Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Βʹ Κύπριος – Ἐπιστολαί

Γρηγόριος Βʹ Κύπριος

Πρώτη σειρά επιστολών: Φιλία, φιλολογία και καθημερινές μέριμνες

Αλληλογραφία με λογίους, αξιωματούχους και κληρικούς σχετικά με τον δανεισμό βιβλίων, την υγεία, την αποστολή δώρων και την καλλιέργεια των φιλικών δεσμών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Βʹ Κύπριος

—

Κεφάλαιο 1 από 10

τῷ Νεοκαισαρείτῃ Φασί τινες λόγον ἐκ τῆς πέραν ἠπείρου ἀφῖχθαι, ἀνδρὸς πόνημα οὗ πολὺ κλέος ἀρχῆθεν ἐν λόγοις· φασὶ καὶ τὸν λόγον εἶναι οἷον ἀνανεῶσαι καὶ αὐξῆσαι τὸ τοῦ πατρὸς κλέος, παλαιωθὲν ἤδη, οὐκ ἐλαττῶσαι. Οὔκουν ἐγὼ περὶ τοῦ προτέρου πυνθάνομαι, εἰ βεβαίως ἀφίκετο—ἀφίκετο γάρ, κἀγὼ τοῦτο βεβαίως ἐπίσταμαι— ἀλλ’ εἰ καὶ τὸ δεύτερον κατὰ τὴν φήμην συμβαίνει, τοῦτ’ ἤδη πυνθάνομαι.

Εἰ δὲ λέγεις ὡς οὐχ ἑώρακας οὐδὲ διῆλθες, οὐκέτι σὺ τέκνον, εἰ καὶ τἄλλα τῶν λόγων φιλονεικεῖς ὅμοιος εἶναι τῷ πατρί, καὶ τοῦτο δὴ παραπλήσιος. Ἐγὼ μὲν γὰρ ἵνα σοι σαφέστερον λέγω, καὶ μακρὸν ἂν πλοῦν ἐστειλάμην, ὥστε τινὸς λόγον, τῶν ἐφ’ ἡμῶν θαυμασίων εἰς χεῖρας λαβεῖν, εἰδὼς ὡς οὐδ’ ἄν ποτε τοσοῦτον ἑτέρωθεν διεθερμάνθην καὶ προθύμως πρὸς λόγων ἀπεργασίαν ἀνέστην, ὅσον ἐντεῦθεν· σὺ δὲ μόνον. οὐκ ἐν χεροῖν ἔχων τὸν λόγον, εἰ ἄρα ἀπώκνησας ἐπικύψαι οἷ μικρόν, καὶ ἀρετὴν ἣν ἔχει περιεργάσασθαι, πότε μοι πρὸς τὸ ἴσον τῆς προθυμίας μέτρον ἀφίξῃ; ἀλλ’ ὡς ἂν καὶ τὸ ἕτερον ἀκούσῃς, καί με μᾶλλον τοῦ πάθους καταπλαγῇς, ἤδη μὲν ἤγγειλέ τις τὴν τοῦ λόγου παρουσίαν, ἐγὼ δ’ ἀκούων ἐδόκουν τινὰ διὰ τῆς ἀκοῆς εἰσδέχεσθαι φλόγα, ἐπυρούμην τε ὅλως καὶ κίνησιν ἐπεχείρουν ἀνώμαλόν τινα καὶ τεταραγμένην κινεῖσθαι, οἵαν καὶ πολεμικοί τινες ἄνδρες καὶ ἡρωϊκοὶ κινοῖντ’ ἄν, ἄλλους διαγωνιζομένους ὁρῶντες, ὅπλων αὐτοὶ ὑπό τινος ἀνάγκης καὶ ἀγωνίας εἰργόμενοι.

ὥστε καὶ πρὸς δόνακα καὶ χάρτην καὶ μέλανα ἔβλεπον ἤδη, κἂν εἰχόμην ἔργου, καί σοι λόγον ἐλεπτούργουν ἀρτίως οὐ κατὰ χρείαν μᾶλλον ἢ φιλοτιμίαν προσήκοντα, εἰ μή τις ἑτέρωθεν ἀντέκρουε λογισμός· πλὴν τὸ ἡμέτερον περὶ τὰ τοιαῦτα ζηλότυπον, εἴτ’ εὖ ἔχον εἴτε καὶ μή, τοιοῦτον· σὺ δὲ τάχα τὸν λόγον ἑώρακας, καὶ περὶ τοῦδε τοὺς πυνθανομένους διδάξεις· εἰ δὲ μή, ἀλλ’ ἐκ τοῦ γράμματος διεγερθεὶς δράσαι σπεύσας ἀμφότερα, καὶ ἰδεῖν δηλονότι καὶ διδάξαι.

Τῷ Λογοθέτῃ τῶν γενικῶν τῷ Ἀκροπολίτῃ Ὁ μὲν κανὼν τοῦ μάρτυρος συνεπιλαμβανομένου, εἴ τι καὶ ἡμῖν ἐπῆλθεν ἄξιον τῆς ἐκείνου χάριτος καὶ νοῆσαι καὶ φθέγξασθαι, καὶ τὴν χθὲς καὶ ἔτι τὴν πρὸ τῆς χθὲς ἤνυσται καὶ πέρας ἔχει· ὅστις δ’ αὐτὸν οἷον καὶ ἀναγινώσκεσθαι γράψει παρ’ ἡμῖν οὐκ ἔστιν· εἰ δὲ λέγεις ἐμέ, ἐγὼ μὲν γράφειν καὶ εἰδυῖαν ὁμολογῶ καὶ ἰσχύουσαν ἔχειν τὴν χεῖρα· ὅτι δὲ γράφοντος χειρόνως ἔχειν συμβαίνει τὸν ἀσθενῆ ὀφθαλμόν, ἄλλοις τοῦ ἔργου τοῦδε καὶ τῆς φιλοτιμίας παραχωρῶ· ἐγὼ δὲ εἴην ὡς μὴ εἰδὼς μηδὲ ἰσχύων, εἰ ταύτῃ γε ἔχοντος ἄμεινον ἔσται τῷ ὀφθαλμῷ· καὶ γὰρ οὔσης ζημίας, τῆς μὲν ἐκ τοῦ τὴν χεῖρα ἀργεῖν, τῆς δ’ ἀπὸ τῆς τοῦ ὀφθαλμοῦ καχεξίας, οὔσης δὲ καὶ ἀνάγκης τούτων ἡμῖν τὴν ἑτέραν προσεῖναι, εἰ καὶ μὴ ἀμφοτέρας, ἑλοίμην ἐγὼ τὴν πρώτην, ἐλάττονα μὲν οὖσαν, βελτίονα δὲ ὡς ἐν συγκρίσει δύο κακῶν, οὐχὶ τὴν δευτέραν τὸ μεῖζον ἐν δυστυχήμασιν ἔχουσαν· ἀλλ’ ὅπερ ἄνωθεν ἔλεγον, εἴπερ ὑμῖν πέμπειν τὸν κανόνα κελεύεις εὐκρινῶς ἔχοντα τῆς γραφῆς ὥσπερ που δίκαιον καὶ ἐμφανίζεσθαι, πρὸς ἡμᾶς πρότερον ὅστις αὐτὸν οὐκ ἀτέχνως γράψει, πεμπέσθω.

