Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Βʹ Κύπριος – Ἐπιστολαί

Γρηγόριος Βʹ Κύπριος

Οδοιπορικά, μοναστηριακά ζητήματα και η συγκρότηση του επιστολαρίου

Περιγραφές ταλαιπωριών κατά τις μετακινήσεις, συστάσεις για την προστασία μονών και αλληλογραφία με τον Μέγα Λογοθέτη για τη συγκέντρωση των επιστολών σε ενιαία συλλογή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Βʹ Κύπριος

—

Κεφάλαιο 8 από 10

Τῷ μεγάλῳ Λογοθέτῃ Ὅτι πρὸ ἡμερῶν οὐκ ὀλίγων συγχωρηθῆναι ἡμῖν ἀπαίρειν εἰς Βυζάντιον ἐδεόμεθα, καὶ ταῖς τοῦ συγχωρηθῆναι ὑποσχέσεσιν ἐμετεωριζόμεθα, εὑρέθημεν ἐπ’ αὐτῇ τῇ ἐξόδῳ τοσαῦτα πεπραχότες, ὅσα καὶ οἱ μηδὲν περὶ ταύτης μήτ’ εἰπόντες μήτε προμελετήσαντες· ἔστι δὲ καὶ ὁ καιρὸς χειμέριος, ἔστι καὶ τῶν ἀναγκαίων ἡ εὕρεσις χαλεπή· μάλιστα δὲ καὶ παντάπασιν ἄπορος· τὰ δὲ δημόσια τῶν ἐνταῦθα σιτοδοχείων οὐδ’ ὠνεῖσθαι βουλομένοις ἡμῖν δρακὸς μιᾶς ἤγουν κόκκους παραχωρεῖ· λιμώττει καὶ τὰ ὑποζύγια ἅπερ ἤχθησαν δεῦρο, καὶ ὧν μόνων ἀπὸ πάσης τῆς περὶ ἡμᾶς ἄλλης προνοίας τύχομεν, ἀλλ’ οὐ λιμώττει ἔστω καὶ κορέννυσθαι ταῦτα· πῶς μετ’ αὐτῶν τὴν προκειμένην ἀνύσομεν; πῶς αὐτοῖς χρήσεταί τις μὴ ὄντων ἐπεισαγμάτων;

οὔτε γὰρ εὔπορον ἐπὶ γυμνοῖς αὐτῶν τοῖς νώτοις ἐπὶ πολὺ φέρεσθαι ὀχουμένους, καὶ ἄλλως που τοῦτ’ εὐπρεπὲς ἀνδράσι σεμνότητος ἀντιποιουμένοις· εἰ δέ τις ὡς ἡμᾶς ἔδει πρότερον περὶ τοῦδε φροντίσας λέγει, εἴτ’ ἐπιβάλλειν ὁδοιπορεῖν, ὅτι πεφροντίκαμεν ἀκουέτω· οὐ γὰρ δὴ νωθρᾶς οὔτω γεγόναμεν φύσεως, ὡς μηδὲ τοσοῦτον ἡμῶν αὐτῶν προμηθεύεσθαι· ἀλλὰ κατελύσαμεν τὴν φροντίδα λόγοις διακρουσθέντες, οἷς οὐκ ἦν ἀπιστεῖν· καθήμεθα τοίνυν ἐπὶ τοσοῦτον ἀμηχανοῦντες, ὥστε καὶ ὑπὸ τῶν οἰκητόρων Καλλιουπόλεως καὶ αὐτῶν δὴ τῶν παριόντων διαγελώμενοι, ἄθλιοι καλούμεθα τοῦ μεγάλου τοῦδε καὶ ἐπιφθόνου πλέον ἢ μεγάλου ὀνόματος· πλὴν ἐπεὶ μὴ χρήσασθαι τοῖς ὑποζυγίοις ἔνι ἀντιπνεύσοντα τὸν νότον ἀναμενοῦμεν, καὶ τότε τὸ τῶν ἡμιόνων αἱ ἄκατοι πληρώσουσιν ἔργον.

Ἀλλ’ ὑγιαίνετε καὶ ἐπὶ πᾶσι κατευοδοῦσθε· μόνον ποίαις ταῖς μηχαναῖς εἰς τὸ μετὰ ταῦτα πείσετε ἡμᾶς ἢ μετακινήσετε διανοεῖσθε· ἐπειδὴ καὶ οὕτω πράττειν διανοεῖσθε.

Τῷ αὐτῷ Ὑγίαινέ μοι καὶ χαῖρε ὁ πολὺς τὴν κατὰ πᾶσαν ἀρετὴν εὐδοκίμησιν, μέγας καὶ σοφὸς Λογοθέτης· ὑγίαινέ μοι καὶ χαῖρε· ἐγὼ δ’ ὡς ἔχω καὶ εἰ ταύτης μέτεστί μοι καὶ ὁτιοῦν τῆς εὐχῆς ἄντικρυς μὲν οὐκ ἐρῶ, ἀλλὰ σύ γε τἄλλα πυθόμενος ἅπερ ἐρῶ τὴν ἕξιν συμπέραινε.

Ἄγω μὲν οὖν ἕκτην ἡμέραν ἐγώ· ὀγδόην δὲ καὶ εἰκοστὴν ὁ Ὀκτώβριος, καὶ ὕδατι τρέφομαι, καὶ τοῖς ὡς ἔγγιστα ὕδατος διὰ ψυχρότητα ἔχουσι, ῥοιᾶς καρπῷ, σταφυλαῖς, καὶ ἀπὸ τῶν λαχάνων ἐντίβοις; · ἄνδρες διαιτητικοὶ καὶ ἰατρῶν παῖδες διαφορὰς τούτων τὰ πρὸς ἄλληλα καὶ πρὸς τὸ ὕδωρ ἴσωσαν πολλὰς καὶ λεγέτωσαν, πάλαι τὴν τοῦ ταῦτα εἰδέναι ἐπιστήμην κτησάμενοι, αὐτὸς δὲ τούτοις εἰπὼν τρέφεσθαι καὶ τὰς τοῦ λόγου προτάσεις τῷ συλλογιστικωτάτῳ παραδοὺς ἤδη τῶν νῦν ὄντων ἀνθρώπων σιγᾶν ἀγαπῶ εἰδὼς καὶ ἄλλως συμφέρειν ἐμοὶ τὴν σιγήν, εἰ μὴ ἐπὶ μᾶλλον αἱροῦμαι ὕδατί τε καὶ τοῖς ὑδατηροῖς κεχρῆσθαι βιάζεσθαι· ἐπακολουθεῖν γὰρ τῷ διαλεγομένῳ φασὶ τὸ θερμαίνεσθαι· προσετέθη ἂν τῷ γράμματι, ὅτι καὶ ἀπὸ τῆς κλίνης τῷ ἐπὶ τούτῳ διακονοῦντί μοι διαλεγόμενον, καὶ σκεπάσματα πλείω ἢ φέρειν ἐπιστευόμην ἐφ’ ὅλου τοῦ σώματος ἔφερον· καίτοι μεγάλην ἀπὸ σφυγμοῦ τὴν ἔνδον φλόγα ὑποσημαίνων καὶ τἄλλα ἔπασχόν τε καὶ παρεῖχον ὁρᾶν ὅσα οἱ κακῶς διακείμενοι· ὡς ἂν δέ σε μὴ πρὸς τὸ σκυθρωπότερον διαθήσομεν, ἐν προοιμίοις καὶ ταῦτα ὑγείαν εὐξάμενοι καὶ χαράν, μόνα μοι μάνθανε ὅσα δὴ καὶ δέον ἀναγγέλλειν ἐνόμισα. Τὰ δ’ ἄλλα ἡμῶν καταστήσειν πρὸς τὸ βέλτιον ἐπίτρεψον τῷ Θεῷ.

Τῷ μεγάλῳ Λογοθέτῃ ὑπὲρ τοῦ Διαπάτου Ὁ δεῖνα ἡμέτερος θυγάτριον ἔχων ἐπίγαμον, καὶ ἄνδρα ῥᾳδίως αὐτῷ μὴ δυνάμενος ἐκ πενίας ἀγαγέσθαι, Ὄλυμπον ἄντικρυς ἢ Παρνασόν, ἢ τί τῶν μεγάλων ὀρῶν δοκεῖ φέρειν ἐπὶ τῆς κεφαλῆς. Τοῦτον οὕτως ἔχοντα βλέπων ἐγὼ οἰκτείρω τε πῶς ἂν εἴπῃς, καὶ τοῦ μεγάλου βάρους ἀνεῖναι βούλομαι μέν, οὐ δύναμαι δέ· διὰ τοῦτο ἱκέτης τοῦ θείου γίνομαι βασιλέως, συνεπιλαβέσθαι ἡμῖν, ἅτε ἰσχὺν ἐνδεδυμένον παρὰ Θεοῦ, καὶ τῆς ἀχθηδόνος συγκατεργάσασθαι τὴν ἀπόθεσιν· χειρῶν μὲν ἐκτάσεσιν οὐ λέγω· ἐπ’ αὐτῷ γάρ ἐστι καὶ μιμήσασθαι τὸν ἱκέτην ἱερέα, καὶ μή· ἀλλὰ τόγε προχειρότατον καὶ λόγῳ μόνῳ ἰάσιμον, προστάξας τὸν μετὰ τῆς παιδὸς γάμον μὴ ἀτιμάσαι τὸν περιμάχητον Κεφαλᾶν, τρόπῳ δὲ παντὶ καταδέξασθαι· ὃν δὴ καὶ ἀντὶ τοῦ φερνὰς αἰτεῖν, ὀφείλειν πολλὰ διδόναι, δικαιώσαιμ’ ἂν ἐγώ, ὅτι ἐκ τοῦ ἄγαν γαμβρὸν αὐτὸν βούλεσθαι ποιῆσαι, ὀνομαστὸν πεποίηκε τοῖς πλείοσιν, οὔπω πρότερον οὐδὲ τοῖς σφόδρα γείτοσι γνωριζόμενον· πλὴν ὡς ἄν, τοῦ ἄτλας εἶναι παύσαιτο, ἱκετεύομεν τὸν θεοστεφῆ βασιλέα ἤδη καὶ σέ, γενέσθαι τινὰ χάριν τῷ πάσχοντι· εἰδὲ μὴ αὐτῷ, ἀλλ’ ἐμοὶ γοῦν τῷ ἀνθρώπῳ συμπάσχοντι.

