Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ὑπὲρ τῶν ἱερῶς ἡσυχαζόντων

Γρηγόριος Παλαμᾶς

Τριάδα Α', Λόγος 2ος: Η επιστροφή του νου στον εαυτό του και η συμμετοχή του σώματος στην προσευχή

Ανασκευή των κατηγοριών κατά της ησυχαστικής μεθόδου προσευχής, θεολογική θεμελίωση του σώματος ως κατοικητηρίου του Αγίου Πνεύματος και η αναγκαιότητα της νήψεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 2 από 9

ἘΡΩΤΗΣΙΣ ΔΕΥΤΕΡΑ Καλῶς ἐποίησας, πάτερ, καὶ τοὺς τῶν ἁγίων περὶ τοῦ ζητηθέντος μοι λόγους προθέμενος. Σοῦ γὰρ ἀκούων λύοντός μοι τὰ διηπορημένα, ἐθαύμαζον μὲν τῆς ἀληθείας τὸ ἐμφανές, ἐκεῖνο δέ μου ὑπεισῄει τὴν διάνοιαν ὡς ἐπείπερ «λόγῳ παλαίει πᾶς λόγος», ὡς καὶ αὐτὸς εἴρηκας, μὴ καὶ τοῖς ὑπὸ σοῦ λεγομένοις αὖθις εἴη τις ἀντιλογία. Ἐπεὶ δὲ τὴν διὰ τῶν ἔργων μαρτυρίαν μόνην ἔγνων οὖσαν ἀναμφίλεκτον καὶ τοὺς ἁγίους τὰ αὐτά σοι λέγοντας ἀκήκοα, οὐδὲν τοιοῦτον ἔτι δέδοικα. Ὁ γὰρ τούτοις μὴ πειθόμενος, πῶς ἂν αὐτὸς ἀξιόπιστος εἴη; Πῶς δ’ οὐκ ἂν ἀθετοίη τὸν τῶν ἁγίων Θεόν; Αὐτοῦ γάρ ἐστι λόγος πρὸς τοὺς ἀποστόλους καὶ δι’ αὐτῶν πρὸς τοὺς μετ’ αὐτοὺς ἁγίους εἰρημένος ὡς «ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ», ταὐτὸν δ’ εἰπεῖν, αὐτὴν τὴν ἀλήθειαν. Πῶς οὖν ἂν ἀποδεχθείη παρὰ τῶν ζητούντων τὴν ἀλήθειαν ὁ ἀντικείμενος τῇ ἀληθείᾳ; Διὸ παρακαλῶ σε, πάτερ, ἀκοῦσαί μου καὶ τῶν ἄλλων ἕκαστον διεξιόντος, ὧν παρὰ τῶν διὰ βίου τὴν ἑλληνικὴν παιδείαν μετιόντων ἀνδρῶν ἀκήκοα ἐκείνων καὶ εἰπεῖν μέν μοι καί τι τῶν δοκούντων παρὰ σεαυτοῦ πρὸς ταῦτα, προσθεῖναι δὲ καὶ τὰς τῶν ἁγίων περὶ τούτων δόξας. Λέγουσι γὰρ ἡμᾶς κακῶς ποιεῖν ἔνδον τοῦ σώματος σπεύδοντας τὸν ἡμέτερον ἐμπερικλείειν νοῦν. Ἔξω γὰρ τοῦ σώματός φασι μᾶλλον χρῆναι παντὶ τρόπῳ τοῦτον ἐξωθεῖν.

Διὸ καὶ διασύρουσι σφόδρα τινὰς τῶν ἡμετέρων, κατ’ αὐτῶν γράφοντες ὡς τοῖς ἀρχαρίοις παραινοῦντας ἐφ’ ἑαυτοὺς βλέπειν καὶ διὰ τῆς ἀναπνοῆς εἴσω πέμπειν τὸν οἰκεῖον νοῦν, φάσκοντες μὴ κεχωρισμένον εἶναι τῆς ψυχῆς τὸν νοῦν. Τὸν οὖν μὴ κεχωρισμένον, ἀλλ’ ἐνόντα, πῶς ἂν αὖθις εἴσω πέμποι τις; Φασὶ δὲ καὶ τὴν θείαν χάριν διὰ τῶν μυκτήρων εἰσοικίζειν λέγειν. Ἀλλ’ εἰδὼς ἐγὼ συκοφαντικῶς τοῦτο λέγοντας αὐτούς, παρ’ οὐδενὸς γὰρ τοῦτ’ ἤκουσα τῶν ἡμετέρων, ἐκ τούτου καὶ τοῖς ἄλλοις ὑπενόησα κακούργως ἐπιτίθεσθαι· τῶν γὰρ αὐτῶν ἐστι, τά τε μὴ ὄντα κατ’ ἀνθρώπων πλάττειν καὶ τὰ ὄντα κακουργεῖν. Σὺ δὲ δίδαξόν με, πάτερ, πῶς εἴσω πέμπειν σπουδῇ πάσῃ προαιρούμεθα καὶ μὴ κακὸν οἰόμεθα τῷ σώματι τὸν νοῦν ἐμπερικλείειν.

ΤΟΥ ΑΥΤΟΥ ΛΟΓΟΣ ὙΠΕΡ ΤΩΝ ἹΕΡΩΣ ἩΣΥΧΑΖΟΝΤΩΝ ΤΩΝ ΠΡΟΤΕΡΩΝ Ὁ ΔΕΥΤΕΡΟΣ ὍΤΙ ΤΟΙΣ ΠΡΟΗΡΗΜΕΝΟΙΣ ἘΝ ἩΣΥΧΙΑ ΠΡΟΣΕΧΕΙΝ ἙΑΥΤΟΙΣ ΟΥΚ ἈΣΥΝΤΕΛΕΣ ἜΝΔΟΝ ΤΟΥ ΣΩΜΑΤΟΣ ΠΕΙΡΑΣΘΑΙ ΚΑΤΕΧΕΙΝ ΤΟΝ ΟΙΚΕΙΟΝ ΝΟΥΝ ἈΠΟΚΡΙΣΙΣ ΔΕΥΤΕΡΑ Ἀδελφέ, οὐκ ἀκούεις τοῦ Ἀποστόλου λέγοντος ὅτι «τὰ σώματα ἡμῶν ναὸς τοῦ ἐν ἡμῖν ἁγίου Πνεύματός ἐστι», καὶ πάλιν ὅτι «οἶκος τοῦ Θεοῦ ἡμεῖς ἐσμεν», ὡς καὶ ὁ Θεὸς λέγει ὅτι «ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω καὶ ἔσομαι αὐτῶν Θεός»; Ὃ τοίνυν οἰκητήριον πέφυκε γίνεσθαι Θεοῦ, πῶς ἂν ἀναξιοπαθῆσαί τις νοῦν ἔχων ἐνοικίσαι τὸν οἰκεῖον νοῦν αὐτῷ; Πῶς δὲ καὶ ὁ Θεὸς τὴν ἀρχὴν ἐνῴκισε τῷ σώματι τὸν νοῦν; Ἆρα καὶ αὐτὸς κακῶς ἐποίησε;