Τῷ μοναχῷ Ἰασίτῃ Ὁ ἐμὸς καὶ σὸς Κλήμης πρὸς ἡμᾶς ἀναλύσας ἔδοξεν ἑαυτῷ τι κοινὸν ἔχειν ἡμῖν ἀγγέλλειν· καὶ μὴ νομίσῃς τοῦτ’ εἶναι τὸ κατὰ τὰ κεράμια συμβάν, ἃ τὸν μέλανα καὶ παλαιὸν καὶ καλὸν φέροντα οἶνον, ἀτεχνῶς ὡς σκεύη κεραμέως, ὅστις ἦν ὁ συντρίψας, συνέτριψε, καὶ τὸν ἐν αὐτοῖς οἶνον οὐ καινῶς μὲν ἐξέχεε, καινῶς δὲ ἀνιμήσατο καὶ καλὸν πίνειν αὖθις κατέστησεν, εὐλογίαις καὶ ᾠδαῖς ἅπαν κοινὸν καὶ ἀκάθαρτον ἀποσοβήσας αὐτοῦ, ἀλλ’ ἦν ἡ τοῦ Κλήμεντος ἀγγελία, ὅτι θαυμασία τις ἡ ἐπ’ αὐτῷ σοι δεξίωσις γέγονε, καὶ ὅταν μόγις ἄν τις ἐπ’ ἀδελφῷ ἢ καὶ παιδὶ γνησίῳ ἐνδείξαιτο, ἐκ μακρᾶς ἀποδημίας ἰόντι· καὶ ἅμα ταῦτα λέγων ἐπειρᾶτό σοι μᾶλλον πρὸς φιλίαν ἑνοῦσθαι πείθειν ἡμᾶς, καὶ τῆς εἰς σὲ ἀγάπης ὁλοψύχως ἀνθάπτεσθαι ἐγὼ δ’ ἀκούων κατεγέλων καὶ ἀφέλειαν αὐτοῦ κατεγίνωσκον, εἰ ἐμοὶ χρόνον ἤδη τοσοῦτον τὴν σὴν φιλίαν καὶ ἐξεπισταμένῳ, καὶ οὐκ οἶδ’ εἴ τι ἕτερον στέργοντι ᾤετο πρώτως ἄρτι κομίζειν ταύτης τεκμήριον καὶ ὡς ἐντεῦθεν καὶ σύνδεσμον τοῖς ἀδιαστάτοις ἐπιβάλλειν ἐπιχειρεῖν, καὶ φλόγα προσεπιφέρειν οὕτω μεγάλῳ καὶ θαυμασίῳ πυρί.

ἀλλ’ ἐκεῖνος μὲν ἀφελῶς ταῦτα καὶ μηδὲν εἰδὼς ὡς ἡνώμεθα καὶ παρ’ ἀλλήλοις ἐσμέν· ἡμεῖς δέ σοι χάριτας ὁμολογοῦντες, οὐ τῆς πρὸς Κλήμεντα προσφάτου φιλοφροσύνης, τῆς δὲ πρὸς ἡμᾶς ἀεὶ στοργῆς ἕνεκεν, δεόμεθα τοῦ Θεοῦ τοσαῦτά σοι τῶν ἀγαθῶν παρασχεῖν, ὁπόσα ἂν καὶ ἡμῖν ἐκεῖθεν γενέσθαι εὐχόμεθα. Εἰ δ’ ὑποπτεύεις τὴν παρ’ ἡμῶν αὐτῶν ἡμετέραν εὐχὴν ὡς περὶ μικρῶν οὖσαν καὶ ἐνδεῶς ἔχουσαν, ἀλλά σοι τοσαῦτα παρέχοι Θεός, ὁπόσα δὴ εὔξαιο ἂν αὐτός· γένοιτο δ’ αὐτὰ ταῦτα καὶ ἡμῖν παρ’ αὐτοῦ, ταῖς εὐχαῖς σου δυσωπουμένου.

Τῷ αὐτῷ Ἡδέως μὲν τοὺς ἰχθῦς ἴδομεν, οὐχ ὅτι ἰχθῦς, ἀλλ’ ὅτι σὺ πέπομφας· τοῦτο γὰρ αὐτοῖς καὶ τοῦ πρὸ πολλῶν καὶ καλῶν καὶ μεγάλων ἄλλων λογισθῆναι γέγονεν αἴτιον· ἡδέως δὲ καὶ τὸ γράμμα, ἀλλ’ οὐ καὶ τοῦτ’ ἐκ μέρους, ὡς τοὺς ἰχθῦς, δι’ ἀμφότερα δὲ ὅτι καλόν, καὶ ὅτι παρὰ σοῦ· εἰ δὲ καὶ τὸ ἑξῆς ἐθέλεις ἀκούειν, τῶν κεστρέων παρῆλθεν ἡμᾶς συμπάντων οὐδείς, οὐδ’ ὃ γὰρ μόνον εἱστίασεν· ὁ γὰρ πρὸς ὃν ἐχρῆν ὡς ἐπέταττες τοὺς πλείους τῶν δύο πέμπειν μοιρῶν, παρὼν μὲν ἥδιστα πεμψάντων ἐδέξατο· καὶ ναὶ μὰ τὴν σὴν εὐχήν, καὶ τοῖς πέντε πρὸς αὐτὸν ἀπιοῦσιν, εἴπου τ’ ἂν καὶ οἱ δύο, ἅμα τε τὴν ἀποστολὴν τῇ προσθήκῃ καὶ σὲ τὸν πεπομφότα φίλον κυδαίνοντες· νυνὶ δ’ ἐκεῖνος καὶ ἄκοντας ἄκων τῶν συμπάντων κυρίως ἀφῆκεν ἡμᾶς τὴν τῶν δὲ παρουσίαν τρεῖς ὅλας ἡμέρας προκατειληφὼς ἐξιών· μηκέτι γοῦν σὺ περὶ ἀνταποδόσεως καὶ τόκου λογίζου, μήτε μὴν περὶ δόσεως· τότε γὰρ χρέος, ὃ ἂν ἀποδιδούς τις διέλυσεν, ἐπειδήπερ ἐξ ἡμῶν διὰ σέ, ἀπῆλθεν οὐδὲν ἀλλαχοῦ οὐδὲ συνέστη τὴν ἀρχήν.

Ἀτὰρ ἰχθῦς καὶ μάλιστα κεστρεῖς οὔτε διαλείπουσιν ἥκοντες ὁθενδήποτε, καί σοι τὴν δόσιν εἰ καὶ ἄλλως ἡμῖν προσφιλής, τῆς δ’ οὖν χρείας ἕνεκεν περιττὴν ἀποφαίνουσι· μάλιστα μὲν οὖν ἡμᾶς ἐχρῆν νησιώτας τὸ ἀνέκαθεν ὄντας καὶ νῦν ἐπιθαλασσίους πέμποντάς τι ὧν ἡ θάλασσα δίδωσι, τὴν ὄρειον ἡμῶν τράπεζαν παραμυθεῖσθαι, ἀλλ’ οὐχ ὑμᾶς πρὸς ἡμᾶς ἅπερ ἔχομεν πέμποντας· ἀλλὰ σύ γε βιάζεις, καὶ τὸ πρᾶγμα φιλονεικῶν, ἄλλως ἢ τὸ δίκαιον ἔχει κινεῖς εἰς ἔνδειξιν φιλίας ἴσως ἐρεῖς· ἀλλὰ πάλαι ποτὲ συμβόλων ἡμῖν καὶ τεκμηρίων ἔδει θεσπέσιε, ὅτε καὶ ἀτελέστερον ἔχοντες δεόντως τοῖς μέσοις δεσμοῖς τῶν ἄκρων ἐχρώμεθα· νυνὶ δὲ τὴν ἕξιν ἢ συλλογισμοῦ τε καὶ διανοητικῶν κινήσεων προσδεής ἐστιν ὑπεραναβάντων, εἰς ἄσχετον δὲ εἰ καὶ παράδοξον εἰπεῖν σχέσιν ἐνιδρυμένων, οὐκ οἶδα τίνα φήσαις καιρὸν ἔχειν προσήκοντα τὰς μεσότητας. Καὶ ταῦτα μὲν οὖν εἰ μὲν εἴρηται κατὰ λόγον, ἐπίσχες πρὸς τοὺς οὐδὲν δεομένους ἐκδαπανώμενος· εἰ δ’ οὖν αἰσχύνη μὲν οἶδα ἕψεται, συχνὰ δεχόμενοι ἀεὶ μηδὲν ἀντιπέμπειν· πλὴν τί καὶ δράσομεν; ἥκοντός τινος δεξόμεθα, μὴ τῆς χρείας ἡττώμενοι μηδὲ λιχνευόμενοι, τῇ δὲ τοῦ πέμποντος ἀγάπῃ νικώμενοι.