Τῷ Βασιλεῖ Κράτιστε, ἅγιέ μου δέσποτα βασιλεῦ, ἄλλους μὲν ἄλλα τέρπει τῶν πραγμάτων, ἐμὲ δὲ τὸ μεγάλα σε συμμαχούμενον ἄνωθεν κατορθοῦν· ὅθεν καὶ ὡς ἀρτίως ἠγγέλθης μοι ποιήσας δύναμιν ἐν Θεῷ, καὶ ἐπὶ τοὺς θλίβοντας ἡμᾶς τὰς χεῖρας ἐπιβαλών, εὐφροσύνης ὅσην οὐδὲ δυνατὸν εἰπεῖν ἐνεπλήσθην, καὶ εἰς ἐξομολόγησιν ὁμοῦ καὶ ἱκεσίαν διανέστην Θεῷ τὸ μὲν διὰ τὸ φθάσαν ἤδη γενέσθαι, τὸ δὲ ὑπὲρ τῶν ἐφεξῆς πράξεων. Καὶ γὰρ εὔχομαι τοῦτο πολλῶν καὶ μεγάλων ὑπάρξαι προοίμιον· ὅτι δὲ σφοδρότατα κατορθοῦντός σου τέρπομαι, οἶδε μὲν Θεὸς ὁ πάντα εἰδώς, οὐ μὴν ἀλλὰ τεκμήρια τοῖς ἀνθρώποις οὐκ ἀμυδρὰ παρέχομεν ἐν πολλοῖς· τὰ μὲν οὖν ἄλλα τῆς ἐπὶ τῇ βασιλείᾳ σου ἡδονῆς ἡμῶν σύμβολα, οὐ τοῦ παρόντος λέγειν καιροῦ· ἀλλὰ τὸ νῦν ἡμῶν ἔργον ἐναργῶς καὶ τῶν ἄλλων χωρὶς παρίστησι τὴν διάθεσιν. Ποῖον δὴ λέγω ἔργον;

δευτέραν εἶχον ἡμέραν ἀπὸ Κωνσταντινουπόλεως πλέων, καί με ἡ Καλλιούπολις πόρρω νυκτῶν τὴν δευτέραν ἐκείνην ἐδέχετο κατάραντα εἰς αὐτήν· οὔπω δὲ τότε τῆς χέρσου καθαρῶς ἐπιβαίνω, καὶ ποιῶ δὴ πρᾶγμα ὃ ποιεῖν τὸν πλεῖστον· χρόνον οὐ παύομαι· πυνθάνομαι περὶ τοῦ βασιλέως, εἴ τίς τι τῶν ἀξίων εὐφροσύνης ἀγγέλλειν ἔχει· καὶ ἀκούω τοῦτο δή, ὅ μοι τὰ προστάγματα πρόσφατον κατεμύνησε· τὸ δ’ ἐντεῦθεν οἷος ἡδόμενος γέγονα, σὺ δέσποτά μου βασιλεῦ ἄμεινον λογίσαιο, ἢ ἡμεῖς σημανοῦμεν τῷ λόγῳ· πλὴν καταφρονῶ χειμῶνος, βίας ἀνέμων ἀγριωτάτων, καὶ πάσης ἐναντιότητος, καὶ σπεύσας οὐχ ὅσον μὲν πρόθυμος ἦν, ὅσον δὲ τὰ φέροντα ἡμᾶς ὑπήκουεν ὑποζύγια, τὸ Ἀτραμύττιον διὰ τὴν τῶν πασῶν ἡδίστην ἐμοί τε καὶ παντὶ τῷ τῶν καλῶν ἐραστῇ ὄψιν καταλαμβάνω, καὶ νῦν ἐν αὐτῷ διατρίβω· ἡδὺς μὲν ὅτι ἤκουσε Θεὸς τῶν εὐχῶν μου, ἡδὺς δὲ καὶ τῇ μεγάλῃ τοῦ τυχεῖν ὅσον ἤδη τῆς σῆς θέας ἐλπίδι· εὔθυμος δὲ καὶ τῇ προσδοκίᾳ τῆς τῶν πραγμάτων ἀμείνονος καταστάσεως· πρὸς γὰρ αὖ τοῖς ἄλλοις σύμβολον ταύτης τὸ παρὸν ποιοῦμαι κατόρθωμα· μάλιστα δὲ τῶν ἀεὶ προτέρων τὴν ἀγαθὴν ἔκβασιν νικῴη τὰ δεύτερα, ὡς τὸ δευτέρων ἀμεινόνων, ὅ φησιν ἡ παροιμία, καιρὸν ἔχειν τὸν πάντα καιρὸν ἐπὶ τοῖς σοῖς κατορθώμασιν· ἅμα δὲ καὶ προστιθείη Κύριος ἡμέρας ἐπὶ ταῖς ἡμέραις σου, ὡς ἂν εἴης ζωῆς μὲν μήκει, ἔργων τε πλήθει τε καὶ μεγέθει τοὺς ἐν βίῳ βεβασιλευκότας νικήσας.

Τῷ αὐτῷ Ἅγιέ μου δέσποτα κράτιστε βασιλεῦ, ἐπὶ τοὺς θλίβοντας τὴν κληρονομίαν σου ἢ θλίβειν διανοουμένους τὴν χεῖρα αὐτοῦ ἐπιβάλοι Θεός, καὶ μέχρι τοῦ μηδὲν εἶναι πάντας ταπεινοῖ τοὺς ἐχθρούς σου· ἐκ τοῦ οἴκου σου μὴ ἐπιλίποιέν ποτε μήτε αἱ ἄνωθεν ἥκουσαι εὐεργεσίαι, μήτε φωνὴ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως καὶ ἦχος ἑορταζόντων καὶ τὸν ἐπιπέμποντά σοι τὰς εὐεργεσίας ταύτας ἀνυμνούντων Θεόν. Δεῆσαν ὑποστρέφειν πρὸς σὲ τὸν Γλυκύν, οὐκ ἄλλως τοῦτο ποιήσειν ἔφασκεν, εἰ μὴ καὶ γράμμα ἡμέτερον εἴη κομίζων. Καὶ ἐπειδή με τὸ μὲν ὅ, τι γράφω ἐπέλιπε, τὸ δ’ εὔχεσθαι οὐκ ἐπέλιπεν—εἰ γὰρ καὶ πάντα τις εὐχῶν εἴδη εὐξάμενος τύχοι, ἔστι καὶ οὕτως ἀνεμέσητον ἐπὶ τὰ πρῶτα καὶ αὖθις ἀνιέναι καὶ τὰ αὐτὰ εὔχεσθαι—τὰ δύο ταὐτὶ ἢ καὶ τρία τῆς εὐχῆς ῥήματα ἀντ’ ἄλλου παντὸς γράμματος κομίσειν αὐτῷ ἐγκεχείρικα· μικρολογίαν δὲ τῶν δὲ μηδεὶς καταγνώτω· εὐχῆς γὰρ ἔχω δήλωσιν· ἡ δὲ ἀνθρώπων ἐστὶ πρὸς Θεὸν ὁμιλία. Θεὸς δὲ ὥστε κάμπτεσθαι οὐ μακρῶν χρῄζει λόγων, μόνον ἂν ἡμᾶς αὐτοὺς συντετριμμένους παρέχωμεν, καὶ ὑπὸ τὴν κραταιὰν αὐτοῦ ταπεινώμεθα χεῖρα· ἀλλ’ ἀπολαύοι καὶ τουτωνὶ τῶν εὐχῶν καὶ ὅσας δὴ ἄλλας ἢ πρότερον εὐξάμεθα ἢ ἐς αὗθις εὐξόμεθα ἡ ἐκ Θεοῦ βασιλεία σου· καὶ γινώσκοιτο ἡμῖν ὁποίαν αὐτὴν καὶ ἡμῖν γινώσκεσθαι καὶ τοῖς ἄλλοις καθ’ ἑκάστην δεόμεθα τοῦ Θεοῦ.

Τῷ μεγάλῳ Λογοθέτῃ Ἔστι μὲν ἐν Θεσσαλονίκῃ τῇ πόλει καὶ ἄλλα δή τινα μοναστήρια ὑπὸ τὴν πατριαρχικὴν ἐξουσίαν τελοῦντα, ἔστι δὲ καὶ τὸ τοῦ Γεροντίου λεγόμενον, οὐκ ἄνδρες ἐν αὐτῷ, μοναχαὶ δὲ γυναῖκες οἰκοῦσιν· ἐκ δὴ τούτου πρό τινων οὐ πάνυ πολλῶν ἡμερῶν ἧκέ μοι γράμμα ἔχον μὲν ἐπιγραφήν, αἱ ἅπασαι μοναχαὶ τῷ πατριάρχῃ, ἔχον δὲ καὶ τὴν κατηγορίαν ὅσην ἂν εἴποις κατὰ τῆς ἡγουμένης πολλήν. Τί οὖν ἐγὼ ὡς διῆλθον τὸ γράμμα ποιῶ;

καὶ σκόπει ἡμῶν τὰ ἐγκλήματα· οὐκ αὐτίκα παροξύνομαι τῇ κατηγορίᾳ—ἐπειδὴ καὶ χαλεπή τις ἦν καὶ ἱκανὴ παροξῦναι καὶ γράφω μὴ ἡγουμένην εἶναι τὴν ἡγουμένην—ἀλλὰ τὸ πρᾶγμα δοὺς λογισμοῖς τῷ Χαρτοφύλακι σημαίνω Θεσσαλονίκης, τῷ προεστῶτι τῆς τοῦ Ἀκαπνίου μονῆς, καὶ τῷ τῆς τοῦ Χορταΐτου καθηγουμένῳ, τοῖς τρισὶ δὴ τούτοις σημαίνω ἐν γράμμασιν ὁμοῦ γενομένοις, τὸ κατήγορον παρὰ τίνος ἢ τίνων συντέθειται καὶ ἐξεπέμφθη γράμμα ζητεῖν, ἅμα δὲ καὶ τὰ κατὰ τὴν ἡγουμένην ἐξιχνιάζειν καὶ ὅλως τὰ τῆς ἀληθείας τοῦ γράμματος· εἶτα δὴ καὶ ἡμῖν γνωρίζειν, ὡς ἂν ἐκ τοῦ τὴν ἀλήθειαν ἰσχῦσαι καταλαβεῖν, ἰσχῦσαι μὲν εὐπετῶς τὸ προσῆκον τῇ τοῦ μοναστηρίου καταστάσει ποιεῖν· ὅτι δ’ οὐ πλαττόμενος νῦν ταῦτα λέγω, ἀλλ’ οὕτω πάλαι γέγονεν ἔργῳ, λαβὼν ὅ μοι χθὲς ὁ Χαρτοφύλαξ ἔχει πεπομφὼς γράμμα γνώσῃ σαφῶς ὡς οὕτω γέγραπται, καὶ ὡς γέγραπται πέπρακται· πότερον δὲ ἀδελφή τις τοῦ ἡ κατηγορουμένη ἐτύγχανεν οὖσα ἡγουμένη, ἢ οὐδὲν οὐδ’ ὅλως γένει προσήκουσα, οὐ πάνυ τι ὅτι ᾔδειν μέμνημαι· εἰ δ’ ἄρα καὶ βεβαίως ᾔδειν, τί πρὸς τῆς ἀληθείας καὶ τοῦ δικαίου;

τί δεινὸν τῇ ἀνθρώπῳ γέγονεν ἢ πρὸς ὕβριν ἐκ τῆς ἐπιστολῆς τῆς ἐμῆς καὶ τῆς ἐξετάσεως ἐρεῖς οὐδέν· εὐθὺς γὰρ εἶ καὶ τῇ δικαιοσύνῃ προσκείμενος· ποῦ δὲ ἀρκετὸν ἐμοὶ τουτὶ μόνον εἰς ἔλεγχον καὶ ἀποτροπὴν τῶν ἀγνωμόνων καὶ ἀχαρίστων ἀγροίκων, οἳ ἐπὶ κακῷ τῷ σφετέρῳ ἀναισθήτως κινούμενοι ἐπίασιν ἐμοὶ διαλοιδορούμενοι· ἀλλ’ ἐρωτᾷς καὶ τί δὴ ἄλλο ποιεῖν ἕξεις πρὸς ταῦτα; γράψεις τῷ λοιδόρῳ· τοῦτο μὲν οἴκοθεν, τοῦτο δὲ καὶ πρὸς τοῦ θειοτάτου βασιλέως καὶ ἀντιλοιδορήσεις, καὶ διδάξεις τὰ ἑαυτοῦ μέτρα μὴ ἀγνοεῖν· καὶ ὅτι αὐτῷ πολλοῦ τινος δεῖ ἐκ τοῦ ἴσου ἡμῖν καὶ προσφέρεσθαι καὶ διαλέγεσθαι, μήτοι γε ἀμαθῶς τραχύνεσθαι καθ’ ἡμῶν καὶ κατατρέχειν ἀδίκως· ὅν γε καὶ ἐχρῆν, εἴ τί που καὶ ἐγκαλεῖν ἡμῖν εἶχε δικαίως, πολλῇ πρότερον κεχρημένον τῇ εὐλαβείᾳ καὶ τῇ παραιτήσει τοῦ δοκεῖν ἐγκαλεῖν· εἰ δὲ μὴ σύ γε γράψεις, ἀλλ’ ἔγωγε τοῦτο ποιήσας καὶ ἐπαχθέστερον εἴπερ αὐτὸς ἔμελλες, πείσω καὶ ἄκοντα ἑαυτὸν ἐπιγνῶναι, καὶ τῶν μειζόνων ἢ κατ’ αὐτὸν μὴ μείζω φρονεῖν· εἶεν.

