Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ὑπὲρ τῶν ἱερῶς ἡσυχαζόντων

Γρηγόριος Παλαμᾶς

Τριάδα Γ', Λόγος 3ος: Η υπεροχή της εν Πνεύματι προφητικής θεοπτίας

Έλεγχος των συνεπειών της διδασκαλίας του Βαρλαάμ για τις προφητικές οράσεις, αποσαφήνιση των αποτελεσμάτων του θείου φωτισμού και τελική υπεράσπιση της ησυχαστικής εμπειρίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 9 από 9

ΤΟΥ ΑΥΤΟΥ ΚΑΤΑΛΟΓΟΣ ΤΩΝ ἘΚΒΑΙΝΟΝΤΩΝ ἈΤΟΠΩΝ ἘΚ ΤΩΝ ΤΟΥ ΑΥΤΟΥ ΦΙΛΟΣΟΦΟΥ ΣΥΜΠΕΡΑΣΜΑΤΩΝ ΚΑΤΑ ΤΩΝ ΔΕΥΤΕΡΩΝ Ὁ ΤΡΙΤΟΣ Ἃ μὲν οὖν προσκρούει τῇ ἀληθείᾳ καὶ τῷ τῆς ἀληθείας Θεῷ διὰ τῶν αὐτῷ δοκούντων ἀνωμολογημένων ἀρχῶν καὶ προτάσεων, ἃς οὗτος κατ’ αὐτῆς ἀληθείας προϋβάλλετο, τοσαῦτά ἐστι καὶ τοιαῦτα καὶ εἰς τοῦθ’ ἥκοντα κακοδοξίας· ἃ δ’ ἐξ ὧν οἴεται συμπεραίνειν, ἄκων μέν, ἑαυτοῦ δ’ ὅμως αὖθις τυγχάνει καταμαρτυρῶν· ἐκείνου γὰρ οὐχ ἑκόντος εἶναι πρὸς τὰς ἡμετέρας ἥκει χεῖρας τὰ ἐκείνου συγγράμματα καὶ τὸν συγγραφέα σφῶν οἷα πονηρὸν ὡσανεὶ προσήγγειλεν· ἃ τοίνυν αὖθις ἐκ τῶν μετὰ χεῖρας ἡμῖν αὐτοῦ συγγραμμάτων ἀναφαίνεται κακῶς φρονῶν, κατ’ οὐδὲν ἀπᾴδει τῶν περὶ αὐτοῦ προειρημένων ἐκείνων. Ἔχει γὰρ ὡς συνελόντα φάναι τοσαύτην κακονοίας ὑπερβολὴν ὡς τοὺς μὲν προφήτας ὑπὸ δαιμόνων ἐνεργεῖσθαι δεικνύναι, τοὺς δὲ κατὰ τὸ τοῦ Θεοῦ εὐαγγέλιον πολιτευσαμένους ἁγίους τοῖς αἱρετικοῖς συντετάχθαι, τὴν δὲ προφητῶν καὶ ἀποστόλων καὶ τῶν κατ’ αὐτοὺς ἀρετὴν κακίαν εἶναι καὶ οὐκ ἀρετὴν ἀποφαίνεσθαι. Ἆρά τις γέγονεν ἐξ αἰῶνος τοῦ τοιούτους συντιθέντος λόγους κακοδοξότερος; Ἆρά τις δυνήσεται νεμεσῆσαι τῷ πρὸς τὸν τοιαῦτα συγγραφόμενον ἀντιλέγοντι;

Ἆρά τινι μετὰ τῶν ἁγίων ἔσται μερὶς τὰ τοιαῦτα συγγράμματα στέργοντι καὶ κατηγοροῦντι τῶν μὴ ταῦτα στεργόντων; Τί γὰρ εἰ μὴ φανερῶς ἔστιν ἃ λέγει τούτων, ἀλλ’ ἐξ ὧν λέγει συνάγεται τοιαῦτα τὰ βαθέα τοῦ Σατανᾶ, τὰ τοῦ πονηροῦ μυστήρια, ἃ τοῖς ὑπέχουσιν αὐτῷ τὰ ὦτα ψιθυρίζει, οὐ χαλῶν καὶ ὑπεκλύων τὸν τόνον τῆς φωνῆς, ἀλλὰ τὸ βλαβερὸν ὑποκρύπτων τοῦ νοήματος; Ἡμεῖς δ’ ὅπως ἕκαστον τῶν εἰρημένων κατασκευάσαι πειρᾶται, διὰ βραχέων ἐνταῦθα φανερώσομεν καὶ πρῶτον διὰ τίνων δαιμονιώδεις φεῦ τοὺς ἐνθέους προφήτας δείκνυσιν ὁ λόγος αὐτῷ.

Τὰς ὁράσεις τούτων χείρους εἶναι νοήσεως κατασκευάζει καὶ ἀποφαίνεται ὡς φαντασίας οὔσας, εἰ καὶ αἰσθητάς, ἵνα τὴν γνῶσιν ὑπερέχουσαν τούτων ἐπιδείξῃ· εἶτα προϊὼν αὐτός φησι πάλιν «ἐμπαθῆ τυγχάνειν ἢ δαιμονιώδη νοῦν, ὃς ἂν ἐνεργοίη κατὰ χείρω νοήσεως ἐνέργειαν». Ἐπεὶ τοίνυν οἱ προφῆται νῷ ἑώρων—«οὐ γὰρ αἰσθητή τις», φησὶν ὁ μέγας Βασίλειος, ἡ τῶν προφητῶν ὅρασις, «ἀλλ’ ὑπὸ τοῦ νοῦ κατανοουμένη, τοῦ Θεοῦ φωτίζοντος αὐτόν»· καὶ πάλιν· «Προεώρων οἱ προφῆται τὰ μέλλοντα, τυπούμενοι τῷ Πνεύματι τὸ ἡγεμονικόν»—, εἰ γοῦν νῷ ἐν Πνεύματι ἑώρων οἱ προφῆται, «ἐνεργείᾳ δὲ χείρονι νοήσεως», ὡς οὗτος εἶπεν, αὕτη δὲ δαιμονιώδης, ὅταν μὴ περὶ χρήματα καὶ τὰς κάτω ἡδονὰς καὶ δόξας ἐνεργῇ, ἆρ’ οὐ κατὰ τὸν τὰ τοιαῦτα λέγοντα δαιμονιώδης ἡ θεία ὅρασις ἐκείνη; Τί δὲ τὸ θεῖον Πνεῦμα καὶ τὸ φῶς ἐκεῖνο, τὸ τὴν ὅρασιν ταύτην ἐμποιοῦν;

Ἀλλὰ τρέποιτο ἐπὶ τὴν κεφαλὴν τὸ τοιοῦτο βλάσφημον τοῦ τοιούτους λόγους συντιθέντος, μᾶλλον δὲ καὶ τῆς αὐτοῦ κεφαλῆς διαπεσόν, ὡς πορρωτάτω γένοιτο, πρὸς τὸ μὴ ὂν χωρῆσαν, μετάμελον λαβόντος καὶ μεταμαθόντος τὴν ἀλήθειαν.

