Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Βʹ Κύπριος – Ἐπιστολαί

Γρηγόριος Βʹ Κύπριος

Επιστολές προς τον αυτοκράτορα και υψηλούς αξιωματούχους

Αναφορές στον αυτοκράτορα Ανδρόνικο Παλαιολόγο για εκκλησιαστικές ταραχές, αυστηρές επιπλήξεις προς άρχοντες για αθέτηση όρκων και καταγγελίες για καταχρήσεις.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Βʹ Κύπριος

—

Κεφάλαιο 7 από 10

Τῷ Σεβαστοκράτορι κυρῷ Ἰωάννῃ Πανευτυχέστατε Σεβαστοκράτορ, τέκνον ἐν Κυρίῳ τῆς ἡμῶν μετριότητος· καλοῦμεν γάρ σε καὶ ἐν τοῖς τοιούτοις ὀνόμασιν, εἰ καὶ τὰ προσφάτως παρὰ σοῦ γεγενημένα καὶ εἰς ἀκοὰς τὰς ἡμετέρας ἐλθόντα οὐχ οὕτως σε καλεῖν ἡμᾶς ἀναπείθει. Ἔδει σε χριστιανόν τε ὄντα καὶ αὐχοῦντα τὴν περὶ τὸ σέβας ὀρθότητα συμφώνους τῇ εὐσεβείᾳ παρέχεσθαι καὶ τὰς πράξεις ἡμᾶς τε θεραπεύειν ἐν τούτῳ τῷ μέρει, καὶ πείθειν εὐχὰς ὑπὲρ σοῦ ὡς τέκνου γνησίου καὶ σωτηρίας ἀξίου προσφέρειν Θεῷ· ἀλλὰ μὴ οὕτως ἀνοικείως τῷ χριστιανικῷ πολιτευόμενον ἐπαγγέλματι, ἐκεῖνα δὴ φαίνεσθαι πράττειν, ἃ σαφῶς ἀλλοτριοῖ καὶ πόρρω βάλλει Θεοῦ ὅρκων καὶ ταῦτα τῶν φρικωδεστάτων ἐν τῷ μέσῳ κειμένων, ὑπ’ αὐτοῦ τε σοῦ γεγενημένων, καὶ Θεοῦ ἀγανάκτησιν οὐ κατά τινος ἑτέρου, σοῦ δὲ αὐτοῦ προκαλουμένων, εἴποτε καὶ τοὐλάχιστον ὧν νῦν διαπράττῃ διαπραττόμενος φωραθῇς. Τάχα σκληρά σοι ἐκ προοιμίων αὐτίκα τὰ παρόντα φαίνεται γράμματα· ἃ δὲ σὺ ἐνεδείξω καὶ ἐνδείκνυσαι πρὸς τὸν ἀδελφὸν τὸν σὸν τὸν δεσπότην, τίνα λέγεις εἶναι αὐτά; οὐ σκληρὰ πάσῃ ἀκοῇ ἀνθρωπίνῃ; οὐ βαρέα καὶ δυσαχθῆ πάσῃ ψυχῇ καὶ ἀφόρητα; οὐκ ἐρεθιστικὰ τῆς θείας ὁμοῦ δὲ καὶ ἀνθρωπίνης ὀργῆς;

ἢ σοὶ μὲν ἐφεῖται πράττειν ἀναίδην ὅσα τε ἀδικίας ἔργα, τοὺς ἄλλους δὲ ἡμᾶς ἀνεκτῶς φέρειν, ὥσπερ μή τι πάθωμεν δεδιότας καὶ σιωπὴν ἄγειν, καὶ μηδ’ αἴσθησίν σοι διδόναι, ὅτι τῶν σῶν οὐδὲν ἡμᾶς ὡς ἀναισθήτους παρέχεται. Εἰ μὲν οὖν χριστιανὸς εἶναί τις ὁμολογεῖς, καὶ ἥκιστα τῆς ποίμνης τῶν λογικῶν Χριστοῦ θρεμμάτων ἀποφοιτᾷς, ἐπιμένεις δ’ ὅμως πράττων τὰ τῆς σωτηρίας ἀπάγοντα, δέχου τὴν παρρησίαν· σκληρὰ γὰρ παρ’ ἡμῶν ἀκούσῃ καὶ τῶν εἰρημένων οὐ μόνον σκληρότερα, ἀλλὰ καὶ τὰ πάσης ἁπλῶς φρίκης τε καὶ δειλίας μεστά. Εἰ δὲ καὶ τὴν σωτηρίαν ταύτην τοῦ λυτρωτοῦ ἀπαναίνῃ κλῆσιν, καὶ τέκνον μήτ’ εἶναι μήτ’ ὀνομάζεσθαι τῆς αὐτοῦ Ἐκκλησίας ἐθέλεις, λέγε τοῦτο μόνον καὶ ὥσπερ οὐδεὶς ἡμῖν πρὸς τοὺς ἀλλοτρίους τῆς πίστεως λόγος, οὐδὲ πρὸς σὲ πάντως ἔσται οὐδείς, ἢ ὥσπερ ἐκείνοις ἔκ τινος περιστάσεως ἔστιν ὅτε καὶ προσομιλοῦμεν καὶ προσφερόμεθα, καὶ πρὸς σὲ κατὰ ταῦτα διαλεξόμεθα. Ἦπου σὺ νῦν γαυριᾷς καὶ μέγα φρονεῖς ὅτι λαὸν συναθροίσας, τοῦτο μὲν οἰκεῖον, τοῦτο δὲ ξένον τε καὶ ἀλλόγλωσσον, ἐξ ἐφόδου ἐπῆλθες τῷ ἀδελφῷ, καὶ τὴν ἐκείνου κατέδραμες, καὶ κλέος νίκης ἀπήνεγκας, οὐκ οἶδας δὲ ὡς ἡ νίκη σοι αὔτη αἰσχύνης γέμει καὶ ἀδοξίας.

ἐπειδὴ καὶ Κάϊν ἐκείνου τοῦ ἐπαράτου οὐδὲν ἀμείνονά σε πεποίηκε· καὶ βέλτιον ἦν σοι μυριάκις ἡττᾶσθαι, εἴποτε ἅπαξ ἐν ὅλῳ τῷ βίῳ νίκην τοσοῦτον ἐπονείδιστον ἄρασθαι. Κατέδραμες χώραν ἀλλοτρίαν ἀδίκως σύ; κατέδραμε καὶ ὁ νοητὸς ἐχθρὸς τὴν σὴν παραχρῆμα τότε ψυχὴν πᾶσαν ἑαυτοῦ συνεπαγόμενος τὴν παράταξιν· ἀπήλασας τὸν ἀδελφόν; ἀπελήλασαι καὶ σὺ τοῦ Θεοῦ· ἐσκύλευσας καὶ ἥρπασας τὰ ἀλλότρια, καὶ τοῖς σαυτοῦ ποιμνίοις καὶ βουκόλοις προσέθηκας; ἀλλ’ ἀπογεγύμνωσαι τῆς ἄνωθεν χάριτος· ἀλλὰ τὰς κρείττους τῶν ἐλπίδων ἀφῄρησαι, ἀλλὰ ταῖς ἀνομίαις ἀνομίας προσέθηκας καὶ τὸν τῶν ἀσεβῶν πλοῦτον πεπλούτηκας· ἐπὶ δὲ τοῖς τοιούτοις κέρδεσι τόν γε νοῦν ἔχοντα οὐ καυχᾶσθαι ἕδει καὶ ἐπιδείκνυσθαι, ἀλλ’ αἰσχύνεσθαι ὡς ἐπὶ ταῖς ἀτοπωτάταις τῶν πράξεων καὶ καλύπτεσθαι· σὺ δὲ καὶ ἀγαπᾶν λέγεις καὶ σφόδρα ἀγαπᾶν τὸν Θεόν· λέγουσι ταῦτά σε λέγειν καὶ ἐνσεμνύνεσθαι τῶν ἐντετυχηκότων οὐκ ὀλίγοι· ἦν ἄν σου πιστὸς ὁ λόγος, ἐκρίνετο καὶ παραδοχῆς ἄξιος, εἴπερ ἐκ τῆς πρὸς τὸν ἀδελφὸν ἀγάπης εἶχε τὸ ἀξιόπιστον· ἀδελφόν, ὃν οὐ μόνον φύσις καὶ ταὐτότης αἱμάτων, ἀλλὰ καὶ ἐνώμοτοι συνθῆκαι, ἐμπεδώσεις καὶ πᾶν θεῖον ὄνομα μέσον παραληφθέν, στέργειν σοι καὶ περιέπειν προτρέπονται.

Ἐπεὶ δ’ οὐκ ἔστι τὸ δεύτερον, οὐδὲ τὸ πρῶτον εἶναι, Ἰωάννης ὁ μέγας τῆς ἀληθείας εὐαγγελιστής τε καὶ κήρυξ βοᾷ· ἀλλὰ προήμαρτε, λέγεις, ἐκεῖνος εἰς σέ, ἠδίκηκέ τι καὶ τοῖς σοῖς ἐλυμήνατο; ἔστω σοῦ γε χάριν ἀληθῆ ταῦτα ἄπερ μὴ εἶναι πάντες βοῶσι· καὶ πῶς σὺ τηνικαῦτα τῶν σῶν ἐπὶ τοιούτοις μνήμην οὐκ ἔσχηκας συνθηκῶν; πῶς οὐ τῶν ὅρκων ἐνθύμιον ἔλαβες, ὃν μὴ πρὸς τὰ ὅπλα τρέπεσθαι παραχρῆμα διαγορεύουσι, μηδὲ πρὸς μάχην βλέπειν καὶ πόλεμον, ἐὰν πρὸς τὸν ἕτερον ὑμῶν ἐξαμάρτῃ ὁ ἕτερος, ἀλλ’ ἀναφέρειν περὶ τοῦδε πρῶτα τῷ δεσπότῃ καὶ βασιλεῖ, εἶθ’ ὡς ἂν ἐκεῖνος δικάσῃ καὶ προστάξῃ λαμβάνειν τὴν θεραπείαν τὸ ἁμάρτημα καὶ ἀδίκημα· πλὴν περὶ μὲν τούτου ἱκανὰ τόγε νῦν ἔχον καὶ τὰ βραχέα· ταῦτα.

