Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Σιναΐτης – Εἰς τὴν Μεταμόρφωσιν

Γρηγόριος ὁ Σιναΐτης

Εισαγωγή στο μυστήριο της Μεταμορφώσεως και η τυπολογία της Παλαιάς Διαθήκης

Πρόσκληση σε πνευματική ανάβαση, θεολογική διάκριση της εορτής και σύγκριση της θεοφάνειας στο όρος Χωρήβ με το άκτιστο φως του Θαβώρ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Σιναΐτης

—

Κεφάλαιο 1 από 5

ΤΟΥ ΟΣ. ΠΑΤΡΟΣ ΗΜΩΝ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΣΙΝΑΪΤΟΥ ΛΟΓΟΣ ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΜΕΤΑΜΟΡΦΩΣΙΝ ΤΟΥ ΚΥΡΙΟΥ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ Ὅσοι τὴν θέαν τῆς μεγαλοπρεποῦς δόξης ἀνακεκαλυμμένῳ προσώπῳ κατοπτριζόμενοι τὴν ἑαυτῶν εἰκόνα τῆς φύσεως μεταμορφούμενοι ἀπὸ δόξης εἰς δόξαν θεωρίας καθάπερ ἀπὸ Χριστοῦ εἰς πνεῦμα θεότητος, ἤτ’ οὖν ἐκ τῆς οἰκονομίας ἐπὶ τὴν θεολογίαν, καὶ οἷον ὥσπερ ἀπὸ σαρκὸς εἰς πνεῦμα τὸν νοῦν μεταμορφώσαντες, ἀπάραντες τὴν αἴσθησιν ἀπὸ τῆς τῶν αἰσθητῶν χθαμαλότητος καὶ ἀπὸ τῆς φαντασίας καὶ ἐπιφανείας τῶν σκεδαστῶν, δεῦτε καὶ πρὸς τὸ ὄρος τὸ νοητὸν τῆς θεωρίας ἀνέλθωμεν καὶ τὴν αὐτοῦ περιωπὴν ἀΰλως καὶ προσεχῶς κατοπτεύσωμεν καὶ ἴδωμεν καὶ ἀκούσωμεν. Οὐκ ἀπὸ τῆς προβεβλημένης τῶν ὄντων μεγαλουργίας καὶ ἀναλογίας, ἀλλὰ διανοίας ὄμματι ἐγγύθεν ἀμέσως τὸν Ἰησοῦν ἐν Θαβὼρ τῷ ὄρει ἐξαστράπτοντα ἐποπτεύσωμεν καὶ τῷ φωτὶ πλησιάσωμεν καὶ ὡς δυνατὸν ὀψόμεθα τὴν τῆς ἑορτῆς φαιδρότητα καὶ τὴν δόξαν αὐτοῦ, ἀποστολικῶς εἰπεῖν, θεασώμεθα, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας, πλήρης ἀϊδίου φωτὸς καὶ θείας αἴγλης ἐμπεπλησμένην.

Ὅσοι οὖν τοῦτο τὸ θεῖον ὄρος τοῦ ὕψους κατειληφότες, καθὼς ἡμῖν Ἡσαΐας ὁ μέγας διακελεύεται, δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου καὶ τὴν δόξαν τῆς φωτολαμποῦς ἐκεῖσε φωτοχυσίας τοῦ Ἰησοῦ ὀψόμεθα καὶ τοὺς ἐγκρίτους τρεῖς τῶν μαθητῶν, μᾶλλον δὲ ἅπαντας συγκαλέσωμεν φιλοθεάμονας, οἵτινες τὴν θέαν ἐν ἐκπλήξει κατατρυφῶντες καὶ τὴν ἀκτῖνα τοῦ προσώπου μὴ φέροντες κάτοχοι ἦσαν διαπαντός· οὓς καὶ πρὸς τὴν τῆς ἑορτῆς ὑπόθεσιν ἡμῖν συνεργήσοντας ἱκετεύσωμεν· καὶ ἴδωμεν, ποσαχῶς τὸ μυστήριον τοῦτο τῆς ὑποθέσεως ταύτης ἐμφαίνεται καὶ τί τὰ ἐκεῖσε τελούμενα.

Τετραδικὴν ἶδεν ὁ λόγος καὶ μίαν ὡς διάφορον τὴν προκειμένην ἡμῖν ἑορτὴν κατὰ τὰς ἐκφαντορικὰς ὑψηγορίας ἐμφαινομένην καὶ τετραδικῶς νοουμένην καὶ γενομένην. Καὶ ἡ μὲν ἔστι νομικὴ καὶ σκιώδης, κἂν φοβερὰ καὶ ἄστεκτος, πόρρωθεν μυστικῶς τὴν ἀλήθειαν αἰνιττομένη· ἡ δέ, τύπος καὶ ἀλήθεια, τὴν πνευματικήν τε καὶ ψυχικὴν ἀλλοίωσιν ὡς ἐν ἀρραβῶνι τεκμαιρομένη· ἡ δέ, εἰκὼν καὶ δόξα τοῦ πρώτου καὶ πρωτοτύπου καὶ ἀρχετύπου πέφυκεν, ἦθός τε ὂν φυσικὸν καὶ κάλλος καὶ τῆς εἰκόνος μόρφωσις καὶ ὁμοίωσις Χριστοῦ τοῦ καθ’ ἡμᾶς καὶ δι’ ἡμᾶς μορφωθέντος τε καὶ μορφώσαντος τὴν φύσιν θεότητι· ἡ δέ, θεία καὶ νοητὴ ἀΐδιος ἔλλαμψις, ἣν Θεὸς ὀφθήσεται καὶ λάμψει δείξας, ἐν μέσῳ θεῶν ἑστώτων καὶ βασιλέων πολλῶν ἑστὼς κύκλῳ ἁγίων, διακρίνων καὶ διαιρῶν τὰς ἀξίας καὶ προκοπὰς τῆς ἐκεῖσε μακαριότητος.