Πόθεν δὴ τῷ τηλικούτῳ βόθρῳ περιέπεσεν, ἔροιτό τις ἄν; Ἐπεὶ λόγῳ καὶ φιλοσοφίᾳ φυσικῇ τὰ ὑπὲρ λόγον τε καὶ φύσιν ἐξηρεύνησεν, ἀπειθήσας τοῖς πατράσι λέγουσι· «Οὐ δυνατὸν ἑρμηνευθῆναι λόγῳ τὸν τρόπον τῆς προφητικῆς ὄψεως, ἀλλ’ ἐκεῖνος μόνος οἶδε σαφῶς, ὁ τῇ πείρᾳ μαθών· εἰ γὰρ φύσεως ἔργα καὶ πάθη πολλάκις οὐδεὶς ἂν παραστήσειε λόγος, πολλῷ μᾶλλον τῆς τοῦ Πνεύματος ἐνεργείας», ὃ καὶ τοῖς μετὰ Χριστὸν ἁγίοις ἴδοι τις ἂν πολλαχοῦ μαρτυρούμενον. Τοῦτο τοίνυν τούτων οὕτω λεγόντων, αὐτός φησι Μασσαλιανοὺς εἶναι τοὺς πείρᾳ δεῖν γινώσκειν ἢ πείρᾳ ἐγνωκέναι τὰ τοιαῦτα λέγοντας. Οὐκοῦν αὐτὸς ὡς ἐκ γεωμετρικοῦ πορίσματος ἀναφαίνεται πεῖραν μυστηρίου θείου ἢ Πνεύματος ἁγίου ἐνεργείας οὐδ’ ἡστινοσοῦν λαβών; Οὐ γὰρ ἂν Μασσαλιανὸν ἑαυτὸν ἀνεκήρυττεν. Εἰ γοῦν ὁ πείρᾳ μαθὼν μόνος οἶδε τὰ τῆς ἐνεργείας τοῦ Πνεύματος, αὐτὸς δὲ πείρᾳ οὐκ ἔγνωκε καὶ τοὺς πείρᾳ γνόντας οὐδαμῶς παραδέχεται, τίς ἔτ’ ἀμφιγνοήσει μὴ ψευδολογίαν εἶναι πᾶσαν τὴν περὶ τῆς θεοποιοῦ τοῦ Πνεύματος ἐνεργείας αὐτῷ γεγενημένην ἀδολεσχίαν, καὶ ταῦτα κατὰ τῶν ἐν πείρᾳ ταύτης γεγονότων ἐξενηνεγμένην αὐτῷ, μηδαμῶς εἰδότι μήτε ἃ λέγει, μήτε περὶ τίνων διαβεβαιοῦται; «Γλυκύτητα γὰρ μέλιτος τίς ἀναγγελεῖ τοῖς μὴ γευσαμένοις;», ἡ παροιμία φησίν· οἱ δὲ μὴ γευσάμενοι, πῶς ἀναγγελοῦσιν, εἰπέ μοι;

Εἰ δὲ καὶ τοῖς γευσαμένοις ἀντιλέγοιεν, ἆρ’ οὐ μετὰ τοῦ ψευδόμενοι δῆλοι πεφηνέναι καὶ γέλωτα ὀφλήσουσιν ἔσχατον; Πολλῷ μέντ’ ἂν εἴη ψευδηγόρος καὶ καταγέλαστος μᾶλλον ὁ περὶ τὰς ὑπερφυεῖς ἐνεργείας τοῦ Πνεύματος τοιαῦτα τερατευόμενος καὶ κατὰ τὸν Ἀπόστολον «ἃ μὴ ἑώρακεν ἐμβατεύων, εἰκῇ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ». Ἤρκει μὲν οὖν τουτὶ μόνον, οὐ μόνον ψευδογράφον αὐτὸν ἀπελέγξαι, πρὸς δὲ τούτῳ καὶ τοῖς αἱρετικοῖς τοὺς ἁγίους συντάττοντα· καὶ γὰρ ἐκείνων ἐστὶ λόγος «μόνον εἰδέναι σαφῶς τὸν πείρᾳ μαθόντα» τὰς ἐνεργείας τοῦ Πνεύματος· ὁ δὲ τοὺς τοῦτο λέγοντας αἱρετικοὺς εἶναι διισχυρίζεται. Τουτὶ μὲν οὖν ἤρκει καὶ τῶν μετὰ Χριστὸν ἁγίων κατήγορον αὐτὸν ἀπελέγξαι· τῷ δὲ οὐκ ἀπέχρησεν, ἀλλὰ καὶ δευτέρᾳ καὶ τρίτῃ καὶ ἔτι πλείοσι κατ’ αὐτῶν, μᾶλλον δὲ καθ’ ἑαυτοῦ, μεθόδοις ἐχρήσατο.

Τῶν γὰρ ἁγίων ἐν τοῖς καθ’ ἑαυτοὺς συγγράμμασιν ἔστιν οὗ πρὸς ἀλλήλους δοκούντων διαφωνεῖν, αὐτὸς ποτὲ μὲν τούτου, ποτὲ δὲ ἐκείνου ῥήσει προσθέμενος, δι’ ἐκείνης τοῖς ἄλλοις ἀναιδῶς ἐπιτίθεται καὶ ἐκκηρύκτους καὶ ἀποβλήτους ποιεῖται παντάπασιν ὡς καὶ ἀφορισμοῖς ὑποβάλλειν καὶ ἀναθέμασιν. Οὕτω τὸν Νύσσης θεῖον Γρηγόριον μήτ’ ἐκτός, μήτ’ ἐντὸς εἶναι τοῦ σώματος λέγοντα τὸν νοῦν διὰ τὸ ἀσώματον, τοῖς ἄλλοις ἐπεστράτευσεν ἁγίοις, ὅσοι ἐν τῇ καρδίᾳ τὸν νοῦν εἰρήκασι καὶ ὡς ἀντιτεταγμένους τῇ ἀληθείᾳ τοῖς αἱρετικοῖς εὐθὺς ἐνηρίθμησεν. Ἡμεῖς δ’ αὐτοὺς συμφώνους ἀλλήλοις κἀν τούτῳ, καὶ ἡμᾶς αὐτοὺς αὐτοῖς, ἔν τε τῷ Ἁγιορειτικῷ κατὰ τῶν φρονούντων τὰ τοιαῦτα τόμῳ κἀν τῷ Περὶ προσευχῆς δευτέρῳ λόγῳ τρανῶς ἀπεδείξαμεν.

Ἀλλ’ αὖθις αὐτὸν τὸν Νύσσης ὅπως τοῖς αἱρετικοῖς συνέταξεν ἄκουσον, εἰπόντα γὰρ περὶ τοῦ πρωτομάρτυρος Στεφάνου ὡς «οὐκ ἐν τῇ ἀνθρωπίνῃ φύσει τε καὶ δυνάμει μένων τὸ θεῖον βλέπει, ἀλλὰ πρὸς τὴν τοῦ ἁγίου Πνεύματος χάριν ἀνακραθείς, ὅτι τῷ ὁμοίῳ καθορᾶσθαι τὰ ὅμοια παρὰ τῆς Γραφῆς μεμαρτύρηται· εἰ γὰρ ἀνθρωπίνῃ φύσει ἡ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ δόξα χωρητὴ κατέστη, ψευδὴς ὁ ἀχώρητον ἀποφηνάμενος εἶναι τὸ θέαμα· ἀλλὰ μὴν οὐδὲ ἐκεῖνον ψεύδεσθαι καὶ τὴν ἱστορίαν ἀληθεύειν ἐπάναγκες», ταῦτα τοῦτον ἐν τῷ πρὸς τὸν θεῖον Στέφανον ἐγκωμίῳ σαφῶς εἰπόντα, πολυτρόπως τοῖς αἱρετικοῖς ἐγκρίνει τὸν ἅγιον διά τε τὴν χάριν καὶ τὴν ἀνάκρασιν· οὐ γὰρ ἀσφαλῶς συνορᾷ τῶν λεγομένων τὴν δύναμιν, μάλιστα δὲ πάντων ἐξοστρακίζει τοῦ χοροῦ τῶν ὀρθοδόξων τὸν ταῦτ’ εἰπόντα, Μασσαλιανὸν καὶ Βλαχερνίτην ἐπὶ διαβολῇ προσαγορεύσας διὰ τὴν ὅρασιν, ἀντιτάξας αὐτῷ τοὺς ἀόρατον εἶναι τὸν Θεὸν λέγοντας. «Τί δέ» φησιν «ὅτι ὑπὲρ ἄνθρωπον ὁ ἄνθρωπος γεγονώς, ὁρᾷ τὸν Θεόν; Ἄγγελος γὰρ γένοιτ’ ἄν. Ἀλλ’ ὁ κράτιστος τῶν παρ’ ἡμῖν θεολόγων ἀποδεῖ τοῦ τῶν ἀγγέλων ἐσχάτου· εἰ δὲ καὶ ἄγγελον γενέσθαι δοίημέν» φησιν, «ἀλλ’ οὐδ’ ἄγγελοι τὴν οὐσίαν ὁρῶσι τοῦ Θεοῦ».