Τοὺς τοιούτους λόγους, ἀδελφέ, τοῖς αἱρετικοῖς ἁρμόσει λέγειν, οἳ πονηρὸν καὶ τοῦ πονηροῦ πλάσμα τὸ σῶμα λέγουσιν. Ἡμεῖς δὲ ἐν τοῖς σωματικοῖς φρονήμασιν εἶναι τὸν νοῦν οἰόμεθα κακόν, ἐν τῷ σώματι δὲ οὐχὶ κακόν, ἐπεὶ μηδὲ τὸ σῶμα πονηρόν. Διὸ μετὰ τοῦ Δαυὶδ τῶν διὰ βίου τῷ Θεῷ προσανεχόντων ἕκαστος βοᾷ πρὸς τὸν Θεόν· «Ἐδίψησέ σε ἡ ψυχή μου, ποσαπλῶς σοι ἡ σάρξ μου» καὶ «Ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ Θεὸν ζῶντα» καὶ μετὰ τοῦ Ἡσαΐου «Ἡ κοιλία μου ἠχήσει ὡς κιθάρα καὶ τὰ ἐντός μου ὡσεὶ τεῖχος χαλκοῦν, ὃ ἐνεκαίνισας» καὶ «Διὰ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν Πνεῦμα σωτηρίου σου», ᾧ θαρροῦντες οὐ πεσούμεθα, ἀλλὰ πεσοῦνται οἱ ἀπὸ τῆς γῆς φωνοῦντες καὶ ὡς γηΐνων τῶν ἐπουρανίων ῥημάτων καὶ πολιτειῶν καταψευδόμενοι. Εἰ γὰρ καὶ ὁ Ἀπόστολος «θάνατον» τὸ σῶμα λέγει, «τίς γάρ μέ» φησι «ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου;», ἀλλ’ ὡς τοῦ προσύλου καὶ σωματικοῦ φρονήματος, σωματοειδοῦς ὄντος ἀτεχνῶς· διὸ πρὸς τὸ πνευματικὸν καὶ θεῖον παραβάλλων τοῦτο, «σῶμα» δικαίως ἐκάλεσε, καὶ οὐχ ἁπλῶς «σῶμα», ἀλλὰ «θάνατον σώματος», καὶ τοῦτο μικρὸν ἀνωτέρω τρανότερον δηλῶν ὡς οὐχὶ τὴν σάρκα αἰτιᾶται, ἀλλὰ τὴν ἐπεισελθοῦσαν ἁμαρτητικὴν ὁρμὴν ἐκ παραβάσεως· «Πεπραμένος» φησίν «εἰμι ὑπὸ τὴν ἁμαρτίαν»· ὁ πεπραμένος δὲ οὐ φύσει δοῦλος.

Καὶ πάλιν· «Οἶδα ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί, τουτέστιν ἐν τῇ σαρκί μου, ἀγαθόν». Ὁρᾷς ὅτι οὐ τὴν σάρκα, ἀλλὰ τὸ ἐνοικοῦν αὐτῇ φησι κακόν, τοῦτον τοίνυν «τὸν ὄντα ἐν τοῖς μέλεσιν ἡμῶν καὶ τῷ νόμῳ τοῦ νοὸς ἀντιστρατευόμενον νόμον» ἐνοικεῖν τῷ σώματι κακόν, ἀλλ’ οὐχὶ τὸν νοῦν.

Διὰ τοῦθ’ ἡμεῖς, ἀντιπαραταττόμενοι τούτῳ «τῷ νόμῳ τῆς ἁμαρτίας», ἐξοικίζομεν αὐτὸν τοῦ σώματος καὶ ἐνοικίζομεν τὴν ἐπισκοπὴν τοῦ νοῦ καὶ νομοθετοῦμεν δι’ αὐτῆς ἑκάστῃ τε δυνάμει τῆς ψυχῆς καὶ τοῖς τοῦ σώματος μέλεσιν ἐκάστῳ τὸ προσῆκον· ταῖς μὲν αἰσθήσεσιν, ὧν τε καὶ ἐφ’ ὅσον ἐστὶν ἀντιληπτέον, τὸ ἔργον δὲ τοῦ νόμου τοῦτο προσαγορεύεται «ἐγκράτεια»· τῷ δὲ παθητικῷ μέρει τῆς ψυχῆς, τὴν ἀρίστην ἐμποιοῦμεν ἕξιν, «ἀγάπη» δ’ ἔσχεν αὕτη τὴν ἐπωνυμίαν· ἀλλὰ καὶ τὸ λογιστικὸν διὰ τούτου βελτιοῦμεν ἀποπεμπόμενοι πᾶν ὅ τι προσίσταται τῇ διανοίᾳ πρὸς τὴν εἰς Θεὸν ἀνάνευσιν, καλοῦμεν δὲ τουτὶ τὸ μόριον τοῦ νόμου τούτου «νῆψιν». Ἐγκρατείᾳ δέ τις τὸ σῶμα καθάρας ἑαυτοῦ, θυμόν τε καὶ ἐπιθυμίαν ἀφορμὴν ἀρετῶν δι’ ἀγάπης θείας ποιησάμενος καὶ νοῦν ἀπειλικρινημένον δι’ εὐχῆς παραστήσας τῷ Θεῷ, κτᾶται καὶ ὁρᾷ ἐν ἑαυτῷ τὴν ἐπηγγελμένην χάριν τοῖς κεκαθαρμένοις τὴν καρδίαν. Καὶ τότ’ ἂν δυνηθείη καὶ τοῦτο μετὰ Παύλου λέγειν ὅτι «ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν, πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ, ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ»· «ἔχομεν δέ» φησι «τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσι».