Τὸ δέ γε δεύτερον τοῦτο σὸν ἔργον τί καὶ φήσεις εἶναι ἢ τίνος ἀνθρώπου; ἆρα χριστιανικὸν ὅλως καὶ τοῦ Θεὸν εἰδότος; οὐδεὶς ἡμᾶς ποτε πείσειε λόγος· ὅρκους μὲν παλαιοὺς καὶ συνθήκας καὶ ὅσα δὴ ἕτερα πίστεως ἐχέγγυα καὶ ἀγαθῆς ὑπολήψεως πρὸς τὸν κράτιστον ἡμῶν καὶ ἅγιον πεποίηκας αὐτοκράτορα, παρατρέχομεν νῦν· ἀλλὰ τὰ πρὸς αὐτὸν πρόσφατα ταῦτα, ἅπερ ἐξ ὅτου γεγόνασιν οὐδ’ ὅλα δύο παρελήλυθεν ἔτη, ταῦθ’ οὕτως ὄντα φρικτὰ καὶ μόνον ἀκοῦσαι, πρὸς Θεοῦ καὶ τοῦ σωτηρίου τῶν χριστιανῶν βαπτίσματος ἔχεις εἰπεῖν ὡς φυλάττεις καθὰ καὶ φυλάττειν συνέθου, ὀμνύεις ἄνω καὶ κάτω, φίλος τῶν τοῦ σοῦ καὶ πάντων Ῥωμαίων δεσπότου καὶ βασιλέως φίλων χρόνον τὸν ἀεὶ διαμένειν· ὡς δὲ καὶ ἐχθρὸς τῶν ἐχθρῶν ὀμνύεις βλάβην μηδέποτε μήτε διαπράξασθαι μήτε μὴ κατά τινος τῶν ὑποχειρίων αὐτοῦ ἢ καὶ τῆς χώρας αὐτοῦ μελετῆσαι· ὀμνύεις μηδὲ μέχρι συμβουλῆς τοῦ βασιλέως ἐχθροῖς ἐπὶ λύμῃ τῶν βασιλέως κοινωνῆσαι πραγμάτων· ὀμνύεις, ἵνα τἄλλα ὄντα πολλὰ παραλίπω, εὐφημίαν κατὰ τὸ ἔθος τοῦ κρατίστου καὶ ἁγίου ἡμῶν αὐτοκράτορος γίνεσθαι παρὰ σοί, τελεῖσθαι δὲ καὶ μνημόσυνον καθ’ ἑκάστην, ψαλμῳδίας τῆς τεταγμένης ἐν τῷ οἴκῳ σου τελουμένης· εἶτα μνημονεύεται παρὰ σοὶ κατὰ τὰ συγκείμενα βασιλεὺς καὶ τῆς εὐφημίας ἀκούει; ἀπολαύει σου καὶ ὁ βασιλέως φίλος τὰ φίλα φρονοῦντος αὐτῷ, τὰ δ’ οὖν ἐναντία ὁ ἐχθρὸς καὶ πολέμιος;

καὶ πῶς ὁ δεσπότης ὁ σὸς ἀδελφὸς φίλος ὢν βασιλέως, καὶ τῶν δουλείαν ἀκριβῶς ὀφειλόντων καὶ ὁμολογούντων αὐτῷ, ἐχθροῦ σοῦ καὶ ὀλοθρευτοῦ πεπείραται; Ὁ δέ γε Σερβίας ἄρχων δυσμενὴς ὢν καὶ τῶν σφόδρα γε ἀξίων καὶ μισεῖσθαι καὶ βλάπτεσθαι ἐν τοῖς μάλιστά σε τῶν φίλων εὑρίσκει καὶ διαπρεσβεύεται πρὸς σέ, καὶ αὖ τοὺς παρά σου δέχεται πρέσβεις, καὶ τὰς κινούσας κατὰ τῆς Ῥωμαίων γῆς συμβουλὰς καὶ τὰ γράμματα καὶ τοὺς τὴν γαμικὴν συγγένειαν συγκροτοῦντας λόγους καὶ τἄλλα ὅσα τὴν μὲν πρὸς βασιλέα κρύφιον δυσμένειαν καὶ τὸν δόλον ἐλέγχει, ἔτι τε καὶ τῶν μνημονευθέντων ὅρκων τὴν σύγχυσιν, τὸν δὲ πρὸς τὸν βάρβαρον συνασπισμὸν καὶ τὴν ὁμαιχμίαν παρίστησι.

Μέχρι τίνος στραφήσῃ τὰς τοιαύτας στροφάς; μέχρι τίνος διανοήσῃ καὶ μετεωρισθήσῃ, καὶ ἐλπίδας ὑπογράψεις σεαυτῷ μακροτέρας σου τῆς ζωῆς; ἢ μόνος σὺ τὸν ἅπαντα ζήσεις αἰῶνα; ἢ μόνον διὰ σὲ οὐ παρελεύσεται κατὰ τὸ γεγραμμένον τὸ σχῆμα τοῦ κόσμου τούτου; καὶ τῶν σῶν ἕνεκεν ἐνυπνίων τὸ θεῖον ἀργήσει πρόσταγμά τε καὶ βούλημα; Τέθνηκεν ὁ γεννήσας σε πατήρ, ἄνθρωπε, τεθνήξῃ ὅσον ἤδη καὶ σύ, καὶ κείσῃ μετὰ τῶν ἐν ᾅδου, ὅπου καὶ οὐδὲν συγκαταβήσεταί σοι τῶν ὧδε· ἂ δὲ λοιπὸν ἡτοίμασας καὶ ἑτοιμάσαι διανοῇ παρασπονδῶν καὶ ὅρκους συγχέων, καὶ προφάσεις συμπλάττων, καὶ διὰ πάντων τούτων ἀφαιρούμενος μέντοι τοῦ πλησίον, τοῖς δὲ σαυτοῦ προστιθείς, ταῦτα τίνι ἔσται; καὶ τίνι καταλείψεις αὐτά; τοῖς σοῖς τέκνοις εἶπον ἂν καὶ αὐτὸς ἐκείνοις, εἰμὴ μέχρι τρίτης καὶ τετάρτης γενεᾶς καὶ ἔτι περαιτέρω τὴν παρὰ τοῦ Θεοῦ ᾔδειν προϊοῦσαν ἐκδίκησιν, καὶ παρὰ τῶν ὀψιγόνων ἐπιμελῶς ἀπαιτοῦσαν, ἃ παρὰ τῶν προγόνων ἡμάρτηται· εἰ μὴ Ζαχαρίου τοῦ πάνυ λέγοντος ἤκουον δρέπανον ὁρᾶν πετόμενον, μῆκος καὶ πλάτος πήχεων τόσων καὶ τόσων, ὁρᾶν δὲ καὶ εἰς τὸν οἶκον τοῦ τε κλέπτου καὶ τοῦ τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ ἐπὶ ψεύδει ὀμνύοντος εἰσερχόμενον, καὶ καταλύον ἐν μέσῳ αὐτοῦ καὶ συντελοῦν αὐτόν τε καὶ τὰ αὐτοῦ, καὶ οὐδὲ τῶν ἀψύχων καὶ τῶν εὐτελεστάτων φειδόμενον. Ποθεῖς τοῖς σοῖς τέκνοις εὐλογίαν καταλιπεῖν;

μὴ ἐν ἀνομίαις ἔκτεινέ σου τὰς χεῖρας, μηδὲ συγκόμιζε τὰ ἀλλότρια· ἀλλὰ τί; σπεΐραι εἰς δικαιοσύνην, κἀκεῖνα καρπὸν ζωῆς ἐντεῦθεν τρυγήσουσιν· εἰ δ’ ἄλλως πράττειν ἐθέλεις μάνθανε τὸ τέλος τῶν πράξεων παρὰ τῆς Θεοπνεύστου Γραφῆς· καὶ μάνθανε ὅτι καθὼς ἐποίησας ἔσται σοι· εἰ δὲ μὴ σύ γε μάθῃς προκατειληφυίας τῆς τελευτῆς, ἀλλὰ μαθήσεται τὰ παιδία τὸ τῶν θείων ἀδιάπτωτον λόγων ἐκ τῶν ἔργων αὐτῶν παιδευόμενα. Σὺ μὲν ἀφροντιστεῖς ἤδη καὶ πράττεις πρὸς τὸν Σέρβον ἐχθρὸν ὅσα τῆς συγγενείας καὶ συμμαχίας, ὡς ἂν ἔκχυσις αἱμάτων γένηται, καὶ τἄλλα ὅσα τῆς βαρβαρικῆς κινήσεως ἔργα· ἀντὶ τίνος δὲ ὅμως ἀδικήματος εἴτε μικροῦ εἴτε καὶ μείζονος πρὸς ἡμῶν γενομένου ταῦτα ποιεῖς, ἔχεις εἰπεῖν οὐδενός· μόνον δέ σε πρὸς ταῦτα ὁ πλεονεκτικώτατος τρόπος κινεῖ, καὶ τὸ μὴ ἀπέναντι τῶν σῶν ὀφθαλμῶν τὸν φόβον κεκτῆσθαι τοῦ Θεοῦ, τὸν δὲ Κύριον οὐκ ἀκούεις ὅτι δίκαιός ἐστι καὶ δικαιοσύνας ἠγάπησεν; οὐ γινώσκεις ὅτι καὶ Θεὸς ἐκδικήσεών ἐστιν ὁ Θεός; καὶ ἀντιτάσσεται μὲν τοῖς ὑπερηφάνοις, μισεῖ δὲ τοὺς ἀλαζόνας, καταβάλλει δὲ τοὺς μεγαλαύχους; καὶ τοὺς ἐλπίζοντας ἐπὶ τῷ πλήθει τοῦ πλούτου αὑτῶν καὶ ἐπὶ τῇ ματαιότητι ἐνδυναμουμένους βδελύττεται;

καὶ μὴ εἰ πλούσιος εἶ σύ, εἰ ἐν ἵπποις δύνασαι καὶ ὅπλοις καὶ ἀκμῇ στρατιωτικῇ—δεδόσθω γὰρ εἶναι ὅπερ οὐκ ἔστιν—ἀλλ’ ἐπεὶ μὴ ἐν τοῖς τοιούτοις Θεός, ἐπὶ δὲ τοὺς φοβουμένους αὐτὸν εὐδοκεῖ, φοβεῖσθαι γοῦν αὐτὸν ἔδει, καὶ ὑπὸ τὴν χεῖρα αὐτοῦ τὴν κραταιὰν ταπεινοῦσθαι καὶ μηδὲν ὑπέρογκον ἐπὶ τῇ δυνάμει φρονεῖν· ἐπεὶ δὲ καὶ τῶν ἐπὶ γῆς ἀρχόντων οὐκ ἔστι σχεδὸν οὐδεὶς ὅστις σοῦ γε οὐχ ὑψηλότερος, τά τε εἰς ἀλκὴν γενναιότερος, καὶ τὰ εἰς κτῆσιν καὶ πλοῦτον περιφανέστερος καὶ ἀφθονώτερος, τί ταῖς μικραῖς καὶ ἀπατηλαῖς ταύταις εὐημερίαις παιζόμενος προσαράσσῃ τοῖς ἰσχυροτέροις καὶ μεγάλους σεαυτῷ ἀναρρίπτεις κινδύνους· οὐ στέργεις τὰ ἐνόντα οὐδ’ ἀγαπᾷς ἔχων τὰ οἰκεῖα ἡσυχῇ διανύειν τὸν βίον; πλεονάζειν δ’ ἐθέλεις καὶ πλουτεῖν ἐκ τῶν ἀλλοτρίων;

ἐκ τῶν ἐθνικῶν πλούτει πραγμάτων, καὶ τὰ βαρβάρων εἰ δύνασαι λάμβανε, καὶ τούτων ἢ τῶν μὴ εἰδότων Χριστὸν εἰς τὸ θεῖον αὐτοῦ βλασφημούντων ὄνομα ἢ τῶν πολεμούντων τῷ ἡμετέρῳ γένει, οὐ μὴν δὲ καὶ τοὐναντίον ποιεῖν, ἐκτρίβειν δηλαδὴ τὰ ἡμέτερα· ἡμῶν μὲν ἀπροφασίστως ἀπορρηγνύμενον, ἐκείνοις δὲ συντιθέμενον· πλὴν ὑπὲρ τῆς καλλίστης σου ταύτης σπουδῆς καὶ ὁρμῆς ἀπόλωλας ἂν τάχα τὸν βασιλικὸν ἐκκαύσας θυμόν, καὶ ὑπὸ βαρβάρων ἀθέων ἐξετρίβης εἰς τέλος, εἰ μὴ τῶν ὑπὸ σὲ χριστιανῶν φειδὼ λαβόντες ἡμεῖς προέστημεν καὶ τὴν ὁρμὴν τὸ γοῦν παρὸν ἀνεκόψαμεν ἐγγυηταὶ γενόμενοι τοῦ σὲ τὴν ἀγανάκτησιν ἀφ’ ἡμῶν διδαχθέντα ἕξειν μετάμελον καὶ γενήσεσθαι βελτίω τοὺς τρόπους, καὶ πάντα ποιήσειν ἐκεῖνα ὅσα δὴ τὴν βασιλέως προβαλεῖται εὐμένειαν.

