς οὖν οἱ Θεὸν ἕνα προσκυνοῦντες παντοδύναμον, τῶν μεθεκτῶν εἶναι τὰς δυνάμεις ἴσμεν τοῦ Θεοῦ, συμφώνως τοῖς ἁγίοις, καὶ οὐδέποτε ἠργμένας πάσας, οὐχ ὡς ἐνεργεῖν, ἀλλ’ ὡς ὑπάρχειν, εἰ καὶ μὴ καθ’ ἑαυτάς· μεθεκτὰς μὲν γάρ, ὡς ἐν Θεῷ προϋπαρχούσας, ὁ μέγας ἔφη Διονύσιος. Τὰ δὲ μεθεκτὰ οὐδέποτε ἤρξατο, κατὰ τὸν θεῖον Μάξιμον, τοῦ εἶναι, οὐδ’ ἔστι «πρεσβύτερον αὐτῶν τὸ οὐκ ἦν», ἀλλ’ ἀεί εἰσιν ἐκ τοῦ ἀεὶ ὄντος Θεοῦ, περὶ αὐτὸν ἀχωρίστως ἀεὶ ὄντα καὶ ἐν αὐτῷ ἐνυπάρχοντα συναϊδίως. Οὐ γὰρ δὴ φοβηθησόμεθά σου τὰ τῆς ματαιοτεχνίας σοφίσματα καὶ τὰς διθεΐας καὶ πολυθεΐας καὶ τοὺς συνθέτους θεούς, ἃ σὺ καθάπερ τινὰ μορμολύκια καθ’ ἡμῶν καὶ τῶν ἁγίων προβάλλῃ, δεδιττόμενος μὴ τοὺς ἐν ἡλικίᾳ εὖ ἴσθι, ἀλλὰ τὰ νήπια, καὶ δι’ ὧν ἃ σὺ πάσχεις ἡμῶν καταψεύδῃ, τοῖς σεαυτοῦ λόγοις ὡς πολλάκις δείκνυται περιτρεπόμενος καὶ σαυτῷ συγκατασπάσαι τοὺς ἄλλους φεῦ ἐπιχειρῶν, ὡς τῶν ὀρθῶν δογμάτων συναπαγάγοις δολίως, περιβάλλων τοῖς ἐκ τῶν λόγων τεχνάσμασιν. «Ἧ μὲν γάρ» φησιν «ἀΐδια καὶ ἄκτιστα πολλά φατε, ὑφειμένα τε καὶ τὸ τούτων ὑπερκείμενον, πολλοὺς λέγετε θεούς, ἧ δὲ μὴ διῃρημένως ὑπὸ τοῦ Θεοῦ ὑφεστηκότα καὶ τοῦ αὐτοῦ Θεοῦ τὸ μὲν δόξαν ὁρατήν, τὸ δὲ οὐσίαν ἀόρατον, ὡς ἔχοντος ἀϊδίως καὶ ἀμφότερα, τοὺς δύο θεοὺς εἰς ἕνα συνάγετε σύνθετον Θεόν».

Πρὸς τίνα οἱ τοιοῦτοι λόγοι καὶ ἡ ἄσχετος καταφορὰ καὶ τὰ ἀπηγορευμένα ταῦτα ἐγκλήματα, μᾶλλον δὲ ληρήματα; Ἢ πᾶσι δῆλον, κἂν ἡμεῖς μὴ λέγωμεν; Ἀκηκόατε γὰρ τῶν εἰρηκότων ἁγίων τὰ μεθεκτὰ πολλά τε καὶ πάντα ἄναρχα καὶ τὸν Θεὸν ἀπειράκις ἀπείρως ὑπερεξῃρημένον τούτων καὶ τοὺς εἰπόντας τὴν θεωρητὴν δόξαν τοῦ Θεοῦ ἀΐδιον καὶ συναΐδιον αὐτῷ. Δῶμεν δ’ ὅμως ἡμεῖς διὰ βραχέων λόγον ὅπως ταῦτα λέγεται, καὶ γὰρ καὶ ἡμεῖς συνᾴδομεν ἐκείνοις.

