Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Σιναΐτης – Εἰς τὴν Μεταμόρφωσιν

Γρηγόριος ὁ Σιναΐτης

Δοξολογία και ικετήρια προσευχή

Ανύμνηση του μεταμορφωθέντος Χριστού και καταληκτήρια δέηση υπέρ του ποιμνίου, της Εκκλησίας και των αρχόντων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Σιναΐτης

—

Κεφάλαιο 5 από 5

Δοξάσωμεν τοίνυν καὶ ἡμεῖς καὶ ὑμνοῦντες ὑψώσωμεν καὶ μεγαλύνωμεν τὸν ἐν τῷ ὄρει Θαβὼρ μεταμορφωθέντα σήμερον, τὸν ὑπὲρ ἥλιον ὡς Θεὸν ἐξαστράπτοντα καὶ τοὺς μαθητὰς αὐτοῦ πληροφορήσαντα καὶ τοὺς προφήτας ἀθρόως ἐκστήσαντα τῷ παραδόξῳ τῆς θέας καὶ συνελεύσεως.

Μετὰ Μωϋσέως ὀψόμεθα καὶ μετὰ Ἠλιοὺ συνανέλθωμεν, μετὰ Ἰωάννου θεολογήσωμεν καὶ μετὰ Πέτρου ἀνθομολογήσωμεν καὶ σὺν Ἰακώβῳ τῷ φωτὶ πλησιάσωμεν καὶ τὴν δόξαν ὡς μονογενοῦς παρὰ Πατρὸς αὐτοῦ ὡς δυνατὸν ὀψόμεθα, διότι αὐτὸς ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων μέγας καὶ ὑψηλὸς ὤφθη σήμερον ὑπὲρ ἅπαντας ἐν Θαβώρ, ἐξαστράψας τοὺς περικύκλῳ αὐτοῦ, κατὰ τὸ γεγραμμένον. Μέγας καὶ αἰνετός, μέγας καὶ φοβερός, μέγας καὶ παντουργός, μέγας καὶ ἰσχυρὸς καὶ κραταιὸς καὶ ἀπρόσιτος, καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας, τῆς φρονήσεως αὐτοῦ οὐκ ἔστιν ἐξεύρεσις· ἡ οὐσία αὐτοῦ ἀκατάληπτος, ἡ σοφία αὐτοῦ ἀνερμήνευτος, τὸ μέγεθος αὐτοῦ ἀπεριόριστον, τὸ ὕψος αὐτοῦ ἄναρχον, τὸ κάλλος αὐτοῦ ἀμήχανον, ἡ δύναμις αὐτοῦ ἄφατος, ἡ ζωὴ αὐτοῦ αἰώνιος, τὸ φῶς αὐτοῦ ἀνέσπερον, ἡ βασιλεία αὐτοῦ ἀδιάδοχος καὶ ἀπέραντος· ὡς αἰνετός, ὡς φοβερός, ὡς ὑψηλὸς καὶ κραταιὸς καὶ ἀήττητος ὁ ὑπὲρ ἥλιον σήμερον ἐν Θαβὼρ ὡς Θεὸς ἐξαστράψας.

Τίς γὰρ ἐν νεφέλαις ἰσωθήσεται τῷ Κυρίῳ ἀγγελικαῖς τε καὶ προφητικαῖς, ὁμοιωθήσεται τῷ Κυρίῳ κατ’ εὐδοκίαν καὶ βούλησιν, τίς τῶν ἐν χάριτι τῆς υἱοθεσίας τῶν υἱῶν Θεοῦ; Οὐδαμῶς. Αὐτὸς γὰρ ἐνδοξαζόμενος κατὰ τὴν τῶν ἁγίων σύνεσιν μέγας καὶ ὑψηλὸς καὶ φοβερὸς Θεὸς ὑπὲρ ἅπαντας, ὡς προείρηται, καὶ ὥσπερ ἔνθεοι γενόμενοι ἐν ταπεινότητι πνεύματος θαυμαστικῶς πρὸς αὐτὸν εἴπωμεν· «Κύριε Ἰησοῦ ὁ Θεὸς ἡμῶν, τίς ὅμοιός σοι, τίς ὁμοιωθήσεταί σοι, τίς ἰσωθήσεταί σοι καὶ κατ’ ἀξίαν δοξάσει καὶ ἀνυμνήσει σε, τὸν ὑπερύμνητον καὶ ὑπέρθεον καὶ ὑπερούσιον; Δυνατὸς εἶ, Κύριε, καὶ κραταιός, καὶ ἡ ἀλήθεια τῆς θεότητός σου κύκλῳ σου ἀπαστράπτουσα ἐν ἅπασι.