Καὶ τοίνυν εἰ μὲν ταῦτα μανθάνων ἤδη παρ’ ἡμῶν καθέξεις σαυτὸν καὶ μηδέποτε νεωτερίζειν παιδεύσεις μηδὲ καὶ νεωτέροις μηδ’ ἀλλοτρίοις μήτε μὴν ὅλως μὴ προσήκουσιν ἐπιβαλεῖν πράγμασι μηδ’ αὐτῷ τῷ σῷ δεσπότῃ καὶ βασιλεῖ καὶ παντὶ δὴ τῷ ἡμετέρῳ γένει καθάπαξ ἐκ τούτου προσκρούειν, ἡμεῖς σοι καὶ Θεὸν ἵλεων καὶ βασιλέα εὐμενῆ γενέσθαι καθυπισχνούμεθα.

Εἰ δὲ λόγων τῶν ἡμετέρων καταφρονεῖς τουτωνὶ καὶ ῥήματα ἄλλως εἰρημένα τούτους ἡγῇ, πρῶτον μὲν οὐχ οὕτω διαλεγομένων σοι πειραθήσῃ ἡμῶν, ἀλλά πως δεσποτικώτερον ἐγκελευόντων καὶ ὡς ἐξουσίαν ἐχόντων παρὰ Θεοῦ, καὶ δυναμένων παντός σε πανέστιον εὐσεβῶς ἀπελαύνειν πληρώματος, ἀνθ’ ὧν προσκαίρων κερδῶν ἕνεκα, καὶ πλεονεξίας ἐφέσει χεομένοις ἐπιχαίρεις αἵμασι συγγενέσι, καὶ δεύτερα πάντα τῆς σαυτοῦ φιλοτιμίας ἡγεῖ, καὶ ἀγαπᾷς ἰδεῖν ἀτεχνῶς ἀνόμους ἀνθρώπους καὶ βαρβάρους θάνατον ἐπάγοντας ἐπὶ τὰς τῶν ὑπὸ σὲ ἀνθρώπων διὰ σὲ κεφαλάς· δεύτερον δὲ καὶ Θεὸν ὄψει οὐκέτι ἐκτείνοντα μὲν τὸ τῆς ὀργῆς τόξον, κατέχοντα δὲ χρηστότητι, οὐδὲ στίλβοντα μὲν τὴν ῥομφαίαν, ἐλπίδι δὲ μετανοίας ἀναβαλλόμενον· ἀλλὰ συντελέσει τὰ βέλη αὐτοῦ ἐπὶ σὲ τὸ τῆς ἀνομίας μέτρον πεπληρωκότα, καὶ τὴν ῥομφαίαν αὐτοῦ μεθύσει ἀφ’ αἵματος, ὧν δὴ καὶ μεθύσει· ἃ δὴ πάντα ἵνα μὴ γένηται καὶ τάχιον γένηται, συμβουλήν σοι ὁμοῦ καὶ ἱκεσίαν προσάγομεν σὲ πάντως καὶ τοὺς σοὺς ἐλεοῦντες· ἡ δ’ ἱκεσία καὶ συμβουλή, διανοεῖσθαι ἀνθρώπινα τοῦ λοιποῦ· λογίζεσθαι τὰς μεταβολὰς ὅσας ὁ ἀνώμαλος ὅδε δέχεται βίος· παύσασθαι πλεονάζειν· παύσασθαι τῶν ἀλλοτρίων ἐρᾶν· τοσαῦτα δὲ μόνα λαμβάνειν καὶ πλουτεῖν ἐθέλειν, ὅσα ἂν ἀμέμπτως πορευομένῳ δώσει Θεός· ἐπεὶ τά γε μὴ τοῦτον κτηθέντα τὸν τρόπον, οὔτε κέρδη γένοιτ’ ἄν ποτε, καὶ παντοίαν βλάβην ψυχῆς τε καὶ σώματος τοῖς κτησαμένοις ἐπάγεται.

Τοιαῦτά σοι τὰ παρὰ τῆς συνόδου γράμματα, τοιαύτη δή τις καὶ ἡ παραίνεσις· καὶ γένοιτό σε μέν, ὡς θέμις Χριστιανοῖς, ταῦτα δεξάμενον ὄνασθαι τούτων· ἡμᾶς δὲ τὴν πρὸς σὲ ἀλλάξαι φωνήν, καὶ μὴ δεύτερον ἔτι τοῖς σκληροτέροις τούτοις χρήσασθαι ῥήμασι, τοῖς ἡμερωτέροις δὲ μᾶλλον καὶ πραοτέροις πρὸς τὴν σὴν πάντως κρείττω μεταβολὴν καὶ αὐτοὺς μετενηνεγμένους πρὸς ἐπιείκειαν.

Τῷ βασιλεῖ κυρῷ Ἀνδρονίκῳ τῷ Παλαιολόγῳ Εἰκοστὴν εἶχεν ὁ Δεκέμβριος μήν, καὶ ἡμεῖς τηνικαῦτα τὴν βασιλεύουσαν πόλιν κατελαμβάνομεν ἐντίμου τῆς εἰς αὐτὴν εἰσόδου τυχόντες· καὶ μέχρι μὲν τούτων προῆλθεν ἡμῶν τὰ τερπνά· τὰ δὲ ἑξῆς ὅσων ταραχῶν, ὅσων θορύβων καὶ ἰλίγγων μεστά· ἀνασεσοβημένους γὰρ τοὺς πλείους εὑρίσκομεν ὑπὸ τῆς ἐπιστολῆς, ἣν ὁ Βέκκος συνθέμενος καὶ ἐγκύκλιον ὀνομάσας εἰς πολλά τε ἐγγράψας διαδοθῆναι πρὸς πάντας εἰ δυνατὸν ἐξαπέστειλε· καὶ εὑρίσκομεν εἰς δύο διῃρημένους· τοὺς μὲν ἀμύνειν ἐκείνῳ παρεσκευασμένους, τοὺς δὲ αὐτὸν τοῦτον ἀμύνεσθαι τῆς θρασύτητος· οἳ τοὺς ἀμυνομένους λέγω καὶ πολλὴν τῶν πραγμάτων ῥᾳστώνην κατέγνων, εἰ τοσαύτας ψυχὰς καὶ σώματα λελωβημένος ἄνθρωπος, οὐκ ἀγαπᾷ ζῶν, ἀλλ’ ἐθέλει, μάλιστα δὲ καὶ ἀποτολμᾷ παρρησιάζεσθαι καὶ συγκαλεῖ δικαστήρια, καὶ δικαστὰς καὶ ἐκδικητὰς ἐπιβοᾶται, ἐφ’ οἷς ὑπὸ γῆν αὐτὸν ἔδει γενόμενον κρύπτεσθαι, καὶ μὴ πρὸς τὰ τῶν ἄλλων ἐλευθέρως ὁρᾶν ἔχειν πρόσωπα· ὅμως ἐκεῖνος κατεξανίσταται, καὶ προσκαλεῖται ταῖς ἀληθείαις οὐ δικαστήριον, ἀλλ’ ἐν πλάσματι τούτου δῆλός ἐστιν ταραχὴν ἐπιτηδεύων τῇ Ἐκκλησίᾳ, ἣν οὐδὲ πάσχουσαν δι’ αὐτόν, ὅσα δὴ πάντες ἴσασιν, ὁ μάταιος ἐλεεῖ, ἀλλ’ ἔτι φιλονεικεῖ τὸν κλύδωνα ἐπιτείνειν αὐτῇ.

Καὶ ὅτι γε οὕτω διανοεῖται, παρέσται καὶ ἐξ αὐτῆς ἐκείνου τῆς ἐπιστολῆς πεμπομένης ἤδη καταμαθεῖν. Δίκαιος οὖν ὁ ἀνὴρ ἀντὶ τούτων ἐγγύτερον ἰέναι τῆς πόλεως, καὶ ἀδείας ἐπιλαβέσθαι, χορηγίας τε τροφῶν καὶ χρημάτων ἀπολαῦσαι πολλῷ πλειόνων, ἢ ἀπολαύειν πρότερον δεδικαίωται· χρήσεται γὰρ ἐπὶ τῷ κοινῷ συμφέροντι τούτοις, ὥσπερ δὴ καὶ χρησάμενος φαίνεται. Διὰ μὲν οὖν ταῦτα οὕτω διετέθημεν, ὡς καὶ τοὺς εἰδότας ἡμᾶς ὑπειληφέναι εἰκός· αἱ δὲ παρασυναγωγαὶ τῶν μαχομένων ἑτέρωθεν τῇ Ἐκκλησίᾳ οἷα διέθεντο τὴν πόλιν καὶ ἡμᾶς διὰ τὴν πόλιν ὑπεραλγοῦντας ὡς εἰκὸς τῶν ὀπίσω αὐτῶν πορευομένων ἀνθρώπων—οὗτοι δέ εἰσιν ἡ πλείστη μοῖρα τῶν δημοτῶν—οὐ δυνατῶς ἔχω τοῦτο μὲν ὑπὸ τῆς ὀδύνης, τοῦτο δὲ καὶ ὑπὸ τοῦ πλήθους τῶν πονηρευμάτων γραφῇ δοῦναι καὶ γνώριμα ποιῆσαι τῇ εὐσεβεῖ βασιλείᾳ σου.

Ἀπολαύοντες γὰρ καὶ οὗτοι ἀδείας πολὺ τὸ μέτρον ὑπερβαινούσης, ἐν ταῖς ἀγοραῖς, ἐν τοῖς στενωποῖς, ἐν παντὶ τόπῳ εὑρίσκονται ἀναίδην προσδιαλεγόμενοι τοῖς παροῦσι καὶ φιλονεικοῦντες καὶ διαλοιδορούμενοι ἄρχουσί τε καὶ ἀρχομένοις καὶ πᾶσιν ἁπλῶς, ὅσοι μὴ αὐτοῖς πείθεσθαι βούλονται· ἂν δέ τις καὶ ἀσθενῶν τύχῃ, εἰσδύοντες τὰς οἰκίας βιάζουσι τὸν κάμνοντα, καὶ ἀξιοῦσι δέχεσθαι καὶ μὴ βουλόμενον αὐτοὺς πατέρας πνευματικούς.

Δῆλον δὲ ὅτι καὶ ἱερέας θανάτου συμβάντος αὐτοὺς καὶ ψάλτας καὶ ἐνταφιαστάς, ἵν’ ἐν τῷ τέλει τοῦ βίου κατὰ τὸν ἐκείνων λόγον, εὐσεβεῖς καὶ ὀρθόδοξοι γένωνται, καὶ μὴ τῇ κακοπιστίᾳ συντελεσθῶσι. Ταῦτα πολλοὶ τῶν πρώην μεθ’ ἡμῶν ἱερέων ὁρῶντες παραζηλοῦσι—καὶ γὰρ αὐτοῖς ἐντεῦθεν κέρδη πολλὰ γίνεται, ἐπειδὴ καὶ εἰσπράττεται πολλὰ καὶ λαμβάνεται—γίνονται μετ’ ἐκείνων πολλὰ χαίρειν εἰπόντες τῇ μεθ’ ἡμῶν κοινωνίᾳ, δι’ ἃ δὴ καὶ καλὸν εἶναί μοι φαίνεται τάχιον συναθροισθῆναι τὴν μέλλουσαν σύνοδον, καὶ τάχιον τοῦ ὡρισμένου καιροῦ, ὡς ἂν μὴ τῆς κακίας ἐκτανθείσης ἐπὶ πολύ, ἐργώδης καὶ ἡ τῶν ἑαλωκότων γένηται θεραπεία. Ἀλλὰ ταῦτα μὲν ἐκκλησιαστικὰ δυστυχήματα ὄντα πολλὴν ἡμῖν τὴν τῆς ψυχῆς εἰργάσαντο ταραχήν· ὅσα δέ εἰσι τὰ ἐξωτερικὰ καὶ πολιτικά, ὀκνῶ, Θεὸς οἶδε, διεξιέναι, μὴ καὶ δόξω ἐπίτηδες τραγῳδίαν συντιθέμενος διοχλεῖν αἱρεῖσθαι καὶ παραλυπεῖν τοὺς ἀκούοντας· πλὴν οὐδὲν ὑποσταλήσομαι παρὰ τοῦτο· ἴσως γὰρ ἂν προβήσεταί τις θεραπεία, τοῦ δυναμένου θεραπεύειν διαναστάντος· ἴσως καὶ λογισθήσεται εἰς δικαιοσύνην ἡ ἐξαγγελία τοῖς ἐξαγγείλασιν.

