Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Σιναΐτης – Εἰς τὴν Μεταμόρφωσιν

Γρηγόριος ὁ Σιναΐτης

Τριαδική θεολογία και το ανθρωπολογικό παράδειγμα

Η μαρτυρία του Πατρός, η αμοιβαία περιχώρηση των προσώπων της Αγίας Τριάδος και η απεικόνισή της μέσω του ανθρώπινου νου, λόγου και πνεύματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Σιναΐτης

—

Κεφάλαιο 3 από 5

Καὶ φωνὴ ἐκ τῆς νεφέλης ἦλθεν λέγουσα· ‘οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα’»· Τότε γὰρ ἀληθῶς ἐβρόντησεν ἐξ ὄρους ὡς ἐξ οὐρανοῦ ὁ ἀπεριόριστος κύριος Ἰησοῦς τῇ λαίλαπι τοῦ φωτὸς καὶ τῷ ἤχῳ τῆς δόξης τῆς παρουσίας αὐτοῦ· καὶ ὁ ὕψιστος Πατὴρ ἔδωκε φωνὴν αὐτοῦ, φωνὴν δυνάμεως ἐκ φωτολαμποῦς νεφέλης, κατὰ τὸ γεγραμμένον πρὸς τοὺς μαθητὰς λέγων· «Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ὁ μονογενής, ὁ μεταμορφωθεὶς ἐν τῷ Θαβὼρ σήμερον κατὰ τὸ ἀνθρώπινον· οὗτός ἐστιν ὁ χαρακτὴρ τῆς ἐμῆς ὑποστάσεως, τὸ ἀπαύγασμα τῆς ἐμῆς δόξης, ἡ ἀπαράλλακτος τῆς ἐμῆς ὑπερουσιότητος εἰκών· οὗτός ἐστιν ὁ ἐμὸς κραταιὸς βραχίων καὶ ἡ ἐμὴ παντοκρατορικὴ δεξιά· οὗτός ἐστιν ἡ ἐνυπόστατος ἐμὴ σοφία καὶ δύναμις, δι’ οὗ τοὺς αἰῶνας ἐποίησα καὶ τὰ πάντα ἐκ μὴ ὄντων παρήγαγον, ἐν ᾧ ηὐδόκησα καὶ δι’ αὐτοῦ ὑμᾶς ἔσωσα, δι’ οὗ ἐπέφανον καὶ ἐν ᾧ τὸν κόσμον ἐφώτισα καὶ ἀνέπλασα, ἐν ᾧ ἐπεγνώσθην καὶ δι’ οὗ ἐδοξάσθην, ἐν ᾧ δεδόξασμαι καὶ δι’ οὗ ὑμᾶς ἐδόξασα καὶ αὖθις δοξάσω· αὐτός ἐστιν ὁ φανερώσας τὸ ἐμὸν ἐν ἀνθρώποις ὄνομα, κἀγὼ αὐτὸν ἐν Ἰορδάνῃ φανερώσας καὶ μαρτυρήσας καὶ δείξας· αὐτός με ἐδόξασεν, κἀγὼ αὐτὸν ἐδόξασα σήμερον καὶ δοξάσω τῷ ἀπροσίτῳ φωτί· αὐτὸς ἐν ἐμοὶ ἀσυγχύτως, κἀγὼ ἐν αὐτῷ ἀτρέπτως, ἀπαστράπτων θεοπρεπῶς καὶ τριαδικῶς· αὐτὸς ἐν ἐμοὶ μοναδικῶς, κἀγὼ τριαδικῶς ἐν αὐτῷ, τὸ μὲν διὰ τὴν πρόσληψιν, τὸ δὲ διὰ τὴν ὕπαρξιν τῆς θεότητος.