Τὸ γοῦν πατρικὸν φῶς, ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ, εἰς τὸ γνῶναι τὴν δόξαν τοῦ ἁγίου Πνεύματος ἔχοντες ἡμεῖς ὡς ἐν ὀστρακίνοις σκεύεσι, τοῖς σώμασιν, εἰ τὸν νοῦν ἡμῶν αὐτῶν ἔνδον τοῦ σώματος καθέξομεν, ἀναξίως τῆς μεγαλοφυΐας πράξομεν τοῦ νοῦ; Καὶ τίς ἂν τοῦτ’ εἴποι, μὴ ὅτι πνευματικός, ἀλλὰ καὶ νοῦν γεγυμνωμένον θείας χάριτος, ἀνθρώπου δ’ ὅμως, ἔχων;

Ἐπεὶ δὲ καὶ ἕν ἐστι πολυδύναμον πρᾶγμα ἡ καθ’ ἡμᾶς ψυχή, χρῆται δ’ ὡς ὀργάνῳ τῷ ζῆν κατ’ αὐτὴν πεφυκότι σώματι, τίσιν ὡς ὀργάνοις χρωμένη ἐνεργεῖ ἡ δύναμις αὐτῆς αὕτη, ἣν καλοῦμεν «νοῦν»; Ἀλλὰ γὰρ οὐδείς ποθ’ ὑπενόησεν, οὔτ’ ἐπὶ τοῖς ὄνυξιν, οὔτ’ ἐν τοῖς βλεφάροις, οὐδεμενοῦν ἐν τοῖς μυκτῆρσιν ἢ τοῖς χείλεσιν ἐνῳκισμένην εἶναι τὴν διάνοιαν· ἐντὸς δ’ ἡμῖν ἐνεῖναι πᾶσιν αὕτη συνδοκεῖ· διηνέχθησαν δέ τινες, τίνι πρώτῳ ὡς ὀργάνῳ χρῆται τῶν ἐντός. Οἱ μὲν γάρ, ὡς ἐπ’ ἀκροπόλει τινί, τῷ ἐγκεφάλῳ ταύτην ἐνιδρύουσιν, οἱ δὲ τῆς καρδίας τὸ μεσαίτατον καὶ τὸ κατ’ αὐτὸ τοῦ ψυχικοῦ πνεύματος ἀπειλικρινημένον ὄχημα διδόασιν αὐτῇ. Ἡμεῖς δὲ καὶ αὐτοί, εἰ καὶ μήτε ἔνδον ὡς ἐν ἀγγείῳ, καὶ γὰρ ἀσώματον, μήτε ἔξω, καὶ γὰρ συνημμένον, ἀλλ’ ἐν τῇ καρδίᾳ ὡς ἐν ὀργάνῳ τὸ λογιστικὸν ἡμῶν εἶναι ἐπιστάμεθ’ ἀκριβῶς, οὐ παρ’ ἀνθρώπου τοῦτο διδαχθέντες, ἀλλὰ παρ’ αὐτοῦ τοῦ πλάσαντος τὸν ἄνθρωπον, δεικνὺς ὅπως «οὐ τὰ εἰσερχόμενα, ἀλλὰ τὰ ἐξερχόμενα διὰ τοῦ στόματος κοινοῖ τὸν ἄνθρωπον», «ἐκ γὰρ τῆς καρδίας ἐξέρχονταί» φησιν «οἱ λογισμοί».

Ταῦτ’ ἄρα καὶ ὁ μέγας Μακάριος «ἡ καρδία» φησὶν «ἡγεμονεύει ὅλου τοῦ ὀργάνου καί, ἐπὰν κατάσχῃ τὰς νομὰς τῆς καρδίας ἡ χάρις, βασιλεύει ὅλων τῶν λογισμῶν καὶ τῶν μελῶν· ἐκεῖ γάρ ἐστιν ὁ νοῦς καὶ πάντες οἱ λογισμοὶ τῆς ψυχῆς». Οὐκοῦν ἡ καρδία ἡμῶν ἐστι τὸ τοῦ λογιστικοῦ ταμεῖον καὶ πρῶτον σαρκικὸν ὄργανον λογιστικόν.

Τὸ τοίνυν λογιστικὸν ἡμῶν ἐν ἀκριβεῖ νήψει σπεύδοντες ἐπισκέπτεσθαι καὶ διορθοῦν, τίνι γ’ ἂν ἐπισκεψαίμεθα, εἰ μὴ τὸν ἐκκεχυμένον διὰ τῶν αἰσθήσεων νοῦν ἡμῶν ἔξωθεν συναγαγόντες πρὸς τὰ ἐντὸς ἐπαναγάγοιμεν καὶ πρὸς αὐτὴν ταύτην τὴν καρδίαν, τὸ τῶν λογισμῶν ταμεῖον;

Διὰ τοῦτο καὶ ὁ φερωνύμως Μακάριος ἐφεξῆς τοῖς ἀνωτέρω μικρὸν εἰρημένοις παρ’ αὐτοῦ φησιν· «Ἐκεῖ τοίνυν δεῖ σκοπεῖν, εἰ ἐνέγραψεν ἡ χάρις τοὺς τοῦ Πνεύματος νόμους». Ἐκεῖ ποῦ; Ἐν τῷ ἡγεμονικῷ ὀργάνῳ, ἐν τῷ τῆς χάριτος θρόνῳ, ὅπου ὁ νοῦς καὶ οἱ λογισμοὶ πάντες τῆς ψυχῆς, ἐν τῇ καρδίᾳ δηλαδή. Ὁρᾷς πῶς ἀναγκαιότατον τοῖς προῃρημένοις ἐν ἡσυχίᾳ προσέχειν ἑαυτοῖς ἐπανάγειν καὶ ἐμπερικλείειν τῷ σώματι τὸν νοῦν, καὶ μάλιστα τῷ ἐν τῷ σώματι ἐνδοτάτῳ σώματι, ὃ καρδίαν ὀνομάζομεν;