Τῷ Μελιτινιώτῃ Ἐμὸν πάθος—κάλει δὲ σὺ τοῦτο καὶ διανοίας ἀμβλύτητα καὶ τεχνικὴν εἰ βούλει περιεργίαν—πλὴν ἔστι τοῦτο· πόνημα τῶν ὑφ’ ἡμῶν λογίων εἰς χεῖράς ποτε λαβόντα μὴ ἅπαξ ἀπαλλάττεσθαι διελθόντα, τρὶς δ’ ἕκαστον κἂν τὸ φαυλότατον ὂν τύχῃ ἢ καὶ τοὐλάχιστον δίς· τὴν γὰρ πρώτην αὐταῖς ψιλαῖς ταῖς ἐννοίαις προσέχων τὸν νοῦν, τὴν δευτέραν ἢ καὶ τρίτην ἐξακριβοῦμαι τὰ τῆς λοιπῆς ἀρετῆς. Εἰ τοίνυν καί τισιν ἑτέροις κοινὸν τὸ πάθος, οὐκ οἶδα· πλὴν εἰ δεῖ με κοινὴν ἐκ τῶν ἰδίων ἐμαυτοῦ κρίσιν ἐκφέρειν, τὸν μὲν οὕτω πως μετιόντα τοὺς λόγους πολλὰ μὲν καὶ τῶν καλῶς ἐχόντων, πολλὰ δὲ καὶ τῶν φαύλως ἐκφεύξεται, πολλὰ δὲ καὶ ἀνθ’ ἑτέρων ἕτερα δόξει· ὥστε κἂν ὀξύτατός τις εἶναι δοκῇ, ἀλλὰ καὶ οὕτως—εἰ γοῦν ἀληθοῦς αὐτῷ καταλήψεως μέλει καὶ ἀκριβοῦς διαγνώσεως—καὶ οὕτω φημὶ πολλάκις αὐτῷ τοὺς λόγους μετιτέον ἐστί.

Τῷ Νεοκαισαρείτῃ Ὑγιαίνειν σε καὶ ψυχὴν καὶ σῶμα καὶ εὐθυμεῖν εὔχομαι σοφώτατε καὶ ποθεινότατε· ὑγιαίνομέν σοι καὶ ἡμεῖς· λεγέσθω γάρ, ἐπεὶ τί παρὰ τοῦτό γε ἕτερον εἴτ’ ἀληθὲς εἴτε καὶ μή, τοὺς πόρρωθεν ὄντας πρὸς τοὺς ἀγαπῶντας ἐπιστέλλειν χρεών; ἔδοξέ μοι καὶ δεύτερόν σοι γράμμα πέμπειν, καὶ πέμπω· εἰ δ’ ἀνειμίως ;

ἔχει καὶ ἀφελῶς καὶ ὡς οὐκ ἂν ἀρέσκοιτό τις τῶν σοφωτέρων ἀκούων, πόρρω δὲ εἰρωνείας ὁ λόγος, καί μοι μὴ ἀχθεσθῇς· εἰμὶ μὲν κἀγὼ τὸ μέρος αἴτιος τοιαῦθ’ ὡς ἐπὶ τὸ πολὺ συντιθείς τε καὶ ἐργαζόμενος, οὐ μὴν ἀλλὰ καὶ αὐτὸς ἔχοις ἂν οὐκ ἐλαχίστην αἰτίαν, μὴ ἅπερ σοι μᾶλλον ἡμῶν εἰδέναι παρέσχεν ἡ πεῖρα γράψας μηδὲ διδάξας· λέγω δὲ τίσι μὲν πρὸς τοιοῦτον γράφοντι τῶν νοημάτων χρηστέον, τίνων δὲ ἀφεκτέον, πῶς τε αὖ διαθετέον, καὶ μέχρι πόσου δὴ καλὸν ἐκτείνειν ἢ καὶ συστέλλειν· ἦ γὰρ ἂν εἶχε καὶ μετρίως βέλτιον, εἰ καὶ μὴ πάμπαν τὰ γράμματα, πρὸς τὸν τύπον ὁρώντων ἡμῶν καὶ κατὰ δύναμιν ἀπευθυνομένων· ὅτι δὲ μὴ τοῦτο γέγονε, καὶ νῦν ἤδη ἀνεῖταί σοι καὶ κεχάλασται ταῦτα, καὶ αὖθίς γε δεῆσαν, καὶ αὖθις γράφειν ἀνεθήσεται· εἰ μὴ οἶα δὴ πολλὰ τὰ τῆς φιλίας προμηθευσάμενος, γράμματι πρότερον ἢ μηνύματι τοῦ πρεσβυτικοῦ τοῦδε καὶ χαλαροῦ μεταπείσας εἴδους τῆς ὁμιλίας ἀφέμενον, ἐφ’ ἕτερον παραβιάζειν ἑαυτὸν μεταβαίνειν, ἀκμαιότερόν τε καὶ ἀνδρικώτερον παρὰ σοὶ γοῦν καὶ τὰ καθ’ ἡδονὴν τοῖς σοφοῖς ἡμᾶς ποιεῖν, καὶ τἀναντία αὐτόθι γράφοντας· ἀλλ’ ὑγίαινε καὶ εὐθύμει, ταῦτα δὴ τὰ ἐν προοιμίοις καὶ ὑπὸ τοῦ Θεοῦ πρὸς ἅπαν θεοφιλὲς ἔργον ῥώννυσο.

Τῷ θεσσαλονικεῖ Δημητρίῳ τῷ Βεάσκῳ Ἐνέτυχον, ἀδελφὲ ποθεινότατε, τῷ ἡμετέρῳ προέδρῳ, καὶ ἱκεσίαν αὐτῷ ἣν προσάγειν ἠξίους προσήγαγον, οὐδὲν ἀνιεὶς τῶν ὅσα ἦν εἰπόντα δυσωπῆσαι καὶ πεῖσαι. Ἐπείσθη οὖν, ἵνα μὴ μακρολογῶ ὁ ἱερὸς ἀνὴρ καὶ κατένευσε τί ποιήσει; αὐτίκα Θεσσαλονίκῃ τῇ ἡμετέρᾳ ἐπιστὰς τοῦ εἰς δύναμιν ἥκοντος ἐπὶ σοί, ἐμὴν χάριν μὴ ἀμελήσειν, ἀλλὰ πρόσιθι αὐτῷ ἥκοντι ἤδη, καὶ τῶν ἐπαγγελιῶν λάμβανε πεῖραν. Ἂν μὲν οὖν ἱκανῶς λήψῃ, Θεῷ τε καί τ’ ἀνδρί, τῷ μὲν ὡς εὐεργέτῃ καὶ πρωταιτίῳ, τῷ δ’ αὖ ὡς οἰκονόμῳ καλῷ κἀγαθῷ τῶν ἐκείνου χάριτας ὁμολογεῖν μὴ ἀνῇς· ἂν δὲ θάτερον βλέπῃς προβαῖνον, Θεὸν μὲν καὶ οὕτω πάντως καὶ πάντας εὐεργετοῦντα δόξαζε καὶ ἀνύμνει, τοῦ δὲ ἀποστάς, ἡμῖν τὸ τῶν ὑποσχέσεων ἀτελεσφόρητον γνώριζε, καὶ ἡμεῖς τοὐντεῦθεν αὐτὸν βραχείᾳ ἴσως ἐπιστολῇ αὖθις νύξαντες ἐπὶ τὸ προαιρεῖσθαί τι δρᾶν ἐπανάξομεν, σπεύδοντά τε ἅμα πρὸς τοῦτο καὶ ἑαυτῷ μεμφόμενον, ὅτι μὴ ἐν πρώτοις ἅπερ ὑπέστη τετέλεκεν.

