Τῷ Νεοκαισαρείτῃ Ὡρμημένον με τὴν χθὲς βαδίζειν πρὸς τὰ ἀνάκτορα, ἡ τοῦ συνήθους ῥεύματος ἐπέσχε καταφορά· καί σε οἶμαι οἷς ἐκεῖσε ἡμᾶς οὐ τεθέασαι τεκμήρασθαι τοῦτο, εἰ μή τινα ἔχεις ὄχλον αἰτιᾶσθαι πραγμάτων, ὅστις σε περισχών, τῆς περὶ ἡμῶν μνήμης ἐπήνεγκεν· εἰ δὲ καὶ ἐπέσχεν, ἀλλ’ οὐκ ἀργοὺς ἡμᾶς διημερεῦσαι κατέπεισε· τά τε γὰρ ἄλλα ἐπράττομεν ὅσα δὴ ἡμέτερα ἔργα, καὶ τῇ διαλελυμένῃ βίβλῳ τῇ σῇ τὰς χεῖρας ἐπιβαλόντες, ἔστι μὲν ἃ καὶ συνάψαι τοῖς ἑξῆς ἠδυνήθημεν, τοῖς δὲ ἀνακολούθως ἔχουσι καὶ διὰ πολλοῦ τοῦ μεταξὺ πρὸς ἄλληλα συναπτομένοις, ὅσον τὸ λεῖπον τῆς συνεχείας ἀριθμῷ καὶ μέτρῳ διαλαβεῖν ἐξισχύσαμεν· ὃ μὲν οὖν εἰργασάμεθα, σὴν χάριν, τοσοῦτον· σὺ δὲ ἄρα τίποτε πρὸς τὸ μετὰ ταῦτα ποιήσεις ἢ πῶς ἀνανεώσεις σαυτῷ τὸ χρησιμώτατον τοῦτο καὶ εὐκταιότατον χρῆμα, οἶμαί σε καὶ αὐτὸν εἰδέναι καλῶς· εἰ δ’ ἁμαρτάνω οἰόμενος, πρῶτα μὲν βιβλία πλείω, εἰ μὴ ἔνεστι συνέχον ὁπόσα τὸ σόν, ἁπανταχόθεν ζητήσεις, ζητήσοις δὲ καὶ βιβλίων ἐπισκευαστήν· τὰ μέν, ἵν’ ἐκεῖθεν τὸ λεῖπον προσαναπληρώσῃς τῷ σῷ, τὸν δ’ ὅπως συγκολλήσας καὶ συνδήσας τὰ πάντα διεσπασμένα, ὁλοκλήρου σε κύριον βιβλίου, καὶ οὐχ ἡμιτελοῦς ὡς τάχιστα καταστήσῃ. Τοσοῦτον δή σοι κἀγὼ πρὸς τὸ προκείμενον ἔργον εἰσφέρω, λόγον μὲν διεγέρσεως ἔχον, εἰ μὲν ἔτυχες προειδώς, εἰ δὲ μὴ προοῖδας, ἀλλ’ εἰσηγήσεως.