Εἰ δὲ καί, κατὰ τὸν ψαλμῳδόν, «πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν», πῶς ἡμεῖς αὐτὴν ἔξω που ζητήσομεν; Εἰ δὲ καί, κατὰ τὸν Ἀπόστολον, «ὁ Θεὸς ἔδωκεν αὐτοῦ τὸ Πνεῦμα κράζον ἐν ταῖς καρδίαις ἡμῶν· ἀββᾶ ὁ Πατήρ», πῶς ἡμεῖς οὐκ ἐν αὐταῖς συνευξόμεθα τῷ Πνεύματι; Εἰ δὲ καὶ κατὰ τὸν προφητῶν καὶ ἀποστόλων Κύριον «ἡ βασιλεία τῶν οὐρανῶν ἐντὸς ἡμῶν ἐστι», πῶς οὐκ ἔξω καὶ τῆς τῶν οὐρανῶν βασιλείας γένοιτ’ ἂν ὁ τῶν ἐντὸς ἑαυτοῦ τὸν νοῦν ἐξάγειν διὰ σπουδῆς ποιούμενος; «Καρδία ὀρθή» φησιν ὁ Σολομὼν «ζητεῖ αἴσθησιν», ἣν ὁ αὐτὸς «νοερὰν» καὶ «θείαν» ἀλλαχοῦ προσείρηκε, πρὸς ἣν οἱ πατέρες πάντας προτρεπόμενοι «νοῦς» φασι «νοερὸς πάντως καὶ νοερὰν αἴσθησιν περιβέβληται, ἣν ἐν ἡμῖν καὶ οὐκ ἐν ἡμῖν οὖσαν ἐκζητοῦντες μὴ παυσώμεθα».

Ὁρᾷς ὅτι κἂν πρὸς τὴν ἁμαρτίαν ἀντικαταστῆναί τις προθυμηθῇ, κἂν τὴν ἀρετὴν προσκτήσασθαι, κἂν τοῦ κατ’ ἀρετὴν ἄθλου τὸ βραβεῖον, μᾶλλον δὲ τὸν ἀρραβῶνα τοῦ κατ’ ἀρετὴν βραβείου, τὴν αἴσθησιν τὴν νοερὰν εὑρεῖν, ἐντὸς τοῦ τε σώματος καὶ ἑαυτοῦ τὸν νοῦν ἐπαναγαγεῖν ἀνάγκη; Τὸ δ’ ἔξω τὸν νοῦν οὐ τοῦ σωματικοῦ φρονήματος, ἀλλ’ αὐτοῦ τοῦ σώματος ποιεῖν, ὡς ἐκεῖ νοεροῖς θεάμασιν ἐντύχοι, τῆς ἑλληνικῆς ἐστι πλάνης αὐτὸ τὸ κράτιστον καὶ πάσης κακοδοξίας ῥίζα καὶ πηγή, δαιμόνων εὕρημα καὶ παίδευμα γεννητικὸν ἀνοίας καὶ γέννημα τῆς ἀπονοίας.

Διὸ καὶ οἱ λαλοῦντες ἐκ τῆς τῶν δαιμόνων ἐπιπνοίας ἐξεστηκότες ἑαυτῶν εἰσι, μηδ’ αὐτὸ τοῦτο συνιέντες ὅ τι λέγουσιν. Ἡμεῖς δέ, μὴ μόνον εἴσω τοῦ σώματος καὶ τῆς καρδίας, ἀλλὰ καὶ τὸν αὐτὸν αὐτοῦ πάλιν εἴσω πέμπομεν τὸν νοῦν.

Κατηγορείτωσαν οὐκοῦν οἱ λέγοντες μὴ κεχωρισμένον, ἀλλ’ ἐνόντα τῇ ψυχῇ, πῶς ἂν αὖθις εἴσω πέμποι τις τὸν νοῦν. Ἀγνοοῦσι γάρ, ὡς ἔοικεν, ὅτι ἄλλο μὲν οὐσία νοῦ, ἄλλο δὲ ἐνέργεια, μᾶλλον δὲ εἰδότες τοῖς ἀπατεῶσιν ἑαυτοὺς συνέταξαν ἑκόντες, διὰ τῆς ὁμωνυμίας σοφιζόμενοι. «Μὴ καταδεχόμενοι γὰρ τὸ τῆς πνευματικῆς διδασκαλίας ἁπλοῦν, οἱ ἐκ τῆς διαλεκτικῆς πρὸς τὰς ἀντιλογίας ἠκονημένοι» κατὰ τὸν μέγαν Βασίλειον «περιτρέπουσι τὴν ἰσχὺν τῆς ἀληθείας ἐκ τῶν ἀντιθέσεων τῆς ψευδωνύμου γνώσεως τῇ πιθανολογίᾳ τῶν σοφισμάτων». Τοιούτους γὰρ δεῖ εἶναι τοὺς μὴ πνευματικοὺς καὶ τὰ πνευματικὰ κρίνειν καὶ διδάσκειν ἀξιοῦντας ἑαυτούς. Οὐ γὰρ δὴ τοῦτο λέληθεν αὐτούς, ὅτι οὐχ ὡς ἡ ὄψις τἄλλα μὲν ὁρᾷ τῶν ὁρατῶν, ἑαυτὴν δὲ οὐχ ὁρᾷ, οὕτω καὶ ὁ νοῦς, ἀλλ’ ἐνεργεῖ μὲν καὶ τἄλλα ὧν ἂν δέοιτο περισκοπῶν, ὅ φησι «κατ’ εὐθεῖαν» κίνησιν τοῦ νοῦ Διονύσιος ὁ μέγας, εἰς ἑαυτὸν δ’ ἐπάνεισι καὶ ἐνεργεῖ καθ’ ἑαυτόν, ὅταν ἑαυτὸν ὁ νοῦς ὁρᾷ. Τοῦτο δ’ αὖθις «κυκλικὴν» εἶναι κίνησιν ὁ αὐτὸς αὐτοῦ φησιν. Αὕτη δ’ ἡ τοῦ νοῦ ἐστιν ἐνέργεια, κρείττων καὶ ἰδιαιτάτη, δι’ ἧς καὶ ὑπὲρ ἑαυτὸν γινόμενος ἔσθ’ ὅτε τῷ Θεῷ συγγίνεται. «Νοῦς γάρ» φησι «μὴ σκεδαννύμενος ἐπὶ τὰ ἔξω», —ὁρᾷς ὅτι ἔξεισι; Ἐξιὼν οὖν, ἐπανόδου δεῖται· διό φησιν—«ἐπάνεισι πρὸς ἑαυτόν, δι’ ἑαυτοῦ δὲ πρὸς τὸν Θεὸν» ὡς δι’ ἀπλανοῦς «ἀναβαίνει» τῆς ὁδοῦ.

Τὴν τοιαύτην γὰρ κίνησιν τοῦ νοῦ καὶ ὁ τῶν νοερῶν ἀπλανὴς ἐπόπτης ἐκεῖνος Διονύσιος ἀδύνατον εἶναί φησι πλάνῃ τινὶ περιπεσεῖν.