Ὑπηρετοῦσι τῇ βασιλείᾳ πολλοί, ὅμως περὶ τῶν ἄλλων μηδὲν ἔχων εἰπεῖν ἀκριβὲς αἱροῦμαι σιγᾶν· ἀλλ’ ὅσοι τοῖς ἀχθοφόροις ὑποζυγίοις καὶ τοῖς ἄλλοις τῶν τοιούτων καθυπουργοῦσι κτηνῶν, ὁ Κιμπός, ὁ Ζιρᾶς, ὁ Νικήτας, ὁ Παραχώτης, ὁ Μελίας χώρους διέλαχον· διατρέφειν τὰ κτήνη τοὺς ἀπὸ Καλλιουπόλεως καὶ μέχρι Γάνου τοῦ ὄρους· οὗτοι ἀναιρούμενοι παρ’ ἑκάστου τῶν τῆδε ἀνθρώπων ἐπέκεινα τοῦ προσήκοντος, σιτοδοχεῖα ἑαυτοῖς πεποίηνται· καὶ εἰ μὲν ἱκανῶς χορηγοῦσι τοῖς κτήνεσιν, αὐτὰ ὁρώμενα μαρτυρήσει τὰ κτήνη· πλὴν ὠνήσεταί τις ἐν χρείᾳ γενόμενος ἀγορᾶς, καὶ ἑκατὸν μοδίους καὶ διακοσίους πωλούντων αὐτῶν· καὶ κάπηλοι λοιπὸν τῶν σπερμάτων εἰσίν, ἀλλ’ οὐχ ἱπποκόμοι καὶ ὀρεωκόμοι, εὔωνα μὲν ἀγοράζοντες, οὐκ εὔωνα δὲ αὐτοὶ τοῖς ἄλλοις ἀποδιδόντες.

Τὰ αὐτὰ δὲ τούτοις ἐπιτηδεύουσι καὶ οἱ περὶ τὰ ὄψα τὰ ἐπὶ τῆς βασιλικῆς τραπέζης τιθέμενα διαπονούμενοι· συλλέγουσι γὰρ καὶ οὗτοι αὐτά, οὐχ ὥστε τὸ ἱκανὸν τῇ τραπέζῃ πληρῶσαι, ἀλλ’ ὥστε τῶν ταγήνων ἀπεμπολῆσαι τὰ πλείω. Τίνι δὲ τοῦτο γνώριμον τεκμηρίῳ; ἄλλοις τε πολλοῖς καὶ αὐτῷ δὴ ὅ μοι πρόσφατον ἀνηγγέλη· περὶ γὰρ Λάμψακον ἐσκηνωμένης τῆς ἐκ Θεοῦ βασιλείας σου, εἰς Κῖον αὐτοὶ καὶ Τρίγλειαν καὶ Ἐλεγμοὺς καὶ τοὺς ἔτι πορρωτέρω πεφθακότες τόπους εἰσίν, ὀρνίθια καὶ χοιρίδια καὶ τὰ παντοῖα τῶν ζώων ἐδώδιμα τοὺς χωρίτας εἰσπραττόμενοι καὶ λαμβάνοντες, δίκαιον πρὸς ταῦτα ἁπανταχοῦ πέμπειν προστάγματα καθάπαξ τὴν αἰσχρὰν ταύτην ἀπαίτησιν ἀναστέλλοντα· εἰ δὲ μή, τό γε δεύτερον ποιοῦντα, διοριζόμενα δηλονότι πόσον τε χρὴ τοὺς ἀπαιτητὰς λαμβάνειν ὑπὲρ βασιλέως, καὶ πόσον τοὺς διδόντας προσήκει διδόναι.

Εἰς δὲ τὴν πόλιν τολμᾶται μὲν πολλὰ τῶν ἀδικημάτων καὶ πράττεται, ὅσα δέ ἐστι ταῦτα ὡρισμένως εἰπεῖν οἱ ἀδικούμενοι μόνοι γένοιντ’ ἂν ἱκανοί· ἐγὼ δὲ ὃ προσφάτως γεγένηται, μόνον τῶν ἄλλων ἀπειληφὼς ὡς ἐν βραχεῖ διηγήσομαι· ἤδη τοῖς τῆς πόλεως προσήγγιζον τείχεσι καὶ ἡ ἀφ’ Ἑλλησπόντου ὁδοιπορία τέρμα ἐδέχετο· καί τις κρεωπώλης ἑξακόσια ᾗπερ ἔλεγεν—ἀληθῶς δ’ ἔλεγεν—ἐλαύνων πρόβατα προῆγεν ἡμῶν καὶ τὴν πόλιν εἰσιέναι ὑπείγετο· ἐλάνθανε δὲ ἄρα οὐκ εἰς καλὸν τὴν πορείαν κατατείνων καὶ ἐπειγόμενος· οὐ γάρ πω καθαρῶς ἦν πρὸς ταῖς πύλαις αὐταῖς καὶ ὅσοι μάγειροι καὶ τραπεζοποιοὶ καὶ ὀψαρτυταὶ τοῦ δεσπότου Ἰωάννου τῇ ἀγέλῃ προσυπαντήσαντες ἐπιτίθενται, καὶ τῶν ἑξακοσίων τὴν τετάρτην ἐπιλεξάμενος μοῖραν παρὰ τὴν τοῦ δεσπότου οἰκίαν ᾔεσαν ἄγοντες· ἧκεν εἰς ὦτα τῷ ἐπάρχῳ τὸ πρᾶγμα, καὶ πείθει τῶν αὑτοῦ τινας πέμψαντα, πειρᾶσθαι τοῖς ἀθλίοις κρεωπώλαις τὰ πρόβατα ἀνασώσασθαι· καὶ ἐκπέμπει μέν, τοσοῦτον δὲ τῆς προαιρέσεως διαμαρτάνει, ὥστε καὶ αὐτοὺς αὐτοῦ τοὺς ὑπηρέτας οὐκ ὀλίγοις ὑπὸ τῶν δεσποτικῶν συνέβη πληγῆναι.

Ἐνταῦθα δὲ μικροῦ δεῖν καὶ πελέκεσι καὶ ἀξίναις αἱ τῆς πόλεως κατεβλήθησαν πύλαι· ὡς γὰρ οἱ πυλωροί, ἐκτὸς πυλῶν οὔσης τῆς μάχης, δόξαν αὐτοῖς οὕτως ἄμεινον εἶναι τὰς πύλας ἀπέκλεισαν, καὶ τοῖς ἀπάγουσιν ἀδίκως τὰ πρόβατα ἀνήνυτον τὴν ἐπιχείρησιν ἐποιήσαντο, ἔξωθεν ἀπολειφθεῖσι τοῦ ἄστεος, βοὴ γίνεται καὶ ὁ σίδηρος εἰς καταβολὴν τῶν θυρῶν ἐκομίζετο· πάντως δὲ ἔνδοθεν ἐκομίζετο ἀπὸ τῆς τοῦ δεσπότου οἰκίας· κἂν εἰς ἔργον ὅπερ ἔφην ἐξέβη, εἰ μὴ εἰς τὴν ἡμῶν ἀπάντησιν σπεύδων ὁ ἔπαρχος ἐπέστη τε τῷ τόπῳ, καὶ τῆς πολλῆς ὁρμῆς τοὺς ἀξινηφόρους ἐπέσχεν. Ἔδοξε δὲ τότε καὶ τοῖς κρεωπώλαις ἀποδοῦναι τὰ θρέμματα· ὅτι δὲ οὐκ ἀπέδωκε, βεβαίως ἔδειξεν ἡ μετ’ ἐκείνην ἡμέρα· οὔπω γὰρ ἦν διαφανῶς πρωΐ, οὐδὲ ἡ ἀκτὶς τὸν περίγειον ηὔγαζε τόπον, καὶ ὁ πολλοὺς δυστυχεῖς ἀποφήνας εὐτυχέστατος δεσπότης πρωϊαίτερος ἀνίσταται τοῦ εἰωθότος, καὶ τῶν πυλῶν ἔξω γενόμενος ἥκει παρὰ τὸν τόπον ὅπου τὰ πρόβατα ηὐλίσθη τὴν νύκτα, καὶ ἀντὶ τῶν πρώην πεντήκοντα καὶ ἑκατόν, διακόσια ἐκκρίνας καὶ ἀνελόμενος ἀσφαλῶς ἐλαύνειν εἰς οἴκους δίδωσι τοῖς αὑτοῦ.

Ὅσοι δ’ ἐντεῦθεν στεναγμοὶ καὶ ὀδυρμοὶ τοῖς τῶν ζώων κυρίοις ἐγένοντο, καὶ ὅσα προϋκυλινδήθησαν ἡμῶν, καὶ ἡμεῖς ὅσῃ τῇ παρακλήσει πρὸς τὸν τοσαύτης συμφορᾶς αἴτιον ἐχρησάμεθα, οὐ τοῦ παρόντος ἐξαγγέλλειν καιροῦ· πλὴν ἐκεῖνος ἀλόγοις εἴκων ὁρμαῖς τοιαῦτα πράττει τὰ πολλά, ἡ δὲ σὴ πόλις τῆς προσηκούσης πρὸς τὸν ἑαυτῆς δεσπότην ἀναγκαίως ὑφίησιν ἀγαπήσεως, καὶ ὡς προδεδομένη μεστὴ καταβοήσεώς ἐστι καὶ γογγυσμοῦ. Καὶ ἀλγῶ μὲν ἐπὶ τούτοις ἐγώ, καὶ ὡς τὰ δεινότατα πάσχων διάκειμαι, ἀλγεῖ δ’ ἑτέρωθεν καὶ ὁ προϊστάμενος τῆς πόλεως ἔπαρχος· ἐκδικεῖ δὲ ὅμως τὴν ἀδικουμένην πόλιν οὐδέτερος. Ἐγὼ μὲν γάρ, ἐπειδὴ εἰς ὦτα λέγω μὴ ἀκουόντων, ἐκεῖνος δὲ ὅτι μὴ περὶ αὐτὸν στρατιωτικὴν ἔχει χεῖρα εἴργειν ἰσχύουσαν καὶ μὴ βουλομένους τοὺς ἐπ’ ἀδικήμασι χαίροντας· ὥστ’ ἐπειδὴ λόγος τῆς σῆς πόλεως ἔστι σοι, καὶ πάνυ πολὺς ἔστι σοι, πέμψον ὦδε τάγμα στρατιωτικόν, ὡς ἂν ὦσιν ἀντὶ δεξιᾶς τῷ ἐπάρχῳ, καὶ τοῖς νεωτερίζειν καὶ ἀδικεῖν βουλομένοις ἐνταῦθα, τὰ πονηρὰ βουλήματα καταπαύοιεν.