Πρὸς ὃν ἄν τις φαίη δικαίως· «Ἀγγέλων πονηρῶν παίδευμα· καὶ γὰρ ἐκεῖθεν μυηθεὶς τῶν ἁγίων κατήγορος γέγονας». Ἀλλ’ οὐδ’ ὅταν ὁ βασιλεὺς ἐθελήσῃ τῆς κατὰ πρόσωπον ὁμιλίας ἀξιῶσαι τὸν στρατιώτην στρατηγὸς ἂν εἴη δι’ αὐτὸ παραυτά, οὐδ’ ὅτι ἐγγύτερος τότε παρίσταται παρὰ τοῦτο τὸ τοῦ ἀρχιστρατήγου σχῆμα παρήνεγκεν. «Ἀλλ’ οὐκ ἔνι» φησὶν «εἰ μὴ δι’ ἀγγέλου τὸν Θεὸν ἀνθρώπῳ συντυχεῖν· δι’ ἀγγέλων γὰρ ἱεραρχούμεθα». Τί ποιεῖς, ἄνθρωπε; Ἀνάγκας ἐπιτίθῃς τῷ καὶ τῶν ἀναγκῶν δεσπότῃ, τῷ καὶ ταύτας ἡνίκ’ ἂν ἐθέλῃ λύοντι, ἐνίοτε δὲ καὶ μετασκευάζοντι τελέως;

Εἰπὲ δή μοι· τίς ἦν ἀγγέλων ὁ τῷ Μωυσῇ εἰπὼν «ἐγώ εἰμι ὁ ὤν, ὁ Θεὸς Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ» εἰ μὴ ὁ τοῦ Θεοῦ Υἱός, ὡς καὶ Βασίλειος ὁ μέγας λέγει, Τί δέ ἐστι τὸ ἐν τῇ τοῦ Ἰσραὴλ Ἐξόδῳ γεγραμμένον ὅτι «ἐλάλησε Κύριος πρὸς Μωσῆν ἐνώπιος ἐνωπίῳ, ὡς εἴ τις λαλήσει πρὸς τὸν ἑαυτοῦ φίλον»; Τῷ δὲ Ἁβραὰμ ὁ ὁμιλῶν, ἡνίκα «ὤμοσε καθ’ ἑαυτοῦ», εἴγε ἄγγελος ὑπῆρχε, πῶς ὁ Ἀπόστολός φησιν ὡς «οὐκ εἶχε κατ’ οὐδενὸς μείζονος ὀμόσαι»; Εἰ δ’ ἐπὶ τῆς νομικῆς σκιᾶς αὐτὸς ὁ Θεὸς εὐδόκησεν ὁμιλῆσαι τοῖς πατράσι, πῶς τῆς ἀληθείας ἐκφανείσης καὶ τοῦ τῆς χάριτος νόμου τρανωθέντος, καθ’ ὃν οὐκ ἄγγελος, οὐκ ἄνθρωπος, ἀλλ’ αὐτὸς ὁ Κύριος ἔσωσεν ἡμᾶς καὶ αὐτὸ τὸ Πνεῦμα τοῦ Θεοῦ πᾶσαν τὴν ἀλήθειαν ἐδίδαξεν ἡμᾶς, οὐκ ἐμφανισθήσεται δι’ ἑαυτοῦ τοῖς ἁγίοις ὁ Θεός; Ἢ γενέσθαι μὲν ἄνθρωπος δι’ ἡμᾶς οὐκ ἀπηξίωσε καὶ σταυρὸν ὑπέστη καὶ θάνατον ὑπὲρ ἡμῶν, καὶ ταῦτα «ἀσεβῶν ὄντων ἔτι» κατὰ τὸν Ἀπόστολον, ἀνθρώπῳ δὲ ἀμέσως ἀπαξιώσει καὶ ἐνοικῆσαι καὶ ἐμφανισθῆναι καὶ ὁμιλῆσαι καὶ ταῦτ’ οὐκ εὐσεβεῖ μόνον, ἀλλὰ καὶ ἡγιασμένῳ καὶ διὰ τῆς τῶν θείων ἐντολῶν τηρήσεως προκαθηραμένῳ, σῶμά τε καὶ νοῦν, καὶ τοῦ πάντα δυναμένου Πνεύματος ὄχημα καὶ ζεῦγος εὐφυὲς ταῦτ’ ἐξειργασμένῳ;

Τοῦτο δὴ καὶ αὐτὸς ὁ Νύσσης θεῖος Γρηγόριος ἀποδεικνύς, μετὰ τὸ μνησθῆναι τῆς οὐρανίου καὶ ὑπερφυοῦς ἐκείνης τοῦ Στεφάνου θεωρίας, «ἆρά» φησιν «ἀνθρωπίνης φύσεως ἦν τὸ κατόρθωμα; Ἆρά τινος τῶν ἀγγέλων πρὸς τὸ ὕψος ἐκεῖνο τὴν κάτω κειμένην φύσιν ἀναβιβάσαντος;

Οὐκ ἔστι ταῦτα· οὐ γὰρ οὕτω γέγραπται ὅτι Στέφανος τῇ δυνάμει πολὺς ἢ τῆς ἀγγελικῆς βοηθείας πλήρης γενόμενος εἶδεν ἃ εἶδεν, ἀλλ’ ὅτι Στέφανος πλήρης ὢν Πνεύματος ἁγίου εἶδε τὴν δόξαν τοῦ Θεοῦ καὶ τὸν μονογενῆ τοῦ Θεοῦ. Οὐ γὰρ ἔστι, καθάπερ ὁ προφήτης εἶπε, τὸ φῶς ὀφθῆναι μὴ ἐν φωτὶ καθορώμενον». Ὅρασιν οὖν ἐνταῦθ’ εἶπε χωρητὴν διὰ Πνεύματος, ἀλλ’ οὐχὶ γνῶσιν, καὶ τὸ «οὐδεὶς ἑώρακε Θεὸν» ἐπὶ ταύτης τῆς σημασίας ἐκλαβόμενος καὶ διαπορητικῶς ἀντιθεὶς τῇ πνευματικῇ τοῦ Στεφάνου θεωρίᾳ, τὴν λύσιν ἐπήνεγκε κάλλιστά τε καὶ εὐσεβέστατα. Πρὸς δὲ τούτοις, οὐδὲ τὴν οὐσίαν εἶπε χωρητὴν ἢ ὁρατήν, ἀλλὰ τὴν δόξαν τοῦ Πατρὸς καὶ τὴν χάριν τοῦ Πνεύματος. «Ἀλλ’ ἐγώ» φησι «τὴν χάριν καὶ τὴν δόξαν ταύτην ὑπερφυῆ καὶ ὁμοίαν ἀκούων τῷ Θεῷ, τῷ γὰρ ὁμοίῳ, φησί, καθορᾶται τὰ ὅμοια, διὸ καὶ ἄκτιστον οὖσαν καὶ ἄναρχον, οὐσίαν ταύτην εἶναι λέγω τοῦ Θεοῦ». Καὶ οὐ δύναται εἶναι, ὦ τῶν ἁγίων ἀντικείμενε θεολόγε· λήσεις γὰρ εὖ ἴσθι τοὺς εἰδότας οὐδαμῶς, εἰ καὶ τὰ ὀνόματα κρύπτων, τὴν ἁγίαν τῶν ἁγίων διάνοιαν ὡς ἀλλοτριόφρονός τινος προτείνεις περιέργως· οὐ δύναται τοίνυν ἐνέργεια Θεοῦ ὑπερφυής, ἄναρχός τε καὶ ἄκτιστος ὑπάρχειν καὶ διὰ τὸ τὸν Θεὸν ὅλον φανεροῦν δι’ ἑαυτῆς τοῖς ὑπερφυῶς ἐν Πνεύματι ὁρῶσιν ὁμοία τῷ Θεῷ; «