Ταύτης οὖν ἀπάγειν ὁ τῆς πλάνης πατὴρ ἐπιθυμῶν ἀεὶ τὸν ἄνθρωπον καὶ πρὸς τὴν χωροῦσαν αὐτοῦ τὰς πλάνας ἄγειν, οὐδέπω καὶ τήμερον, ὅσα γε ἡμεῖς ἴσμεν, εὗρε συνεργὸν διὰ χρηστολογίας ἀγωνιζόμενον ἐφελκύσασθαι πρὸς ταύτην. Νῦν δ’ ὡς ἔοικεν εὗρε τοὺς συλλαμβανομένους, εἴπερ, ὡς αὐτὸς εἶπες, εἰσὶν οἳ καὶ λόγους συντιθέασιν ἐνάγοντας πρὸς ταῦτα καὶ τοὺς πολλοὺς πείθειν ἐγχειροῦσιν ὡς κάλλιον ἔξω κατέχειν τοῦ σώματος προσευχόμενον τὸν νοῦν καὶ αὐτοὺς τοὺς τὸν ὑπεραναβεβηκότα καὶ ἡσύχιον ἀσπαζομένους βίον, μηδ’ ἐκεῖνο αἰδεσθέντες ὅπερ Ἰωάννης, ὁ τὴν πρὸς οὐρανὸν φέρουσαν κλίμακα διὰ λόγων τεκτηνάμενος ἡμῖν, ὁριστικῶς καὶ ἀποφαντικῶς ἐξεῖπεν ὡς «ἡσυχαστής ἐστιν ὁ τὸ ἀσώματον ἐν σώματι περιορίζειν σπεύδων», ᾧ συνωδὰ καὶ οἱ πνευματικοὶ πατέρες ἡμῶν ἐδίδαξαν ἡμᾶς. Εἰκότως· εἰ γὰρ μὴ ἔνδον τοῦ σώματος περιορίσειε, πῶς ἂν ἐν ἑαυτῷ ποιήσειε τὸν τὸ σῶμα ἐνημμένον καὶ ὡς εἶδος φυσικὸν διὰ πάσης χωροῦντα τῆς μεμορφωμένης ὕλης, ἧς τὸ ἔξω καὶ διωρισμένον οὐκ ἂν ἐπιδέξαιτο οὐσίαν νοῦ, μέχρις ἂν ἐκείνη ζῴη, ζωῆς εἶδος κατάλληλον τῇ συναφείᾳ σπῶσα;

Βλέπεις, ἀδελφέ, πῶς οὐ πνευματικῶς μόνον, ἀλλὰ καὶ ἀνθρωπίνως ἐξετάζουσιν, εἴσω τοῦ σώματος πέμπειν ἢ κατέχειν τὸν νοῦν ἀναπέφηνεν ἀναγκαιότατον τοὺς προῃρημένους ἑαυτῶν ὡς ἀληθῶς γενέσθαι καὶ κατὰ τὸν ἔσω ἄνθρωπον φερωνύμως μοναχούς. Τὸ δ’ εἰς ἑαυτοὺς μάλιστα τοὺς εἰσαγομένους βλέπειν εἰσηγεῖσθαι καὶ διὰ τῆς ἀναπνοῆς εἴσω πέμπειν τὸν οἰκεῖον νοῦν οὐκ ἀπὸ τρόπου. Τὸν γὰρ μήπω θεωρητικὸν ἑαυτοῦ μηχαναῖς τισι πρὸς ἑαυτὸν ἐπισυνάγειν νοῦν οὐκ ἀποτρέψειέ τις εὖ φρονῶν. Ἐπεὶ οὖν τοῖς ἄρτι πρὸς τὸν ἀγῶνα τοῦτον ἀποδυσαμένοις καὶ συναγόμενος συνεχῶς ἀποπηδᾷ, δεῖ δὲ καὶ συνεχῶς αὐτοὺς αὖθις τοῦτον ἐπανάγειν· λανθάνει δ’ ἀγυμνάστους ὄντας δυσθεωρητότατος καὶ εὐκινητότατος ἁπάντων ὤν· διὰ τοῦτο τῇ πυκνὰ διαχεομένῃ καὶ ἐπαναγομένῃ εἰσπνοῇ προσέχειν εἰσὶν οἳ παραινοῦσι καὶ ἐπέχειν τι μικρόν, ὡς κἀκεῖνον συνεπίσχοιεν τηροῦντες ἐν αὐτῇ, μέχρις ἂν σὺν Θεῷ ἐπὶ τὸ κρεῖττον προϊόντες, ἀπρόϊτον πρὸς τὰ περὶ αὐτὸν καὶ ἀμιγῆ τὸν οἰκεῖον νοῦν ποιήσαντες, δυνηθῶσιν ἀκριβῶς εἰς «ἑνοειδῆ συνέλιξιν» συναγαγεῖν. Τοῦτο δ’ ἴδοι τις ἂν καὶ αὐτομάτως ἑπόμενον τῇ προσοχῇ τοῦ νοῦ. Ἠρέμα γὰρ εἴσεισί τε καὶ ἔξεισι τουτὶ τὸ πνεῦμα κἀπὶ πάσης ἐναγωνίου σκέψεως, μάλιστα δὲ ἐπὶ τῶν ἡσυχαζόντων σώματι καὶ διανοίᾳ.

Πνευματικῶς γὰρ οὗτοι σαββατίζοντες καὶ ἀπὸ πάντων τῶν οἰκείων ἔργων καταπαύοντες, ὡς ἐφικτόν, πᾶν μὲν τὸ μεταβατικὸν καὶ διεξοδικὸν καὶ πεποικιλμένον περὶ τὰς γνώσεις τῶν ψυχικῶν δυνάμεων περιαιροῦσιν ἔργον καὶ τὰς αἰσθητικὰς πάσας ἀντιλήψεις καὶ πᾶσαν ἁπλῶς σώματος ἐνέργειαν, ἥτις ἐφ’ ἡμῖν, ἡ δ’ οὐκ ἐφ’ ἡμῖν τελέως, ὥσπερ καὶ τὸ ἀναπνεῖν, ἐφ’ ὅσον ἐφ’ ἡμῖν.