Τῷ μυστικῷ κυρῷ Ἰωάννῃ τῷ ὑπερτίμῳ Ἀδελφὲ ποθεινότατε· προοιμιάζεσθαι ἐν τῷ παρόντι μακρὰ καὶ ταῦτα πρὸς σὲ χρείαν μὴ εἶναι τὸ παράπαν δοκῶ, ἀξίωσις δέ μοι καθαρὰ τὸ σύμπαν ἔστω τοῦ γράμματος· ἡ δὲ ἀξίωσις περὶ τοῦ νεανίου, ὅτῳ συνομαρτῆσαι, διὸ ὑπῆρξεν· ἔστι δὲ οὗτος, ἵνα μικρὸν ἄνωθεν ἄρξωμαι τῆς πρὸς σὲ ὁμιλίας, τὰ ἐς εὔνοιαν δεσποτῶν ἀσφαλέστατος· καὶ τοῦτο μὲν ἔχεις ἂν εἰδέναι βέλτιον ὁ δεσπότης σύ, οἶδα δὲ κἀγὼ φυσιογνωμονήσας ὅσον ἐξῆν ἐκ τῶν ἔξωθεν· παρέχει δὲ καὶ ἑαυτὸν ἐπιτήδειον εἰς θεραπείαν πάντα πεπαιδευμένον εἰς ὁμιλίαν, πρὸς ὅπερ ἂν καὶ κελεύσοι τις ἐργάτην ταχύν· καὶ ἔστι τοιοῦτος ὁ μειρακίσκος, ἵνα συνελὼν εἴπω τὸ πᾶν, ὁποῖον καὶ εὔξαιτ’ ἄν τις πλουτῆσαι ἀνὴρ ἀγαθὸς κατὰ σέ.

Τούτῳ δυστυχῆσαι συνέβη· καὶ τὸ δυστύχημα πρόσκρουσις πρὸς σὲ τὸν καλὸν τούτου δεσπότην, φθονήσαντος κἀνταῦθα τοῦ δυσμενοῦς, καὶ τῆς ἀρετῆς τῷ νεανίᾳ βασκήναντος· ἀποστροφὴ τοὐντεῦθεν τούτῳ παρὰ σοῦ, καὶ ἄλλο εἴτι ἕπεσθαι ἐν τοῖς τοιούτοις φιλεῖ, εἰς ἀποτροπιασμὸν οἶμαι καὶ ταῦτα τοῦ πράττειν ἀπροσεκτούντως ἐν τοῖς ἑξῆς· ὑπέμεινε ταῦτα δυστυχήσας ὁ μείραξ, ἔφερε τὴν κατ’ αὐτὸν συμφοράν, ἔφερε καὶ τὴν ἡμερωτάτην σου παίδευσιν· εἶθ’ εὑρίσκει συγγνώμην, προσλαμβάνεται καὶ αὖθίς σοι τῷ τούτου δεσπότῃ· οὐ γὰρ ἔπρεπεν ἀγαθὸν ὄντα σε μὴ καὶ πάλιν θεραπεῦσαι, ὅντινα λόγῳ παιδεύσεως ἔπληξας· πλὴν οὐχὶ καὶ αὖθις εὐτυχεῖ ἣν καὶ πρὸ τοῦ ἐφαίνετο ἔχων εὐμένειαν· ἀλλ’ ὑπόδειλός ἐστιν ἔτι καὶ ὑποτρέμει τὰ πολλά, μέρος τι ἐναπολελεῖφθαι δοξάζων τῆς πρὸς ἐκεῖνον ἀποστροφῆς καὶ τοῦτο τάχα μὲν διὰ τὸ μὴ κατὰ τὸν ἄνωθεν τρόπον τούτῳ παρέχειν σαυτὸν ἱλαρώτερον, τάχα δὲ καὶ διὰ τὸ μὴ φαιδροτέρᾳ τῇ ὄψει τὴν πρὸς ἐκεῖνον σημαίνων συμπάθειαν.

Ἀλλὰ τοῦτο μέν, εἰ οὕτως ἔχον καὶ οἰκονομικῶς οἶδα καὶ παιδεύσεως χάριν γινόμενον, τέως γε μὴν ἵνα φιλανθρωποτέρου τοῦ κοινοῦ καὶ αὐτὸς τύχῃς δεσπότου, τελείας ἀξιωθήτω τῆς συμπαθείας ὁ παῖς, καὶ μὴ ἐπὶ πλέον ἐάσθω ταῖς θλίψεσι κατατρύχεσθαι· πτωχὸς γάρ ἐστιν, ἄπορος παντός· εἰς Θεὸν μόνον ὁρῶν καὶ εἰς χεῖρας τὰς σάς· ὥστε καὶ εἰ τοῦ δέοντος πόρρω βεβάδικεν, ἀλλὰ τῆς παρὰ σοῦ καὶ αὖθις ἀπολαυέτω συγγνώμης· οἶδας γὰρ ὥς ἐστι δεσπότης καὶ τοῖς δοκοῦσιν ἐλευθέροις ἡμῖν καὶ πταίομεν καὶ προσκρούομεν καὶ συχνότερον ἤπερ καὶ ἀναπνέομεν, ἀλλ’ ἐπαγγέλλεται ὁ δεσπότης πάντων τούτων τὴν ἄφεσιν, εἴ γε καὶ αὐτοὶ μὴ ἐγκαλεῖν ἐθέλομεν μηδ’ ὑπ’ αἰτίαν τὸν ἅπαντα χρόνον ἄγειν τοὺς πρὸς ἡμᾶς πλημμελήσαντας· ἵν’ οὖν ἐκείνου καθαρῶς αὐτὰς τῶν ἐγκλημάτων ἀπολύοντος τύχωμεν καὶ αὐτοὶ τοὺς ἐπταικότας συγγνώμης καθαρᾶς ἀξιώσωμεν. Ἔχε ταῦτα παρακαλῶ, καὶ ὁ παῖς τὴν σὴν ἡμερότητα ποιήτω τροφήν, ἵν’ εὐφρανεῖς μὲν οὕτω ποιήσας πρῶτον Θεόν, ὃς καὶ τὴν πρὸς ἀλλήλους συμπάθειαν νενομοθέτηκεν, εὐφρανεῖς δὲ καὶ Γεώργιον τὸν σὸν εἴγε χρεὼν καὶ τὸ κατ’ ἐμὲ ὥς πέρ τι ἐν τοῖς τοιούτοις τιθέναι. Καὶ πρός γε τούτοις ἀνακτήσῃ τὸν ἐκλελοιπότα ἤδη ταῖς ἀθυμίαις θεράποντα.