Αὐτὸς τὸ γεννητὸν φῶς, ἐγὼ τὸ ἀγέννητον· αὐτὸς υἱὸς μονογενής, ἐγὼ πατὴρ ἀγέννητος, ἡ πάντων ἀρχή· αὐτὸς ὁ ἐν ἀρχῇ Λόγος καὶ πρὸ τῶν αἰώνων ἐν ἀρχῇ Θεός, ἐγὼ τῆς ἀρχῆς ἀρχὴ καὶ τοῦ Λόγου Πατὴρ καὶ νοῦς ὁ ὑπὲρ νοῦν ὑπερούσιος· αὐτὸς τὸ φῶς, ἐγὼ τοῦ φωτὸς ἡ πηγή· αὐτὸς ἡ ζωή, ἐγὼ τῆς ζωῆς αἰτία· αὐτὸς ἥλιος δικαιοσύνης ἐν ἐμοὶ ἐκλάμπων, ἐγὼ τὸ τρισήλιον ἐν αὐτῷ ὑπερούσιον γινώσκομαι φάος, καὶ ἐν αὐτῷ πᾶν τὸ πλήρωμα τῆς θεότητος λάμπω σωματικῶς· ἐν αὐτῷ ηὐδόκησα, καὶ ἐν αὐτῷ ἠθέλησα καὶ ἐξελεξάμην ὑμᾶς· ἐν αὐτῷ μένων εἰμὶ ἀπαραλλάκτως, ἀσυγχύτως, ἀχωρίστως, ἀτρέπτως· ἐν αὐτῷ λάμπω καὶ φαίνω καὶ προνοῶ καὶ καθαίρω καὶ φωτίζω καὶ ὑμᾶς ἐν αὐτῷ ἁγιάζω· ἐν τῷ φωτὶ τῆς δόξης αὐτοῦ ὄψεσθέ με τὸ ἀπρόσιτον φῶς· ἐν αὐτῷ με ἐπιγνώσεσθε καὶ ἐν ἐμοὶ αὐτὸν ὄψεσθε, καὶ τὸ μὲν διὰ τὴν μόρφωσιν, τὸ δὲ διὰ τὴν τελείωσιν ἢ διὰ τὴν ἐνταῦθα ἐνοίκησιν καὶ τὴν ἐκεῖθεν θέωσιν». «

Ἐν Πνεύματι τὸν Υἱὸν ὄψεσθε, ἐν τῷ Υἱῷ τὸν Πατέρα ἐπιγνώσεσθε· ἐν τῷ φωτὶ τοῦ Πνεύματος τὸ ἀπαύγασμα τῆς ἐμῆς δόξης ὄψεσθε, ἐν τῇ εἰκόνι τὸ ἀρχέτυπον, ἐξ ἑαυτῶν τὸ ὑπερούσιον· καὶ ὄψεσθε τρανῶς καὶ γνώσεσθε, ὅτι αὐτὸς ἐν ἐμοὶ κἀγὼ ἐν αὐτῷ μένων ἀσυγχύτως γινώσκομαι, ὡς αὐτὸς ὑμῖν ἔφη· αὐτὸς ἐν ἐμοὶ φωτίζει, κἀγὼ ἐν αὐτῷ ἐνεργῶ τὰ παράδοξα· αὐτὸς ἐν ἐμοὶ καινουργεῖ, κἀγὼ δι’ αὐτοῦ τελεσιουργῶ τὰ παράδοξα καὶ τοῦ Πνεύματος· αὐτὸς ἐν ἐμοὶ λαλεῖ καὶ ποιεῖ ἐν ἐμοὶ καὶ τῷ Πνεύματι δίχα οὐδέν, κἀγὼ δι’ αὐτοῦ καὶ ἐν αὐτῷ καὶ σὺν αὐτῷ λαλῶν καὶ μένων, ποιῶ τὰ ἔργα ἐν Πνεύματι· αὐτὸς ἐν ἐμοὶ λαλεῖ ἐν Πνεύματι, κἀγὼ δι’ αὐτοῦ λαλῶ καὶ ποιῶ πάντα ἐν Πνεύματι. Νῦν αὐτὸς ἐν ἐμοὶ ἀπαστράπτει μοναδικῶς καθορώμενος, τότε δ’ ἐγὼ ἐν αὐτῷ ἐξαστράψω τριαδικῶς γνωριζόμενος· αὐτὸς ἐν ὑμῖν, ὑμεῖς ἐν αὐτῷ, κἀγὼ ἐν αὐτῷ τριαδικῶς γνωριζόμενος· αὐτὸς ὅλος ἐν ἐμοὶ ἀτρέπτως καὶ ἐξ ἐμοῦ ἀρρεύστως καὶ σὺν ἐμοὶ ἀχρόνως· καὶ μετ’ ἐμὲ οὐκ ἔστι, καὶ πλὴν ἐμοῦ ἢ πρὸ ἐμοῦ θεὸς καὶ υἱὸς οὐκ ἐγένετο ἄλλος· αὐτὸς ἀεὶ ὅλος ἐν ἐμοὶ καὶ ἐν αὐτῷ ἀτμήτως, κἀγὼ ὅλος ἐν αὐτῷ καὶ καθ’ αὑτὸν ἀπαθῶς, ἀχωρίστως· καὶ τὸ Πνεῦμά μου ὅλον ἐξ ἐμοῦ καὶ ἐν αὐτῷ καὶ ἐν ἐμοὶ καὶ καθ’ αὐτὸ ἀρρήτως· δι’ αὐτοῦ γινώσκομαι, καὶ σὺν αὐτῷ μετέχομαι, καὶ ἐν αὐτῷ μένω καὶ τῷ Πνεύματι, καὶ μονὴν ἐν ὑμῖν ποιοῦμαι.