Ταῦτα δὲ πάντα τοῖς προκόψασι καθ’ ἡσυχίαν ἀπόνως καὶ ἀπεριμερίμνως ἕπεται· τῇ γὰρ τελέᾳ πρὸς ἑαυτὴν εἰσόδῳ τῆς ψυχῆς αὐτόματα ταυτὶ πάντα ἐπιγίνεσθαι ἀνάγκη. Τοῖς δ’ ἀρχομένοις ἓν οὐδὲν τῶν εἰρημένων ἴδοις ἂν ἀμογητὶ περιγινόμενον. Ὡς οὖν τῇ ἀγάπῃ ἕπεται τὸ ὑπομένειν, «ἡ γὰρ ἀγάπη πάντα στέγει», ἡμεῖς δὲ διδασκόμεθα κατορθοῦν βίᾳ τὴν ὑπομονήν, ὡς δι’ αὐτῆς πρὸς τὴν ἀγάπην φθάσωμεν, οὕτω κἀπὶ τούτων ἔχει. Καὶ τί δεῖ πλείω περὶ τούτων λέγειν; Πάντες γὰρ οἱ πεπειραμένοι γελῶσι τοὺς ἐξ ἀπειρίας ἀντινομοθετοῦντας· τῶν γὰρ τοιούτων, οὐ λόγος, ἀλλὰ πόνος καὶ ἡ διὰ πόνων πεῖρα διδάσκαλος, αὑτή τε καρπουμένη τὸ συμφέρον καὶ τῶν φιλονείκων τε καὶ φιλενδείκτων τοὺς ἀκάρπους ἀποστρεφομένη λόγους. Ἐπεὶ δὲ καί, καθάπερ τις τῶν μεγάλων περὶ ταῦτα λέγει, «τοῖς ἔξω σχήμασι πέφυκεν ὁ ἔσω ἄνθρωπος συνεξομοιοῦσθαι μετὰ τὴν παράβασιν», πῶς οὐκ ἂν συντελέσειέ τι μέγα τῷ σπεύδοντι συστρέφειν τὸν νοῦν εἰς ἑαυτόν, ὡς μὴ τὴν κατ’ εὐθεῖαν, ἀλλὰ τὴν κυκλικὴν καὶ ἀπλανῆ κινεῖσθαι κίνησιν, τῷ μὴ τὸν ὀφθαλμὸν ὦδε κἀκεῖσε περιάγειν, ἀλλ’ οἷον ἐρείσματί τινι τοῦτον προσερείδειν τῷ οἰκείῳ στήθει ἢ τῷ ὀμφαλῷ;

Πρὸς γὰρ τῷ εἰς κύκλον ὥσπερ ἔξωθεν, ἐφ’ ὅσον ἐφικτόν, συνελίττειν ἑαυτόν, παραπλησίως τῇ σπουδαζομένῃ ἐν αὐτῷ τοῦ νοῦ κινήσει, καὶ τὴν δι’ ὄψεως ἔξω χεομένην δύναμιν τοῦ νοῦ τῆς καρδίας εἴσω πέμψει διὰ τοῦ τοιούτου σχήματος τοῦ σώματος. Εἰ δὲ καὶ ἡ τοῦ νοητοῦ θηρὸς δύναμις ἐπ’ ὀμφαλοῦ γαστρός, ὡς τοῦ νόμου τῆς ἁμαρτίας ἐκεῖ τὸ κράτος ἔχοντος καὶ νομὴν αὐτῷ διδόντος, διατί μὴ «τὸν ἀντιστρατευόμενον ἐκείνῳ τοῦ νοῦ νόμον», αὐτοῦ δι’ εὐχῆς ὡπλισμένον, ἐπιστήσομεν, ὡς ἂν μὴ τὸ διὰ «τοῦ λουτροῦ τῆς παλιγγενεσίας» πνεῦμα πονηρὸν ἀπελαθέν, μεθ’ ἑτέρων ἑπτὰ πονηροτέρων πνευμάτων ἐπιστρέψαν, αὖθις ἐγκατοικισθῇ «καὶ γένηται τὰ ἔσχατα χείρονα τῶν πρώτων». «Πρόσεχε σεαυτῷ» φησιν ὁ Μωυσῆς· παντὶ δηλονότι, οὐ τινὶ μὲν τῶν σῶν, τινὶ δ’ οὔ. Διὰ τίνος; Τοῦ νοῦ πάντως.

Οὐδενὶ γὰρ ἄλλῳ δυνατὸν προσέχειν ἑαυτῷ παντί. Ταύτην οὖν ἐπίστησον καὶ ψυχῇ καὶ σώματι τὴν φυλακήν· δι’ αὐτῆς γὰρ καὶ σωματικῶν καὶ ψυχικῶν πονηρῶν παθημάτων ἀπαλλαγήσῃ ῥαδίως. Σεαυτοῦ τοίνυν πρόστηθι, σεαυτῷ ἐπίστηθι, σεαυτὸν ἐπίσκεψαι, μᾶλλον δὲ προΐστασο καὶ ἐπισκέπτου καὶ ἔταζε· καὶ γὰρ οὕτω τὴν σάρκα ἀφηνιάζουσαν ὑποτάξεις τῷ Πνεύματι καὶ «ῥῆμα κρυπτὸν ἐν τῇ καρδίᾳ σου οὐ μήποτε γένηται». «Ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος», τῶν πονηρῶν δηλονότι καὶ πνευμάτων καὶ παθημάτων, «ἀναβῇ ἐπὶ σέ» φησιν ὁ Ἐκκλησιαστὴς «τόπον σου μὴ ἀφῇς», τουτέστι μὴ ψυχῆς μέρος, μὴ μέλος σώματος ἀνεπίσκοπον ἐάσῃς. Οὕτω γὰρ καὶ τῶν κάτωθεν ἐπηρεαζόντων πνευμάτων ἀνώτερος διαγενήσῃ καὶ «τῷ ἐτάζοντι καρδίας καὶ νεφρούς», ὡς αὐτὸς ταῦτα προετάσας, ἀνεξετάστως παραστήσῃ μετὰ παρρησίας. «Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα», Παῦλός ἐστιν ὁ λέγων. Καὶ τὸ τοῦ Δαυὶδ παθὼν μακάριον ἐκεῖνο πάθος, καὶ αὐτὸς πρὸς τὸν Θεὸν ἐρεῖς ὅτι «σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ καὶ νὺξ ὡς ἡμέρα φωτισθήσεταί μοι ὅτι σὺ ἐκτήσω τοὺς νεφρούς μου». «Οὐ τὸ τῆς ἐμῆς» φησι «ψυχῆς μόνον ἐπιθυμητικὸν ὅλον σὸν εἰργάσω, ἀλλὰ καὶ εἴ τι ἐν τῷ σώματι ταύτης τῆς ἐπιθυμίας ζώπυρον πρὸς τὴν ἐμποιοῦσαν ἐπιστρέψαν, δι’ αὐτῆς πρὸς σὲ ἀνέπτη καὶ σοῦ ἐξήρτηται καὶ σοὶ κολλᾶται».