Ἄπαγέ» φησιν, «ἓν γὰρ ἄκτιστόν τε καὶ ἄναρχον ἡ οὐσία τοῦ Θεοῦ, πᾶσα δὲ ἐνέργεια αὐτοῦ κτιστή». Τῆς ἀσεβείας· ἢ γὰρ οὐκ ἔχει φυσικὰς καὶ οὐσιώδεις ἐνεργείας ὁ Θεὸς καὶ ἄθεός ἐστιν ὁ τοῦτο λέγων —τοῦτο γὰρ ἄντικρύς φησιν ὅτι οὐκ ἔστι Θεός· οἱ γὰρ ἅγιοι πατέρες φανερῶς λέγουσι, κατὰ τὸν θεῖον Μάξιμον, μήτε εἶναι, μήτε γινώσκεσθαι, χωρὶς τῆς οὐσιώδους αὐτῆς ἐνεργείας τὴν οἱανδήποτε φύσιν—, ἢ οὖν οὐκ εἰσὶν οὐσιώδεις καὶ φυσικαὶ θεῖαι ἐνέργειαι καὶ οὐδὲ Θεός ἐστι λοιπόν, ἢ εἴπερ εἰσὶν ἐνέργειαι θεῖαι, φυσικαὶ καὶ οὐσιώδεις, κτισταὶ δέ εἰσιν αὗται, κτιστὴ ἔσται καὶ ἡ ταύτας ἔχουσα οὐσία τοῦ Θεοῦ· ἧς γὰρ οὐσίας τε καὶ φύσεως αἱ φυσικαὶ καὶ οὐσιώδεις ἐνέργειαι κτισταί, καὶ αὐτὴ ἡ ταύτας ἔχουσα φύσις καὶ οὐσία κτιστὴ καὶ ἔστι καὶ γινώσκεται.

Εἰπὲ δή μοι· πόθεν ἐν δυσὶν ἐνεργείαις καὶ φύσεσιν ἔγνωμεν Χριστόν, εἰ μὴ αἱ τοῦ Θεοῦ φυσικαὶ ἐνέργειαι ἄκτιστοί εἰσι; Πόθεν δὲ καὶ ἐν δυσὶ θελήσεσι γινώσκομεν αὐτόν, εἰ μὴ καὶ ὡς Θεὸς θέλησιν εἶχε φυσικὴν καὶ θείαν;

Τί οὖν τὸ τοῦ Θεοῦ θέλημα, οὐχὶ φύσεώς ἐστιν ἐνέργεια Θεοῦ; Ἆρ’ οὖν κτιστόν ἐστι τὸ τοῦ ἀκτίστου θέλημα; Ἆρα δὲ καὶ ὑπὸ χρόνον καὶ ἀρχήν ἐστι καὶ θέλησιν ἔσχεν ἣν οὐκ εἶχε πρὸ αἰώνων; Τί οὖν, ἀναγκασθεὶς ἢ μεταβουλευθείς;

Οὕτω ταῖς καινοφωνίαις ὁ ταλαίπωρος οὗτος, οὐ τῇ θείᾳ φύσει μόνον, ἀλλὰ καὶ τῇ διὰ σαρκὸς ἐπιδημίᾳ τοῦ Σωτῆρος ἐπηρεάζει καὶ χριστιανοκατήγορος ἐθέλων εἶναι τοῦ χριστιανῶν εὐσεβοῦς πληρώματος ἑαυτὸν ἐξέβαλε, μονοφυσίτης τε καὶ μονοθελήτης καὶ τῶν πώποτε ἀναφανέντων χείρων ὑπὸ τῶν οἰκείων λόγων ἐξελεγχθείς. Εἰ γὰρ πᾶσα ἐνέργεια Θεοῦ, χωρὶς τῆς τὰ πάντα πρώτως ἐνεργούσης οὐσίας τοῦ Θεοῦ, κατὰ τοὺς ἐκείνου λόγους, χρονικὴν ἔσχεν ἀρχὴν καὶ κτιστή ἐστιν ἐξ ἀνάγκης πᾶσα ἐνέργεια Θεοῦ, λοιπὸν οὐκ εἶχεν ὁ Χριστὸς κτιστὰς καὶ ἀκτίστους ἐνεργείας φυσικῶς, ἀλλὰ κτιστὰς μόνον· μιᾶς ἄρα ἐνεργείας ἦν καὶ ταύτης οὐ θείας, ὡς οἱ κακόδοξοι ἐκεῖνοι ἔλεγον· ὑπὸ γὰρ τὸ κτιστὸν ἅπασαί εἰσιν· εἰ δὲ μιᾶς ἦν ἐνεργείας, καὶ μιᾶς φύσεως ἐξ ἀνάγκης ἦν καὶ ταύτης αὖθις οὐ θείας, κατὰ τοὺς πάλαι ποτὲ μονοφυσίτας, ἀλλὰ κτιστῆς· ἧς γὰρ φύσεως ἡ ἐνέργεια κτιστή, ἄκτιστος αὐτὴ οὐκ ἔστι.

Πρὸς δέ, εἰ μὴ ἀνάρχους ἔχει ἐνεργείας ὁ Θεός, τούτων ὢν ἐπέκεινα, καθόσον τὸ ἐνεργοῦν οὕτω τῶν ἐνεργουμένων ὑπερέχει, πῶς προάναρχος καὶ ὑπεράναρχός ἐστιν; Ὡς γὰρ «ὑπέρθεος» οὐκ ἂν ἦν, κατὰ τὸν μέγαν Διονύσιον, εἰ μὴ «θεότης» ἐλέγετο «τὸ χρῆμα τοῦ θεοποιοῦ δώρου», ὃ «ἀεί ἐστιν ἐκ τοῦ ἀεὶ ὄντος Θεοῦ» κατὰ τὸν θεῖον Μάξιμον· εἰ γὰρ μὴ τοῦτο δοίη τις, τῆς τοῦ Θεοῦ φύσεως μεθέξουσιν οἱ θεούμενοι καὶ φύσει ἔσονται θεοί. Ὡς οὖν, εἰ μὴ ἡ χάρις τῆς θεώσεως ἦν, οὐκ ἂν «ὑπέρθεος» ἐκαλεῖτο ὁ Θεός, οὕτως οὐδὲ «ὑπεράναρχος» κληθείη ἄν, εἰ μή, καθάπερ ὁ θεῖος καὶ τοῦτο Μάξιμός φησιν, «ἄναρχα ἔργα τοῦ Θεοῦ ἐστιν ἡ ἀθανασία καὶ ἡ ἀπειρία καὶ ἡ ὀντότης καὶ ὅσα περὶ τὸν Θεὸν οὐσιωδῶς θεωρεῖται». Πῶς δὲ καὶ κατὰ μέθεξιν τῆς τοιαύτης χάριτος, κατὰ τὸν αὐτὸν ἅγιον, «ἄναρχος γίνεται ὁ ἄνθρωπος καθάπερ ὁ Μελχισεδέκ, μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἐσχηκέναι μαρτυρούμενος», καὶ «πᾶς ὁ κατὰ Παῦλον τὴν τοῦ ἐνοικήσαντος Λόγου ζῶν θείαν καὶ ἀΐδιον ζωήν», εἰ μὴ ἄναρχος ἡ χάρις εἴη; «Ἀλλ’ εἰ καί τις δοίη» φησὶν «ἀκτίστους εἶναι ἐνεργείας θείας, οὐδεὶς ἑώρακεν αὐτάς, εἰ μὴ κτισταὶ γεγόνασιν».