Σὺ δεσπόζεις τοῦ κράτους τῆς θαλάσσης παθῶν, ὡς τὴν μανίαν αὐτῆς θύραθεν καὶ τὸν σάλον ἀμφοτέρων τῶν κυμάτων σὺ καταπραΰνεις· σὺ ἐταπείνωσας ὡς τραυματίαν οἰδαίνοντα καθ’ ἡμῶν τὸν ὑπερήφανον ἐχθρόν τε καὶ λογισμόν· ἐν βραχίονι τῆς δυνάμεώς σου διεσκόρπισας τοὺς Ἰουδαίους ἐχθρούς σου. Σοί εἰσιν οἱ οὐρανοὶ καὶ θρόνος καὶ ποιήμα, καὶ σή ἐστιν ἡ γῆ καὶ οἰκία καὶ ὑποπόδιον ἐνανθρωπήσαντι· τὴν οἰκουμένην τήνδε καὶ τὴν μέλλουσαν σὺ ἐστερέωσας· τὸν βορρᾶν τὸν σκληρὸν καὶ ἀδιόδευτον καὶ τὴν ἄπλετον θάλασσαν σὺ ἐθεμελίωσας· Θαβὼρ καὶ Ἐρμὼν ἐν τῷ ὀνόματί σου σήμερον τὰ ὄρη ἠγαλλιάσαντο εὐφραινόμενα, μεταμορφούμενον ἐν ἑαυτοῖς καθορῶντά σε καὶ ὑπὲρ ἥλιον λάμποντα».

Ὅθεν καὶ πρὸς τὸν Θεὸν καὶ Πατέρα μετὰ τοῦ Δαυὶδ τὸ ἑξῆς ἀναλαβόντες εἴπωμεν· «Σὸς ὁ βραχίων ἐστὶν ὁ μετὰ δυναστείας πολλῆς ἐνανθρωπήσας· κραταιωθήτω ἡ πανσθενουργός σου χείρ, ὕψιστε Πάτερ καὶ ὑπερούσιε, καὶ ὑψωθήτω ἡ δεξιά σου ἡ μεθ’ ἡμῶν ἐν θαυμασίοις μεταμορφωθεῖσα σήμερον. Μακάριος ὁ λαός σου ἡμεῖς οἱ γινώσκοντες ἀλαλαγμὸν τὸν ἐπινίκιον ὕμνον, ὃν οἱ πιστοὶ διὰ τοῦ σοῦ Υἱοῦ νενικήκαμεν». Καὶ εἶθ’ οὕτως τὴν ἔντευξιν πρὸς τὸν Υἱὸν ἐν Πνεύματι μετ’ ἐκπλήξεως εὐχαριστοῦντες εἴπωμεν· «Κύριε, ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύεσθαι διὰ παντὸς ἡμᾶς καταξίωσον· ἐν τῷ φωτί σου σήμερον τῆς μεταμορφώσεως ὀψόμεθά σε τὸ ἄδυτον ἐκεῖσε πατρικὸν φῶς. Φώτισον τοὺς ὀφθαλμοὺς ἡμῶν ἐν τῇ ἀστραπῇ τῆς σῆς θεότητος, ἵνα μὴ ὑπνώσωμεν ἐν σκότει τὸν αἰώνιον θάνατον· ἀνάτειλον ἡμῖν φῶς εὐφροσύνης, φῶς ἀληθείας καὶ ἐπιγνώσεως· ὁ Θεός, σὺ φωτιεῖς λύχνον ἡμῶν τὸν σκοτεινὸν καὶ ἠμελημένον νοῦν καὶ τὸ τῆς ἀγνωσίας ἡμῶν ἀεὶ φωτιεῖς σκότος, καθορᾶν καὶ ἀνυμνεῖν καὶ δοξάζειν σε.