Τῷ αὐτῷ Κράτιστε, θεόστεπτε, ἅγιέ μου δέσποτα βασιλεῦ, εἰσακούοι Θεὸς τῆς φωνῆς τῆς δεήσεώς σου, καὶ πάσας τὰς εὐχάς σου ἀποδοίη σοι εἰς σωτηρίαν. Ἐχθρὸς νοητὸς καὶ υἱὸς ἀνομίας ἄνθρωπος μὴ κατισχύσειε μηδέποτε κατὰ σοῦ, ἀεὶ τοῦ πεπλαστουργηκότος σε τῷ ὑψηλῷ ἑαυτοῦ ὑπερασπίζοντός σου βραχίονι.

Εἶχον μὲν γράφειν ἱκανῶς· πολλὰ πρὸς τὴν ἐκ Θεοῦ βασιλείαν σου, ἐπεὶ δέ μοι οὐκ εἰς τοσαῦτα ἡ τῆς χειρὸς ἱκνεῖται ἰσχύς, τὰ μὲν ἄλλα εἰς ἄλλον καιρὸν ὑπερτίθεμαι· ἓν δὲ τοῦτ’ ἀναγκαιότατον ὂν δηλῶσαι, ὡς ἄρα καὶ εἶχον, παραιτήσεσθαι γράφειν οὐκ ἔκρινα. Ἰατρός ἐστι τῶν πολιτικῶν πραγμάτων ὁ βασιλεύς· ὥσπερ δῆτα σωμάτων οὖτοι οἱ ἐξ Ἀσκληπιοῦ λεγόμενοι τὴν τέχνην παραλαβεῖν· τίς οὖν ὁ ἐμὸς λόγος;

νόμος ἰατροῖς τε ἅπασι καὶ θεραπευταῖς καὶ νόμων πάντων κοινότατος, τρέπεσθαι πρὸς τὸ κατεπεῖγον ἀεί· οὐκ οἶδα ἔγωγε τῷ γοῦν παρόντι παρὰ τὰ ἐνταῦθα, ἁτεράττα κατεπείγοντα πράγματα, οὐδὲ τῆς ἀπὸ βασιλέως ὀξυτάτης βοηθείας μάλιστα χρήζοντα· οὐ μόνον ὅτι πονήρως ὑπὲρ τὰ ἑτέρωθεν ἔχει, ἀλλὰ ὅτι καὶ νοσεῖν ἐκείνων ἐντεῦθεν εἰργμένων, ταῦτα αἰτία τῆς οὐ καλῆς αὐτῶν γίνεται διαθέσεως, καὶ ταῦτα καὶ παραδείγματα· ὥστε καὶ πρὸς ταῦτα τὸν ἰατρὸν ἐπιταχύνειν καλόν· πόνον μὲν καὶ μετὰ τοῦ τάχους ἕξοντα διδόναι τὴν ὑγείαν τοῖς κάμνουσιν· ἐπεί περ οὐ μόνον χρόνια, ἀλλὰ καὶ ὕπουλα τὰ πάθη καθίσταται· οὔπω γε μὴν τοσοῦτον ὅσον εἰ μὴ ἐπισταίη ταχύνας· πολυπλασιάσει γὰρ αὐτὰ προδήλως ἡ βραδυτής, χωρὶς τοῦ καὶ τὸ ἕτερον λέγειν, ὅπερ ἐνίοτε ἡ τοῦ θεραπεύειν ἀναβολὴ ἀπεργάζεται· ἂν δ’ ὅτι ἐκκλησιαστικά ἐστιν ὑπὲρ ὧν ὁ λόγος καὶ οὐκ ἄντικρυς πολιτικά, τούτου γε ἕνεκεν οὐδ’ ὀξύτερον ἐπικουρητέον λέγει τις, θαυμάζω τὸν λέγοντα· πρῶτον μὲν εἰ χριστιανοῖς οὖσιν ἡμῖν καὶ ἀντὶ πάντων ἐν Χριστῷ καυχωμένοις, ἄλλο τι σπουδαιότερον ὑπείληφεν εἶναι, ἢ τὸ τὴν Ἐκκλησίαν αὐτοῦ κακῶς ἔρρουσαν καταστῆσαι ὑπὲρ ἧς λόγος ἅπας καὶ ἅπαν μυστήριον· δεύτερον δὲ εἰ μηδὲ συνεώρακεν ὅτι τῶν ἐκκλησιαστικῶν καλῶς ἀγομένων ὁμοίως ἔχειν ἀνάγκη πᾶσα καὶ τὰ πολιτικά, μὴ καλῶς δ’ ἐκείνων οὐδὲ ταῦτα καλῶς· εἴρηκα πολλάκις καὶ αὖθις δὴ λέγω· ζητητέος καὶ μετιτέος θᾶττον ὁ τῆς διορθώσεως τρόπος· ἐπεὶ τοῖς γ’ ἑτέροις φθειρομένοις συνδιαφθείρεται καὶ τὰ ἕτερα.

Εἰ δὲ καὶ ἅπαν τῶν ἡμετέρων τοῖν δυοῖν τούτοιν εἰς ἕτερον ἀναφέρει, καὶ οὐκ ἔστιν οὐ βίον εὑρεῖν οὐκ ἐπιτήδευμα μεταξύ, ῥᾷστον παντάπασι συμπεραίνειν, ἐφ’ ὁπόσοις ὁ κίνδυνος ἐπεκτείνεται νοσούντων, ὡς δὴ νοσεῖ, τῶν ἐκκλησιαστικῶν· καὶ οὔπω τὸ βαρύτατον λέγω, τὴν ἀπὸ Θεοῦ καταδίκην· ᾖ γέ πως μὴ ὑπόδικοι ὦμεν ἄγαν ἀνεχόμενοι φθείρεσθαι τὰ ἐκείνου, οὐκ ἔχω πῶς πείθομαι· οὔτε γὰρ τῶν εὐαρεστησάντων οὐδένα χωρὶς τοῦ περὶ τὰ τοιαῦτα ὀξέος ζήλου εὐηρεστηκότα γινώσκω, καὶ Ἠλεὶ μανθάνω τὸν ἱερέα δίκας ὑπὲρ τῆς τῶν τέκνων παρανομίας, ἢν ἐτόλμων κατὰ τῶν θυσιῶν εἰσπραχθέντα, ὅτι λόγῳ σφοδρῶς ἐκείνους κωλύων, οὐχ ὁμοίως δὴ καὶ τοῖς ἔργοις ἀπεῖργε. καὶ τῆς πονηρᾶς ἀπέτρεπεν ἐγχειρήσεως.

Εἰ μὲν γὰρ ἔχει τις ἐκ τῆς ἀνοχῆς ἀποτικτόμενον κέρδος δεικνύναι, δεικνύτω· καὶ ἐχθρὸς ἄνθρωπος ὁ μὴ ἀνέχεσθαι εἰσηγούμενος, ἢ μὴ τοῖς εἰσηγουμένοις πειθόμενος· εἰ δ’ οὔτε ἐλπίς ἐστι κερδαίνειν καὶ τῶν οἰκείων καθ’ ἑκάστην πολλοὺς προσαπόλλυμεν, ὕλην κακίας τὴν ἀνοχὴν προσευρισκόντων τῶν πονηρῶν τοῦ προσῆκον ἀνέχεσθαι, καὶ προδοσίας ἔγκλημα ἀποφέρεσθαι· τάχα που τῆς ἐν χερσὶ ταύτης ἕνεκεν ἐξουσίας φαίη τις ἂν τοὺς κύκλους τούσδε περιάγειν ἐμέ· ἐγὼ δὲ τοσοῦτον ὑπὲρ τῶν ἐμαυτοῦ δέω σπουδάζειν, ὥστε τῶν μὲν μακαρίων τις καὶ θείων ἀνδρῶν τοσοῦτον πραγματεύεσθαι λέγεται, βουλομένων τινῶν τῆς ἱερᾶς ἐξῶσαι καθέδρας, ὅσον ἑνὶ τῶν ἀκολούθων εἰπεῖν ἀραμένῳ τὸ πυκτίον ἀκολουθεῖν· ἐγὼ δὲ οὐδὲ τῶν φιλτάτων βιβλίων ἐφ’ οἷς πολλαί μοι μογήσαντι νύκτες τε τῶν προτέρων χρόνων καὶ ἡμέραι συνίασιν, οὐδὲ τούτων φείσομαι, προθύμως δὲ προήσομαι, μόνον εἰ ἐκ τοῦ μέσου γενοίμην· ἀλλὰ γενοίμην, καὶ γενοίμην ἔρημος πάντων τῶν ἐμαυτοῦ. Ἀποδείξεις τῆς τῶν πολιτικῶν διαφθορᾶς ἐνεργουμένης ἤδη, οὐκ οἶμαι παρ’ ἐμοῦ ζητεῖν λαμβάνειν τὴν ἐκ Θεοῦ βασιλείαν σου.

Ἔχειν γὰρ ἱκανὰς ἤδη ἐκ τῶν πραγμάτων αὐτῶν· ἐμοὶ μέντοι οὐ προὔργου ὁ περὶ τούτων λόγος, ὅτι καὶ νέμειν φροντίδος οὐ τοσοῦτον τοῖς ἐκκλησιαστικοῖς, ὅσον τούτοις δοκοῦμεν· ἐπεὶ ἤρκει μόνον τὰ ἐκκλησιαστικὰ αἰσχρῶς ἀπολλύμενα δείξαντα, σιωπᾶν τὸν περὶ οὗτινος οὖν ἄλλου κινδυνεύοντος λόγον· ἐκείνων γὰρ ἰσότιμον οὐδὲν οὐδαμῶς· πλὴν ὡς ἂν μὴ στοχασμὸς ἅπαν νομίζοιτο τὸ ἡμέτερον μηδὲ λέγοι τις ἡμᾶς φόβον φοβεῖσθαι, οὖ φόβος οὐκ ἔστιν, ἀλλ’ εἰκαίως θορυβεῖν ἐθέλειν καὶ θορυβεῖσθαι, γράμμα μοι προσφάτως ἐγχειρισθέν, δεῖν ἔγνωκα πέμπειν. Λέγει μὲν οὖν τὸ γράμμα ὅσα δῆτα καὶ λέγει· πλείω δὲ τῶν ἐγγεγραμμένων ἀπὸ στόματος ἐξηγόρευσαν οἱ ἐγχειρίσαντες· πολλαπλάσια δὲ τῶν ἐξαγορευθέντων οἱ αὐτοὶ λέγειν τε καὶ ἀκούειν ἐπώμνυον· κεκινῆσθαι δὲ τὸ γράμμα διδόναι εἰπεῖν τε ἅπερ εἶπον· καὶ αὐτοὺς μὲν οἴκοθεν οὐ μὴν ἀλλὰ καὶ ἄλλους ὀτρῦναι παροξυνθέντας ἐπὶ τοῖς τολμωμένοις, οὓς καὶ ἀρὰς τὰς φρικωδεστάτας ἐπενεγκεῖν αὐτοῖς, εἰ μὴ σπουδὴν αὐτοὶ πᾶσαν εἰσενέγκαιεν εἰς ἀκοὰς ταῦτα τὰς βασιλείους ἐλθεῖν. Αὐτοὶ μὲν οὖν εἶπον, ἡμεῖς δὲ δεδηλώκαμεν· ἡ δ’ ἐκ Θεοῦ βασιλεία σου εἰ μὲν φροντίδος ἄξια κρίνει, εἰ δὲ μή, ἀλλὰ καὶ ἡμᾶς, ὅπως οὐ φροντίζειν περὶ τῶν τοιούτων καλὸν διδασκέτω.