Τὸν δὲ λυμεῶνα καὶ κλέπτην Ἀρσένιον τί δὴ καὶ εἰς τὴν τῶν Μαγγάνων ἐπέμπετε μονὴν τοῖς καταπατεῖν ἡμᾶς βουλομένοις, ἵν’ ἴσως συμπατούμενοι καὶ ταπεινούμενοι νεύωμεν πρὸς ὑμᾶς καὶ ἐπιστρεφώμεθα· ἀλλ’ οὐχ οὕτως ἡμεῖς, ὦ θαυμάσιε, πεφύκαμεν ἐπιστρέφεσθαι, ὅτι μὴ μόνῃ ἀγάπῃ καὶ τῷ νόμῳ τοῦ κρείττονος. Σφόδρα δυσχερῶς ἔσχον ἐπὶ τούτῳ καὶ λελύπημαι, ὥστε καὶ κινηθῆναι τὸν Ἀρσένιον, εἰ μὴ ταχέως τῶν Μαγγάνων φεύγοι τὸ μοναστήριον, ἀφορισμῷ καθυποβαλεῖν· οὐ καθυπέβαλον δὲ ἀναμένων δι’ ὑμῶν αὐτὸν ἐκεῖθεν αὖθις μετακληθῆναι· ἂν δὲ μὴ μετακληθήσεται, καθυποβληθήσεται, ἵνα γνῷ ποτε καὶ μετανοῇ καὶ θέλειν εἶναι μοναχός, καὶ ζητεῖν τὸν πατριάρχην, τὸν ἡγούμενον, καὶ τὰ πνευματικά.

Τῷ αὐτῷ Ὅν περ κατὰ τῶν τοῦ Βέκκου ἀδολεσχιῶν ἢ οὑτινοσοῦν ἄλλου λόγον ἐκδεδωκέναι τὴν σὴν οἶδα σοφίαν, εἶτα ἐγὼ παρὰ σοῦ δεξάμενος καὶ ἀναγνοὺς καὶ θαυμάσας, ἔχειν ἐμαυτῷ δεῖν ἐνόμισα, καὶ ἔσχον γε ὡς οἰκεῖον πεποιημένος τὸν σόν, τοῦτον μέμνησαι παρ’ ἡμῶν ἐπισκέψεως χάριν καὶ αὖθις αἰτῆσαι λαβεῖν, οὐ μὴν δὲ καὶ εἰληφέναι ὅτι μηδὲ ἦν τηνικαῦτα ἀνὰ χεῖρας αἰτοῦντος· ἀλλά μοι νῦν ἐπιέναι δόξαν αὐτῷ, νῦν καὶ ὡς αἰτήσας οὐκ ἔλαβες ἀνεμνήσθην· ἐπεὶ δ’ ἀνεμνήσθην καὶ εἶχον εἰς χεῖρας, πέμπω· καί μοι σὺ τοῦτον εἰληφώς, καὶ τάχος διελθών, τάχος αὖθις ἀπόστειλον, εἰ τέως ἄγειν σχολήν, καὶ μὴ ἄλλος ὀξύτερος ἀγὼν ἐπείγει· εἰ δὲ πολλὰ προσίσταται, καὶ δὴ τούτων ἕνεκεν ὑπερτίθεσθαι, δυοῖν ὄντοιν, τοῦ τ’ ἀναγνῶναι, τοῦ τε πάλιν πέμψαι, θατέρω μὲν ἔστω ὑπέρθεσις, τοῦ δευτέρου δὲ μή· ἢ τίνος δὲ χάριν παρὰ σεαυτῷ τὸν λόγον καθέξεις, καὶ οὐ νῦν αὐτίκα ἀποστελεῖς, εἰ νῦν ἀναγινώσκειν οὐκ ἔνι, ἐξὸν ὥσπερ παρὰ σαυτοῦ λαμβάνειν ἔχοντα, οὕτω καὶ παρ’ ἡμῶν αἰτοῦντα χρείας ἐπελθούσης λαμβάνειν· εἶεν.

Ὁ δ’ εἰς Ποντοηράκλειαν ἀποδεδημηκὼς καὶ αὖθις ἐπανιὼν μοναχός, ὅτι μὴ ἐρωτᾶσθαι πρὸς βασιλέως ἠξίωται ὧν τε ἔγνωκε πέρι, ὧν τε τεθέαται, δυσχερῶς ἔχει καὶ ἀθυμεῖ· καί μου δεδέηται προσιὼν ἀνενεγκεῖν βασιλεῖ, ὡς εἴπερ αὐτῷ καὶ δεύτερος ἀνυσθήσεται πλοῦς, δοθῆναι καί τινα βραχὺν γοῦν χρόνον τοῦ τι τῶν δοκούντων εἰπεῖν· εἰ δὲ μὴ ἀποπλεῦσαι πρόκειται, ὅτι οὐκ ἀποπλευσεῖται τέως ἀκοῦσαι, καὶ ἠρεμίαν ἐντεῦθεν ἔχειν τῶν λογισμῶν, ὡς γοῦν γε μήτ’ ἀκουόμενος μήτ’ ἀκούων, ἀστατεῖ καὶ ταλαντεύεται, καὶ ἑαυτὸν ἐφ’ ἑνὶ στηρίζειν οὐ δύναται, ὅπερ οὐ μόνον ἀνδρὶ μοναχῷ, ἀλλὰ καὶ παντὶ ἀνθρώπῳ πρὸς πᾶσαν πρᾶξιν πολεμιώτατον· πλὴν ἡμεῖς μὲν παρ’ αὐτοῦ ἱκεσίαν δεξάμενοι ἀνηνέγκαμεν ἤδη· χρὴ δὲ λοιπὸν καὶ διὰ σοῦ βασιλέα τίποτε ἄρα οὖτος βούλεται ἀκούειν, καὶ τὸν δὲ τί δήποτε βασιλεὺς μανθάνειν προστάσσει.

Τῷ βασιλεῖ Παραδηλοῦν μὲν τῇ ἐκ Θεοῦ βασιλείᾳ σου, κράτιστε ἅγιέ μου δέσποτα, καθ’ ἕκαστον τῶν πρὸς αὐτὴν ἡμετέρων γραμμάτων ὡς εὐχὰς ὑπὲρ αὐτῆς πρὸς Κύριον καὶ δεήσεις ποιούμεθα, γράφοντός ἐστιν, οἶμαι, τὰ φανερά, καὶ τὰ τοῖς πᾶσι δῆλα γνωρίζοντος· πλὴν ἐπειδὴ κεκράτηκε τῶν ἐπιστολιμαίων πρὸς βασιλέα λόγων ἄρχεσθαι ἐξ εὐχῶν, εὔχεσθαι μὲν γράφειν διὰ τὸ πᾶσι γνώριμον παραιτοῦμαι, πληρῶ δὲ ὅμως τὰ τῶν εὐχῶν, καὶ μὴ γράφων ὅτι πληρῶ. Καὶ τοίνυν δῴη σοι Κύριος κατὰ τὴν καρδίαν σου καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι· μακαριότητα ἡμερῶν ἐμπλήσαι σε, καὶ δείξαι σοι τὸ σωτήριον αὐτοῦ· ἴδοις υἱοὺς τῶν υἱῶν σου, κἀκείνων υἱοὺς τῶν υἱῶν· ἴδοις τοὺς ἐχθρούς σου λιχμῶντας χοῦν πρὸ προσώπου σου· καὶ ἴδοις εἰρήνην ἐπὶ τὸν σὸν Ἰσραήλ· τὰ μὲν τῆς εὐχῆς τοιαῦτα. Ἡμεῖς δὲ ἄραντες ἐξ Ἀτραμυττίου, δεῖ γὰρ ἤδη καὶ αὐτῶν ἅψασθαι τῶν ὑποκειμένων τῇ ἐπιστολῇ, ἄραντες ἐκεῖθεν καὶ τῶν πνευμάτων οὐκ ἐπιτηδείων τυχόντες, μόλις δι’ ἡμερῶν ἰσχύσαμεν εἰσιέναι τριῶν τὸν πορθμόν· καὶ δι’ αὖ ἑτέρων τοσούτων τῇ Προικονήσῳ προσχεῖν ἐρέττοντες καὶ ἀπὸ χειρῶν τὴν τριήρη κινοῦντες, καὶ πρὸς ῥεῦμα καὶ ἄνεμον ἐναντία φερόμενον ἐκβιάζοντες.

Ἐπεὶ δὲ προσέσχομεν, οὐχ ὅλας ἓξ ὥρας ἐνταῦθα διετετρίφαμεν, καὶ πάλιν εἶχεν ἡμᾶς ἡ θάλασσα, εἰρεσίαις αὐτὴν κατὰ τὰ πρότερα ἐπιπλέοντας ἕως συντελεσθείσης τῆς ἕκτης, τὴν ἑβδόμην ἐπιλαβεῖν· αὐτὴ μὲν οὖν ἐπέλαβε, καὶ νότος ἐπιβάλλει αὐτίκα ἀμυδρὸς μὲν καὶ καυσώδης, καὶ ἐπὶ ὑδάτων κινῆσαι ναῦν ἀσθενέστατος, ἀναταράξαι δὲ θάλασσαν καὶ κύματα κορυφῶσαι καὶ εἰς ναυτίαν ἐμπλέοντας καταστῆσαι ἀνθρώπους ὡς ἱκανώτατος. Καὶ συνέβαινεν ἐκ τούτου πολλὰ μὲν ἡμᾶς καυσωθῆναι, πολλὰ δὲ ταραχθῆναι καὶ δυσχερᾶναι τὸν πλοῦν, τὰ πρὸ τούτου μηδὲν δυσχεράναντας, ὡς ἐλάχιστα δὲ ὅμως πρὸ ὁδοῦ γενέσθαι καὶ τῆς θαλάσσης ἐπιδραμεῖν.