Ἡμεῖς, ὦ βέλτιστε, ταῦτα πάντα ἔχειν τὸν Θεόν φαμεν, μᾶλλον δέ, ἵνα κατὰ τὸν μέγαν Διονύσιον εἴπωμεν, «προέχειν καὶ ὑπερέχειν ἀσχέτως καὶ συνειλημμένως καὶ ἑνιαίως», ὡς ἡ ψυχὴ «ἔχει μονοειδῶς ἐν ἑαυτῇ πάσας τὰς προνοητικὰς τοῦ σώματος δυνάμεις». Ὡς οὖν ἡ ψυχὴ καὶ τῶν ὀφθαλμῶν ἐκκεκομμένων ἢ τῶν ὤτων ἐκκεκωφημένων ἐν ἑαυτῇ ἔχει κατ’ οὐδὲν ἧττον τὰς προνοητικὰς τοῦ σώματος δυνάμεις, οὕτω καὶ τοῦ κόσμου μήπω ὄντος τὰς προνοητικὰς τοῦ κόσμου δυνάμεις εἶχεν ὁ Θεός, καὶ ὡς ἡ ψυχὴ οὐκ ἔστιν ἁπλῶς αἱ προνοητικαὶ δυνάμεις, ἀλλὰ δυνάμεις ἔχει, οὕτω δὴ καὶ ὁ Θεός, καὶ ὡς ἡ ψυχὴ μία καὶ ἁπλῆ καὶ ἀσύνθετός ἐστι, μηδαμῶς διὰ τὰς ἐν αὐτῇ καὶ ἐξ αὐτῆς δυνάμεις πολλαπλασιαζομένη ἢ συντιθεμένη, οὕτω καὶ ὁ Θεός, οὐ πολυδύναμος μόνον, ἀλλὰ καὶ παντοδύναμος ὑπάρχων, διὰ τὰς ἐν αὐτῷ δυνάμεις τοῦ ἑνιαίου καὶ τῆς ἁπλότητος οὐκ ἐκχωρεῖ. Πολλὰ δ’ ἂν τῆς ψυχῆς καὶ ἔργα κατὰ σεαυτὸν ἐξετάζων καταμάθοις, ἃ καὶ τοῦ σώματος διεζευγμένη ἔχει καὶ τῷ σώματι τούτων μεταδίδωσι συνεζευγμένη.

Οὐ μὴν ἀλλὰ τὴν «αὐτοζωὴν» καὶ «αὐτοθέωσιν» καὶ τὰ τοιαῦτα τῶν ὄντων ἀρχὰς καὶ παραδείγματα λέγων ὁ μέγας Διονύσιος, οὐ προέχειν τὸν Θεὸν αὐτά φησι; Πῶς οὖν ἃ προέχει ὁ Θεὸς ἀρκτά; Εἰ δὲ καὶ ὡς δωρεὰς προβάλλεται, πῶς δωρεῖται ἃ οὐκ ἔχει; Εἰ δὲ καὶ «προορισμοὺς» καὶ «θεῖα θελήματα» τὰ αὐτὰ ταῦτα ὁ αὐτός φησι, πῶς οἱ προορισμοὶ καὶ τὰ θεῖα θελήματα οὐκ ἄναρχα καὶ ἄκτιστά ἐστι; Πῶς οὖν ὁμολογουμένως «ἓν μόνον ἄναρχον ἡ οὐσία τοῦ Θεοῦ, τὰ δὲ παρὰ ταύτην γενητῆς ἐστι φύσεως καὶ ἀρχὴν ἔσχε χρονικήν»;

Τίς ποτε τοῦτο τῶν ἁγίων εἶπεν; Εἰ δὲ μηδείς, πῶς ὁμολογεῖται; Συνείρει δὲ τούτῳ καὶ ἕτερον τῶν ὡσαύτως ὁμολογουμένων «μηδεμίαν ἄλλην εἶναι ὀντότητα μεταξὺ τῆς οὐσίας τοῦ Θεοῦ καὶ τῶν γενητῶν». Εἰ μὲν οὖν οὐσίαν κἀνταῦθα λέγει τὴν δύναμιν τοῦ Θεοῦ τὴν μεθεκτὴν καὶ οὐσιοποιόν, ἣν καὶ «αὐτοουσίωσιν» ὁ μέγας ὀνομάζει Διονύσιος, οὐκ ἔδει φάναι τῆς οὐσίας τοῦ Θεοῦ καὶ τῶν γενητῶν ἁπλῶς πάντων μηδὲν εἶναι μεταξύ, ἀλλὰ τῶν γενητῶν μόνον οὐσιῶν, ἐπεὶ τῶν ζώντων ᾗ ζώντων, αἰσθητικῶς ἢ λογικῶς ἢ νοερῶς, οὐχ ἡ οὐσιοποιὸς τοῦ Θεοῦ δύναμις ποιητική, ἀλλ’ ἡ ζωοποιός, καὶ τῶν σοφιζομένων ἡ σοφοποιός, καὶ τῶν θεουμένων ἡ θεοποιός, ἀφ’ ὧν καὶ Θεὸν καὶ σοφίαν καὶ ζωήν, ἀλλ’ οὐκ οὐσίαν μόνον νοοῦμέν τε καὶ ὀνομάζομεν τὴν ὑπερούσιον καὶ ἑνιαίαν κρυφιότητα ἐκείνην.