Ὅτι μὲν οὖν οὐδέποτε ἐκεῖναι γίνονται κτισταί, ἀλλὰ μόνα τὰ μετέχοντά ἐστι κτιστά, τῶν μεθεκτῶν προόντων ἐν Θεῷ, καὶ ὡς εἰ μὴ τοῦτ’ εἴη, τῆς οὐσίας τοῦ Θεοῦ τὰ κτίσματα μεθέξουσιν, ὃ παντὸς μᾶλλον ἄτοπόν ἐστι, τοῦτο μὲν οὖν ἀφῶμεν νῦν. Ἀλλ’ οὐδὲ τὰ πόρρω ὡς ὑπ’ ὀφθαλμοὺς ἡμεῖς ὁρῶμεν, οὐδὲ τὰ μέλλοντα ὡς ἐνεστῶτα, οὐδὲ τὸ περὶ ἡμῶν θέλημα τοῦ Θεοῦ, εἰ μὴ ἐκβαίη, γινώσκομεν ἡμεῖς· οἱ δὲ προφῆται καὶ τὴν ἐν Θεῷ πρὸ τῶν αἰώνων ἐνυπάρχουσαν ἐγνώκασι βουλήν, μήπω ἀποτελεσθεῖσαν.

Οὕτω καὶ οἱ ἔκκριτοι τῶν μαθητῶν, καθάπερ ἀκούεις ψάλλουσαν τὴν Ἐκκλησίαν, εἰ μὴ ἐκκεκώφησαι τὰ ὦτα, τὴν οὐσιώδη τοῦ Θεοῦ καὶ ἀΐδιον εὐπρέπειαν εἶδον ἐν Θαβώρ, οὐ τὴν ἀπὸ τῶν κτισμάτων δόξαν τοῦ Θεοῦ, ὡς αὐτὸς χαμαιζήλως ὑπείληφας, ἀλλ’ αὐτὴν τὴν ὑπέρφωτον τοῦ ἀρχετύπου κάλλους λαμπρότητα, αὐτὸ τὸ ἀνείδεον εἶδος τῆς θεϊκῆς ὡραιότητος, δι’ οὗ θεουργεῖται καὶ τῆς πρὸς πρόσωπον θείας ὁμιλίας καταξιοῦται ὁ ἄνθρωπος, αὐτὴν τὴν ἀΐδιον καὶ ἀδιάδοχον βασιλείαν τοῦ Θεοῦ, αὐτὸ τὸ ὑπὲρ νοῦν καὶ ἀπρόσιτον φῶς, φῶς οὐράνιον, ἄπλετον, ἄχρονον, ἀΐδιον, φῶς ἀπαστράπτον ἀφθαρσίαν, φῶς θεοῦν τοὺς θεωμένους· αὐτὴν γὰρ εἶδον ἣν καὶ ἔνοικον ἐσχήκασιν ὕστερον τὴν χάριν τοῦ Πνεύματος· μία γὰρ χάρις Πατρός, Υἱοῦ καὶ Πνεύματος, ἣν εἰ καὶ σωματικοῖς εἶδον ὀφθαλμοῖς, ἀλλὰ διανοιγεῖσιν, ὡς ἐκ τυφλῶν γενέσθαι βλέποντας, κατὰ τὸν ἐκ Δαμασκοῦ θεῖον Ἰωάννην, καὶ ἰδεῖν τὸ ἄκτιστον ἐκεῖνο φῶς, ὃ κἀν τῷ μέλλοντι αἰῶνι τοῖς ἁγίοις μόνοις ἀκαταλήκτως ἔσται θεατόν, κατὰ τοὺς ἁγίους Διονύσιόν τε καὶ Μάξιμον.

Ὁρᾷς ὅτι τὰς κτιστῇ δυνάμει ἀοράτους ἐς τῷ Θεῷ θείας ἐνεργείας οἱ ἅγιοι διὰ τοῦ Πνεύματος ὑπεραναβάντες ἑαυτοὺς ὁρῶσιν; «Ὁ γὰρ ἀξιωθείς» φησιν «ἐν τῷ Θεῷ γενέσθαι, πάντας εἴσεται τοὺς ἐν αὐτῷ τῶν ὄντων προϋφεστῶτας λόγους καθ’ ἁπλῆν τινα καὶ ἀδιαίρετον γνῶσιν»· καὶ πάλιν· «Τὴν ψυχὴν πρὸς ἑαυτὴν καὶ τὸν Θεὸν συναχθεῖσαν, οὐκ ἔσται ὁ εἰς πολλὰ κατ’ ἐπίνοιαν αὐτὴν ἔτι διαιρῶν λόγος, τῷ πρώτῳ καὶ μόνῳ καὶ ἑνὶ Λόγῳ τε καὶ Θεῷ κατεστεμμένην τὴν κεφαλήν, ἐν ᾧ κατὰ μίαν ἀπερινόητον ἁπλότητα πάντες οἱ τῶν ὄντων λόγοι ἑνοειδῶς προϋφεστήκασιν, ᾧ ἐνατενίζουσα οὐκ ἐκτὸς αὐτῆς ὄντι, ἀλλ’ ἐν ὅλῃ ὅλῳ καθ’ ἁπλῆν προσβολήν, εἴσεται καὶ αὐτὴ τοὺς τῶν ὄντων λόγους, δι’ οὓς τυχόν, πρὶν νυμφευθῆναι τῷ Λόγῳ καὶ Θεῷ, ταῖς διαιρετικαῖς ὑπήγετο μεθόδοις».

Ὁρᾷς ὡς οὐ καθ’ ἡμᾶς ὁρῶσιν οἱ ἐν Θεῷ γενόμενοι καὶ θεωθέντες καὶ πρὸς αὐτὸν ἐνθέως ἀτενίζοντες; Αἰσθήσει γὰρ τὰ ὑπὲρ αἴσθησιν καὶ νῷ τὰ ὑπὲρ νοῦν ὁρῶσι θαυμασίως, ταῖς ἀνθρωπίναις ἕξεσιν ἐγγινομένης τῆς τοῦ Πνεύματος δυνάμεως, δι’ ἧς ὁρῶσι τὰ ὑπὲρ ἡμᾶς. Ἡμῶν οὖν τῇ αἰσθήσει συναπτόντων ἀεὶ τὸ ὑπὲρ αἴσθησιν, ὡς μετὰ τοῦ ὑπερφυοῦς καὶ τὸ ὑπερώνυμον δειχθῆναι τῆς ὁράσεως ἐκείνης, διαιρῶν σοφιστικῶς ὁ τῆς κακίας σοφιστὴς οἴεταί τι καθ’ ἡμῶν λέγειν καὶ τοὺς παιδαριώδεις τὴν διάνοιαν ἐξαπατᾷ, καταφλυαρῶν τῶν αἰσθητὸν τάχα τὸ θεῖον οἰομένων, ὥσπερ ἂν εἴ τις τῶν «οὐσίαν ὑπερούσιον» λεγόντων τὸν Θεόν, διελὼν τοῦ ὑπερουσίου τὴν οὐσίαν, εἶτ’ ἀφειδῶς κατεφλυάρει λέγων ὡς «ἐπεὶ οὐσίαν ἔχειν τὸν Θεόν φατε, ἢ τῶν καθόλου τί ἐστι ψιλῇ μόνῃ ἐπινοίᾳ θεωρούμενον καὶ οὐκ ἔστιν ἀληθῶς, ἤ τι τῶν ἀτόμων». Πρὸς ὃν ἂν εἶπον ὅπερ καὶ ἡμεῖς πρὸς τὸν φερωνύμως λατινέλληνα δικαίως τοῦτον ὡς «ἔοικας οὕτω τῶν περὶ Θεοῦ λόγων ἐπαΐειν ὡς βοῦς καὶ ὄνος τῶν ᾀδόντων. Οὕτω γὰρ τὸ παρ’ ἡμῶν πνευματικὸν καὶ ὑπὲρ νοῦν λεγόμενον ὡς αἰσθητὸν λεγόντων παρακούων ἡμῶν κατηγορεῖς, καὶ διαφορωτάτου ὄντος τοῦ κατ’ αὐτὸν τοῦ καθ’ αὑτό, ὡς ταὐτοῦ αὐτὸς ἀκούεις καὶ τῶν περὶ Θεὸν ὅσα φυσικά, κατ’ αὐτὸν ἡγῇ». «