Πλὴν ὅπως δήποτε Θεοῦ βουλομένου τὴν σὴν καὶ βασιλίδα πόλιν κατειληφότες, λαμπρῶς τε καταχθέντες καὶ ὑπὸ πανδήμοις προϋπαντήσεσί τε καὶ εὐφημίαις εἰσδεχθέντες, οὐχ ὅλην ὑγιῶς μίαν ἔχοντες ἠνύσαμεν ἡμέραν· καὶ σώματος ἀνωμαλία, ἵνα μὴ λέγω νόσος, ἀκριβὴς ἐπιτίθεται καὶ καταβάλλει ἐπιθεμένη, καὶ ἐν κλίνῃ καὶ ἀτροφίᾳ ἔτι καὶ νῦν κατέχει· εἰ δὲ καὶ παρειμένους εἰργάσατο, λογιζέσθωσαν καὶ λεγέτωσαν ἕτεροι, ὅσοι δηλαδὴ τῷ ἡμετέρῳ τῷδε καὶ ταλαιπώρῳ σώματι ὁπόσον ἀδρανείας πρόσεστι καὶ λεπτότητος ἐξεπίστανται.

Κἀγὼ μὲν καὶ ἐς δεῦρο ἐν τούτοις εἰμί, Θεοῦ δὲ ἔργον ἡμῖν δοῦναι κρείττονος ἕξεως ἐπιβῆναι· δοῦναι δὲ καὶ ὃ τῆς ὑγείας ἐπέκεινα, θᾶττον ὧδε ἐπιστάντα σε κατιδεῖν ἡδίω μὲν αὐτὸν ὄντα τῇ τῶν πραγμάτων ἀμείνονι καταστάσει, ἀμήχανον δὲ καὶ τοῖς ἀνθρώποις εὐφροσύνης μέγεθος ἐμποιοῦντα, ὅτι σε καλλίνικον τέθεικεν ὁ Θεός, καὶ ὅτι σε αὐτοὶ τοιοῦτον ἐπανιόντα θεάσασθαι κατηξίωνται.

Τῷ μοναχῷ Ἀθανασίῳ τῷ Λεπενδρινῷ Ἐπὶ τὸ ὄρος τὸ θαυμαστὸν σπεύδοντά σε εἰδὼς ἐκεῖσε καὶ τῇ ὁσιότητί σου γράφειν διενοούμην· διὰ τοῦτο καὶ πάλαι βουλόμενος ἐπιστέλλειν δοῦναι πέρας τῇ βουλήσει καὶ εἰς Ἄρτινα; παρέτεινα· ἐπεὶ δὲ οὐκ ἐκεῖ Θεὸς ἀπήγαγεν, ἀλλ’ ἔτι παρὰ τὸν τοῦ Ἀτραμυττίου κατέχει χῶρον, μεῖζόν τι διὰ σοῦ βουλόμενος ἴσως οἰκονομεῖν, εἰς Ἀτραμύττιον ἤδη γράφω· καὶ ἅμα μέν σε προσαγορεύω, ἅμα δέ σοι καὶ τὸν ἐν Κυρίῳ διαπέμπομαι ἀσπασμόν, ἅμα δὲ καὶ ὑπερεύχομαί σου, οὐχ ἵνα τύχῃς ὧν ἱκανῶς ἔχεις, ἀλλ’ ὧν σε μάλιστα νῦν ἡ χρεία καταλαμβάνει· τίνων δὲ καταλαμβάνει; τῆς ἰσχύος οἶμαι καὶ ὑγείας τοῦ σώματος· τοῦτο γὰρ ἤδη καὶ μακρῷ γήρᾳ κέκμηκε καὶ πόνοις ἀσκητικοῖς ἐμμόνοις κατείργασται· τοῦτο καὶ ὑγιαίνειν χρῄζει καὶ δύνασθαι.

Τοιγαροῦν καὶ ἐπιτυγχάνοις τούτων ἐπὶ πολύ· εἰ δέ πως πεφυκὸς ἦν καὶ ἀεί σε ἐπιτυγχάνειν εὔξασθαι οὐκ ἂν ἐφεισάμην. Θέλεις καὶ περὶ ἡμῶν ἴσως ὡς ἔχομεν ἀκοῦσαι; ἴσθι οὖν ὡς ἔχομεν οὐκ ἄλλως· πόθεν; ἐκ τῆς τῶν φιλοταράχων ἀβελτηρίας, οἵ γε εἰς ἕξιν ὥσπερ ἐλθόντες τοῦ μηδὲν πρός τε Ἐκκλησίαν συμβατικὸν μήτε λέγειν, μήτε φρονεῖν, δεινὸν ποιοῦνται εἰ μετασταῖεν τῆς ἕξεως. Οὐ γὰρ εἰ καλῶς καὶ ὡς Θεῷ φίλον ἡ ἔνστασις ἑαυτοῖς ἐστιν ἐξετάζουσιν, ἀλλ’ αὐτὸ δὴ μόνον ἀντὶ πάσης ἀρετῆς ἀποχρῶν ἥγηνται, εἰ ἐνίσταιντο καὶ διίσταιντο· τοῦτο δὴ καὶ γίνεται καὶ ἀθλίως τὸ Χριστοῦ σῶμα σπαράσσεται καὶ λυμαίνεται· πάσχομεν δὲ καὶ ἡμεῖς τοῦθ’ ὁρῶντες, καὶ βοηθεῖν δυνάμεθα μέν, ἀναβαλλόμεθα δέ, τὴν ὑμῶν ἀναμένοντες καὶ ἐπιδημίαν καὶ συμμαχίαν. Ἀλλὰ διεγέρθητε οἱ πρεσβύται μὲν τῷ χρόνῳ, ἀεὶ δὲ ἀκμάζοντες τὸν ὑπὲρ εὐσεβείας καὶ ἀληθείας ζῆλον· διεγέρθητε καὶ τὴν πανοπλίαν ἀναλαβόντες τοῦ πνεύματος ἀγωνίσασθε, καὶ οὐδὲν φοβερόν, εἰ δύο ἡμεῖς ὄντες εἴτε καὶ τρεῖς πρὸς τοσούτους ἀντιπαρατάξεσθε· ἕξετε γὰρ καὶ Θεὸν ἐν ὑμῖν, καὶ σὺν αὐτῷ, κατὰ τὸ γεγραμμένον, μυριάδας μετακινήσετε, ἢ πρὸς φυγὴν ἀπειθεῖς μένοντας, ἢ πρὸς ἀρετὴν καὶ τὴν βελτίονα ἕξιν ἀπὸ τῆς οὐ καλῆς μεταβεβλημένους.

Τῷ αὐτῷ ἔτι εἰρηνεύοντι Προσφθέγγομαί σε καὶ πάλιν, σεβασμιώτατε, καὶ πάλιν σε ταῖς αὐταῖς εὐχαῖς, αἷς καὶ πρότερον, δεξιοῦμαι. Ὁ γὰρ πλείων ἐμοὶ περὶ σοῦ λόγος, μᾶλλον δὲ ὁ πᾶς, ἐρρῶσθαί σου τὸ σκῆνος καὶ τῆς ἐκ τούτου καταπολαύειν ὑγείας, τὰ δ’ ἄλλα ὡς ἄρα καὶ ἔχεις, καλῶς ἔχεις· οὐ γὰρ δὴ βούλομαι τούτων ἕνεκα καὶ μακρηγορεῖν μή τισι καὶ τοῦ δέοντος εἶναι δόξω κολακικώτερος· πλὴν ὑγιαίνων καὶ κατ’ εὐχὴν πράττων προθυμήθητι καὶ τὴν δεῦρο φέρουσαν ὡς τάχιστα διελθεῖν· χρῄζει γάρ σου τὰ ἐνταῦθα καὶ λίαν γε χρῄζει, ὡς ἰατροῦ δήπου καὶ ἱκανοῦ θεραπεῦσαι· πεποίηκε δὲ αὐτὰ πονήρως ἔχειν καὶ οὕτω χρῄζειν ἡ ἀπέραντος φιλονεικίᾳ τῶν μήτε ἃ λέγουσιν εἰδότων, μήτε περὶ ὧν διατείνονται, ἥ γε καὶ τοσαύτην τοῖς Μανιχαίοις δέδωκεν ἄδειαν, ὅσον οὐδέποτε, ἀφ’ οὗπερ ἡ κατ’ αὐτοὺς ἀθεότης παρεισεφθάρη τῷ βίῳ, ἐφάνησαν ἔχοντες, καὶ τὸ δεινότατον, ὅτι καὶ ἀναστέλλειν δυνάμενοι τὴν κακίαν ἡμεῖς, ὅμως ἀναβαλλόμεθα, τὰς προχείρους εἰς συκοφαντίαν ὑφορώμενοι γλώσσας. Εἰ δὲ τῆς χρηστότητος καὶ τῆς ἀνοχῆς Θεοῦ καταφρονεῖν ὡς ἐπὶ τὸ πλεῖστον πεφύκασιν ἄνθρωποι, ἀνθρώπων χρηστευομένων καὶ φειδομένων πῶς οὐ καταφρονήσουσι;

περινοστοῦσι τοίνυν ἀνειμένοι φόβου παντός, καὶ ἐλευθεροστομοῦσιν, οὐ κατά γε ἀνθρώπων—φορητὸν γὰρ ἦν τοῦτό γε—τῆς δὲ τοῦ Θεοῦ Ἐκκλησίας, καὶ τὴν πρὸς αὐτὴν ἀποστασίαν διδάσκουσι, πολλὰ πρότερον εἰς κακοδοξίαν αὐτὴν διαβάλλοντες.

Τίνες οὗτοι βούλει μαθεῖν; ὅσοι κακοὶ βούλονται εἶναι καὶ τῶν ἰδίων ἐπιθυμιῶν ὀπίσω πορεύεσθαι, οἳ περί τε ὀρθοδοξίας, περί τε κακοδοξίας τοσοῦτον ἴσασιν, ὅσον οὐδ’ ἐμπίδες καὶ σκώληκες περὶ τῆς τῶν ἀστέρων κινήσεως. Νῦν οὖν ὑμᾶς διαναστῆναι καιρός, καὶ ὃν ἄνωθεν ὑπὲρ Θεοῦ καὶ τῶν θείων ζῆλον ἐνδείξασθαι· νῦν καὶ γήρως ἐπιλαθέσθαι, καὶ νόσον καταφρονῆσαι, καὶ παντὸς ἐμποδίζοντος· νῦν καὶ τὸν θειότατον βασιλέα σύμμαχον παρακαλέσαι καὶ παρατάξασθαι πρὸς τὰ τοῦ ἀντιχρίστου προοίμια· κἂν οὕτω προθυμηθείητε, κρατήσειε Κύριος τῆς δεξιᾶς χειρὸς ὑμῶν καὶ συναντιλάβοιτο τῆς σπουδῆς ὑμῶν, καὶ νικητὰς ἀναδείξειε, μέγα κατὰ τοῦ πατρὸς τοῦ ψεύδους καὶ πάσης αὐτοῦ τῆς κακίας στήσαντας τρόπαιον.