Σημειωθήτω ἐφ’ ἡμᾶς τὸ φῶς τὸ ἐξαστράψαν ἐν Θαβὼρ ἀπὸ τοῦ προσώπου σου· μεταμορφωθήτω ὁ νοῦς ἡμῶν ἐν τῷ φωτὶ τῆς δόξης σου· μεθυσθῶμεν ἐν τῇ πηγῇ τῆς ἀγάπης σου, ἧς ἐν τῷ μέλλοντι πιότητος τοῦ οἴκου σου οἱ ἅγιοι μεθυσθήσονται· σκεπασθῶμεν τῇ νεφέλῃ τῇ φωτεινῇ τῶν πτερύγων σου· ἐλλαμφθῶμεν τῇ τῶν ἐνεργειῶν σου ἐλλάμψει, ἀλλὰ μὴ βαρυνθῶμεν τῷ φωτὶ δι’ ἀναξιότητα.

Ἐν τῷ ὄρει τῆς θεωρίας ἡμᾶς ἀνάγαγε· ὡς ἥλιος ἡμῖν ἐξαστράψας ἐπίφανον δι’ ἀγαθότητα· τὸν νοῦν ἡμῶν καὶ λόγον ὡς Μωϋσέα καὶ Ἠλιοὺ πρός σε συναγαγὼν δόξης ἔμπλησον· τὰς τῆς ψυχῆς ἡμῶν τρεῖς δυνάμεις ὡς τοὺς τρεῖς μαθητάς σου ταῖς μαρμαρυγαῖς σου καταύγασον, τοὺς μὴ φέροντας πάντῃ τὸ ἄστεκτον βλέπειν τηλαυγῶς τῆς σῆς θεότητος κάλλος διὰ τὸ ὑλικὸν καὶ πρόσγειον τῆς ἐπικρατούσης αὐτοὺς ἔτι φθορᾶς.

Δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως συνεχούσης· πιεζομένους ἡμᾶς ἐκλύτρωσαι· τοὺς ἐχθροὺς ἡμῶν ἐδάφισον· τὴν εὐσέβειαν φύλαξον· τὴν ἐκκλησίαν διατήρησον· τοὺς ὀρθοδόξους βασιλεῖς ἡμῶν ἐνίσχυσον. Τῆς μελλούσης μεταμορφώσεως ἡμᾶς ἀξίωσον· τῆς μετὰ τῶν τελείων ἁγίων δόξης κατάταξον· τῆς στάσεως καὶ τάξεως ἐκείνης δι’ ἀγαθότητα τοὺς ἀναξίους καὶ ἡμᾶς συμμετόχους ἀνάδειξον, ἡνίκα στῇς ἐν μέσῳ θεῶν πολλῶν καὶ βασιλέων, θεαρχικώτατε Κύριε, καὶ ὡς ἐν ἡλίοις πολλοῖς ἁγίοις καὶ ἀστράσι δικαίοις ἥλιος δικαιοσύνης τούτων ἐν μέσῳ λάμψεις, καὶ κατ’ ἀξίαν ἕκαστον διαιρῶν καταυγάσεις καὶ θεουργήσεις καὶ φωτιεῖς, ὡς πέφυκε, χάριτι καὶ φιλανθρωπίᾳ σοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων».

Ἀμήν.