Ἀλλ’ οὐδενός» φησιν «ἔσται διαφέρων ὁ Θεὸς τῶν ὁρωμένων, εἰ ἐκ τῶν περὶ αὐτὸν ὁρᾶται· καὶ γὰρ ἕκαστον τούτων οὐκ ἐκ τῶν κατ’ αὐτό, ἀλλ’ ἐκ τῶν περὶ αὐτό ἐστιν ὁρώμενον· ἡλίου γὰρ οὐ τῆς οὐσίας ἀντιλαμβάνεται ἡ ὄψις, ἀλλὰ τῶν περὶ αὐτήν». Πρῶτον μὲν οὖν ἀπὸ τοῦ σοὶ προτεθέντος παραδείγματος συκοφάντης ἑκὼν ἀναφαίνῃ τοῦ Θεοῦ καὶ τῶν ἁγίων αὐτοῦ· ἥλιος γὰρ καὶ ἡ ἀκτὶς καὶ ὅθεν ἡ ἀκτὶς καλεῖται καὶ οὐ δύο παρὰ τοῦτο ἥλιοι· τοιγαροῦν εἷς Θεός, εἰ καὶ ἡ ἐκ Θεοῦ θεοποιὸς θεολογεῖται χάρις· καὶ τῶν περὶ τὸν ἥλιόν ἐστι τὸ φῶς, οὔκουν οὐσία τοῦ ἡλίου. Πῶς οὖν οὐσία Θεοῦ τὸ ἐκ Θεοῦ τοὺς ἁγίους ἐπιλάμπον φῶς; Τί δὲ τὸ τοῦ ἡλίου φῶς; Ὁρώμενον γίνεται ἢ καὶ πρὸ τοῦ ὁρᾶσθαι ἦν; Πολλῷ μᾶλλον δήπουθεν τὸ θεουργοῦν τοὺς θεωμένους φῶς. Ἔπειτα εἰ μηδὲν παρὰ τοῦτο μηδενὸς τῶν ὁρωμένων διαφέρει ὁ Θεός, πῶς ἄρα σοί τε καὶ τοῖς κατὰ σέ, μᾶλλον δὲ καὶ τοῖς πολλῷ σου κρείττοσιν ἀνθρώποις, οὐχ ὁρᾶται; Οἱ σοὶ τοίνυν ὀφθαλμοί, τυφλοὶ ὄντες πρὸς τὸ τοῖς ἁγίοις φῶς ἐποπτευόμενον, καὶ τὸ σὸν στόμα ἐμφραξάτωσαν τοιαῦτα εἰς τὸ θεῖον φῶς ἐκεῖνο βλασφημοῦν, διδάξαντες ὡς οὐ φυσικόν, οὐδὲ «δι’ ἀέρος» ἐκεῖνο «ὁρατόν».

Ὃ διαβεβαιούμενος αὐτός, οὐδὲ τὸν μέλλοντα αἰῶνα ἀνεπηρέαστον ἀφῆκας· τῶν θεηγόρων γὰρ σαφῶς λεγόντων ὡς οὐκ ἀέρος καὶ τοῦ δι’ αὐτοῦ φωτὸς τότε δεησόμεθα, σὺ τὸ μὴ ληπτὸν αἰσθητικῇ δυνάμει τοῦτο φῶς, τὴν καλλονὴν τοῦ μέλλοντος καὶ μένοντος αἰῶνος, αἰσθητὸν ἀποφαίνῃ καὶ δι’ ἀέρος καὶ τότ’ εἶναι ὁρατόν. «Ἀλλ’ εἰ καὶ πρὸς τὸ τοιοῦτο φῶς ἀορασίαν περίκειμαί» φησιν, «ἀλλ’ ἀνεῳγμένα ὦτα ἔχων τοῦ λέγοντος ἀκούω ὡς ἐκ τῶν περὶ αὐτὸν νῷ μόνῳ σκιαγραφεῖται ὁ Θεός, τοσαῦτα περιλάμπων ἡμῶν τὸ ἡγεμονικὸν καὶ ταῦτα κεκαθαρμένων ὅσα καὶ ὄψιν ἀστραπῆς τάχος οὐχ ἱσταμένης».

Ὄντως ἔοικας τυφλῷ παρά του τῶν ὁρώντων περὶ φωτὸς διδασκομένῳ, ὃς πρὶν διακοῦσαι τοῦ διδάσκοντος, ὑπὸ τῆς ὑπερβαλλούσης ἀπονοίας, ὡς αὐτὸς κρεῖττον εἰδώς τε καὶ διδάξων ἐπανίσταται τῷ διδασκάλῳ. Τί γὰρ προϊών φησιν ὁ θεολόγος οὗτος; «Διὰ τοῦτο περιλάμπει λίαν ἀμυδρῶς τῷ νῷ μόνῳ τὴν ἀρχὴν ὁ Θεός, ἵνα τῷ ληπτῷ μὲν ἕλκῃ πρὸς ἑαυτόν, τῷ δὲ ἀλήπτῳ θαυμάζηται, θαυμαζόμενον δὲ ποθῆται πλέον, ποθούμενον δὲ καθαίρῃ». Τί καθαίρει ποθούμενον; Τὸν νοῦν ἆρα μόνον; Οὐ· καὶ γὰρ οὗτος κατὰ τοὺς πατέρας οὐ πολλῆς σπουδῆς εἰς τὸ καθῄρασθαι δεῖται, ῥᾷστά τε τῆς καθαρότητος πέφυκεν ἐκπίπτειν, διὸ καὶ χωρὶς τοῦ θείου πόθου καθαρθείη ἄν, ὡς ὁ θεολόγος οὗτος ἔδειξε, καὶ τοῖς εἰσαγομένοις ἡ τοιαύτη κάθαρσίς ἐστι κατάλληλος.

Ὁ δὲ θεῖος πόθος, πᾶσαν ἕξιν τε καὶ δύναμιν ψυχῆς τε καὶ σώματος καθαίρων καὶ τῷ νῷ μονιμωτέραν ἀπεργασάμενος τὴν κάθαρσιν, δεκτικὸν τῆς θεοποιοῦ χάριτος τὸν ἄνθρωπον ποιεῖται. «Διὰ τοῦτο τὸ θεῖον ποθούμενον καθαίρει, καθαῖρον δὲ θεοειδεῖς ἀπεργάζεται, τοιούτοις δὲ γενομένοις ὡς οἰκείοις ἤδη προσομιλεῖ, τολμᾷ τι νεανικὸν ὁ λόγος, Θεὸς θεοῖς ἑνούμενός τε καὶ γνωριζόμενος, καὶ τοσοῦτον ἴσως, ὅσον ἤδη γινώσκει τοὺς γινωσκομένους».