Τῷ αὐτῷ Ἀλλ’ ἡμεῖς γε, ἅγιέ μου δέσποτα καὶ κράτιστε βασιλεῦ, οὔτε τῶν πρώην ὀχλήσεων ἀπηλλάγημεν—ἀγαπητὸν δὲ εἰ μὴ καὶ μᾶλλον ἐμπιπλάμεθα τούτων—καὶ πρόσεστιν ἡμῖν οὐκ ὀλίγη ἑτέρωθεν ἀθυμία, οἷς ἔχομεν ἐκ τῶν πραγμάτων κατανοεῖν οὐ ταχεῖαν ἐνταῦθα καὶ οἵαν ἐχρῆν, ἀλλὰ καὶ σφόδρα διὰ πολλοῦ τοῦ μετὰ ταῦτα χρόνου τὴν σὴν ἐσομένην ἐπιδημίαν.

Τοῦτο γὰρ οἱ τοῦ Λογοθέτου πρὸς ἡμᾶς ὑπενέφαινον λόγοι, ὥστε καὶ ὡς εἶδον αὐτὸν ταῦτά τε λέγοντα καὶ προστιθέντα ὡς ἐν Ἀτραμυττίῳ τῷ λιμωδεστάτῳ χωρίῳ ἔτι καὶ νῦν βασιλεὺς προσεδρεύει, καὶ οὔτε πρόσταγμα οὐδὲν ἡμῖν ἐγχειρίζοντα, οὔθ’ ὅσον ἔκ τινος σκιᾶς ψυχαγωγοῦντα, ἄναυδος ἠνεσχόμην καθῆσθαι, μήτε τι ἐρωτᾶν ἐθέλων μήτε μὴν ἀποκρίνεσθαι· εἰ δέ τί που καὶ ἐφθεγξάμην αὐτός, ὡς ὀδύνης εἶχε καὶ βαρύτητος ἐκεῖνο τὸ φθέγμα, αὐτὸς γράφων ἢ καὶ μηνύων δηλούτω· ἐγὼ δ’ ἴσως ἐπιλέλησμαι πολλὰς ἔχων τὰς ἐπιτιθεμένας φροντίδας καὶ τὸν λογισμὸν ἀφ’ ἑκάστου τῶν πραγμάτων ὑπ’ ἄλλης ἄλλοτε ἐκκρουόμενος· πλὴν θεραπείαν τοῖς ἐνταῦθα πράγμασι, τοῖς μὲν ἐκκλησιαστικοῖς τήν γε ἱκανὴν ἡ σὴ θεοκυβέρνητος βασιλεία παρέξει, εἰ θᾶττον ἀφίξεται ἔχουσα μεθ’ ἑαυτῆς τοὺς τῶν μοναχῶν λογάδας ἢ εἰ μὴ σύ γε οὕτως ἐπιστῆναι διανοῇ, ἀλλ’ ἡ τῶν γερόντων αὐτῶν παρουσία, τάχιον ἐλθόντων, ἰσχύσει τι τάχα πρὸς τὸν σκοπὸν ἐξεργάσασθαι.

Ἐπεὶ τούτους γε καὶ διδασκάλους οἱ πλεῖστοι τῶν γεγενημένων καὶ ἐξηγητὰς ἀναμένουσι. Τοῖς δὲ πολιτικοῖς παρακεκινδυνευμένον οἶδα λόγον ἐρῶν· ἀληθῆ δὲ ὅμως, καὶ εἰρήσεται· τούτοις οὐδὲ σύ γε θεραπείαν ῥᾳδίως ἐπινοήσεις τοσοῦτον πλημμεληθεῖσι καὶ διαφθαρεῖσι· τοῦ γὰρ ἀδικεῖν οὐκ ἔστιν ὅρος· καὶ οὐ λέγω περὶ τῶν ἰσχυροτέρων ἀρτίως, οἷς ἀεὶ σύνηθες βρῶμα τοὺς ἀσθενεστέρους ποιεῖσθαι· ἀλλ’ οἱ τὰς δημοσίας εἰσφορὰς καὶ τοὺς πόρους ὠνούμενοι, τίνα δικαίαν εἴσπραξιν καὶ νενομισμένην ἢ ποῖον παλαιὸν ἀπαιτήσεως μέτρον καὶ τύπον φυλάττουσιν; ἔμπορος οὐ γέγονα οὐδ’ ὠνίων κάπηλος, ὅμως διαγέγονα τὸν ἀεὶ χρόνον ἀκούων, τοσάδε τις τῷ ταμείῳ τοῦ βασιλέως ὑπὲρ δέκα καὶ τοσάδε ὑπὲρ ἑκατὸν καταβάλλεται· νυνὶ δὲ καὶ ταῦτα Ῥωμαίων τοῦ φύσει μισοπονήρου δεσπόζοντος βασιλέως οὐκ ἔστι τοσάδε καταθέσθαι τὸν ἄθλιον ἔμπορον, ἀλλ’ ὅσα δήποτ’ ὁ εἰσπραττόμενος βούλεται· κἄν τις ἔρηται τὴν αἰτίαν καὶ ἀνθ’ ὅτου τοσοῦτον, ἀρκεῖ τῷ πράκτορι, ὅτι παρὰ βασιλέως ὠνήσατο ἀποκρίνεσθαι.

Ὥσθ’ ὁ μὲν λιμὸς ὀλίγα τοὺς ἀνθρώπους εἰργάσατο, καίπερ εἰργασμένος τὰ μέγιστα· οἱ δὲ κακῶς εἰς τὰ δημόσια παραδυόμενοι, τοῖς ἐκείνου ἐγκαταλείμμασιν ἐπιθέμενοι, τὸ πᾶν ἐπλήρωσαν ἀφανίζοντες· ἡδονὴ μὲν οὖν τις δοκεῖ, κατ’ ἔτος τῶν χιλιάδων προστιθεμένων καὶ αὐξομένων· ἀλλ’ ὃ μὴ γένοιτο, γενήσεται δ’ ἀναγκαίως ὅμως τοῦ πράγματος οὕτω προβαίνοντος, εἰς ἀπορίαν ἡ πρόθεσις αὕτη καὶ ὀδύνην ἀποτελευτήσει ἐπὰν εὐπορία τοῖς ἐμπόροις οὐκ ἔσται, προσέχειν τῇ ἐργασίᾳ, τῆς ὕλης καὶ τῶν στοιχείων τῆς ἐμπορίας ὑπὸ τῶν ἀδίκως ἀπαιτούντων ἀναλωθέντων· καὶ σιωπῶ τὴν ἁμαρτίαν προφέρειν καὶ τὴν ἐπὶ τοῖς τοιούτοις τοῦ μεγάλου κριτοῦ καὶ ἀγανάκτησιν καὶ κατάκρισιν· ὅμως πρόσεστι καὶ ταῦτα κἂν μυρία τὴν τοῦ λόγου βαρύτητα περιστείλωμεν. Καὶ περὶ μὲν δὴ τούτων οὕτως.

Ὁ δ’ ἀνὴρ ὁ Σκόρης ἐπιδεδημηκὼς ἐνταῦθα οὐκ ἀμυδρά τινα ἡμῖν τοῦ θέλειν εἰρηνικὸς εἶναι δείκνυσι σύμβολα· ἀγαπᾷ δὲ καὶ τοὺς ἄλλους εἰρηνεύειν πείθειν· καὶ πείθει εἰς δύναμιν· τοῦτ’ αὐτὸ δὴ καὶ ὁ δεῖνα πράττει· καὶ ἄμφω τὼ ἄνδρε παρ’ ἡμᾶς ἀγαπητικῶς ἥκοντε, ἄν τινος ὧν ἡμεῖς παρέχειν δυνατοὶ δέωνται, οὐκ ἂν ὡς ἀποτυγχάνουσιν ὅλως εἰπεῖν ἕξουσι· μίαν δή τις αὐτῶν προσήγαγε δέησιν, ἣν ἀπεκρουσάμην ἄν, καὶ οὐδὲ τὰ ὦτα δεομένῳ ὑπὸ δικαιοκρισίας καὶ κρείττονος οἰκονομίας ὑπέσχον, εἰ μὴ ἄλλως διαβολὴν καθ’ ἡμῶν ἀπανθρωπίας τε καὶ σκληρότητος εἶχεν· ἦν δὲ αὔτη ὑπὲρ Ῥωμανοῦ δεηθῆναι τοῦ Πάπυλα, ἵνα τις ἔλεος αὐτῷ ἐπὶ τοῖς πταίσμασι γένηται· καὶ τὴν μέμψιν δὴ ταύτην δεδιὼς καὶ ἐκκλίνων διπλῆν τινα προσείπω τὴν δέησιν· τοῦτο μὲν ὑπὲρ αὐτοῦ, τοῦτο δὲ ὑπὲρ ἐμαυτοῦ· αὐτοῦ μὲν ὥστ’ ἐλεηθῆναι καὶ τῶν δεσμῶν ἀνεθῆναι, ἐμαυτοῦ δὲ συγγνωσθῆναι καὶ τῆς μέμψεως ἀφεθῆναι, εἴ τι προειληφὼς τὸν προσήκοντα χρόνον βιασθεὶς ἐδεήθην. Ταυτὶ μὲν οὕτως.

Ἡμῖν δὲ πάλαι δεηθεῖσιν ὑπὲρ τῶν τῆς Ἐκκλησίας κτημάτων, πάλαι περάνας ἔχεις τὴν δέησιν καὶ πρόσταγμα δίδως πάσης εἰσπράξεως ἐᾶν αὐτά, καὶ πάσης ἐπηρείας ἀνώτερα, κἂν ὅτι μάλιστα τὸ τῆς χρείας ὀξύ, καὶ τὴν ἀπὸ τούτων συγκρότησιν ἀπαιτῇ· ἐπείπερ αὐτὸς οὐ μόνον τὴν μετ’ εἰρήνης καὶ τοῦ ἀνενοχλήτου μετρίαν κτῆσιν τῆς μετὰ πειρασμῶν προὔκρινα μεγάλης περιουσίας, ἀλλὰ καὶ τὸ μηδὲν ὅλως ἔχειν τοῦ πάνυ πολλὰ ὀχλούμενον ἔχειν καὶ πειραζόμενον προτετίμηκα. Τὸ τοίνυν πρόσταγμα τοῦτο πέμψας ἔχω τῷ Θεολογίτῃ καὶ ἀνέγνω· ἀνέγνω καὶ ὁ Τομίας Ξηρός, πέμψαντός μου καὶ πρὸς αὐτόν· διῆλθε καί τις ἕτερος ὀχλοκόπος Σκυλίτζης, καὶ εἴτις ἄλλος τούτοις παρεδυνάστευε· τοσοῦτον δ’ ὅμως τῶν κτημάτων ἀπέσχοντο, ὡσεὶ ἅπτεσθαι καὶ κακοῦν, ἀλλὰ μὴ τοὐναντίον εἶχε τὸ πρόσταγμα. Ὅθεν καὶ εἰ μὴ θᾶττον αὐτοῖς ἕτερα ἥξει προστάγματα ἐπέχοντα τῆς καθ’ ἡμῶν ὁρμῆς, λέγω δὴ καὶ βεβαίως λέγω, ὡς ἄλλοι δεσποζόντων τῶν ἡμετέρων καὶ ἀπολαυόντων, ἐγὼ δὲ καὶ τὰς χώρας αὐτὰς λευκὰς οὔσας καὶ ἤδη πρὸς θερισμόν, γενέσθαι μηλοβάτους ἀφήσω τὸν παλαιὸν ἐκεῖνον μιμησάμενος Κράτητα, ἐπεὶ δουλείαν ἀποπέφυκα φέρειν.