Τῷ μητροπολίτῃ Ἐφέσου κυρῷ Ἰσαάκ Ἁγιώτατε δέσποτα, Ἡνίκα εἰς μνήμην ἔλθω—ἔρχομαι δὲ τὸν ἀεὶ χρόνον— οἷος ἡμῖν δεδώρηται παρὰ Θεοῦ εἰς παραμυθίαν τῆς ἐνεστώσης ζωῆς, ἐκπλήττομαι μὲν τὸ μέγεθος τῆς εὐεργεσίας, καὶ βούλομαι προσάγειν εὐχαριστίαν Θεῷ· ἀλλ’ ἐπειδὴ τῆς ἀξίας τοῦ τοσούτου πράγματος ἀπορῶ, ἐκεῖνο μόνον φθέγγομαι τὸ προφητικόν, τί ἀνταποδώσομεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν; οὐ γὰρ μόνον μέγα τὸ δῶρον, ἀλλὰ καὶ πολλαπλοῦν· παρακλήτωρ γὰρ ὑπάρχεις ἡμῶν μετὰ Θεόν, καὶ παρὰ Θεοῦ κηδεμών, στοργὴν εἰς ἡμᾶς ἐνδείκνυσαι μυρίων πατέρων ἐπὶ τέκνοις διάθεσιν ὑπερβάλλουσαν· τἄλλα πάντα τυγχάνεις ἡμῖν ὤν, ὅσα ψυχῇ αἰσθανόμεθα, ψυχῇ τρυφῶμεν, καὶ ἀδυναμίᾳ λόγου ἀνέκφορα μένομεν ἔχοντες· ὥστε ὑπὲρ τίνος εὐχαριστήσει τις ἀξίως, ἢ πῶς;

Ἔγωγε, θειότατε δέσποτα, ἵνα τἄλλα παρήσω, ἡνίκα τὸ βιβλίον εἰς χεῖρας ἐδόθη μοι, καὶ κατενόησα οἶόν ἐστιν, ἀφῆκα μὲν εὐφραίνεσθαι, ὅπερ ποιεῖν εἴωθα ἐπάν τι κτῶμαι ὁ φιλόβιβλος ἐγώ, ἱστάμην δὲ μᾶλλον ἀμηχάνως ἔχων ὑπὸ τοῦ θαύματος, συχνὰ στρέφων αὐτὸ καὶ ἀναλογιζόμενος, πῶς ὅλως τὸν τοῦ τοιούτου κτήματος ἤνεγκες χωρισμόν, καὶ ταῦτα γινώσκων εἶναι τὸ χρῆμα τῆς ἀγάπης ὑπερφυὲς παρὰ σοί, καὶ πολλὴν κεκτημένον τὴν δυναστείαν· ἀλλ’ οὖν τό τε κάλλος τοῦ ὁρωμένου, ἥ τ’ ἐπίλοιπος ἀρετὴ ξενίζεσθαι παρεσκεύαζεν· ὡς δὲ καὶ ἡ τοῦ σεβασμίου χοὸς ἀποστολή, ὃν ὁ θεῖος τοῦ παρθένου πηγάζει τάφος, τίνος τῶν μεγίστων οὐκ ἂν εἴη τεκμήριον; ποίας ἀγάπης οὐκ ἂν ἔχοι ἀπόδειξιν; ἐπέμφθη γὰρ εἰς εὐλογίαν οὗτος ἡμῖν, εἰς ἁγιασμὸν ψυχῆς τε καὶ σώματος, εἰς ἀποτροπὴν τῆς ἐκ τοῦ ἀντικειμένου ἐπιβουλῆς, εἰς ὅ, τι κάλλιστον καὶ σωτήριον.

Καὶ ἡμεῖς αὐτόν—τοῦτο μὲν καὶ διὰ τὴν αὐτόθεν χάριν, τοῦτο δὲ καὶ διὰ τὴν τοῦ πεπομφότος εὐχήν—μετὰ πίστεως τοῦ ταῦτα ἐνεργεῖν εἰς ἡμᾶς δύνασθαι ἐδεξάμεθα· καὶ εἴη οὕτως ἡμῖν νῦν τε καὶ εἰς τὸν ἐπίλοιπον βίον τῇ τῆς σῆς εὐχῆς πρὸς Θεὸν παρουσίᾳ.

Περὶ δὲ τῆς ἀποδημίας τοῦ ἡμετέρου Καλοειδᾶ, ὡς περιπαθῶς ἔσχον καὶ λελύπημαι, αὐτὸς παρών, αὐτὸς διδασκέτω· διετέθην δὲ οὕτως οὐ μόνον διὰ τὴν τοῦ ἀνδρὸς συνήθειαν, ὅτι συνὼν ἡμῖν χρηστὸν ἑαυτὸν παρεῖχε καὶ ἐπιεικῆ, ὡς καὶ ἀγαπᾶν αὐτὸν ἡμᾶς ἐκβιάζειν, ἀλλ’ ὅτι οὐδ’ ἡμεῖς ἔφθημεν ὁπόσον ἐσκοποῦμεν ἐπ’ αὐτῷ ἐκπληρῶσαι· καὶ τούτου τὴν αἰτίαν οὔ μοι δοκεῖ ἔτι καὶ νῦν παρὰ σοὶ ἄδηλον μένειν, εἴπερ τὰς εἰς δύσιν ἡμῶν ἀποδημίας ἀκήκοας, καὶ τὰς δι’ ὅλου χειμῶνος ἐκεῖσε διατριβάς· πλὴν καὶ οὕτως οὖτος ταῖς σαῖς εὐχαῖς βοηθούμενος, ἱκανῶς ἀκροασάμενος, ἱκανῶς ἐπιδέδωκεν· ἐγένετο δ’ ἂν αὐτῷ καὶ ἡ τελεωτέρα ἐπίδοσις νῦν μάλιστα, ἐπειδὴ καὶ νῦν ἡμεῖς λήξαντες τῆς περιπλανήσεως, νῦν ἐμέλλομεν καὶ ὅλους ἡμᾶς αὐτοὺς ἐπιδοῦναι αὐτῷ, ἤδη ὀξυτέρῳ ἑαυτοῦ γεγονότι ἐκ τῆς ἄνωθεν ἀκροάσεως· ὅμως τὸ σοὶ δόξαν λυσιτελὲς ὃν ὑπὲρ πᾶν ἕτερον νικάτω ἁπανταχοῦ· τούτου δὲ νικῶντος, πάντως οὐδ’ ἐν τῷ μετὰ ταῦτα ἄπορον ἔσται τοῦ μὴ τὴν ἀπὸ τῶν λόγων παντελῆ ὠφέλειαν προστεθῆναι αὐτῷ· ἤκει γὰρ τὸ μετόπωρον, καὶ λόγος ἐν ἐκείνῃ τῇ ὥρᾳ ἐπιδημήσειν σε μέλλειν τοῖς βυζαντίοις ἡμῖν.

Εἰ γοῦν γένοιτο ταῦτα, εἴθε δὲ γένοιτο καὶ ἐπισταίης ἡμῖν ἐαρινὴ κατάστασις ἐν χειμῶνι, ἕποιτο δὲ καὶ ὁ Καλοειδᾶς ἅμα μὲν ἐξυπηρετούμενος καθ’ ὃ ἂν χρεία γένηται τῆς αὐτοῦ ἐπιστήμης, ἅμα δὲ καὶ ὡς τὰ ἐλλείποντα ἑαυτοῦ προσαναπληρώσων, τεύξεται τούτου, καὶ ἔσται ἀμφότερα πάνυ καλῶς ἐξανύσας· πληρωτής τε φανεὶς τοῦ σώζοντος αὐτὸν σὺν Θεῷ θελήματός του, καὶ ἀναπληρωτὴς τῶν κατὰ λόγον ἐλλείψεων.

Ταῦτα μὲν ἐμοὶ ὑπὲρ τοῦ εἰρημένου ἀλγήσαντι, ἐπῄει θαρσῆσαι καὶ γράψαι· τί δὲ δήποτ’ αὐτῷ συμφέρει, πῶς τε τὸ συμφέρον οἰκονομηθήσεται, αὐτὸς σύ, δέσποτά μου, ἄμεινον εἰδείης, ὃς ἀρχῆθεν εὐεργετεῖν αὐτὸν ἀρξάμενος, οὐδέπω καὶ τήμερον ἐπέλιπες, οὐδ’ ἐπιλίποις διὰ τῆς ἐκ Θεοῦ πρὸς τὸ πάντας εἰς δύναμιν εὐεργετεῖν ἐπιχορηγηθείσης σοι χάριτος.