Εἰ δ’ ἐκείνην αὐτὴν τὴν ὑπερούσιον, κἀνταῦθα καὶ ἀμέθεκτον, κρυφιότητά φησι, τὴν ἐν ἀποκρύφοις ὑπεριδρυμένην, ἣν καὶ ἀνωτέρω μόνην ἄναρχον εἶναι ἰσχυρίζετο, περιελὼν αὐτῆς κακῶς τὰς συναϊδίους αὐτῆς δυνάμεις τε καὶ ἐνεργείας, μᾶλλον δὲ τὰ θεοπρεπέστατα ἐκεῖνα ἔργα, τὰ μηδέποτε ἠργμένα, εἰ τοίνυν ταύτην λέγει καὶ ταύτης καὶ τῶν γενητῶν μηδεμίαν ἄλλην εἶναι μεταξὺ ὀντότητά φησιν, αὐτὴν λοιπόν φησι τὴν ὑπερούσιον οὐσίαν τοῦ Θεοῦ ὀντότητα τῶν γενητῶν ὡς μεθεκτὴν ὑπάρχειν· τοῦτο δὲ αὐτὸ καταφανὲς καὶ διὰ τοῦ μηδεμίαν ἄλλην φάναι πεποίηκεν· εἰ γὰρ μὴ ἄλλη, αὐτὴ ἐξ ἀνάγκης. Μεθέξουσιν ἄρα τὰ γενητὰ πάντα τῆς ἀμεθέκτου οὐσίας τοῦ Θεοῦ. Πῶς γὰρ οὐ μεθέξει τῆς ὀντότητος ἕκαστον τῶν γενητῶν; Πῶς δὲ ἔσται ἢ αἰὼν ἢ χρόνος ἢ τόπος καὶ τὰ ἐν αὐτοῖς, εἰ μὴ τοῦ εἶναι, ταὐτὸν δὲ εἰπεῖν ὀντότητος μετέχει; Μεθέξει τοίνυν εἴπερ ἔσται τούτων ἕκαστον, ὅσα τε οὐσίαι εἰσὶ καὶ ὅσα μή, τῆς οὐσίας τοῦ Θεοῦ· οὐκ ἄλλη γάρ, ἀλλ’ αὕτη μόνη κατὰ σὲ τῶν γενητῶν ἐστιν ὀντότης· καὶ τὸ πάντων ἀτοπώτατον ὅτι οὐδὲ οὐσίαι ἔσονται τὰ οὐσίας μετέχοντα καὶ ταῦτα θείας.

Εἰ δὲ καὶ ἀρχή ἐστι τῶν ὁπωσδήποτε ὄντων ἡ ὀντότης, πῶς οὐχὶ καὶ ὑπὲρ αὐτήν ἐστιν ὁ ὑπεράρχιος; Εἰ δ’ ἀρχὴ τῶν ἐξ αὐτῆς ἐξ ἀνάγκης ὑπερέχει, πῶς οὐχ ὑπὲρ τὰ ὄντα ἡ ὀντότης; Εἰ δ’ αὕτη μὲν ὑπὲρ τὰ μετέχοντα, ὁ δ’ ὑπεράρχιος ὑπὲρ αὐτήν, πῶς οὐ μεταξὺ τῶν μετεχόντων καὶ τῆς ἀμεθέκτου ὑπερουσιότητος ἡ μεθεκτὴ ὀντότης; Καὶ μὴν αἱ τοιαῦται ἅπασαι ἀρχαὶ οὐδὲν ἕτερόν εἰσιν ἢ οἱ λόγοι τῶν ὄντων καὶ τὰ παραδείγματα, μεθεκτοὶ μὲν τοῖς οὖσιν, ἐξῃρημένοι δὲ τῶν ὄντων, ὡς τῷ δημιουργικῷ νῷ ἐνυπάρχοντες καὶ προϋπάρχοντες, καθ’ οὓς γέγονε τὰ πάντα. Πῶς οὖν οὐκ εἰσὶν οὗτοι μεταξὺ τοῦ ἀμεθέκτου καὶ τῶν μετεχόντων;