Τῷ μεγάλῳ Λογοθέτῃ Σοφώτατε· γνῶναι παρέστω σοι, ὡς οἱ ἐν Πειρίνθῳ Δωριεῖς τε καὶ Πελοποννήσιοι οἱ ἐς Βυζάντιον συνδεδραμηκότες, καὶ ὡς ἡμᾶς ἀφιγμένοι ἤκουσαν μὲν λόγων γενναιοτέρων καὶ οὐδαμῶς πρὸς χάριν, ἀλλὰ πρὸς ἀλήθειαν εἰρημένων αὐτοῖς· πεισθῆναι μέν τοι καὶ τῇ Ἐκκλησίᾳ συμβῆναι οὔτ’ ἀπείπαντο, καθάπερ εἰώθεσαν, οὔτ’ ἀπεμαχέσαντο, ἀλλά πως πραότεροι καὶ ἡδίους τὰς γνώμας γενόμενοι ἀπῄεσαν, τό τε τῆς εἰρήνης γενέσθαι διαβεβαιούμενοι, ἐπὰν αὐτοῖς γένηται ἥκουσιν ἀπ’ Ἀτραμυττίου τοῖς γέρουσιν ἐντυχεῖν· ὡς ἂν δὲ αὐτοῖς μὴ συμβαίη πλείω τῆς δυνάμεως ἀναλοῦν, πένησιν ἀνθρώποις ἐπὶ χρόνον ἐν ἄστει προσεδρεύουσιν, ἔδοξε τὴν ταχίστην πέμπειν εἰς Ἀτραμμύτιον, κἀκείνων περὶ τοῦ τί ποιητέον πυθέσθαι· καὶ πέμπουσιν ἤδη· ὅπερ οὕτω γινόμενον γνόντες ὑμεῖς φθάσατε τοὺς μοναχοὺς ἀσφαλεῖς εἰς τὴν γεγονυῖαν πρᾶξιν ποιήσαντες, καὶ οἷδ’ ὅτι ἕξετε καὶ τούτους συνεπομένους, μηδενὸς ἀντιτείνοντος· προσέχειν δὲ πλὴν ἄξιον μὴ ἐνδιδόναι καὶ ψιλῷ γοῦν νεύματι τὴν τοῦ ἀμφηρίστου μνημοσύνου κατάλυσιν· ὡς ἔγωγε πάντας πείθω, καὶ τούτους δὴ τοὺς Πελοποννησίους ὡς οὐδεὶς ἔσται τρόπος οὐδέποτε, καθ’ ὃν ἡ Ἐκκλησία τὸ εἰρημένον δέξεται καταλύειν· καὶ ὑμεῖς δ’ αὖ ἑτέρωθεν τῆς γνώμης ταύτης ὁλοσχερῶς ἀντεχόμενοι, πείσετε σαφῶς πάντας καὶ κρατήσετε τῷ τῆς ἀληθείας καὶ δικαιοσύνης Θεῷ συμμαχούμενοι.

Τῷ αὐτῷ Ὁ τῆς Ἰκονιέων πόλεως μητροπολίτης οὑτοσὶ οὐ πλέθρα γῆς αἰτεῖ τόσα καὶ τόσα, οὐδὲ δεσποτείαν κατά τινων κτήσασθαι δούλων, καὶ φορολογεῖν αὐτούς, οἷα τὰ τῆς ἡμετέρας ἐξαίρετα σπουδῆς, ἵνα μὴ λέγω ποιμαντικῆς, ἀλλ’ ὅπερ καθαρῶς ἐστιν ἀρχιερατικόν, τοῦτο δὴ καὶ αἰτεῖ· ἀπιέναι εἰς τὴν πένησσαν αὑτοῦ Ἐκκλησίαν, ἡδέος μὲν οὐδενός, πολλῶν δὲ τῶν ἐναντίων ἐπιτευξόμενος· ἡδέων δ’ οὖν ὅμως αὐτῷ καὶ τούτων διὰ τὴν τοῦ Χριστοῦ ἀγάπην καὶ τὰς ἐκεῖθεν ἀντιδόσεις. Ἐπεὶ οὖν ἡ τοῦ ἀνδρὸς αἴτησις τοιαύτη τις καὶ οὕτως ἐπαινετή, ποῦ δίκαιον μὴ καὶ ὑμᾶς παρακληθῆναι καὶ δοῦναι τὴν χάριν ταύτην αὐτῷ, βάρος οὐδὲν ἔχουσαν οὐδὲ πόνον; δώσετε δὲ πῶς; τῷ ἐκ Μήδων ἥκοντι Γαβρᾷ συστήσαντες τοῦτον καὶ παραθέμενοι, οὐ μόνον ἵν’ αὐτῷ συνοδοιπόρος ἀγαθὸς ᾖ, ἀλλὰ καὶ ἐπὶ τοῦ ἄρχοντος Περσῶν γενόμενος λέγει τί καὶ πράττοι, ἐξ οὗ περ οὗτος ὀνήσεται.

Οὕτω δή που δόντες, οὐκ αὐτῷ δὴ μόνῳ, ἀλλὰ καὶ ἡμῖν, καὶ πρό γε ἡμῶν τῷ Θεῷ, ᾧ καὶ οὗτος ἱερᾶται, καὶ ὑπὲρ οὗ τὴν προκειμένην δολιχήν τε οὖσαν, κατὰ τὸν ποιητήν, καὶ ἀργαλέην ἀνύειν προῄρηται. Ἥκει λοιπὸν ἐπὶ τούτῳ, καὶ κεκλήσθω ὁ Γαβρᾶς, καὶ παρατιθέσθω ὁ ἀρχιερεὺς αὐτῷ, καὶ τἄλλα τελείσθω τὴν σήμερον, ἵν’ ὅδε τῶν ἄλλων ἀφροντήσας ἑνὸς δὴ γένηται καὶ μόνου τοῖς λογισμοῖς· λέγω δὴ ὅπως συνοδοιπορεῖν δύναιτο, καὶ ἐς Ἰκόνιον καταλαμβάνειν, τῶν ἀγόντων καὶ συνοδευόντων μήτε δι’ ἀπορίαν ὑποζυγίων, μήτε δι’ ἄλλου του τῶν ἀναγκαίων ἔνδειαν καθυστερήσας.

Τῷ αὐτῷ Οἱ τὸ Πευκίων ἐπίνειον οἰκοῦντες Παρδόπουλοι ἐλεεινοὶ προσίασιν ἡμῖν κλαίοντες ὁμοῦ καὶ τὰς ἑαυτὰς ἀναγγέλλοντες συμφοράς. Καὶ εἶναι μὲν ἑαυτοῖς δεινὸν λέγοντες ἀφαίρεσιν τῶν οἰκείων παθεῖν, εἶναι δὲ δεινότερον ὅτι ἐπὶ προφάσει τοιαύτῃ πεπόνθασι. Γινώσκεις οἶμαι τὴν πρόφασιν· ἀλλ’ ὀμνύουσιν οἱ ἄνθρωποι κατὰ πάντων ὅσα φρικωδέστατα, μηδὲν ἑαυτοῖς συνειδέναι ὅσα ὁ ψευδομόναχος κατεῖπεν αὐτῶν, ἀλλ’ οὐδὲ ἄλλο τι τῶν ὅλως δεικνύντων εἰς βασιλέα προσκεκρουκότας αὐτούς. Καὶ ἐπειδὴ οὕτως ἀπόμνυνται, προσέχειν ἄξιον μὴ ἀναίτιον τοῖς ὑπ’ αἰτίαν συγκαταδικάσαι. Καὶ γὰρ τἄλλα ὅσα ἐπαινετὰ τοῦ πάντα χρηστοῦ βασιλέως καὶ στέργοντος καὶ πρεσβεύοντος ἄδικα ἂν πάσχοι τὸ δίκαιον, τῆς πρώτης καὶ ταῦτα τάξεως ὂν τῶν καλῶν. Ἀλλὰ στῆσον τοὺς φόβους τοῖς ἀθλίοις τοῖς δὲ Παρδοπούλοις· ἀνάσωσον καὶ τὴν πτωχικὴν οὐσίαν αὐτοῖς, καὶ δὸς αὐτοῖς ἐλευθέρως ζῆν· ἅμα δὲ καὶ εὐνουστέροις εἶναι βασιλεῖ, ἐξ εὐεργεσίας μᾶλλον ἢ στερήσεως τῶν ἐνόντων τὴν ἐπίτασιν εἰληφόσι· ναί, δὸς καὶ ἀνταποδοθήσεταί σοι ἔλεος ἐν πολλαπλασίῳ τῷ μέτρῳ παρὰ τοῦ φιλανθρώπου κριτοῦ· πότε δὴ πότε; ὅτ’ ἐκεῖνος μὲν ἥξει κρίσιν ποιήσων καὶ ἀποδώσων πρὸς ἀξίαν ἑκάστῳ, σοὶ δὲ φιλανθρωπίας τυχεῖν εὐκταιότατον.

Τῷ μοναχῷ Ἡμεῖς, ὦ θεσπέσιε, κατὰ τὸ δοκοῦν τῷ Θεῷ ταῖς κοιναῖς τῆς Ἐκκλησίας παραδεδομένοι φροντίσιν οὐκ ἔχομεν λέγειν ὡς ὑπὸ τῆς ἀσχολίας ταύτης τὴν τῶν λόγων ἰσχύν, ἥτις καὶ ὅση ποτὲ ἦν ἡμῖν, οὐκ ἀποβεβλήκαμεν, ὥστε καὶ δεῆσαν ἀρτίως γράφειν πρὸς σέ, οὐ μακρά τε γράφομεν καὶ σοφιστικὰ κατὰ σέ, βραχέα δὲ μᾶλλον καὶ ὡς ἐπιεικῶς ἀφελῆ. Ἔχει δὲ ὅμως οὑτωσί· γράμμα πέμπεις τὴν χθὲς πρὸς ἡμᾶς ὡς ἄφθονα ἔχον ἀμφότερα κατηγορίαν καὶ ὕβριν· τὴν μὲν καθ’ ἡμῶν, τὴν δὲ κατὰ τοῦ Ποντοηρακλείας προέδρου. Περὶ μὲν τοίνυν τῶν ἄντικρυς εἶς ἡμᾶς φερομένων, ἀπολογίας μοι λόγος οὐδείς· ἐχέτωσαν ὡς σὺ γράφεις, ἐχέτωσαν καὶ ὡς ἑτέρως· ἡδύ σοι εἰς ἀγῶνα ἀποδύσασθαι; ἀποδύου καὶ ἀγωνίζου· ἢ γοῦν ἀέρα δερεῖς καὶ κατῃσχυμένος ἀπέλθῃς, ἢ τοὺς καθ’ ὧν ἀγωνίζῃ καταβαλεῖς.