Τῷ Ξιφιλίνῳ Μάνθανε τὸν ἡμέτερον τουτονὶ δυοῖν τούτοιν δι’ ἕτερον παρεστῶτά σοι· εἰ μὲν ὡς ἠξιώσαμεν, καί τι ἔργον προυχώρησεν, ὑπηρετήσων ἥκει τῇ μέχρις ἡμῶν τοῦ πράγματος μετακομιδῇ· εἰ δ’ ἄπρακτα ἀξιοῦμεν τῷ τότε δευτέραν περὶ τῶν αὐτῶν ἥκει φέρων ὑπόμνησιν. Ἢ γοῦν κἂν αὐτὴν ταύτην ἀτελῆ μὴ δεικνύητε, ἢ δυσχερανοῦντες ἴστε καὶ τῷ ὑπηρέτῃ τῷδε καὶ τῷ φίλῳ ἐμοί· ἐμοὶ μὲν ἀξιοῦντι συχνά, τῷ δὲ καθ’ ἑκάστην παρισταμένῳ.

Τῷ Νεοκαισαρείτῃ Ὡρμημένον με τὴν χθὲς βαδίζειν πρὸς τὰ ἀνάκτορα, ἡ τοῦ συνήθους ῥεύματος ἐπέσχε καταφορά· καί σε οἶμαι οἷς ἐκεῖσε ἡμᾶς οὐ τεθέασαι τεκμήρασθαι τοῦτο, εἰ μή τινα ἔχεις ὄχλον αἰτιᾶσθαι πραγμάτων, ὅστις σε περισχών, τῆς περὶ ἡμῶν μνήμης ἐπήνεγκεν· εἰ δὲ καὶ ἐπέσχεν, ἀλλ’ οὐκ ἀργοὺς ἡμᾶς διημερεῦσαι κατέπεισε· τά τε γὰρ ἄλλα ἐπράττομεν ὅσα δὴ ἡμέτερα ἔργα, καὶ τῇ διαλελυμένῃ βίβλῳ τῇ σῇ τὰς χεῖρας ἐπιβαλόντες, ἔστι μὲν ἃ καὶ συνάψαι τοῖς ἑξῆς ἠδυνήθημεν, τοῖς δὲ ἀνακολούθως ἔχουσι καὶ διὰ πολλοῦ τοῦ μεταξὺ πρὸς ἄλληλα συναπτομένοις, ὅσον τὸ λεῖπον τῆς συνεχείας ἀριθμῷ καὶ μέτρῳ διαλαβεῖν ἐξισχύσαμεν· ὃ μὲν οὖν εἰργασάμεθα, σὴν χάριν, τοσοῦτον· σὺ δὲ ἄρα τίποτε πρὸς τὸ μετὰ ταῦτα ποιήσεις ἢ πῶς ἀνανεώσεις σαυτῷ τὸ χρησιμώτατον τοῦτο καὶ εὐκταιότατον χρῆμα, οἶμαί σε καὶ αὐτὸν εἰδέναι καλῶς· εἰ δ’ ἁμαρτάνω οἰόμενος, πρῶτα μὲν βιβλία πλείω, εἰ μὴ ἔνεστι συνέχον ὁπόσα τὸ σόν, ἁπανταχόθεν ζητήσεις, ζητήσοις δὲ καὶ βιβλίων ἐπισκευαστήν· τὰ μέν, ἵν’ ἐκεῖθεν τὸ λεῖπον προσαναπληρώσῃς τῷ σῷ, τὸν δ’ ὅπως συγκολλήσας καὶ συνδήσας τὰ πάντα διεσπασμένα, ὁλοκλήρου σε κύριον βιβλίου, καὶ οὐχ ἡμιτελοῦς ὡς τάχιστα καταστήσῃ. Τοσοῦτον δή σοι κἀγὼ πρὸς τὸ προκείμενον ἔργον εἰσφέρω, λόγον μὲν διεγέρσεως ἔχον, εἰ μὲν ἔτυχες προειδώς, εἰ δὲ μὴ προοῖδας, ἀλλ’ εἰσηγήσεως.

Τῷ Θεογνώστῳ κυρῷ Ἰωάννῃ τῷ ἰητρῷ Στομάχου κατάψυξις καὶ γαστρὸς φθορά, ἀηδία τε σὺν τούτοις καὶ ἡ ἀκόλουθος ἀδυναμία τὰ τῆς παρούσης ἡμῖν συναντήματα· τὸ δ’ ἴσως αἴτιον ἐκ τοῦ πλέον ἢ ἔδει θαρσήσαντας τῷ καιρῷ, ψυχρόν τι προσενέγκασθαι σιτίον ἢ πόμα ἢ καλυμμάτων καταφρονῆσαι· ἀλλὰ σύ γε σκεψάμενος τί τε ἐδεστέον, τί τε ποτέον, ἔτι τε καὶ εἰ βαλανείου χρῆσις ὀνήσει, τοῦτό τε καὶ τὴν δίαιταν δήλωσον, ἵνα τῇ μὲν ἀρτίως χρησάμενοι, τῷ δ’ ἐς νέωτα χρήσασθαι παρασκευασάμενοι ἰσχύσαιμεν αὑτοῖς ἡμῖν ὑφ’ ὑμῶν τοῦ συμφέροντος διδασκάλοις τὴν βελτίω τῶν ἕξεων ἐπανασώσασθαι. Ἀτὰρ μισθὸν ὑμεῖς ἐπὶ τούτῳ οὐ βούλεσθε, οὔκουν οὐδ’ ἐπὶ τοῖς ἄλλοις, οἷς ἡμᾶς κατὰ καιροὺς εὗ πεποιήκατε. Ἀλλ’ εἴτε βούλεσθε εἴτε μή, ἡ τῆς χάριτος μνήμη—ταύτῃ γὰρ τοὺς ἐραστὰς ἀμειβόμεθα—μισθὸς ὑμῖν τὸν ἀεὶ χρόνον κείσεται παρ’ ἡμῖν.

Τῷ Θεογνώστῳ ἰητρῷ πρὸς χάριν Τά τε χρειωδέστατα, τά τε μεθ’ ὧν ταῦτα συμπορίζεται τέλεον ἐσπάνισε παρ’ ἡμῖν· φάνηθι τοίνυν μὴ κενὰς ἔχων χεῖρας· καὶ τάχ’ ἄν, εἴπερ ποτὲ τὴν τοῦ ἐπιτηδεύματος σαυτῷ ἐπαληθεύουσαν δείξοις προσηγορίαν, σώμασί τε κακουμένοις καὶ οἰκίᾳ ὅλῃ καμνούσῃ ὁμοῦ τῷ φανῆναι παρέχων ἀνάρρωσιν.

Τῷ Χαρτοφύλακι Θεσσαλονίκης τῷ Σταυρακίῳ Εὔχομαι ὑγιαίνειν σε, ἀδελφέ, καὶ ἐν πᾶσιν ἔχειν καλῶς· ζῶ καὶ ἐγώ· εἰ δὲ ἐρῶ ὅτι καλῶς, τῆς συνηθείας χάριν ἐρῶ, οὐ τῆς ἀληθείας. Τὰ πρακτικὰ καὶ ὑμέτερα δικαιώματα ἀπερρυηκότα τῷ χρόνῳ, καὶ ἣν εἶχεν ἰσχὺν ἀποβεβληκότα, κατελίπετε μὲν ὑμεῖς, ἵνα προβὰς ἐν αὐτοῖς θεῖος βασιλικὸς ὁρισμὸς τὴν πάλαι αὐτοῖς ἐπανασώσηται δύναμιν, καὶ οἷον ἔμβια τὸ δεύτερον καταστήσῃ.