Οὐδεὶς ἔρχεται πρός με, εἰ μὴ δι’ αὐτοῦ καὶ τοῦ Πνεύματος· καὶ οὐδεὶς ἔρχεται πρὸς αὐτόν, εἰ μὴ δι’ ἐμοῦ καὶ τοῦ Πνεύματος, ὡς αὐτὸς ἐν ὑμῖν δεδήλωκε· καὶ οὐδεὶς δύναταί με ἰδεῖν καὶ γνῶναι, εἰ μή, ὡς ἔφην, αὐτός με ἀποκαλύψει ἐν Πνεύματι κατ’ ἀξίαν ἐν οἷς ἂν βούληται, ὡς λόγος τὸν ἐν αὐτῷ κρυπτόμενον νοῦν καὶ νοῦς τὸν ἐξ αὐτοῦ προερχόμενον λόγον ἐν πνεύματι».

Διὸ καὶ ἔλεγεν ἄνωθεν προτρέπων αὐτούς· «αὐτοῦ ἀκούετε, αὐτῷ πιστεύετε, αὐτῷ ἀκολουθεῖτε, αὐτὸν κηρύσσετε, ἐν αὐτῷ μένετε καὶ αὐτὸς ἐν ὑμῖν· αὐτὸν δέξασθε καὶ δι’ αὐτὸν ἐμὲ δέχεσθε, καὶ αὐτὸς ὑμᾶς φωτίσει καὶ ἁγιάσει καὶ τὰ πάντα χαρίσεται».

Ὥσπερ γὰρ διὰ τῆς φωνῆς τὸν λόγον καὶ διὰ τοῦ λόγου τὸν νοῦν γινώσκομεν ἐκφωνούμενον καὶ λεγόμενον, ἔχει γὰρ ὁ λόγος φυσικῶς τὸν αὐτὸν γεννῶντα νοῦν καὶ νοῦς φυσικῶς τὸν αὐτὸν ἀποκαλύπτοντα λόγον, οὕτως ἐν τῷ Πνεύματι τὸν Υἱὸν καὶ ἐν τῷ Υἱῷ τὸν Πατέρα φωτισθέντες ἐπέγνωμεν καὶ γινώσκομεν· ἢ οἰκειότερον <καὶ> σαφέστερον τὸ αὐτὸ εἰπεῖν, ἰδιαίτερον ἐν τῷ Υἱῷ φυσικῶς τὸν Πατέρα καὶ οὐσιωδῶς, καὶ ἐν τῷ Πατρὶ τὸν Υἱὸν αἰτιατῶς καὶ τὸ Πνεῦμα ἐκπορευτῶς γινώσκομεν χάριτι. Τὸ γὰρ Πνεῦμα ἐν τῷ Υἱῷ καὶ διὰ τοῦ Υἱοῦ μεταδίδοται, ὡς φωνὴ ἐν τῷ λόγῳ καὶ διὰ τοῦ λόγου καὶ σὺν τῷ λόγῳ προέρχεται, καὶ τὸν ἐκ τοῦ νοῦ φανεροῦν προερχόμενον λόγον· ἀεὶ γὰρ ἡ φωνὴ συμπαρομαρτοῦσα τῷ λόγῳ φανεροῖ αὐτοῦ τὴν ἐνέργειαν καὶ αὐτοῦ ἐστι καὶ λέγεται ἐνέργεια τοῦ λόγου ζωτική τε καὶ ἐκφαντικὴ καὶ οὐκ ἐξ αὐτοῦ καὶ κατ’ οὐσίαν ὑποστατικὴ καὶ καθ’ αὑτὴν ὑφεστῶσα.