Οὐ μὴν ἀλλ’ ἐπειδήπερ εἰσὶ τὰ μετέχοντα Θεοῦ, ἡ δὲ ὑπερούσιος οὐσία τοῦ Θεοῦ παντάπασιν ἀμέθεκτος, ἔστιν ἄρα τι μεταξὺ τῆς ἀμεθέκτου οὐσίας καὶ τῶν μετεχόντων, δι’ οὗ ταῦτα τοῦ Θεοῦ μετέχουσιν. Ἂν δὲ σὺ ἀνέλῃς τὸ μεταξὺ τοῦ ἀμεθέκτου καὶ τῶν μετεχόντων, ὢ τῆς ζημίας, διέστησας ἡμᾶς Θεοῦ, τὸ συνδοῦν ἐκ μέσου ποιησάμενος καὶ χάσμα μέγα καὶ ἀδιάβατον μεταξὺ θέμενος ἐκείνου καὶ τῆς γενέσεως καὶ διοικήσεως τῶν γενητῶν. Δεῖ δὴ ζητεῖν ἡμᾶς Θεὸν ἕτερον οὐκ ὄντα μόνον αὐτοτελῇ, αὐτενέργητον, αὐτὸν ἑαυτὸν δι’ ἑαυτοῦ θεώμενον, ἀλλὰ καὶ ἀγαθόν, οὕτω γὰρ οὐκ ἀρκεσθήσεται κινεῖσθαι μόνον τῇ ἑαυτοῦ θεωρίᾳ, μηδ’ ἀνενδεῆ μόνον, ἀλλὰ καὶ ὑπερπληρέστατον· οὕτω γὰρ βουλόμενος, ὡς ἀγαθός, τοῦ εὖ ποιεῖν, οὐκ ἀδυνάτως ἕξει, μηδ’ ἀκίνητον μόνον, ἀλλὰ καὶ κινούμενον· οὕτω γὰρ ἅπασι παρέσται ταῖς δημιουργικαῖς καὶ προνοητικαῖς προόδοις τε καὶ ἐνεργείαις· καὶ ἁπλῶς δεῖ ζητεῖν ἡμᾶς Θεὸν ὄντα πως μεθεκτόν, οὗ μετέχοντες ἕκαστος οἰκείως ἑαυτοῦ κατὰ τὴν τῆς μεθέξεως ἀναλογίαν, ὄντες καὶ ζῶντες καὶ ἔνθεοι ἐσόμεθα.

Ἔστιν ἄρα τι μεταξὺ τῶν γενητῶν καὶ τῆς ἀμεθέκτου ὑπερουσιότητος ἐκείνης, οὐχ ἓν μόνον, ἀλλὰ καὶ πολλὰ καὶ τοσαῦτα ὁπόσα δὴ καὶ τὰ μετέχοντα. Ταῦτα δ’ οὐ καθ’ ἑαυτά, τὰ μέσα ἐκεῖνα δηλαδή· δυνάμεις γάρ εἰσι τῆς ὑπερουσιότητος ἐκείνης, μοναχῶς καὶ ἑνιαίως προειληφυῖας καὶ συνειληφυῖας τὴν τῶν μεθεκτῶν ἅπασαν πληθύν, δι’ ἣν κατὰ τὰς προόδους πολυπλασιαζομένη καὶ μετεχομένη παρὰ πάντων ἀνεκφοιτήτως ἔχεται τοῦ ἀμεθέκτου καὶ ἑνός. Εἰ γὰρ τὸ τοῦ κύκλου κέντρον, ἔχον τὴν τοῦ ἀφιέναι παρ’ ἑαυτοῦ πάσας τὰς τοῦ κύκλου γραμμὰς δύναμιν ἐν ἑαυτῷ, οὐ δύο ἢ πολλά ἐστι σημεῖα, πολλῷ μᾶλλον ὁ Θεὸς πᾶσαν διπλόην ἀπαναίνεται, τὰς δυνάμεις ἐν ἑαυτῷ καὶ τὰ παραδείγματα τῶν γενητῶν προέχων. Ὑπάρχουσιν οὖν αἱ τοιαῦται δυνάμεις καὶ τὰ παραδείγματα καὶ προϋπάρχουσιν, ἀλλ’ οὐχ ὡς οὐσίαι, οὐδ’ ὡς αὐθυπόστατα, οὐδέτι ταῦτα συντελοῦσιν εἰς τὸ εἶναι τὸν Θεόν· ὑποστάτης γάρ ἐστιν αὐτῶν, ἀλλ’ οὐχ ὑπὸ τούτων ὑφέστηκεν αὐτός· οὐ γὰρ τὰ περὶ Θεόν ἐστιν οὐσία τοῦ Θεοῦ, ἀλλ’ αὐτός ἐστιν οὐσία τῶν περὶ αὐτόν. ᾟ μέν ἐστιν αὐτὸς ὑπερούσιος οὐσία, ἄρρητός τε καὶ ἀνεπινόητος, ἄσχετός τε καὶ ἀμέθεκτος, ᾗ δέ ἐστιν οὐσία τῶν ὄντων καὶ ζωὴ τῶν ζώντων καὶ σοφία τῶν σοφιζομένων καὶ ἁπλῶς πάντων τῶν ὁπωσοῦν ὄντων ὀντότης καὶ δύναμις καλλοποιός, καὶ νοεῖται καὶ λέγεται καὶ μετέχεται παρὰ τῶν γενητῶν.