Προέβη δὲ οὐδαμῶς οὐδὲ κατέστησεν· ὅθεν ἵνα μὴ καὶ παραρριφθέντα που ἀπόληται, καὶ διπλῆν ἀνθ’ ἁπλῆς ἔχοιμεν τὴν αἰτίαν, κἂν αὐτὰ ταῦτα μεθ’ ἧς εἶχε νεκρότητος ἔγνωμεν πέμπειν ὑμῖν· πέμπομεν τοίνυν αὐτά, καὶ σὺν αὐτοῖς χρυσοῦ νομίσματα δύο· ταῦτά ἐστιν ἐκεῖνα ἃ πρὸς ὑμῶν ὁ Κεραμέας λαβών, ἐμοὶ δίδωσι, μισθὸν ἐσόμενα τῷ γραμματικῷ· καί γε ἀμφότερά σοι ταῦτα ἥκει κομίζων Γεώργιος οὑτοσί, τῶν τοῦ ἀρχιερέως Ναυπάκτου παίδων ὁ δεξιώτατος· εἰ δ’ ἀνεπεξέργαστά σοι καὶ ἀπολυπλασίαστα, ἀλλὰ τό γ’ ἐξ ἡμῶν οὐδὲν ὥστε καὶ πλεονάσαι ἐδέησεν· οὗ δὴ ἕνεκεν οὐδὲ δίκαιοι ἡμεῖς πονηροί τινες ἀκοῦσαι καὶ ὀκνηροί, πολλῆς ἡμῖν οὔσης τῆς παραιτήσεως εἴ τίς ποτε ὡς ἐπὶ τούτοις ῥᾳθυμίσας προσενέγκοι γραφήν. Καὶ περὶ μὲν τούτων οὕτως.

Τὸ δὲ βιβλίον οἶδα μὲν ὡς σπουδάσεις, ἵν’ ὅτι μάλιστα καλὸν γένηται· εἰ γὰρ μὴ ἐν τούτῳ τῷ σῷ χαρίσαιο Γεωργίῳ, ἐν τίνι ποτὲ χαριῇ; ἀλλ’ εἰ καὶ τάχος τῷ καλῷ προσυπάρξει ἔτι χαριεστέρα ἵν’ οὕτως εἴπω ἡ χάρις γενήσεται. οὐ δὴ μόνον τούτου χάριν τὸ τάχος ἐπιζητοῦμεν, ἀλλὰ καὶ τῶν τοῦ ἀρχετύπου κυρίων, οἳ μηδὲν συνειδότες μηδ’ ἐλπίσαντες, ὅτι τὸ ἑαυτῶν κτῆμα ὑπερόριον γέγονεν, ἂν αἴσθωνται λυπηθήσονται, καὶ βαρέως ἕξουσιν ἐφ’ ἡμῖν, εἰ φίλοι ὄντες ἀπάτῃ τοιαύτῃ πρὸς αὐτοὺς ἐχρησάμεθα· ὡς ἂν δὲ τύχοι συμβὰν τοιοῦτον μηδὲν μηδὲ φίλους ἀνιάσωμεν ἄνδρας καὶ ὀκνηροτέρους εἰς τὸ μετὰ ταῦτα πρὸς μετάδοσιν τῶν οἰκείων ποιήσωμεν, σὺ φρόντισον· ναὶ πρὸς τῆς συμπνοίας ἡμῶν· τῷ δὲ κυρίῳ μου τῷ ἀδελφῷ ἡμῶν Καβάσιλα, εἴπερ ἦν ἄλλην ἢ τὴν παροῦσαν ἕξειν γραμμάτων ὑπόθεσιν, ἔγραφον ἂν κεχωρισμένως· ἑτέρας δὲ μὴ οὔσης, κοινὸν ἀμφοτέρων ἔστω τὸ γράμμα· ὑγιαινέτω γοῦν ὁ ἀνήρ, καὶ τὰ πάντα ἐχέτω καλῶς· τὰ αὐτά σοι γινώσκων καὶ περὶ ἡμῶν· μανθανέτω τε πρὸς τούτοις μηδὲν ἐνεργηκότας ἡμᾶς οἷς ἐνεργῆσαι ἐκέλευε. Καὶ εἰς τὴν ἀπεργασίαν τοῦ βιβλίου τῷ Ἡρακλεῖ σοι Ἰόλεως συμπαραλαμβανέσθω, οὐχὶ τέμνων καὶ καίων καὶ συγκαταστρεφόμενος, μὴ πρὸς Θεοῦ, ὅτι μηδὲ πολυκέφαλον ἐνταῦθα θηρίον, ἀλλὰ συσπεύδων καὶ συμπροθυμούμενος, καὶ βιβλίον οὔ τοι φαῦλον συνεξεργαζόμενος.

Τῷ Θεογνώστῳ Λευκὸς μὲν ὁ σὸς οἷνος, ἀλλ’ ἐκτετραμμένος καὶ ὀξώδης ὥστε καὶ στόμαχον καταστῆσαι οὐχ ὅπως καὶ ἱκανός ἐστιν, ὡς ἐγώ φημι· ἀλλ’ εἰ καθεστῶτά τις ἔχοι καὶ ἐρρωμένον, εἶτα πίνοι τοιοῦτον, ἀγαπήσειέ γε εἰ μὴ παρατρέψειε θᾶττον καὶ εἰς τὸ ἀτονώτερον μεταστήσοι· ὅμως εἰ φιλονεικεῖς—καὶ γὰρ φιλονεικεῖς, οἶον καὶ γαστρόρροιαν ἐπισχεῖν εἶναι τὸν σόν—τί μὴ καὶ ὄξος ἢ ὀμφάκων ζωμὸν προσφέρειν προσέταξας, οὐδὲν ἀλλοῖον οὔκουν ὅσα γε εἰς ποιότητα καὶ γεῦσιν τοῦ πεμφθέντος τοῦδε δυνάμενα; πλὴν ὅπως εἶχεν ὁ σός, ὁ ἡμέτερος εὖ ποιῶν φθὰς ἐκεῖνον τὸ πᾶν αὐτὸς τῆς ἰατρείας ἐξείργασται· ἀγανακτῶν, ὡς οἶμαι, καὶ ὑβριοπαθῶν, εἰ ἡμέτερος ὤν, κατὰ τὸν πρώην χρόνον αὐτὸς μονώτατος τὴν χρείαν ἀποπιμπλάς, ὅτε περίστασις ἧκε καὶ θεραπείας ἐδέησεν οὑτινοσοῦν ἥττων φανήσεται, καὶ τοῦ ἔργου τῆς ὑγείας ἑτέρῳ παραχωρήσει· οὔκουν οὐδ’ ἥττηται οὐδὲ παρεχώρησεν· ἀλλὰ γενναιότατα σπεύσας παντὶ τῷ ἑτέρωθεν ἥκοντι τὴν πρὸς ἡμᾶς ἐναπέκλεισεν.

Τῷ Νεοκαισαρείτῃ Πρὸς ἄλλον μὲν καὶ δὶς εἰ τοσαῦτα ἔχοντες οὐκ ἂν ᾑρήμεθα πέμπειν, πρὸς σὲ καὶ τούτων ἐλάττω, οὐκ ἂν παρῃτούμεθα· Ἐρεῖ τις ἴσως οὐ μὴν δὲ λέγων ὥστε καὶ ἀληθεῦσαι, ἐκεῖ μὲν τὸ μὴ θαρρεῖν αἴτιον εἶναι καὶ δεδιέναι γλισχρότητος ὄνειδος· ἐνταῦθα δὲ φιλίας καὶ ἀγάπης καὶ τὸ πάντα θαρρεῖν. Ἀλλ’ ἔγωγε εἰ τῶν τηλικούτων ἐπὶ τοιούτοις ἀξιοίσιν μιμνήσκεσθαι, ἄτοπός τις ἂν εἴην ταῖς ἀληθείαις οὕτω μεγάλων οὕτω φαῦλα ποιούμενος σύμβολα· νυνὶ δὲ ἀνῆκε τὴν μικρὰν θαρσῆσαι ἀποστολήν, τό τε τῆς γνώμης φιλόσοφον λέγω τῆς σῆς, ἥ τε τῶν καρπῶν ἀρετή· ἐκεῖνο μὲν ὁπηνίκα δέοι κρίνειν παραιτούμενον ὡς ἐπὶ τὸ πολὺ τὰς αἰσθήσεις καὶ οὐδαμῶς πλήθεσιν ἢ καὶ μεγέθεσι κατὰ τῆς ἀρετῆς νέμον τὸ κράτος, ἡ δὲ οἵα οὐδ’ ἐν πολλοῖς εὑρίσκοιτο τοῖς ὁμογενέσιν ὑπάρχουσα· ἀλλὰ δὴ ταύτην βουλοίμην μὲν αὐτὸς ἐπαινεῖν, οὐ δύναμαι δέ· καὶ φαῦλος ἂν εἴην ἐπιχειρῶν. Ἀτὰρ ὁ ῥήτωρ σὺ ὡς καλῶς τοῦτο δράσεις καὶ εἰς τέλος τῶν ἐπαίνων ἥξεις αὐτίκα μάλα εὐφράνας ἐντεῦθεν καὶ γλῶτταν καὶ ὑπερῴαν καὶ φάρυγγα, καὶ ὅσα σοι μετὰ τοῦ γευστικὰ εἶναι καὶ τὴν θαυμασίαν ἀποτορνεύει φωνήν.