Ἀεὶ γὰρ ἔννους ὁ λόγος ὁρᾶται καὶ πέμπεται καὶ προέρχεται· καὶ ὁ νοῦς λογικός ἐστιν, ἀεὶ λόγον ἐνούσιον ἔχων· καὶ ἔννουν προφέρει τὸν λόγον καὶ γεννᾶν οἶδεν αὐτὸν ἀεί, ἐν πνεύματι φανερούμενον. Ὥστε πᾶσα φωνὴ φυσικῶς ἔχει καὶ οὐσιωδῶς νοῦν καὶ λόγον συνεκφωνούμενον. Νοῦν δὲ λέγομεν οὐ τὸν χεόμενον σὺν τῷ λόγῳ, ἀλλὰ τὸν ὄντα φυσικῶς καθ’ ὑπόστασιν τῷ λόγῳ· λόγον δὲ φάσκοντες, οὐ τὸν προερχόμενον καὶ εἰς ἀέρα λυόμενον, ἀλλ’ αὐτὸ τὸ λογικὸν τὸ καθ’ ὑπόστασιν ὄν τε τῷ νῷ καὶ φυσικῶς λογιζόμενον· πνεῦμα δὲ λαλοῦμεν οὐ τὴν ὁλκὴν τοῦ ἀέρος καὶ φοράν, ἀλλὰ τὴν οὐσιώδη αὐτὴν ζωτικὴν δύναμιν, τὴν καθ’ αὑτὴν ὑφεστῶσαν καὶ προερχομένην ἐν λόγῳ καὶ τὸν ψόφον ἐν ἀέρι ποιοῦσαν.

Δέδεικται τοίνυν, οὐσιωδῶς καθ’ ὑπόστασιν νοῦν καὶ λόγον καὶ πνεῦμα ὁμοφυῆ τε καὶ ἀδιαίρετα κέκτηται ὁ ἄνθρωπος, «εἰκὼν» καὶ δόξα τῆς Τριάδος καὶ ἐν τούτοις ὑπάρχων, κατὰ τὸν φάσκοντα. Οὔτε γὰρ ἐνέλιπε ποτὲ Υἱὸς Πατρὶ καὶ Πνεύματι, ἢ Πατὴρ Υἱῷ καὶ Πνεύματι, ἢ Πνεῦμα Πατρὶ καὶ Υἱῷ· οὐδὲ ἔστι πώποτέ τις ἐκτὸς τοῦ Λόγου ἢ λεγομένου χωρίς, κἂν τῷ τρόπῳ τῆς ὑπάρξεως καὶ τῆς οὐσίας ἡνωμένα διῄρηνται καὶ διῃρημένα ἥνωνται παραδόξως. Ἀλλὰ καὶ Τριὰς ἐν Χριστῷ διαιρεῖται δίχα προσλήψεως, τὸ μὲν γὰρ τῷ καθ’ ὕπαρξιν τρόπῳ, τὸ δὲ τῷ κατ’ οὐσίαν λόγῳ, ἵνα μὴ εἴη τετρὰς ἡ Τριὰς διὰ τὴν τοῦ Υἱοῦ σάρκωσιν.