Ἠβουλόμην δὲ συμπίπτειν τὸ δεύτερον, ἧ γὰρ ἀπηλλάγημεν πάντων ἀθρόον ὅσοι τε ἡμᾶς καταδαπανῶντες οὐ παύονται, ὑπὸ βασκανίας πρότερον αὐτοὶ κατεσθιόμενοι. Καὶ ὅσοι ταῖς τῶν ἀνθρώπων ψυχαῖς ἀθλίως λυμαίνονται, πρόσχημα τὸν κωφὸν τουτονὶ καὶ πλέον ὀλέθριον ἢ μέγαν καὶ θερμὸν ζῆλον ἔχοντες· ἐπεὶ καὶ πόρρω τῆς ἐπιφθόνου προστασίας γενόμενος, εἰ μὴ ἐμαυτὸν ἐμακάρισα τοσαύτης παρὰ Θεοῦ τετυχηκὼς ἐπισκέψεως, ἀλλ’ οὐδ’ ἂν ἐταλάνισα εὖ ἴσθι, οὐδ’ ἀπωδυράμην μέλλων καὶ ἐπὶ χαμαιζήλου καθήμενος, συμπάντων βεβαίως περισπουδαστότερος ἔσεσθαι τοῖς ἀνθρώποις τῶν νῦν ἐπηρεαζόντων ἡμῖν· ἀλλ’ ὅπερ ἔφην τῶν καθ’ ἡμῶν ἕνεκεν· πλὴν τοῦ λέγε καὶ μὴ φείδου μηδὲ διώκων ἀνῇς ὦ ἑταῖρε· ἕτερον ἀκούσῃ οὐδ’ ὁτιοῦν πρὸς ἡμῶν· τὸν δὲ ἀρχιερέα καὶ πρότερον ἐν ὁμιλίαις ἀγράφοις καὶ νῦν ἐν γράμμασι, τούτοις δὴ τοῖς πρὸς ἡμᾶς, τοσαῦτα εἰπόντα σε κακῶς, φαῦλον καὶ ταῦτα μηδὲν μήτε δράσαντα πρὸς σέ, μήτ’ εἰρηκότα, οὔ φημί σε προσήκοντα ποιῆσαι.

Ὅθεν σοι καὶ πρότριτα, ὃ καὶ δικαιότατον ἦν ἐμοὶ μὲν εἰπεῖν σοι καὶ λυσιτελέστατον ἀκοῦσαι, καταλλαγῆναι διεμηνυσάμην αὐτῷ· καὶ μέντοι σπεῦσαι καταλλαγῆναι· εἰ καὶ σὺ μὴ δεξάμενος, μᾶλλον μὲν οὖν ἀπαυθαδισάμενος, ὥς τις τῶν ἀνθρώπων τὸ τοῦ ψαλμοῦ ποιεῖν οὐκ ἀπώκνησας ἐλέγχειν ἡμᾶς καὶ παριστάνειν τὰς ἀνομίας ἡμῶν κατὰ πρόσωπον· κἂν τῷ παρόντι δὲ φροντίζων, οὐδὲν εἰ ἐπὶ πλέον δυσχερανεῖς. Ταῦτα δὴ ταῦτα λέγω· πρόσιθι, καὶ πρόσπιπτε, καὶ συγχώρησιν τοῦτο μὲν τὸν Θεόν, τοῦτο δὲ καὶ αὐτὸν ζήτει, καὶ τῇ Ἐκκλησίᾳ μόλις καὶ χαλεπῶς ἀναφερούσῃ τῆς ζάλης μὴ ἐμποδὼν γίνου, ἐρεθίζων οὕς τινας οὖν καὶ λογομαχῶν διακενῆς, καὶ καταστρεφόμενος, εἰ τέως εἰρήνην ἄγειν ἐθέλεις πρὸς τὸν Θεόν· ἀγανακτεῖς ἀκούων; πολλοὺς καὶ ἄλλους ἀγανακτοῦντας καὶ πικραινομένους καὶ μορμολυττομένους καὶ διαπειλουμένους ἠνέγκαμεν· οἴσομεν καὶ σέ· κἂν ἥξῃ καὶ αὖθις ἐπιστολὴ μείζων τῆς προτέρας καὶ βαρυτέρα, οὐ τὸ ἥμισυ μόνον κατ’ ἐκείνην, τὸ δ’ ὅλον οὖσα κατηγορία, ἀνεξόμεθα καὶ ἀναγνωσόμεθα· καί τινα ἴσως ἐκ τῆς σχολῆς αὐτῆς, κατὰ τὴν παροιμίαν, ὠφέλειαν κομισόμεθα.

Οὕτως ἐσμὲν γεννικοί· καὶ ἡμῖν αὐτοῖς θαρροῦντες, ἐπεὶ δ’ οὐ τρέμομεν τὰ γοῦν πρὸς σέ, καὶ αὖθις φαμὲν δέχου τὴν συμβουλήν, καὶ σπένδου τῷ ἀρχιερεῖ καὶ καταλλάττου, σὺ πρότερος, ἦ θέμις ἐστί, προσδραμὼν αὐτῷ, ὁμοῦ δὲ καταλλάττου καὶ δι’ αὐτοῦ τῷ Θεῷ.

Τῷ μεγάλῳ Λογοθέτῃ Οὐδὲ ἡμῖν περὶ τῆς τοῦ Πρωτέως ἀπατηλῆς ὁμιλίας τὴν παρελθοῦσαν ἑσπέραν δεδήλωται, κἂν δόκησιν τουτὶ δηλῶσαι παρέσχετε. Τὸ δ’ αἴτιον, ὅτι μείραξ ἦν, ὡς ὑμεῖς φατε, ὁ ἀγγελιαφόρος καὶ οὐχ ἱκανὸς παρακατέχειν καὶ διακομίζειν ὅσον ἄν τις αὐτῷ καὶ παρέθετο μέγεθος λόγων· οὕτως ἐχέτω· ἀλλ’ ἥκει σήμερον ἡμῖν ἐπὶ τούτῳ ὁ τοῦ μείρακος ἀδελφὸς ὑπὲρ τὰ τριάκοντα γεγονὼς ἔτη, οὔτε μειράκιον ὤν, ὡς ἂν αὐτὸν ἐκ πλήθους ὑγρότητος φυσικῆς τὰ πλείω διαφεύγοι, οὔτε πρεσβύτης, ἵνα σκληρὸς ᾖ καὶ δυσμαθὴς καὶ ὀλίγα ἐκ πολλῶν τῶν λεγομένων ξυνίῃ. Εἰ τοίνυν, οὖτος γοῦν ἥξει τί φέρων τῶν ψευδαπορρήτων τοῦ ἀνθρώπου, ὅτι νεανίσκος ἦν ὁ νυκτὸς πρὸς ἡμᾶς ἐλθών, ἐροῦμεν αἰτίαν εἶναι τοῦ μηδὲν ἡμῖν γνωρισθῆναι· εἰ δὲ μηδ’ οὗτος τὸ μηδὲν ἡμᾶς μαθεῖν ἐθέλειν ὑμᾶς, τοῦ μηδὲν μηνῦσαι ὑπολογιούμεθα αἴτιον. Τοῦτο δὲ εἰς ὅσον ἔνθα καὶ ἔνθα τὴν ἐμὴν κινήσει ψυχὴν καὶ οὐκ ἠρεμεῖν ἐάσει ζέουσαν ὑπὲρ τῶν τοιούτων, ὡς οὐδ’ οἶδά τι τῶν ὄντων ἕτερον, οὐδ’ ὑμεῖς ἀγνοεῖτε.

Τῷ αὐτῷ Ἆρά γε πλατὺ γελάσεις ἀκούσας ἅπερ ἐρῶ προσιών; καὶ γὰρ ἔχει τι καὶ γέλωτος ἄξιον ὁ λόγος, ἢ ὃ δὴ καὶ συμβαίνειν ἁρμοδιώτερον· χαλεπανεῖς καὶ βαρέως οἴσεις, ἐπειδὴ καὶ σφόδρα τις ὢν μισοπόνηρος, βασκάνων ἀνθρώπων ἀναίσχυντον πρᾶξιν ἀκούσεις. Τὸν δεῖνα, τὸν εἰς τὸ ληξιαρχικόν ποτε γραφέντα καὶ πρωτονοτάριον καταστάντα καὶ μέγαν τοῖς ὀρθῶς δογματίζουσι πολέμιον ἀναφανέντα, ἤκουσας, οἶμαι, ὡς ᾤχετο τὸν Ἄθω ὀψόμενος, καὶ τοῖς ἐκεῖσε θεσπεσίοις ἀνδράσι συμμίξων καὶ συμπολιτευσόμενος· εἰ δὲ μὴ ἤκουσας, ἀλλ’ ᾤχετό γε ταῖς ἀληθείαις· οὐ μὴν δὲ καὶ τἄλλα ἔδρα ὧν ἕνεκεν ᾤχετο· ἀπῆλθε μὲν γάρ· μόνον δ’ εἶδε καὶ ἐπανῆλθεν· εἴθε δὲ μὴ ἐπανῆλθεν, ὅτι κακὸς ἡμῖν καὶ ἐχθρός, καὶ μηδὲ τὴν δυσμένειαν δυνάμενος ἀποκρύπτειν, καὶ ταῦθ’ ὅτ’ ἀπεπέμπετο, φίλος καὶ μετ’ ἐφοδίων ἀποπεμφθείς. Πίστιν μὲν οὖν οὐ ζητεῖς, εὖ οἶδα, τοῦ λόγου· ἀλλὰ πῶς νῦν ὡς ἐχθροῦ μέμνημαι τοῦ ἀνθρώπου, καὶ ταῦτά γε πόρρωθεν δηλοῦντος, ὅτι τοιοῦτος τοῦτο ζητεῖς; Πέντε μὲν οὖν ἐφ’ ἡμέραις ταῖς ὅλαις ὡς ἐπανῆκεν ἐκ τῆς ἀναχωρήσεως, εἰ δὲ βούλει περιπλανήσεως, ἐνεδήμει τῷ ἄστει, καὶ τὴς ἐσχάτης ληγούσης ἤδη, δόξαν αὐτῷ πρὸς ἡμᾶς ἐπεδήμει· οὐχ ὡς δῆθεν συνταξόμενος, ἐπειδὴ τῇ ὑστεραίᾳ τὸν πορθμὸν διαβαίνειν ἐσκόπει, οὔτε μὴν τὰ φιλικὰ προσαγορεύων, ὅτι ἀπόδημος ἦν ἐπὶ πολὺ καὶ ἀθέατος, ἀλλὰ τί ποιήσων;

ἐλέγξων καὶ ἀποδείξων ὡς οὐ καλῶς ἐγὼ τῆς καθέδρας ἀντιποιοῦμαι καὶ ἀναξίως. Τοῦτο γὰρ καὶ πολλάκις ἡμῖν ἐκ πολλῶν ὑπῆρξε τῶν ἀκηκοότων μαθεῖν, ἀλλὰ παρεκάθητο μὲν τότε, καὶ πλησίον ἐκάθητο, εἰωθότων ἡμῶν τοῖς τε ἄλλοις τιμᾶν αὐτόν, καὶ δὴ καθέδρας ἐγγύτητι· ἐπνευστία δὲ καὶ ἠγωνία καὶ ἵδρου, καὶ δῆλος ἦν μεγάλους ὠδίνων θυμοὺς καὶ οὕτω πολὺ τῆς ὥρας παρῆλθε· καὶ ῥήγνυσι τὴν ὠδῖνα, καί, ὦ δέσποτα, ἐμπληκτικώτερον ἐκεκράγει, ἤδη μὲν καὶ πρώην ὡς κατὰ σοῦ λόγους ἐκφέρω ἀκήκοας, καὶ αὖθις δέ γε ἀκούσῃ, ἐπειδὴ καὶ αὖθις ἐξοίσω καὶ αὗθις καὶ οὐκ ἀφέξομαι μὴ οὐ βοᾶν τὸν πάντα καιρὸν καὶ πρὸς πάντας καὶ δημοσιεύειν τὴν ἀδικίαν· κἀμοῦ τίς ἐρωτήσαντος ἡ ἀδικία, ἣν αὐτοί τε ἐνεργοῦμεν, ὁ ζηλωτὴς δὲ σὺ κέχρησαι ταύτῃ καὶ κεχρήσῃ γε δὴ ὡς ἐγκλήματι καθ’ ὑμῶν; ὅτι τοι, ἔφη, ἀρχιερεὺς εἶναι καὶ πατριάρχης φιλονεικεῖς.