Τῷ μεγάλῳ Λογοθέτῃ Περὶ τοῦ ἀρχιερέως τοῦδε ἤδη ποτὲ καὶ ἄλλοτε ἀξιώσας οἶδα, καὶ νῦν δὲ πάλιν ἀξιῶ καὶ παρακαλῶ γε πρός· πτωχός ἐστιν αὐτός—μοναχὸς γὰρ ἄνωθεν καὶ τοῖς τοῦ βίου πᾶσιν ἀποταξάμενος—πτωχῆς δὲ καὶ τῆς ἐκκλησίας ἧς προΐσταται· ἀλλ’ ἦν ἂν αὐτῷ φορητὸς ἡ πενία, εἰ μὴ καὶ ἄλλη τις ἐπῆν ἐπιθήκη· νῦν δὲ τὸ μάλιστα πιέζον, τὸ χρέος ἐστί, καὶ ἡ ἀπορία τοῦ ὅθεν ἔχειν αὐτὸ διαλῦσαι· οὐ ζητεῖ τι δῶρον λαβεῖν εἰς βοήθειαν, ζητεῖ δὲ τοῖς τῆς ἑαυτοῦ Ἐκκλησίας ἀποκαταστικοῖς, πρακτικὰ γὰρ οἶμαι καλοῦσιν αὐτά, οἷς ἐπιμελὲς ὀνοματοθετεῖν τὰ τοιαῦτα, καὶ πράγματά τινα ὑποβαλεῖν καὶ ἀληθεύειν ποιῆσαι, ὡς μὴ ἐν γράμμασι ψιλοῖς τὴν ἑαυτοῦ περιουσίαν καταλαμβάνεσθαι· τοῦτο οὐκ αὐτὸς δὴ μόνος αἰτεῖ, ἀλλὰ καὶ ἄλλος καὶ ἄλλος, καὶ μάλα πολλοὶ σὺν αὐτῷ. Ὅτι μὲν οὖν τὰ τοιαῦτα τῶν αἰτημάτων ἄπορον καθάπαξ ἀποπληροῦν, μὴ θέλε διδάσκειν εἰδότας ἡμᾶς· ὅτι δ’ ἀνάγκη πᾶσα τοὺς αἰτοῦντας παραμυθήσασθαι, εὖ οἶδα ὡς. οἶδας· ἐκκλησίαι γὰρ τούτου χωρὶς συνίστασθαι οὐ δυνήσονται· καὶ ἐπείπερ οἶδας, ὡς ἂν Θεὸς ἐνισχύῃ, παραμυθοῦ, καὶ σὺν αὐτῷ τὴν τῶν αὐτοῦ ἐκκλησιῶν πράττε σύστασιν.

Τῷ αὐτῷ Ἡμεῖς ὡς τὴν Κωνσταντίνου κατελάβομεν πόλιν ἀσθενείᾳ οὐ πάνυ τοι περιπεπτώκαμεν χαλεπῇ, οὐδ’ ἐφ’ ἡμέρας πολλὰς κατεχούσῃ· πλὴν καὶ τοιαύτης οὔσης, τοῦ γ’ ἐναντίου τῆς ὑγείας οὐδέπω καὶ τήμερον καθαρῶς ἀπηλαύσαμεν, τῶν καθ’ ἡμέραν ἴσως αὐτῇ θορύβων ἐμποδιζόντων· ἐξ οὗ δὴ οὐδὲ τῇ φαρμακείᾳ ἔτι καὶ νῦν οἶοί τε γεγόναμεν χρήσασθαι, ἧς περ ἕνεκεν τὴν ἐπ’ Ἀτραμυττίου ἐπεσπεύδομεν ἔξοδον οὐ μὴν ἀλλὰ καὶ ἡ ὑμετέρα ἐν Ἀσίᾳ βραδυτὴς ἑτέρωθεν πιέζει καὶ οὐδόλως ἐπιβαίνειν ἐᾷ τῆς κρείττονος ἕξεως· ἧς τινος δὴ βραδυτῆτος κέρδος μὲν εἶναι παρ’ ὑμῶν ἀκούω· συμβαλεῖν δ’ ὅμως, ὅτι καὶ κέρδος ἐστίν, οὐκ ἔχω· τὰ γὰρ ἐνταῦθα τετάρακται· καὶ ὡς τετάρακται, οὐδ’ ἐξαγγέλλειν ἰσχύω, ποικίλου τοῦ πράγματος ὄντος καὶ ποικίλου δεομένου τοῦ ῥήτορος· ἀλλὰ τίς ταῦτά γε καταστήσει καὶ γαλήνην ἄγειν ποιήσει, εἰ μὴ Θεὸς ἄνωθεν ἐπὶ τοῦτο τὸν βασιλέα κινήσει; τὸ δὲ διά τινων κραυγὰς καὶ ἤθη φλεγμαίνοντα τὴν ἑαυτοῦ πόλιν αἱρεῖσθαι καταλείπειν βασιλέα, μὴ οὐ σαφῶς εἴη πρὸς τῆς τῶν βοώντων ἐπιθυμίας, καὶ οἵων ἂν ἐκεῖνοι διαφερόντως ζητοῦντες πολλῶν πρίαιντο χρημάτων· εἰ μὲν γὰρ ἡμῖν περὶ μόνων τῶν ἐκκλησιαστικῶν ἦν ὁ λόγος, ἐγράφομεν καὶ μόνους πέμπειν ἐνταῦθα, οὓς οἱ πολλοὶ παιδευτὰς ἑαυτῶν ἀναμένουσι γέροντας· νυνὶ δὲ οὐχ ἥκιστα βιάζει καὶ τὰ πολιτικά.

Πόθεν οὖν τούτοις ἴασις ἔσται, εἰμὴ βασιλεὺς αὐτὸς θᾶττον παρέσται; ἀλλ’ ὑμεῖς γε περὶ τούτων ἄμεινον καὶ διανοηθήσεσθε καὶ διαπράξεσθε· ἐγὼ δ’ ἄνθρωπον τῆς δύσεως ὡρμημένον ἐλθεῖν εἰς Ἀτραμύττιον μανθάνω, ὅπου καί τινι τῶν συνήθων προσεντυχεῖν καὶ τυχεῖν αὐτοῦ πρὸς βασιλέα εἰσαγωγέως καὶ μάρτυρος, μαρτυροῦντος αὐτὸν ὡς εἴη τε Κύπριος καὶ συγγενὴς ἐμός, οὗ δὴ χάριν καί τινος ἀξιωθῆναι προνοίας αὐτόν. Καὶ τὸ μὲν τοίνυν ἀπὸ τῆς δύσεως εἶναι τὸν ἄνθρωπον, ἀλλ’ οὐ Κύπριον, αὐτὸς ὁ καὶ μαρτυρήσας ἀνήγγειλεν ἐμοὶ καὶ οὐχ ἕτερος· τὸ δ’ ἐμφανισθῆναι βασιλεῖ καί τινος χρηστοῦ τυχεῖν, οὐκ ἐκεῖνος ἀλλ’ ἕτερος. Τί οὖν πρὸς τοῦτό φημι; ἐλεεῖσθαι ἄνθρωπον καὶ τῶν παρὰ βασιλέως ἀπολαύειν καλῶν, ἀλλότριος εἴην πάντων καλῶν, εἰ μὴ βούλομαι μηδ’ ἐπαινῶ· καί γε μὴ διαλείπειν τοῦτ’ ἐνεργούμενον εὔχομαι· συγγενῆ δὲ ὅμως ἐμὸν ἢ ὄντα ἢ λεγόμενον, τοιοῦτόν τι παθεῖν οὔτε βούλομαι οὔτ’ ἐπαινῶ· διατί δ’ οὐ βούλομαι; διακόσιοι συγγενεῖς ἐμοί· τάχα δὲ καὶ διακοσίων πλείους τὴν ἐνεγκοῦσαν ἡμᾶς Κύπρον οἰκοῦσι· πένητες εὗ οἶδα πάντες καὶ ἄποροι καὶ αὐτῶν τῶν ἀναγκαίων λειπόμενοι. Τί οὖν ἔσται εἰ οὖτοι τὴν ἐφ’ ἑνὶ γεγονυῖαν φιλανθρωπίαν ἀκούσονται; οὐκ ἀναστήσονται καὶ δεῦρο ἄλλος ἐπ’ ἄλλῳ ἀφίξονται ἐπὶ τῇ τοιαύτῃ τῆς εὐεργεσίας ἐλπίδι;

ἐγὼ μὲν οἶμαι τοῦτο, μᾶλλον δὲ καὶ σφόδρα ἐπίσταμαι· κἄν τις διὰ ταῦτα τοιοῦτος ὦδε παραφανῇ, οὐδ’ ἀξιῶ προσβλέπειν, ἀλλ’ ἀποπέμπομαι, οὐχ ὅτι, Θεὸς οἶδε, τετύφωμαι καὶ τοιούτων ἀδελφός τε καὶ συγγενὴς καλεῖσθαι ἐπαισχύνομαι, ἀλλ’ ὅτι παραιτοῦμαι τὴν καταβόησιν, καὶ τὴν διὰ τὴν πρὸς αὐτοὺς ἴσως δαπάνην κατάκρισιν ἐσομένην παρά τε τῶν ἄλλων ἀνθρώπων, καὶ αὐτῶν δὴ τῶν περὶ ἡμᾶς οὐχ ἥκιστα· οἵ γε οὐδὲ νῦν ἀφιᾶσιν αἰτίας ὁρῶντες ἡμᾶς μετρίας ἀξιοῦντας τῆς θεραπείας τούς τε ἄλλους πένητας, καὶ μοναχῶν τοὺς προσιόντας τῇ τῆς Ἐκκλησίας εἰρήνῃ, ἀλλ’ ἐγκαλοῦσιν, ὀνειδίζουσιν, ὡς ἀδικούμενοί τέ εἰσι λέγουσι, καὶ τῶν οἰκείων ἀποστερούμενοι· καὶ ταῦθ’ ἕκαστος ἔχων ὅσον περ αὐτῷ ὀφείλεται· τάχα δὲ καὶ ὑπὲρ ὅπερ ὀφείλεται. Ἀλλ’ ἐκ ταύτης μὲν ἐγὼ τῆς αἰτίας καὶ ἀποστρέφομαι καὶ ἀποστραφήσομαι, οὓς εἴρηκα ἐμούς· δέομαι δὲ καὶ τοῦ θείου βασιλέως καὶ σφοδρῶς δέομαι τὴν ἐμὴν κατὰ ταῦτα πρᾶξιν μιμήσασθαι.

Εἰ δ’ οὖν, ἀλλ’ ὅρα μὴ μόνον τοὺς ὄντας, ὄντας καὶ ταῦτα τοσούτους, ἀλλὰ καὶ πάντας δέχεσθαι ξένους. Εὐκόλως ἔχοντας λέγειν ὅτι τῷ δεῖνι ἐκ γένους προσήκομεν· καὶ τὸ παράδειγμα ἐγγύθεν· αὐτὸς ὁ δυτικὸς Κύπριος ἐξαίφνης καὶ συγγενὴς ἐμὸς ἀπὸ Πελοποννησίου τυχὸν ἢ Ἀττικοῦ ἢ Θετταλοῦ ἤ τινος ἑτέρου τῶν ἀπὸ δυσμικῆς λήξεως· πλὴν ἐγὼ ταῦτα παρακαλῶ, καὶ εἰσακουσθῆναι δέομαι, ἀξιοῦσθαι μὴ λόγου μηδένα, μηδὲ προσβλέψεως, τὸν ἐμὸν λεγόμενον εἶναι· εἰ δὴ μὴ εἰσακουσθήσομαι, αὐτὸ δείξει ὅ, τι γενήσεται· δυσχερανῶ πάντως καὶ βαρυνθήσομαι· πράξω δὴ καὶ τὸ ἕτερον, ἐπειδὴ πεπλήρωμαι ὀχλοκοπιῶν καὶ ἀπείρηκα θορυβούμενος, καὶ αὐτοὶ δὲ ὑμεῖς λέλησθε τῷ δοκεῖν ἐμοὶ χαρίζεσθαι, ἡμῖν αὐτοῖς οὐ κεχαρισμένα διαπραξάμενοι, εἰ τέως ὑμῖν καὶ περὶ ἐμοῦ λόγος.