Ποῦ τὸ ἀμυδρὸν ἐνταῦθα τῆς ἐλλάμψεως; «Καθόσον γάρ» φησι «γινώσκει ὁ Θεὸς αὐτούς, κατὰ τοσοῦτον ἴσως καὶ αὐτοί» φησι «γινώσκουσι Θεόν». Πῶς; Οὐ διανοίας ἀμυδραῖς ἐπιβολαῖς, καθάπερ ἀρχόμενος τοῦ λόγου εἴρηκεν, ἀλλ’ ἐν Θεῷ Θεὸν εἰδότες καὶ διὰ τῆς πρὸς αὐτὸν ἑνώσεως θεοειδεῖς ἤδη γεγονότες καὶ θεοειδεῖ δυνάμει ταῖς θειοτάταις ἐπιβάλλοντες χάρισι τοῦ Πνεύματος, αἷς ἐνατενίζειν τοὺς μὴ θεοειδεῖς καὶ νῷ μόνῳ ζητοῦντας τὰ περὶ Θεὸν ἀμήχανον.

Ἀλλ’ ὡς μὲν τῇ θεοειδῆ τὸν ἄνθρωπον ποιούσῃ χάριτι τὸν Θεὸν γινώσκει ὁ παθὼν ἤδη γέγονε σαφές. Πόθεν δ’ ὅτι καὶ φῶς αὕτη ἐστὶν εἰσόμεθα; Παρὰ τοῦ αὐτοῦ πάλιν ἢ καὶ ἄλλου του τῶν διὰ πείρας διδασκόντων; Παρίτω τοίνυν ἕτερος, ὡς πλείους εἶναι τοὺς συμμαρτυροῦντας. Εἰπὼν γὰρ ὁ θεῖος Μάξιμος τὴν γενησομένην ἐπὶ τοῦ μέλλοντος αἰῶνος τῶν ἁγίων ἕνωσιν πρὸς τὸ τῆς θείας ἁπλότητος κρύφιον, ἐπάγει· «Καθ’ ὃν τῆς ἀφανοῦς καὶ ὑπεραρρήτου δόξης τὸ φῶς ἐποπτεύοντες, τῆς μακαρίας μετὰ τῶν ἄνω δυνάμεων καὶ αὐτοὶ δεκτικοὶ γίνονται καθαρότητος». Ἀλλὰ πόθεν ὅτι καὶ θέωσις τουτὶ τὸ φῶς; Τοῦ αὐτοῦ πάλιν ἄκουσον· εἰπὼν γὰρ τὸν τρόπον ὡς ἐφικτὸν τῆς τοῦ Θεοῦ πρὸς τοὺς θεοποιουμένους ἑνώσεως—ὡς ψυχῆς πρὸς σῶμα γίνεται τρόπον, ἵν’ ὅλος ἄνθρωπος θεωθῇ, τῇ τοῦ ἐνανθρωπήσαντος Θεοῦ χάριτι θεουργούμενος—ἐπάγει· «Ὅλος ἄνθρωπος μένων κατὰ ψυχὴν καὶ σῶμα διὰ τὴν φύσιν καὶ ὅλος γινόμενος Θεὸς κατὰ ψυχὴν καὶ σῶμα διὰ τὴν χάριν καὶ τὴν ἐμπρέπουσαν αὐτῷ διόλου θείαν τῆς μακαρίας δόξης λαμπρότητα».

Εἶδες ὡς λαμπρότης τοῦ Θεοῦ ἐστι τὸ φῶς ἐκεῖνο; Τί οὖν, ἡ λαμπρότης τοῦ Θεοῦ κτιστόν; Ἀλλὰ τῶν ἐξῆς ἄκουε· «Μεθ’ ἣν οὐκ ἔστιν ἐπινοῆσαί τι λαμπρότερον ἢ ὑψηλότερον· τί γὰρ θεώσεως τοῖς ἀξίοις ἐρασμιώτερον;» Ἤκουσας ὅτι ἡ λαμπρότης αὕτη θέωσίς ἐστι καὶ ὡς οὐδὲν τοῖς ἀξιωθεῖσιν ὑψηλότερον τῆς θεωρίας ταύτης; Ἀλλὰ θέλεις μαθεῖν ὡς αὕτη ἐστὶ δι’ ἧς τοῖς ἀξίοις ὁ Θεὸς ἑνοῦται;

Τῶν ἐξῆς αὖθις ἄκουσον· «Καθ’ ἣν ὁ Θεὸς θεοῖς γενομένοις ἑνούμενος τὸ πᾶν ἑαυτοῦ ποιεῖται δι’ ἀγαθότητα». Τοῦτ’ ἄρα τὸ θεοποιόν ἐστι δῶρον, ὃ «θεότητα» καλέσας ὁ ἐξ Ἀρείου πάγου τῶν Ἀθηνῶν φανότατος φωστὴρ ἐπέκεινα ταύτης εἶναι λέγει τὸν Θεόν. Ποῦ δή σοι ἡ γνῶσις καὶ ἡ μίμησις καὶ ἡ ἀφαίρεσις, δι’ ὧν σὺ σπεύδεις ἀφαιρεῖσθαι τῶν πολλῶν καὶ τὴν ἐκ πίστεως γνῶσιν τῆς ὑπὲρ ἡμᾶς καὶ ὄντως θεομιμησίας; «Ἀλλ’ οὐχὶ καὶ ὑπὲρ τὸ καθ’ ὑπεροχὴν μὴ ὂν τὸν Θεὸν εἴρηκέ» φησιν, «εἰ καὶ ὑπὲρ ταύτην τὴν θεότητα προσεῖπε τοῦτον». Σοί γε οὐκ εἴρηκεν, εὖ οἶδα· λαλεῖ γὰρ οὐκ εἰς τὰ σά, ἀλλ’ εἰς ὦτα ἀκουόντων· ἔστι γὰρ μακάριος.

Ὅταν γὰρ λέγῃ τὸν Θεὸν «ὑπερουσίως ἔχειν τὸ ὑπερούσιον», τί γε ἄλλο λέγει ἢ ὅτι ἐπεὶ ὑπερούσιόν ἐστι τὸ καθ’ ὑπεροχὴν μὴ ὄν, ὑπὲρ τοῦτο ὁ Θεός ἐστιν, ὑπερουσίως ἔχων τὸ ὑπερούσιον; Τί δὲ ὁ λέγων, μᾶλλον δὲ οἱ λέγοντες, ἓν γάρ εἰσι κατὰ τὴν δεσποτικὴν εὐχὴν καὶ δι’ ἑνὸς τοὺς ἁγίους ἅπαντας προάγομεν, τί οὖν οἱ λέγοντες τῆς καθ’ ὑπερουσιότητα θεώσεως ἀπείρως ἐξῃρημένον εἶναι τὸν Θεόν;

Τί δὲ ὁ εἰπὼν πάσης θέσεως καὶ ἀφαιρέσεως ἐπέκεινα εἶναι τὴν τοῦ Θεοῦ ὑπεροχήν; Ἆρ’ οὐχ ὑπὲρ τὸ καθ’ ὑπεροχὴν μὴ ὄν; Καὶ ὑπὲρ τὴν ἄκτιστον ἀθανασίαν καὶ ζωὴν καὶ ἀγαθότητά φασιν εἶναι τὸν Θεόν, εἰ καὶ σὺ τοὺς τοῦτο λέγοντας πρὸς τὸ τῆς αὐτῶν ἀσφαλοῦς θεολογίας ὕψος ἀτενίζειν οὐ δυνάμενος, φεῦ τῆς τόλμης, φεῦ τῆς ἀπάτης ἣν ἐπεπόνθεις, ἀσεβεῖς τρανῶς προσείρηκας καὶ ἀπεκήρυξας ἅπαντας.