Ταύτας οὖν πάσας ὁ θεῖος ὁρῶν εἴσεται πάντως τῶν ἀμφοτέρων τετραδικὴν τὴν λαμπρότητα καὶ παθητικῶς μυηθήσεται τὰ μυστικῶς ἐν ἁγίοις τετελεσμένα· καὶ γὰρ τύπου τύπος ἦν τελεώτερον ἕκαστος, τοῦ φωτὸς ὁ γνόφος καὶ τὸ Χωρὴβ τοῦ Θαβὼρ καὶ αὐτὸ τῶν ἀρετῶν καὶ τοῦτο τοῦ μέλλοντος νοητοῦ καὶ τριαδικοῦ καὶ θείου ὕψους τῆς δόξης καὶ ἡ ἐκεῖσε θύελλα τῆς θεανδρικῆς ἀστραπῆς καὶ τὰ δείματα. Ἐκεῖ μὲν γὰρ ἐν πυρὶ Θεὸς ἑωρᾶτο μέσον λαλῶν καὶ ἀστράπτων, καὶ σάλπιγγος τρανῶς ἠχούσης καὶ βροντῶν πάταγοι καὶ πυρὸς βρόμος καὶ ὅλον καπνιζόμενον τὸ ὄρος, καὶ ἀπειλὰς φρικώδεις καὶ δείματα φοβερὰ τοῖς λαοῖς ἐμποιῶν, δεικνύων καὶ ἐν τούτῳ τὸ ἀνάξιον ἐκείνοις καὶ ἀτελὲς ἔτι τῆς ἀξίας καὶ τάξεως, καὶ τὸ ἄστεκτον καὶ ἀπρόσιτον τῆς μακαρίας οὐσίας αὐτοῦ αὐτοῖς ὑπεμφαίνων· φοβερὰ τοίνυν φῶτα καὶ ὀπισθίων θέα καὶ γνόφος ἀπρόσιτος καὶ πυρὸς ὅρασις καὶ στάσεων διαφορὰ ἐκεῖσε εἰσεπράττετο.

Ἐνταῦθα δὲ ὁ αὐτὸς λάμψας ἀρρήτως ἐν τῷ Θαβὼρ φιλανθρώπως ἡμῖν ἐπιφαίνεται καὶ αἰσίως, ἐν φωτὶ θεαρχικῷ καὶ αἴγλῃ τρισσοφαεῖ τοῖς συνοῦσι Μωϋσῇ καὶ Ἠλίᾳ συλλαλῶν ὤφθη, ἀκτῖνας ἀγαθότητος καὶ ἀστραπὰς θεότητος περιαυγαζομένους τοὺς μαθητὰς αὐτοῦ κατόχους πεποίηκεν· ἔτι γὰρ τὸ ἄστεκτον αὐτοῦ τῆς θεότητος οὐκ ἠδύναντο φέρειν διὰ τὸ ἀτελὲς τῆς καθάρσεως, καὶ τῶν ἐγκρίτων ἐκεῖσε οἱ νόμοι πρόκριτοι ἰσχυρότεροι καὶ ὑψηλότεροι ὤφθησαν. Καὶ οὐ θαῦμα· πάντων γὰρ προέχουσιν οἱ τῆς υἱοθεσίας ἔγκριτοι μυσταγωγοί, κἂν ἀσθενεῖς διὰ τὸ ἀτελὲς ἐδείχθησαν· εἰ δὲ καὶ προὔχοντες ἦσαν ἐκεῖνοι, ἀποστόλων μὲν οὐδαμῶς, τῶν δὲ τελεωτέρων ἁπάντων τοῦ νόμου θεοειδέστεροι, ἐπειδὴ καὶ πνεῦμα δουλείας ἦν ἐν αὐτοῖς, εἰ καὶ ἐν Χριστῷ ὕστερον υἱοθετηθέντες, μέγα δ’ αὐτοῖς, εἰ καὶ μετὰ πότμον τελείως τούτου ἐπ’ ἐλπίδι λαχόντες, οὗπερ οἱ υἱοὶ Θεοῦ ἐν Χριστῷ διὰ τῆς ἀναγεννήσεως, νηπιόθεν αὐτὴν περιουσίαν καὶ κλῆρον τὴν υἱοθεσίαν πεπλουτηκότες.