Εἰ γὰρ κατὰ τὸν μέγαν Διονύσιον «οὐ δι’ ἀγνωσίας μόνον, ἀλλὰ καὶ διὰ γνώσεως ὁ Θεὸς γινώσκεται καὶ ἔστιν αὐτοῦ καὶ νόησις καὶ λόγος καὶ ἐπιστήμη καὶ ἐπαφὴ καὶ αἴσθησις καὶ δόξα καὶ φαντασία καὶ ὄνομα καὶ τἄλλα πάντα», τοιγαροῦν καὶ μέθεξίς ἐστιν αὐτοῦ, τοῦτο μὲν διὰ τὸ νόησιν αὐτοῦ ὑπάρχειν καὶ αἴσθησιν καὶ ἐπαφήν, τοῦτο δὲ διὰ τὸν ὕστερον ἐπενηνεγμένον συμπεριληπτικώτατον λόγον. Ἀμέθεκτος ἄρα καὶ μεθεκτὸς ὑπάρχει ὁ αὐτὸς Θεός, ἐκεῖνο μὲν ὡς ὑπερούσιος, τοῦτο δὲ ὡς οὐσιοποιὸν ἔχων δύναμίν τε καὶ ἐνέργειαν παραδειγματικὴν καὶ τελικὴν τῶν πάντων.

Ἀλλὰ γὰρ τὰ τοιαῦτα παραδείγματα Πυθαγόρας μὲν καὶ Πλάτων καὶ Σωκράτης ταπεινῶς καὶ ἀναξίως τοῦ Θεοῦ αὐθυπάρκτους ἐδόξασαν ἀρχάς, συναιτίους τῷ Θεῷ. Τούτους οὖν αἰτιατέον ὡς πολυθέους, οἵτινες μεταξὺ τῆς ὑπερουσιότητος ἐκείνης καὶ τῶν γενητῶν θείας οὐσίας ἑτέρας ἀρχικὰς τῶν ὄντων αὐτοσχεδιάσαντες παρ’ ἑαυτῶν ὑπέστησαν, «ἃς οὔτε αὐτοὶ ᾔδεισαν» κατὰ τὸ λόγιον «οὔτε οἱ πατέρες αὐτῶν». ἡμεῖς δὲ καὶ οἱ πατέρες ἡμῶν οὐδὲν τούτων αὐθύπαρκτον δοξάζομεν, οὐδ’ ἀναΐτιον, οὐδὲ συναΐτιον Θεῷ, διὸ καὶ προορισμοὺς καὶ προγνώσεις ταῦτά φαμεν καὶ θελήματα Θεοῦ, ὄντα μὲν πρὸ τῶν κτισμάτων ἐν αὐτῷ—πῶς γὰρ οὔ; —προηγμένων δ’ ὕστερον τῶν κτισμάτων κατ’ αὐτά. «Εἶπε» γάρ φησι «καὶ ἐγένετο» καὶ τὸ ἐννόημα ἔργον ἦν καὶ «πάντα ὅσα ἠθέλησεν ἐποίησεν». Εἰ γοῦν καὶ μὴ πολλάς φαμεν ὑπερουσίους ἀρχικάς τε καὶ ποιητικὰς τῶν γεγονότων οὐσίας, ἀλλ’ ἓν πᾶσαν διπλόην ἀπαναινόμενον καὶ κατὰ μίαν ἑνοειδῆ καὶ ὑπερηνωμένην ἁπλότητα τὰ πολυειδῆ καὶ μεριστὰ προάγον, ἀλλὰ παντοδύναμον τοῦτ’ ἴσμεν καὶ συνεκτικὸν ἁπάντων, ὡς ἐν ἑαυτῷ τὰ πάντα ἔχον καὶ πρὸ κτίσεως. Εἰ γὰρ ὁ εἷς ἥλιος, κατὰ τὸν μέγαν Διονύσιον φάναι, τὰς τῶν πολλῶν μετοχῶν αἰτίας ἐν ἑαυτῷ μονοειδῶς προείληφε, πολλῷ μᾶλλον ἐπὶ τῆς αὐτοῦ καὶ πάντων αἰτίας προϋφεστάναι τὰ πάντων τῶν ὄντων παραδείγματα κατὰ μίαν ὑπερούσιον ἕνωσιν συγχωρητέον.