Καὶ ταῦτα ἐπίσης ἐμοὶ κοινωνήσας τῶν πράξεων, ὧν οἱ κεκοινωνηκότες καθῄρηνται· ἀλλ’ οὐ φιλονεικῶ· ἦν δ’ ἐγώ· μόνον ποίων τινῶν πράξεων κεκοινώνηκα, φράζε· πότερον, τῶν ξυσμῶν, ὧν κατὰ τῶν ἱερῶν βίβλων ἐπῆγες, ἢ τῶν προσθηκῶν ἢ τῶν ἀφαιρέσεων ἢ τῶν ἀπὸ κοιλίας ἐξηγήσεων καὶ τῶν παραποιήσεων, καὶ τῶν ἀθετήσεων, καὶ τῶν ἄλλων ὅσα κατ’ ἐκείνων νεανιευόμενος τὸ πρωτονοτάριος εἶναι ἆθλον εἴληφας τοῦ τολμήματος;

ἢ τούτων μέν σοι οὐδαμῶς συμμετέσχον, ἐλύττησα δὲ κατὰ παντὸς ἀνθισταμένου τῇ βλασφημίᾳ, καὶ πᾶς ἐγενόμην πάντας ἐμαυτῷ ποιῆσαι ὁμόφρονας, τοῦτο μὲν προσαγγέλλων, εἴ τις ἦν τοῖς δρωμένοις δυσαρεστῶν, τοῦτο δὲ ἀντιλέγων μετὰ τῆς δεινῆς ἐκείνης ἀπαιδευσίας καὶ ἀναισχυντίας, καὶ τῆς ὅλως ἀσυλλογίστου καὶ γλώττης καὶ γνώσεως, τοῦτο δὲ καὶ ἀπειλῶν καὶ παραπέμπων πρὸς τὰς στρέβλας καὶ τὰς κρεμάθρας καὶ τοὺς βαρβαρικοὺς καὶ κελτικοὺς πελέκεις, καὶ τὸν μυρίον ἐκεῖνον κίνδυνον, τοῦτο δὲ καὶ κολακεύων κακοήθως καὶ ἀνελευθέρως καὶ μαστροπεύων ταῖς ὑποσχέσεσιν, ὡς ἂν ἐντεῦθεν δοξῶν βαθμοὺς ἀναβαίνειν, καὶ λαμπρῶς ὑπὸ χρυσοῦ ἀμφιέννυμαι καὶ ζώννυμαι, καὶ περιβλέπομαι, καὶ τὰς ὁμογνίους τελωνικαῖς τισι καὶ φορολογικαῖς ὑπηρεσίαις εὐεργετῶ· καὶ μὴν οὔτε τούτων οὐδὲν ἔδρασα, πάντα δὲ ταῦτα καὶ πλείω γε τούτων σύ· καὶ ἐφθεγγόμην τὸν ἀεὶ χρόνον ἐναντία σοι, καὶ ἔγραφον, βάλλων ὁμοῦ καὶ καταβάλλων σέ τε καὶ τὸν Βέκκον τὸν σόν, ὃν μέγαν μὲν ἡ τοῦ Θεοῦ ἀνοχὴ καὶ ἡ βλασφημία καὶ σύ γ’ ἑτέρωθεν, ὑπὲρ ἄνθρωπον ἐπαινῶν, πεποιήκατε, ἐσμίκρυνε δὲ καὶ καθεῖλεν ἡ ἐπίσκεψις καὶ ὁ τῶν πιστῶν ζῆλος καὶ ἡ ἀλήθεια παρρησιασαμένη, ὃν ἂν ἤδη καὶ κηδεστὴν ἐπλούτεις ἐπὶ τῇ θυγατριδῇ, εἰ μὴ δωροληψίαι προσαγγελθεῖσαι πολλαὶ καὶ βαρεῖαι, καὶ Ἱερακίτζης ὑπονύττων ἄκοντά σε συνήλασεν ἐπὶ τὸ τριβώνιον, ὡς αἱ τρικυμίαι ποτὲ τὸν φιλόσοφον Ζήνωνα, καὶ τῶν μεγάλων γάμων ἀπέσφηλαν.

Ταῦτά σε πρᾴως ἔχων καὶ ἀταράχως ἠρώτων, καὶ πλείω γε τὸν γεννάδαν προσερωτᾶν ἠβουλόμην, εἴπερ οἰός τ’ ἦν ἐνεγκεῖν· ἀλλ’ οὐκ ἠδύνατο. Ὅθεν καὶ πρὶν ἢ τελευτὴν ἐμὴν τὸν λόγον τοῦτον λαβεῖν, αἰσθόμενος ἵν’ εἴπω τὸ τοῦ Σοφοκλέους, ὡς οὐκ ἴσην γε ἀποτίννυσι, παραβόλως ἀναπηδήσας καὶ λαιψηρά, καθ’ Ὅμηρον, γούνατα κινήσας ὑπὸ κεραυνοῦ ὥσπερ διωκόμενος, καὶ οὐδὲ τὸ σεμνὸν τῆς μοναδικῆς σώζειν δυνάμενος, ἐξῄει τῶν πατριαρχικῶν δόμων καὶ κατῄει, τρέχων ὡς ἐπὶ πεδίου κατὰ τῆς κλίμακος. Βούλει καὶ τὸν ἐπιτελεύτιόν τ’ ἀνθρώπου λόγον ἀκοῦσαι; ἔφησεν ἀνιστάμενος ἤδη, κινοῦντος εἰπεῖν οὐδενός, ἀλλ’ οἴκοθεν καὶ τοῦ τῆς καρδίας περισσεύματος, ὃ δὴ λέγειν ἀποτολμῶσι καὶ ἕτεροι, ὡς οὐδεὶς αὐτῷ λόγος, οὐδὲ μιᾶς ἀρχῆς· τοῦ λοιποῦ, οὐδ’ αὐτῆς γε δὴ τῆς βασιλικῆς· ἀλλὰ κἄν τις οἴηται δεσπότης εἶναι, εἶθ’ ἡσυχίαν ἄγειν ἐπιτάττῃ καὶ μὴ θορυβεῖν, ἐκεῖνον μὲν ἐάσειν ἔφη, λόγους ἐκχέειν μάτην, αὐτὸν δ’ ἀμελητὶ ποιήσειν τὰ ἑαυτοῦ. Καὶ τοίνυν πρὸς Θεοῦ, ὁ τοιαῦτα μηδ’ ἐφ’ ἡμῶν λέγειν φειδόμενος, ποίαν οὐκ ἤμεσεν ἂν φλυαρίαν ἐκεῖσε διατρίβων, ὅπου καὶ λαθεῖν τοὺς δεῦρο, καὶ ὁτιοῦν ἐρευγόμενος ᾤετο;

Ἀλλ’ ὁ μὲν τοιοῦτος ἡμῖν ἐπῄει, τοιοῦτος καὶ ἀπηλλάγη· καὶ δῆλος γενόμενος τό τε σκαιὸν ἐκλύσων στόμα, καὶ μεγάλα οἷα ἐρῶν ἢ καὶ δρασείων ἡμῖν· ἡμᾶς δὲ εἰ καὶ πρὸς τὰ τοῦδε γελᾶν ἐπέρχεται, πῶς γὰρ οὐ γελᾶν εἰ Διόνυσος ὤν, ἢ καὶ Θερσίτης, τὸ κάθαρμα πρὸς Ἡρακλέους δόξαν καὶ Ἀχιλλέως βιάζεται· οὐδὲ γὰρ ἄντικρυς ἄλλο δύναται τὸ διώκτην περιφανῶς ὄντα καὶ βλάσφημον, τὰ τῶν ζηλωτῶν ὑποκρίνεσθαι, ὅμως πρὸς οὐδένα ποτὲ καταδεξαμένους διαφέρεσθαι, τίνα νῦν οἴει ψυχὴν ἔχειν πρὸς πάντας καὶ ὑπὸ πάντων βάλλειν καὶ βάλλεσθαι βιαζομένους; πλὴν ὅ, τι ἂν καὶ οἰήσῃ ἔχε μοι κἀκεῖνα τῶν ὁμηρικῶν ἐπὶ μνήμης, ὅτι Αἴας δ’ οὐκ ἠδύνατο μένειν, ἐπείγετο γὰρ βελέεσσι, καὶ ὅτι τὸν αὐτὸν ἥρωα μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἄγαβον, ὦσαν ἀπὸ σφείων, ὁ δὲ χασσάμενος πολεμίχθη.

Τῷ αὐτῷ Ἀκούσας, οἶμαι, ὅ, τι δὴ καὶ ποιῶ, φιλοτιμίαν καλέσεις τὴν πρᾶξιν, καὶ κάλει οὕτω· πάθος γὰρ οὐκ ἐμοῦ δὴ μόνου τοῦτο, ἀλλὰ καὶ πάντων ἀνθρώπων, ὥσπερ δὴ καὶ ἄλλο τι τῶν κοινῇ προσόντων τῇ φύσει· καὶ πάθος μόνον ἀγήρων τοῦτο, ὡς ἔφη Θουκυδίδης. Τί δὲ ποιῶ;

ἐπιστολὰς τὰς ἐμαυτοῦ ἄλλοθεν ἄλλην ὡς ἂν οἷός τε ὦ συλλέγων καλλιγραφεῖν δίδωμι, βουλόμενος αὐτὰς εἰς πυκτίον ἔχειν ἀθρόας, οὐδενὶ μὲν ἐσομένην εἰς ὄνησιν τοῖς ὀψιγόνοις—φθάνω γὰρ αὐτὸς περὶ τῶν ἐμαυτοῦ τἀληθῆ λέγων, πρίν τινα ἕτερον φθήνας εἰπεῖν—ὅμως καὶ οὕτω τῶν γεννημάτων μὴ ἀμελῶν· νόμος δὲ οἶδας καὶ τοῦτο τῆς φύσεως στέργειν τὰ ἔκγονα, κἂν ὄντα τύχῃ τὰ πάντων φαυλότατα, καὶ τῷ νόμῳ πάντας ὑπείκειν ἀνάγκη, ὅσοι καὶ τῇ φύσει δουλεύουσι· τὰς μὲν τοίνυν ἄλλας συνηθροικέναι μοι δοκῶ πάσας καὶ τῷ γραφεῖ δεδωκέναι, ἐκείνας μέντοι μόνας οὐ συντεταχέναι ταῖς ἀδελφαῖς, ὅσαις ἀπολυθῆναι πρὸς σὲ τὴν σοφωτάτην ἐμοὶ συμβέβηκε κεφαλήν· ἃς εἰ μέν, ὡς δή τινας καὶ ἄλλας τῶν περιττῶν, ἡ εὐδαίμων οἰκία φέρει παρ’ ἑαυτῇ, πέμπε δὴ πρὸς ἡμᾶς ὁμοῦ μὲν ἐκείνην καθαίρων τῶν εἰκαίων, ὁμοῦ δὲ καὶ ἡμῖν χαριζόμενος τῇ ἀποδόσει τῶν οἰκείων· πάντως γάρ τοι αὐτὰς οὔσας, εἰ μὴ πέμψεις, οὐ διὰ παντὸς οἴκοι τηρήσεις, ἀλλ’ ἢ καθ’ ὕδατος ἀφήσεις, ἢ εἰς πῦρ ἐνήσεις, ἢ εἰς λεπτὰ διατμήξεις· εἰ δὲ μὴ παντάπασίν εἰσι περιτταί, ἀλλά τι καὶ φειδοῦς ὁρᾷς ἐν αὐταῖς καὶ τοῦ σώσεσθαι ἄξιον, καὶ οὕτω μάλιστα πέμπε· καὶ οὐκ ἀπολέσεις πέμψας, βελτίους δὲ ἀμωσγέπως αὐτὰς ἀπολήψῃ, ἐπελθόντος ἐμοῦ καὶ ἐπισκεψαμένου, καὶ τοῖς ἐνοῦσι τῶν πλημμελημάτων εἰς δύναμιν βεβοηθηκότος.