Ὡς γὰρ τοῖς τῶν αἰσθητῶν καὶ φθαρτῶν ἡδονῶν ἀντεχομένοις τὸ τῆς ψυχῆς ἐπιθυμοῦν ὅλον κενοῦται πρὸς τὴν σάρκα καὶ διὰ τοῦτο ὅλοι «σάρκες» γίνονται καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ, κατὰ τὸ γεγραμμένον, οὐκ ἔνι καταμένειν ἐν αὐτοῖς, οὕτω τοῖς ἀνυψώσασι τὸν νοῦν πρὸς τὸν Θεὸν καὶ τοῦ θείου πόθου τὴν ψυχὴν ἐξηρτημένοις, καὶ ἡ σὰρξ μετασκευαζομένη συνανυψοῦταί τε καὶ συναπολαύει τῆς θείας κοινωνίας καὶ κτῆμα καὶ αὐτὴ γίνεται καὶ οἴκημα Θεοῦ, μηκέτ’ ἐνοικουροῦσαν ἔχουσα τὴν πρὸς Θεὸν ἔχθραν, μηδὲ κατὰ τοῦ Πνεύματος ἐπιθυμοῦσα.

Τίς δὲ καὶ ὁ μᾶλλον ἐπιτήδειος τόπος τῷ κάτωθεν ἐφ’ ἡμᾶς ἀνιόντι πνεύματι σαρκὸς καὶ νοῦ; Οὐχ ἡ σάρξ, ἐν ᾗ καὶ ὁ Ἀπόστολός φησι μηδὲν ἀγαθὸν πρὸ τοῦ ἐγκατοικισθῆναι τὸν νόμον τῆς ζωῆς οἰκεῖν; Ταύτην οὐκοῦν καὶ μᾶλλον δεῖ μηδέποτ’ ἀφεῖσθαι προσοχῆς. Πῶς γὰρ ἂν ἡμῶν εἴη; Πῶς δ’ ἂν μὴ ἀφῶμεν ταύτην; Πῶς δ’ ἂν ἀποκρουσαίμεθα τὴν πρὸς αὐτὴν ἄνοδον τοῦ πονηροῦ, καὶ μάλισθ’ οἱ μήπω πνευματικῶς εἰδότες ἀντεπιέναι τοῖς πνευματικοῖς τῆς πονηρίας, εἰ μὴ καὶ διὰ τοῦ ἔξω σχήματος ἡμᾶς αὐτοὺς παιδεύσομεν προσέχειν ἑαυτοῖς; Καὶ τί λέγω τοὺς ἄρτι ἐπιβαλλομένους, ὅτε καὶ τῶν τελεωτέρων εἰσὶν οἳ τούτῳ χρησάμενοι τῷ σχήματι κατὰ τὴν προσευχὴν εὐήκοον τὸ θεῖον ἔσχον, οὐ μόνον τῶν μετὰ Χριστόν, ἀλλὰ καὶ τῶν πρὸ τῆς αὐτοῦ πρὸς ἡμᾶς ἐπιδημίας. Καὶ αὐτὸς γὰρ ὁ τὴν θεοπτίαν τελεώτατος Ἠλίας, τὴν κεφαλὴν τοῖς γόνασιν ἐρείσας καὶ οὕτω τὸν νοῦν εἰς ἑαυτὸν καὶ τὸν Θεὸν φιλοπονώτερον συναγαγών, τὸν πολυετῆ ἐκεῖνον ἔλυσεν αὐχμόν.

Οὗτοι δέ μοι δοκοῦσιν, ἀδελφέ, παρ’ ὧν ἀκηκοέναι ταῦτα λέγεις, νοσεῖν τὴν τῶν φαρισαίων νόσον, διὸ καὶ τὸ ἔσωθεν τοῦ ποτηρίου, δηλαδὴ τὴν ἑαυτῶν καρδίαν, ἐπισκέπτεσθαι καὶ καθαίρειν οὐκ ἐθέλουσι καὶ ταῖς πατρικαῖς μὴ στοιχοῦντες παραδόσεσι σπεύδουσιν αὐτοὶ προκαθῆσθαι πάντων, ὡς καινοὶ νομοδιδάσκαλοι· τό τε σχῆμα τῆς δεδικαιωμένης τελωνικῆς εὐχῆς ἐκείνης αὐτοί τε ἀπαξιοῦσι καὶ τοὺς ἄλλους τῶν εὐχομένων παραινοῦσι μὴ προσίεσθαι. Καθάπερ γὰρ ἐν εὐαγγελίοις φησὶν ὁ Κύριος· «Ἐκεῖνος οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν ἆραι». Τοῦτον δὴ ζηλοῦσιν, οἱ ἑαυτοῖς ἐν τῷ εὔχεσθαι προσέχοντες τὴν ὄψιν, οἱ δ’ «ὀμφαλοψύχους» τούτους ὀνομάζοντες, πρὸς τῷ συκοφαντεῖν σαφῶς ὧν κατηγοροῦσι. Τίς γάρ ποτε τούτων ἐπ’ ὀμφαλοῦ λέγει τὴν ψυχήν;

Πρὸς γοῦν τῷ γενέσθαι δήλους συκοφαντικῶς ἐπιθεμένους καὶ ὑβριστὰς τῶν ἐπαινουμένων σφᾶς αὐτοὺς ἔδειξαν ὄντας, ἀλλ’ οὐ διορθωτὰς τῶν σφαλλομένων, οὐδ’ ἡσυχίας ἕνεκεν καὶ ἀληθείας, ἀλλὰ κενοδοξίας χάριν γράφοντας, οὐδ’ ἵνα πρὸς νῆψιν ἐναγάγωσιν, ἀλλ’ ἵνα τῆς νήψεως ἀπαγάγωσιν. Αὐτὸ γὰρ τὸ ἔργον καὶ τοὺς ἐμμελῶς ἐπειλημμένους τούτου παντὶ τρόπῳ σπεύδουσιν ἐξ αὐτῆς τῆς καταλλήλου πράξεως ἐξουθενεῖν. Οἱ τοιοῦτοι δὲ ῥᾳδίως καὶ τὸν εἰπόντα ὡς «ὁ νόμος τοῦ Θεοῦ ἐν μέσῳ τῆς κοιλίας μου» καὶ τὸν εἰρηκότα πρὸς Θεὸν ὅτι «ἡ κοιλία μου ἠχήσει ὡς κιθάρα καὶ τὰ ἐντός μου ὡσεὶ τεῖχος χαλκοῦν ὃ ἐνεκαίνισας» κοιλιοψύχους ἂν προσαγορεύσειαν καὶ κοινῇ πάντας διαβάλοιεν τοὺς διὰ σωματικῶν συμβόλων τὰ νοερὰ καὶ θεῖα καὶ πνευματικὰ τυποῦντας καὶ καλοῦντας καὶ ἀνιχνεύοντας.