Ἀλλ’ ἐκεῖνοι σοῦ καὶ τῆς σῆς χαμαιζήλου γνώμης καὶ τῆς πάντα τολμώσης γλώττης μηδένα λόγον ποιούμενοι, καὶ τὸ «ἀπειράκις ἀπείρως» ἐπὶ τῶν τοιούτων πάντων τῇ θείᾳ προσέθηκαν ὑπεροχῇ, κοινῇ πάσαις ἐννοίαις καὶ πᾶσι ῥήμασιν ἄφραστον εἰδότες αὐτήν. Ἀλλὰ τούτων μὲν ἅλις.

Ὅπως δὲ καὶ τὴν ἀρετὴν κακίαν οὗτος ἐποίησεν ὡς ἐν βραχεῖ δεικτέον. Ἀπάθειαν εἶναι λέγει τὴν τοῦ παθητικοῦ καθ’ ἕξιν νέκρωσιν. «Αἱ γὰρ τούτου» φησὶν «ἐνέργειαι μάλιστα πάντων ἐκτυφλοῦσι καὶ κατορύττουσι τὸ θεῖον ὄμμα· δεῖ δὴ κατὰ μηδεμίαν ἑαυτοῦ δύναμιν τοῦτο ἐνεργὸν ἐᾶν». Βαβαί· πῶς κατορύττει τὸ θεῖον ὄμμα τὸ πρὸς τὰ πονηρὰ μῖσος καὶ ἡ πρὸς τὸν Θεὸν καὶ τὸν πλησίον ἀγάπη;

Καὶ ταῦτα γὰρ τοῦ παθητικοῦ εἰσιν ἐνέργειαι· ταύτῃ γὰρ τῇ δυνάμει τῆς ψυχῆς ἀγαπῶμέν τε καὶ ἀποτρεπόμεθα, οἰκειούμεθά τε καὶ ἀλλοτριούμεθα· μετάθεσιν τοίνυν οἱ ἐρασταὶ τῶν καλῶν ποιοῦνται τῆς δυνάμεως ταύτης, ἀλλ’ οὐχὶ νέκρωσιν, οὐκ ἀκίνητον κατακλείσαντες ἐν ἑαυτοῖς, ἀλλ’ ἐνεργὸν δείξαντες ἐν τῇ πρὸς τὸν Θεὸν καὶ τὸν πλησίον ἀγάπῃ, αἷς «δυσὶν ἐντολαῖς» κατὰ τὸν τοῦ Κυρίου λόγον «ἅπας ὁ νόμος καὶ οἱ προφῆται κρέμανται». Εἰ δ’ αὖται τὸ θεῖον ὄμμα κατορύττουσι καὶ τὸν κατ’ αὐτὰς ζῶντα ἐμπαθῆ ποιοῦσι, τίς τῶν ἄλλων ἀρετῶν οὐ κακία; Τούτων μὲν οὖν ἕκαστον διά τε τῶν προτέρων ἡμετέρων λόγων κἀν τοῖς νῦν ἡμῖν προτεθειμένοις ἐδείξαμεν, καταλέξαντες καὶ ἐξελέγξαντες καὶ ὅσα καθ’ ἡμῶν καὶ τῶν ἐφ’ ἡμῶν πατέρων ἐντεκὼν τοῖς οἰκείοις λόγοις προὔθηκεν, ἐγκαλλωπιζόμενοι τῷ κοινωνοὶ γενέσθαι τῆς πρὸς τοὺς ἁγίους ὕβρεως· πάντως γὰρ καὶ τῆς εὐλογίας κοινωνήσομεν αὐτοῖς.

Ἐκεῖνο μέντοι προσήκει συνιδεῖν ὡς εἴ τις ἐθελήσειε σατανικὸν οἷον σύγγραμμα τὰς ἀπ’ αἰῶνος ἄχρι νῦν πονηρὰς αἱρέσεις ὀνομάσαι, κατὰ κεφάλαια διῃρημένον εἰς τὰς ἄλλοτε ἄλλως ὑποβολαῖς ἐκείνου φυομένας, ἐπίλογον εἶναι τούτων ἁπασῶν τὸ τοῦ λατινέλληνος τουτὶ βιβλίον.

Οὐδὲ γὰρ τῆς παλαιᾶς διαθήκης τοῦ Θεοῦ καταψευσάμενος, τῆς καινῆς ἐφείσατο, οὐδὲ εἰς τὴν θείαν φύσιν ἁμαρτών, τὴν διὰ σαρκὸς τοῦ Θεοῦ ἐπιδημίαν εἴασεν ἀνεπηρέαστον, οὐδ’ εἰς τὴν πνευματικὴν ὑβρίσας θεωρίαν τὴν τῆς ἀρετῆς πρᾶξιν ἀδιάβλητον κατέλιπεν, οὐδὲ τῇ τῶν μακαρίων ἀνδρῶν κατὰ τὸν νῦν αἰῶνα ἐπιθέμενος ζωῇ τοῖς τοῦ μέλλοντος αἰῶνος οὐκ ἐπέβαλε τὰς χεῖρας, ἀλλὰ κατὰ παντὸς ὡς εἰπεῖν ἐχώρησε καλοῦ καὶ ἱεροῦ καὶ θείου, παρόντος τε καὶ παρελθόντος, ἐφ’ ἡμῖν τε ὄντος καὶ οὐκ ἐφ’ ἡμῖν, ἐλπιζομένου τε καὶ ἀρτίως ὡς ἐν ἀρραβῶνος μέρει χορηγουμένου τοῖς ἀξίοις, τοῖς τε πρὸ νόμου καὶ τοῖς μετὰ νόμον ἁγίοις, ὧν πρὸς ὀλίγους ἕκαστος ἐν μέρει τῶν ταῖς αἱρέσεσι προϊσταμένων ἀντετάξατο, κοινῇ πᾶσιν οὗτος ἀντιπαραταξάμενος νῦν, ἀνάπλεων πάσης δεινῆς αἱρέσεως ἐξενήνοχε σύγγραμμα, πάντας τοὺς ἁγίους καὶ πάσας σχεδὸν τὰς τούτων δόξας πολυτρόπως διαβάλλον, ὡς εὐχερὲς εἶναι προθεμένους ἡμᾶς συλλαβὰς ὀλίγας ἑκάστου τῶν ἁγίων, εἶτα, τὴν πονηρὰν ταύτην δέλτον ἐπαναγινώσκοντας, σαφὲς εὐθὺς ποιῆσαι πᾶσιν ὡς αἱρετικοὺς καὶ δυσσεβεῖς, ἀθέους τε καὶ πολυθέους καὶ ἀλιτηρίους τοὺς αὐτὰς γράψαντας οὐ παραιτεῖται καλεῖν.

Εἰ μὲν οὖν ἀπιστῶν τις ἡμῖν ἐναργῶς ἐθέλει τἀληθὲς ἰδεῖν, ἴτω παρ’ ἡμᾶς καὶ μανθανέτω, τῶν τοιούτων συγγραμμάτων προτεθέντων φανερῶς· εἰ δ’ εὐλόγως τε καὶ μὴ τὸν τῶν ἁγίων κατήγορον στέργειν ἀποδέχεται, αὐτὸς τὸ ἑαυτοῦ βαστάσει κρίμα, ὅστις ἂν ᾖ.