Τῷ βασιλεῖ Κράτιστε, θεοστεφὲς ἅγιε βασιλεῦ, νίκας κατὰ τῶν ἀφανῶς ἐπιτιθεμένων ἐχθρῶν, τρόπαια κατὰ τῶν ὁρωμένων, πλῆθός τε ἡμερῶν μετ’ εὐφροσύνης ἀλήκτου χαρίζοιτό σου τῇ ζωῇ Κύριος, ἵν’ εἰ μή ποτε πρότερον βίος ἀνθρώπων γέγονεν ἀμιγὴς τῶν λυπούντων, ἀλλ’ ὅγε σὸς τοιοῦτος ὀφθείη, θαῦμα ἐπὶ πᾶσιν ἀνθρώποις καθιστῶντός σε τοῦ Θεοῦ. Ὁ τιμιώτατος ῥήτωρ καὶ ἐμοὶ θαυμαστῶς ἀγαπώμενος ἥττων τοῦ σοῦ γενόμενος ἔρωτος καὶ τῆς πρὸς σὲ ἐκδημίας ὅλος γενόμενος ταχύς ἐστι πρὸς τὸν ἐρώμενον ἀφικνούμενος, καταλείψας ἡμᾶς καὶ τὴν Ἐκκλησίαν, καί περ αὐτοῦ πάνυ πολλὰ εἰς καταρτισμὸν τῶν ἑαυτῆς τέκνων καὶ συνέτισιν χρῄζουσαν. Λυπηρὸν μὲν ἐμοὶ ὅτι ὁπωσοῦν τῶν ὦδε ἀφίσταται· ἄλλως δὲ κεχαρισμένον κατὰ πολύ, ὅτι τε παραστῆναί σοι τῷ γλυκεῖ μέλλει δεσπότῃ καὶ ἐμφανισθῆναι, καὶ σφόδρα καλῆς ἐπιθυμίας ἐν ἀπολαύσει γενέσθαι, ὅτι καὶ τὸ ἡμέτερον οὖτος ἀναπληρώσει ὑστέρημα· ἃ γὰρ ἐγὼ συνὼν περὶ τῶν καθ’ ἡμᾶς καὶ ἐκκλησιαστικῶν ἐρεῖν ἔμελλον, καὶ γνώμην ἣν ἂν εἰσήγαγον, αὐτὸς ἐξείπῃ καὶ εἰσαγάγῃ, ἀμφότερα ὤν· ἱκανώτατος· καὶ αὗ ὅ, τι δεῖ ποιεῖν ἀκούσας, πρὸς ἡμᾶς διαβιβάσει. Χρὴ τοίνυν τάχιον αὐτὸν ἀπολῦσαι, τοῦτο μὲν ἵνα μὴ ἐπὶ μακρὸν τὰ τέκνα τῆς Ἐκκλησίας κάμνῃ, τροφὴν ζητοῦντα οἵαν οὐκ ἄλλοθεν ῥᾳδίως εὕροι, τοῦτο δὲ ἵνα καὶ ἡμῖν συνδιατρίβων τῶν ἐν χερσὶ συναντιλαμβάνηται πόνων.

Καὶ γὰρ παρών, πονοῦσι συμπονεῖ, καὶ τὰ δυνατὰ συναίρεσθαι οὐκ ἀνίησι καὶ συναντιλαμβάνεται καμνόντων.

Καὶ τρίτον γε τάχιον ἀπολυτέον αὐτόν, ὡς καὶ ἡμῖν τάχιον τῶν κατ’ εὐχὴν πραγμάτων ἄγγελος γένοιτο· ταῦτα δέ ἐστιν ὅτι τὰς πόλεις τῶν ὑπεναντίων καθεῖλες, καὶ τὰς τῶν δυναστῶν αὐτῶν διέκοψας κεφαλάς, καὶ ἀνταπέδωκας αὐτοῖς οὐ καθ’ ὅσα ἐποίησαν τῇ κληρονομίᾳ σου, μυριοπλάστου δέ· καὶ ὅτι καλλίνικος περιπολεῖς τὴν Ἀσίαν, καὶ τὸν στρατὸν ἐπιθυμητὴν μὲν ἐφέλκῃ πολέμου βαρβαρικοῦ, πολεμίους δὲ ὅμως ὁρᾶν οὖκ ἔχοντα, κατὰ κράτος νενικηκότα τὸ δυσμενὲς καὶ ἀδύνατον πεποιηκότα τοῦ λοιποῦ συστῆναι εἰς φάλαγγα. Ταῦτα εὐχόμεθα· ταῦτα καὶ ἐκπληροίη Θεός· τούτων καὶ ὁ σοφὸς ῥήτωρ ἐπανιὼν πρὸς ἡμᾶς ἡδὺς μὲν ἄγγελος γένοιτο, ῥήτωρ δὲ μὴ ἱκανὸς τῆς αὐτοῦ γλώσσης καίπερ δαψιλοῦς οὔσης καὶ ἀττικῆς, ἀλλ’ ὅμως ἡττωμένης τῆς τῶν Εὐαγγελίων μεγαλειότητος.

Τῷ αὐτῷ Ἐγώ σου τῶν καλῶν, ἅγιε δέσποτα βασιλεῦ, εἰς μνήμην ἥκω συνεχέστερον ἤπερ σχεδὸν ἀναπνέω, εὔχομαί τε πάλιν ὑπὲρ σοῦ ὁσάκις δὴ μνημονεύω· ἀληθεύω δὲ ταῦτα λέγων· καὶ ὡς ἀληθεύω, οὕτω μοι γένοιτο καὶ τῶν εὐχῶν ἀπόνασθαι τῶν ὑπὲρ ἐμαυτοῦ.

Ἤκουσταί μοι καὶ πρότερον ὅσα καὶ οἶα ἡ ἀπονενοημένη ψυχὴ ἐξηρεύξατο βλάσφημα, καὶ νῦν δὲ πάλιν τρανότερον ἤκουσται· καὶ τοίνυν ἀκούσαντι ἐπῆλθέ μοι ταλανίσαι καὶ θρηνῆσαι τὸν ἄνθρωπον οὐχ ὅτι τῶν σωματικῶν δεινῶν πέπονθε καὶ ἄδοξος ἐξ ἐνδόξου γέγονε, καὶ ἐκ περιφανοῦς παρορώμενος καὶ περιφρονούμενος, νουθεσίαι γὰρ ταῦτα καὶ τῶν τοῦ Θεοῦ δικαιωμάτων παιδεύματα, καὶ οὐ ταλανιστέος διὰ ταῦτά τις οὐδὲ θρηνητέος, ἀλλ’ ὅτι εἰς βόθυνον κακῶν δι’ ἔπαρσιν τὴν ἰδίαν κατήνεγκε ψυχήν· ἀπόνοια γὰρ αὐτὸν τοῦ δέοντος ἀπέσφηλε καὶ τῆς κρείττονος μετεκίνησε στάσεως· ὅθεν καὶ τοῖς πᾶσιν ἐπήρετο, καὶ κοῦφος ἦν μετεωριζόμενος, γένει μὲν διαφέρειν τῶν ἄλλων λέγων, τὴν παίδευσιν δὲ ὑπὲρ τοὺς ἄλλους εἶναι· κορυφαῖος ἐν ῥήτορσιν, ἄκρος ἐν φιλοσόφοις, ἰατρικώτατος, μαθηματικώτατος, ἤδη δὲ καὶ στρατιωτικώτατος, ὥς ποτε ἐνεκαυχήσατο τὸ εὐηθέστατον καὶ παντὸς γελοίου γελοιότερον λέγων, ὅτι καὶ ἐπιστήμων ἐστὶ πόλεμον μετιέναι, καὶ ῥωμαλέος τὸ σῶμα, ὅπλα τε περιδῦναι καὶ νεανικῶς αὐτὸν διαθεῖναι, ὁ πρεσβύτης καὶ ἔξωρος καὶ τρομερός, καὶ εἰς τὴν ἐπὶ βραχὺ στάσιν πολλῶν ἐρεισμάτων δεόμενος.

Διὰ ταῦτα καὶ πάλαι ταλανίσας αὐτὸν ἔχω καὶ νῦν ἔτι ταλανίζω· ὅμως γένοιτό ποτε νοῦς αὐτῷ τοῦ τῆς ἐπάρσεως πτώματος ἀνανεῦσαι, καὶ τὰ ἑαυτοῦ θρηνῆσαι κακά· ἡμεῖς δὲ ὡς ἔχομεν τῆς ἔνδον ταραχῆς—τὰ γὰρ τοῦ σώματος οὐχ ὑπολογίζομαι—ἐπεὶ μὴ ὀρθοποδοῦντας πρὸς τὴν αἵρεσιν τοῦ καλοῦ τοὺς ἀνθρώπους ὁρῶ, ἀλλά τινι δαιμονίᾳ ῥύμῃ πρὸς τὸ τοῦ συμφέροντος ἐναντίον ὁρμῶντας οὐκ ἔχομεν ὅπως λόγῳ δηλώσωμεν· τέως ἡμᾶς τὸ πολὺ τοῦτο νηχομένους τῶν θλίψεων πέλαγος ἀνέχει κατὰ καιρὸν ἥκοντα τὰ τῆς σῆς βασιλείας προστάγματα καὶ διαναπαύει καὶ μάλιστα ἐπειδὰν πρὸς τὸ ἀπαγορεῦσαι γενώμεθα ταῖς τῶν πειρασμῶν ἐμβολαῖς, αἷς δὴ καὶ παλαίομεν, ὅσα καὶ κύμασιν οἱ καθ’ ὑδάτων φερόμενοι. Τὰ μὲν οὖν εἴδη τῶν πειρασμῶν οἰδέ που ἡ ἁγία βασιλεία σου, καὶ οὐδὲν δεῖ γράφειν περὶ αὐτῶν· τὸν δὲ εἰς τοὺς πολίτας σου ἔλεον καὶ τὴν ἄλλην συμπάθειαν ἐθαύμασαν ἅπαντες καὶ εὐφράνθησαν ἐπὶ τούτοις· ἀλλὰ δὴ καὶ ὁ πατὴρ τῶν οἰκτιρμῶν ὡς εὐάρεστον ἑαυτῷ θυσίαν ταῦτα δεξάμενος παρέξει τῇ ἁγίᾳ βασιλείᾳ σου ὅσα εἰς ὑγείαν τοῦ σκήνους καὶ εὐεξίαν, καὶ ὅσα εἰς πλατυσμόν, εἰς ἐπίδοσιν, εἰς εὐετηρίαν τῶν ὑποταττομένων καὶ εὐνοούντων τῷ κράτει σου· ὡς γενέσθαι σε διὰ ταῦτα χειρί τε καὶ ἀρεταῖς τῶν πρώην βεβασιλευκότων ὑπέρτερον.