Ἀλλ’ ἐκείνοις μὲν παρὰ τοῦτο βλάβος ἐποίσουσιν οὐδέν, μᾶλλον μὲν οὖν καὶ μακαρισμῶν πρόξενοι γενήσονται καὶ μείζονος προσθήκης τῶν ἐν οὐρανοῖς στεφάνων, αὐτοὶ δὲ καὶ τῶν ἱερῶν παραπετασμάτων ἔξω μενοῦσι καὶ οὐδὲ πρὸς τὰς σκιὰς ἕξουσιν ἀτενίζειν τῆς ἀληθείας, πολὺ δὲ τὸ δέος μὴ καὶ δίκην τίσωσιν αἰώνιον, οὐκ ἀποδιαστείλαντες μόνον ἑαυτοὺς τῶν ἁγίων, ἀλλὰ καὶ κατ’ αὐτῶν τῷ λόγῳ χωρήσαντες.

Συμεῶνος γὰρ τοῦ νέου θεολόγου τὸν βίον οἶσθα, θαῦμά τε ὄντα πάντα σχεδὸν καὶ δι’ ὑπερφυῶν θαυμάτων ὑπὸ Θεοῦ δεδοξασμένον, τά τε συγγράμματα αὐτοῦ, συγγράμματα ζωῆς εἰπών τις, οὐκ ἂν ἁμάρτοι τοῦ προσήκοντος, καὶ Νικηφόρον δὲ τὸν ὅσιον ἐκεῖνον ὅς, πολυετῆ χρόνον ἐν ἠρεμίᾳ καὶ ἡσυχίᾳ διενεγκών, ἔπειτα τοῖς ἐρημικωτέροις μέρεσι τοῦ ἁγίου ὄρους ἐμφιλοχωρήσας καὶ ἀπασχολήσας ἑαυτόν, ἐκ πασῶν τῶν πατρικῶν φωνῶν συνειλοχώς, τὴν νηπτικὴν ἡμῖν αὐτῶν παραδέδωκε πρᾶξιν. Οὗτοι τοίνυν τοῦθ’ ὅπερ ἀνατρέπειν φῄς τινας σαφῶς τοῖς προαιρουμένοις εἰσηγοῦνται. Καὶ τί λέγω τοὺς παλαιοὺς τῶν ἁγίων; Ἄνδρες γὰρ μικρῷ πρὸ ἡμῶν μεμαρτυρημένοι καὶ ἀποδεδειγμένοι ἐν δυνάμει Πνεύματος ἁγίου ταῦθ’ ἡμῖν διὰ στόματος οἰκείου παρέδωκαν, τόν τε θεολόγον τοῦτον, ὡς ἀληθῶς θεολόγον καὶ τῆς ἀληθείας τῶν Θεοῦ μυστηρίων ἐπόπτην ἀσφαλέστατον, ἐφ’ ἡμῶν ἀνεκήρυττον, τὸν φερωνύμως Θεόληπτον ἐκεῖνον ἀκούεις, τὸν Φιλαδελφείας πρόεδρον, μᾶλλον δ’ ἀπὸ ταύτης ὡς ἀπὸ λυχνίας τὸν κόσμον φωτίσαντα, τὸν Ἀθανάσιον ἐκεῖνον, ὃς ἐπ’ ἐνιαυτοὺς οὐκ ὀλίγους τὸν πατριαρχικὸν ἐκόσμησε θρόνον, οὗ καὶ τὴν σορὸν ὁ Θεὸς ἐτίμησε, Νεῖλον ἐκεῖνον, τὸν ἐξ Ἰταλῶν, τὸν τοῦ μεγάλου ζηλωτὴν Νείλου, τὸν Σελιώτην καὶ τὸν Ἠλίαν, τοὺς μηδὲν ἀποδέοντας ἐκείνου, Γαβριὴλ καὶ Ἀθανάσιον, τοὺς καὶ προφητικοῦ χαρίσματος ἠξιωμένους.

Τούτους πάντας πάντως ἀκούεις καὶ πολλοὺς ἄλλους πρὸ αὐτῶν τε καὶ σὺν αὐτοῖς καὶ μετ’ αὐτοὺς γεγονότας, ἐπαινοῦντας καὶ παραινοῦντας κατέχειν τοὺς βουλομένους τὴν παράδοσιν ταύτην, ἣν οἱ νέοι διδάσκαλοι τῆς ἡσυχίας, οἱ μηδ’ ἴχνος ἡσυχίας εἰδότες, μηδ’ ἀπὸ πείρας, ἀλλ’ ἀπὸ λογολεσχίας νουθετοῦντες, ἀθετεῖν καὶ μεταδιδάσκειν καὶ ἐξουθενεῖν πειρῶνται, πρὸς οὐδὲν χρήσιμον τῶν ἀκουόντων. Ἡμεῖς δὲ καὶ τῶν ἁγίων ἐκείνων ἔστιν οἷς αὐτοπροσώπως ὡμιλήσαμεν καὶ διδασκάλοις ἐχρησάμεθα. Πῶς οὖν τούτους παρ’ οὐδὲν θέμενοι, τοὺς καὶ πείρᾳ καὶ χάριτι δεδιδαγμένους, τοῖς ἀπὸ τύφου καὶ λογομαχίας ἐπὶ τὸ διδάσκειν χωρήσασιν εἴξομεν; Οὐκ ἔσται τοῦτο, οὐκ ἔσται. Καὶ σὺ τοίνυν τοὺς τοιούτους ἀποτρέπου μετὰ τοῦ Δαυὶδ συνετῶς σεαυτῷ προσλαλῶν· «Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ»· σεαυτόν τε πειθήνιον παρέχων τοῖς πατράσιν, ἄκουε πῶς εἴσω πέμπειν ἀεὶ τὸν νοῦν προτρέπονται.