Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Σιναΐτης – Κεφάλαια περὶ τῶν τεσσάρων ἱεραρχιῶν

Γρηγόριος ὁ Σιναΐτης

Θεολογικός ορισμός και ενέργειες της χάριτος

Η ιεραρχία ως μετοχή των θείων δώρων και η λειτουργία των τριών ενεργειών της χάριτος στην εκκλησιαστική και τη μοναχική τάξη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Σιναΐτης

—

Κεφάλαιο 2 από 5

Σχόλιον τῆς ἱεραρχίας Ἱεραρχία ἐστὶ καθολικῶς φᾶναι ἡ τοῦ ἱεροῦ δώρου, τοῦ τε πνευματικοῦ καὶ σωματικοῦ, μετοχὴ καὶ μετάδοσις· ἢ κατ’ ἄλλην ἐπίνοιαν ἱεραρχία ἐστὶν ἡ τῶν ἱερῶν καὶ ἱερῶς ἀναστρεφομένων ἀρχὴ καὶ τελετὴ καὶ μετάδοσις, ἢ ἡ κατ’ ἀρετὴν μεταδοτικὴ ἐπιστήμη, ἢ πάλιν κατὰ τὸν μέγαν Διονύσιον ἡ πρὸς Θεὸν ἀφομοίωσίς τε καὶ ἕνωσις· καὶ ἀφομοίωσις μέν ἐστι Θεοῦ τὸ μεταδοτικὸν γενέσθαι τῶν κατ’ ἐνέργειαν καὶ μετοχὴν θείων καὶ ἀνθρωπίνων ἀγαθῶν· ἕνωσις δὲ τὸ θεοειδεῖς τῇ θείᾳ μετουσίᾳ γενέσθαι κατὰ τὸ δυνατὸν ἀνθρώποις· ὥσπερ καὶ ἱεράρχης ἐστὶν ὁ τοὺς καθαροὺς ἱερεῖς καὶ ἁγίους κατ’ ἐνέργειαν ἄρχων καὶ προκοπήν· ἐπίσκοπος δέ ἐστιν ὁ τῇ θεοπτίᾳ πάντας τοὺς ὑπ’ αὐτὸν ὄντας καθαρῷ περιαθρῶν νοΐ, ἢ πάλιν ἐπίσκοπος ἐστὶν ὁ νοερῶς τὰ ὄντα καὶ τὰ θεῖα περισκοπεῖν δυνάμενος· σκοπεῖν γὰρ τὸ θεωρεῖν οἱ θεῖοι φάσκουσιν ἄνδρες, καὶ σκοπὸν τὸν προσέχοντα τί, ὃν ἡ δημώδης φωνὴ τηρητὴν ὀνομάζει· σκοπόν φησιν ὁ Θεὸς δέδωκά σε τῷ οἴκῳ Ἰσραήλ.

Τίς ἡ τῆς μοναδικῆς πολιτείας κατ’ ἀρετὴν ἱεραρχία καὶ ὅπως τελεῖται Ἡ μὲν συμβολικὴ τῆς ἐκκλησιαστικῆς τάξεως ἱεραρχία τρεῖς ἔχει δυνάμεις τῆς χάριτος τοῖς ἀληθῶς μεμυημένοις· καθαρτικήν, φωτιστικὴν καὶ τελεσιουργόν, ἐν αἷς καθαίρεται καὶ φωτίζεται καὶ τελεσιουργεῖται, μετοχὴν καὶ μετάδοσιν δι’ ἐνεργείας κατὰ τοὺς νόας τὸν φωτισμὸν ἔχουσα.

Ἡ δὲ μοναδικὴ καὶ αὐτὴ ὁμοίως τρεῖς κατ’ ἀρετὴν ἔχει μεταδοτικὰς ἐπιστήμας· εἰσαγωγικήν, πρακτικὴν καὶ θεωρητικήν, ἐν αἷς θεομιμήτως καθαίρεται καὶ φωτίζεται καὶ τελειοῦται· καὶ τοῖς μὲν εἰσαγωγικοῖς ἔργον ἱεραρχικόν ἐστι καὶ μεταδοτικὸν ἡ διακονία τῆς ὑπακοῆς, ἐν ᾗ καθαίρεται μειῶν τὰ πάθη· τοῖς δὲ πρακτικοῖς ἡ πρᾶξις καὶ ἡ ἄσκησις καὶ ἡ συνεχὴς ψαλμῳδία καὶ ἀγρυπνία, ἐν αἷς φωτίζεται τὸ σκότος τῶν παθῶν ἐκδιώκων· τοῖς δὲ θεωρητικοῖς ἡ καθαρτικὴ καὶ φωτιστικὴ καὶ τελειοποιὸς θεωρία καὶ ἡσυχία, ἐν ᾗ τελειοῦνται καὶ μυστικοὶ θεοειδεῖς ἱεράρχαι γίνονται καὶ τελεσιουργοῦνται.