Ὁ μέγας Λογοθέτης τῷ πατριάρχῃ Ὃ συμβαίνει πάσχειν πολλάκις τοὺς ἀσθενῶς τῶν ὄψεων ἔχοντας, εἰ ταῖς ἡλιακαῖς αὐγαῖς αὐτὰς ἐπαφήσουσι, καὶ τὸ προσὸν γὰρ ἀπεβάλλοντο, εἰ ἀφυλάκτως τε καὶ ἀδεῶς αὐταῖς ἐπιβάλοιεν, τοῦτ’ αὐτὸ παθεῖν ἐμὲ γέγονε νῦν πρὸς τὰς ἐπιστολὰς ἄντικρυς· ἄλλοτε γὰρ ἄλλην καὶ ἑτέραν παρ’ ἑτέραν δεχόμενος, εἶχον μὲν ἐπεντρυφᾶν τῷ ἐγκειμένῳ πλούτῳ τῶν χαρίτων ἑκάστης, εἶχον δέ τι τάχα καὶ ἀντιφθέγγεσθαι, εἰ καὶ σκιᾶς εἴδωλον τοὐμὸν εἶναι ἐδόκει πρὸς σωμάτων ἀλήθειαν, ἢ πρὸς μεγάλην τινὰ καὶ διαπρυσίαν φωνήν, ὥς φασί τινες, τὸ τῆς ἠχοῦς ὑστερόφωνον· ἀλλὰ πρὶν μὲν συλλέξας τὰς ἐπιστολὰς παρ’ ἐμαυτῷ κατεῖχον θησαυρὸν ἄσυλον· νῦν δ’ ὡς πᾶσαν ἀνελίξας, πάσαις ἐπεξῆλθον ὁμοῦ, ἀπεπάγην ὥσπερ τὸν νοῦν καὶ ἄγονον τελέως ἔσχον αὐτόν· εἴτα τὴν τοῦ ἐπιστέλλειν οἷον παντελῶς ἀπώλεσα δύναμιν, θαύματι τῷ πρὸς τὰς ἐπιστολὰς τὸ πρᾶγμα παθών.

Ὅθεν καὶ σιγῇ πέμπειν αὐτὰς ἠβουλόμην μὴ ἔχων ὅ, τι ποτ’ οὖν ἐρεῖν αὐτῶν ἄξιον· ἀλλ’ ὅτι με σφοδρὸς ὁ περὶ αὐτὰς ἔρως κατέχει, καὶ βούλομαι σὺν τάχει μοι τὸν θησαυρὸν ἀποδίδοσθαι· δίκαιος δ’ ἂν εἴην ἀπολαύειν πάντως αὐτοῦ εἰ μηδὲν ἕτερον, ἀλλ’ ὅτι καλῶς ἔχω θησαυρίσας μέχρι καὶ τήμερον καὶ οὐ δέδωκα συλήσειν ἢ καὶ διαρπάσειν τινί· τοῦτο μόνον ἐρῶ, καὶ ἱκετεύων ὥσπερ ἐρῶ· ἐπίταττε συντάττειν αὐτὰς ταῖς λοιπαῖς τὸν τὴν θαυμασίαν γράφοντα βίβλον, ἥ σου τῆς ἱερᾶς καὶ σοφωτάτης ψυχῆς αὐτάς τε καὶ τὰ λοιπὰ συγγράμματα δέχεται· θαῦμα καὶ ὠφέλειαν τοῖς τε νῦν οὖσι τῶν ἀνθρώπων σοφοῖς, καὶ τοῖς μεταγενεστέροις ἡμῶν, οὓς ὁ μέλλων γεννωμένους ἀναδείξεται χρόνος· εἶτα τήν τε βίβλον αὐτὴν ὡς ἔχει ἅπαντα ἀθρόον τὰ σά, ὅσα δηλαδὴ γραφῇ τῇ νῦν παραδίδοται, καὶ ἂς ἐγὼ νῦν ἔχων ἐκπέμπω, πρὸς ἐμὲ αὐτὸν αὖθις ἀνάπεμπε ἀσμενέστατά γε ἀποληψόμενον· ἀπολήψομαι δέ, εἰ καὶ μὴ ἐμὰ τὰ διδόμενα, ἀλλ’ οὖν ὥσπερ ἐμά, ὅτι παρ’ ἐμαυτῷ καλῶς ποιῶν ἐφυλαξάμην τὰ σά, καὶ οὐ γέγονά τις ἀμελὴς ἐπὶ τῷ περισῶσαι καὶ ποιῆσαι διαρκῆ τυγχάνειν τὰ τίμια. Τοίνυν καὶ ὥσπερ τις οὐκ ἀδόκιμος ἔμπολος σὺν κέρδει τὰ τῆς ἐμπορίας ἀπολήψεσθαι βούλομαι· ἢ κατ’ ἄλλην εἰκόνα τὸ δάνειον σὺν δαψιλεστάτῳ τῷ τόκῳ καὶ πρὸς αὐτοῖς τοῖς κεφαλαίοις, πλουσιωτάτην ἅμα καὶ μεγίστην τὴν ἐκ τούτων ὠφέλειαν· κίχρημι δὴ ἄρα τὰ σά.

Σὺ δέ, πανάγιε, φιλότιμος ὤν, ὥσπερ ᾐτησάμην, οὕτω μοι εὐεργέτης ἀντὶ χρεωφειλέτου καθίστασο, διδοὺς μὲν καὶ τὴν βίβλον αὐτήν, ἵνα μεταγράψας ἐπὶ ἄλλης, ἐκείνην ἀντὶ ταύτης κτησάμενος, εἴτ’ οὖν πεπλουτηκὼς ἕπομαι· ἀποδιδοὺς δὲ καὶ αὐτὰς δὴ ταύτας τὰς ἐπιστολάς, ἃς νῦν ἐγὼ καθάπερ ἐμαυτὸν βιασάμενος ἐκπέμπω· ἐβιασάμην δὲ λέγω ἐμαυτόν, ὅτι μου καὶ τῆς ψυχῆς σφοδρὸς ὁ περὶ αὐτὰς ἔρως ἐκράτησεν, ὡς καὶ ἀνωτέρω ἔφθην τῆς ἐπιστολῆς εἰρηκώς, καὶ ἤθελον τὸν θησαυρὸν ἔχειν ἀνέκδοτον.

Ὁ πατριάρχης τῷ αὐτῷ Ἐβουλόμην μὲν ἐγὼ τὰς πάσας τῶν ἐπιστολῶν χάρταις ἐναπογραψάμενος διαμένειν εἰς τὸν μετέπειτα βίον ἀφεῖναι ὡς δή τινος λογικῆς καλλιτεχνίας ὑπόμνημα· ἀλλ’ ὅτι μὴ αὐτὰς ἀξίας τοῦ περιεῖναι καὶ κατείληφα ὡς μετριωτάτας ἀπολεξάμενος, ἐκβιάσας κἀν τούτῳ ναὶ μὴν καὶ τυραννήσας τὸν καταψηφισάμενον λογισμὸν δίδωμι τῷ γραφεῖ οὐκ εἰδὼς ἄντικρυς ἐκ φιλοτιμίας ὅ, τι δὴ καὶ ποιῶ· ἐπειδήπερ ἐπέσχον ἂν ἐμαυτὸν ταύτης τῆς πείρας, στήλης ἐσομένης μᾶλλον τῆς τοῦ συντεθεικότος ἀγροικίας ἢ ἐπιδείξεως τῆς αὐτοῦ περὶ λόγους σπουδῆς· πλὴν ἐκ τῶν ἁπασῶν ὀλίγας μεταγράψαι πεποιηκώς, τὰς πάσας αὖθίς σοι ὡς ἡ ὑπόσχεσις πέμπω συνηθροικώς· ἐπεὶ δ’ ὑπήκουσα καὶ πέμπω, ὑπάκουσον ἐν τῷ μέρει καὶ σὺ καί μοι χάριν δὸς ἀντὶ χάριτος. Τίς ἡ χάρις;

ἀφάνισον τοῦ λοιποῦ τὰς πάσας καὶ τὸν τῆς ἀμαθίας ἐμοὶ μείωσον ἔλεγχον· μειώσεις δέ, εἰ τῶν φαύλως ἐκδεδομένων οὐκ ἐπίσης ἐν βίῳ πολύ τε σώζεσθαι πλῆθος· ὅπου καὶ ἀγαπᾶν φάσκων καὶ ἀληθῶς ἀγαπᾶν, συνεβούλευες ἂν οἶμαι, εἰ μή τις εἶργεν αἰδώς, καὶ ἃς ἐδόξαμεν περιποιεῖσθαι, ὑπὸ τὴν αὐτὴν ἄγειν ταῖς λοιπαῖς καταδίκην τοὐντεῦθεν ἔσεσθαι μέλλον καθ’ ἡμῶν τῶν φίλων διαλύειν καθάπαξ προνοούμενος ὄνειδος· εἰ δ’ ἀπορεῖς ὅτου χάριν τἀμαυτοῦ μὴ αὐτὸς ἀφανίζω, σοὶ δ’ ἀφίημι τοῦτο ποιεῖν, ἐφάμην ἤδη, καὶ αὖθις δὴ λέγω, ἀποστέλλειν ὑπεσχημένος ἁλῶναι ψευδόμενος πρὸς τηλικοῦτον καὶ ταῦτα δεῖν εἶναι οὐδόλως ἐνόμισα· καὶ ἅμα μέμνησό μοι καὶ τῆς θαυμασίας ἐπιστολῆς, λέγω δὴ τῆς σῆς, ἥ γε παμπόλλοις τε καὶ λαμπροῖς τοῖς ἐπιχειρήμασι τὴν τῶν ἐπιστολῶν ἀπαίτησιν ἀγωνιζομένη βιαιοτάτην ὁμοῦ καὶ τὴν ἀπόληψιν μὲν σοί, ἐμοὶ δὲ τὴν ἀπόδοσιν ἀπεργάζεται. Ταύτης δὴ μέμνησο, καὶ ἔτι μᾶλλον ἐκ τῶν οἴκοθεν σαυτοῦ λύειν ἕξεις τὸ ἄπορον.