Τῷ αὐτῷ Ἆρά γε πλατὺ γελάσεις ἀκούσας ἅπερ ἐρῶ προσιών; καὶ γὰρ ἔχει τι καὶ γέλωτος ἄξιον ὁ λόγος, ἢ ὃ δὴ καὶ συμβαίνειν ἁρμοδιώτερον· χαλεπανεῖς καὶ βαρέως οἴσεις, ἐπειδὴ καὶ σφόδρα τις ὢν μισοπόνηρος, βασκάνων ἀνθρώπων ἀναίσχυντον πρᾶξιν ἀκούσεις. Τὸν δεῖνα, τὸν εἰς τὸ ληξιαρχικόν ποτε γραφέντα καὶ πρωτονοτάριον καταστάντα καὶ μέγαν τοῖς ὀρθῶς δογματίζουσι πολέμιον ἀναφανέντα, ἤκουσας, οἶμαι, ὡς ᾤχετο τὸν Ἄθω ὀψόμενος, καὶ τοῖς ἐκεῖσε θεσπεσίοις ἀνδράσι συμμίξων καὶ συμπολιτευσόμενος· εἰ δὲ μὴ ἤκουσας, ἀλλ’ ᾤχετό γε ταῖς ἀληθείαις· οὐ μὴν δὲ καὶ τἄλλα ἔδρα ὧν ἕνεκεν ᾤχετο· ἀπῆλθε μὲν γάρ· μόνον δ’ εἶδε καὶ ἐπανῆλθεν· εἴθε δὲ μὴ ἐπανῆλθεν, ὅτι κακὸς ἡμῖν καὶ ἐχθρός, καὶ μηδὲ τὴν δυσμένειαν δυνάμενος ἀποκρύπτειν, καὶ ταῦθ’ ὅτ’ ἀπεπέμπετο, φίλος καὶ μετ’ ἐφοδίων ἀποπεμφθείς. Πίστιν μὲν οὖν οὐ ζητεῖς, εὖ οἶδα, τοῦ λόγου· ἀλλὰ πῶς νῦν ὡς ἐχθροῦ μέμνημαι τοῦ ἀνθρώπου, καὶ ταῦτά γε πόρρωθεν δηλοῦντος, ὅτι τοιοῦτος τοῦτο ζητεῖς; Πέντε μὲν οὖν ἐφ’ ἡμέραις ταῖς ὅλαις ὡς ἐπανῆκεν ἐκ τῆς ἀναχωρήσεως, εἰ δὲ βούλει περιπλανήσεως, ἐνεδήμει τῷ ἄστει, καὶ τὴς ἐσχάτης ληγούσης ἤδη, δόξαν αὐτῷ πρὸς ἡμᾶς ἐπεδήμει· οὐχ ὡς δῆθεν συνταξόμενος, ἐπειδὴ τῇ ὑστεραίᾳ τὸν πορθμὸν διαβαίνειν ἐσκόπει, οὔτε μὴν τὰ φιλικὰ προσαγορεύων, ὅτι ἀπόδημος ἦν ἐπὶ πολὺ καὶ ἀθέατος, ἀλλὰ τί ποιήσων;