Ἔστιν οὖν καὶ ἀεί ἐστι καὶ κυρίως ἐστὶ προορισμὸς καὶ πρόγνωσις καὶ πρόνοια καὶ τὰ τοιαῦτα, καὶ ἀδιαιρέτως ἥνωνται τῷ Θεῷ καὶ τῆς ὑπερουσιότητος ἐκείνης ἕτερά ἐστι καὶ ὑπὲρ αὐτά ἐστιν ἐκείνη· πῶς γὰρ οὔ; Τί οὖν, ἐπεὶ ταῦτα κατά τινα ὕπαρξιν ἐστὶν ἀεί, ἔστι δὲ καὶ ὁ Θεὸς ἀεί, δύο ἢ πολλοὶ ἔσονται θεοί; Διότι δ’ αὐτῷ ταῦτα ἥνωνται ἀδιαιρέτως, σύνθετος ἔσται ὁ Θεὸς ἡμῖν; Ὅτι δ’ αὖ κατ’ αὐτὰ γεγόναμεν, οὐ τοῦ Θεοῦ, ἀλλ’ ἑτέρων ποιήματά ἐσμεν;

Ἦ που σὺ καὶ τὸν ἐπὶ γῆς ἐκ Θεοῦ ἡμῖν ὑπηργμένον βασιλέα δύο ποιήσεις βασιλέας καὶ ἐκ δύο βασιλειῶν σύνθετον ἀποδείξεις τὸ βασίλειον αὐτῷ καὶ ἄλλον δή τινα καὶ οὐκ αὐτὸν ἐρεῖς τῶν ἀξιωμάτων πρύτανιν, ὅτι ὁρισμῷ καὶ θελήματι οἰκείῳ τὰ σχήματα ποιεῖται καὶ ὁ ὁρισμὸς αὐτῷ γίνεται σεπτὸν ὄνομά τε καὶ ἀξίωμα ἑκάστῳ τῶν ἐν τέλει; Κἀνταῦθα γὰρ μεταξὺ τοῦ ἐπιτάττοντος καὶ τῶν ὑπακουόντων ἐξ ἀνάγκης τοὐπίταγμά ἐστιν. Ἀλλ’ οὐδὲ τὸ δύνασθαί τις ἂν εἴποι μὴ προέχειν ἡμῖν τὸν βασιλέα, ἔστι δ’ ὅπη καὶ τὸ προειδέναι, εἰ καὶ μὴ ἐπὶ πᾶσι καὶ διὰ παντός. Ἆρα δὲ καὶ τὸν ὁρισμὸν αὐτὸν μετὰ τῆς συγκλήτου θήσομεν, ὅτι μὴ βασιλεία ἐστὶν ὁ ὁρισμός, καθάπερ ἐκεῖ σὺ τὰ μεθεκτὰ κτιστά, ὅτι μὴ ταῦτ’ ἐστὶν ἡ οὐσία τοῦ Θεοῦ; Ἐκ τοιούτων ἀρχῶν καὶ οὕτως ὁμολογουμένων διθεΐτας καὶ πολυθεΐτας ἔδειξας τοὺς ὀρθοδόξους.