Τῷ αὐτῷ Δι’ ἡμᾶς οὐχ ἥκεις· δι’ Ἀριστοτέλην οὐχ ἥκεις· τί τούτου τὸ αἴτιον; ἢ δειλία γε καὶ τὸ ἄλογον δέος. Καὶ μὴν ἵνα σοι παρασκευάσωμεν ἄδειαν τοῦ προσιέναι δὶς ἑξῆς ἐθεάθημεν· ἀλλὰ πρόσιθι· εἰ δὲ μή, καὶ τοῦ δέοντος δειλότερος παρ’ ἡμῶν τὰς ἁπάσας ἡμέρας ἀκούσῃ.

Τῷ αὐτῷ Βιβλίον οὐκ ἔστι παρ’ ἡμῖν· οὖ προκατήγγειλας γράμματα εἰς τὴν πατρίδα πέμπω. Ἀνάσχου οὖν τὴν σήμερον καὶ αὔριον μηνύσας ὅτι βεβαίως ἐλεύσῃ, ἐλθέ.

Τῷ αὐτῷ Εἰ τοῖς πόθῳ κάμνουσιν ἡμέρα μία βίος ὅλος, σὺ βίου ὅλου διαλιμπάνων ἡμέρας τῷ μένειν τοῖς ποθοῦσιν ἀθέατος, σύναγε ὅσον ἀνιᾷς ἢ καὶ ἀνιᾷ φιλῶν καὶ φιλούμενος.

Τῷ Σταυρακίῳ Ἀλλὰ τί σιγᾷς ἐπὶ τοσοῦτον, ἄνερ σοφώτατε, τί δὲ καὶ βραδύνεις καὶ οὐχ ἅμα μὲν ἀποστολῇ γενναίᾳ, ἅμα δὲ καὶ γενναιοτέρᾳ ἐπιστολῇ εὐφραίνεις ἡμᾶς τῇ τοῦ βιβλίου καὶ ἐπὶ τῷ βιβλίῳ; ἢ βούλει παντελῶς τὸ τῆς ὥρας εὔκαιρον παρελθεῖν, καὶ ὄμβρων ἄνωθεν γενέσθαι φοράν, καὶ κινηθῆναι μὲν ἀνωνύμους ποταμοὺς καὶ χειμάρρους Μακεδονίας, κινηθῆναι δὲ καὶ τοὺς Θρᾳκώους, τούς τε ἀπὸ Ῥοδόπης καὶ Αἴμου, καὶ μεταποιηθῆναι σαφῶς εἰς πελάγη καὶ λίμνας τὰς πεδιάδας, ἵνα σοι διὰ κλυδωνίου πρὸς ἡμᾶς κομίζηται τὰ βιβλία; ἢ οὐ συγγινώσκεις ὡς εἰ τὸν καιρὸν ἐκεῖνον ἀπεκδεχόμενος κάθησαι, χαλεπὸν ἡμῖν ἁπανταχόθεν ποιήσεις τὸ πρᾶγμα;

Οὐ γὰρ δὴ μόνον τότε εἰς τὸ ἡμέτερον τὸ τῆς ζημίας κεφάλαιον περιστήσεται, ἀλλά που καὶ εἰς αὐτὸ τὸ ἀλλότριον. Εἶτα τί; περιστήσεις μᾶλλον δ’ ἐπαναστήσεις τοὺς κυρίους τοῦ κτήματος καὶ ἐγκείσονται σφοδρῶς καὶ βοήσουσι, καὶ τὸ οἰκεῖον οἶον ἔχρησαν ἀπαιτήσουσι· καὶ πῶς γὰρ οὔ; οἳ καὶ χωρὶς τούτου διὰ τὴν βραδυτῆτα καὶ τὸ πόρρω γενέσθαι τῆς προθεσμίας ἤδη κεκράγασιν.

Ἀλλὰ δυσωπήθητι διὰ γοῦν ταῦτα καὶ σύντεινον σαυτόν, ἵνα εἰ μή τι ἕτερον χαριῇ, ἀλλὰ πραγμάτων ὅσα ἕξομεν ἀπαλλάξῃς καὶ ταραχῆς. Ζητείτω δὲ ἡμᾶς ὁ κομιούμενος τὰ βιβλία μὴ ἐν τοῖς ἀρχείοις—οὐ γὰρ εὑρήσει—ἐν τῇ μονῇ δὲ μάλιστα τοῦ Σωτῆρος —Ἀκατάληπτος ἐπονομάζεται—ἔνθα ἡμεῖς καταμένομεν. Εἰ δὲ καὶ μετὰ τὸ γνώρισμα τοῦτο ἔτι ἀγνοῶν διαμένει, ἀλλ’ εἰς τὸν Παντοκράτορα τὸ μέγα μοναστήριον ἐπιστάς, ἢ τὸν Κύπριον ζητείτω Γεώργιον, ἢ τὸ μοναστήριον αὐτῷ ἐπιδεῖξαι· καὶ πάντως ὅτι καὶ ἐν γειτόνων οἰκοῦμεν, ὅτι καὶ πολλῶν ἐτῶν τοῖς ἐκεῖσε μονασταῖς τυγχάνομεν γνώριμοι, οὐκ ἀπορήσοι τοῦ βουλομένου μέχρις ἡμῶν ἐξηγήσασθαι.

Τῷ αὐτῷ Καὶ πρώην μὲν ὁ Γεώργιος τῷ ἑαυτοῦ ἀδελφῷ Χαρτοφύλακι περὶ τοῦ βιβλίου, καὶ νῦν αὖθις περὶ τοῦ βιβλίου· ὡς εἶναι τὰ ἡμέτερα ἐν γοῦν τῷ παρόντι πρὸς σὲ οὐδὲν ἄλλο, ὅτι μὴ τὰ αὐτὰ καὶ περὶ τῶν αὐτῶν. Ἀλλ’ ἃ μὲν πρότερον ἐπεστείλαμεν, ἀνεπίγνωστος ἐκ Βερροίας διακομίσαι ὑπέσχετο ἄνθρωπος· ἃ δὲ νῦν ἕτερος· οὖτος δὲ καὶ μᾶλλον ἡμῖν ἀνεπίγνωστος, ὅσῳ μηδὲ πατρίδα αὐτοῦ πόλιν ἢ κώμην ἔχομεν ὀνομάζειν. Ἀλλὰ τίνος χάριν συχνὰ ταῦτα καὶ μεθ’ ὁτιοῦν, εὖ εἰδότι σοι ἀγορεύσω· ἀλλὰ καὶ ὣς ἀγορεύσω. Παρῆλθεν ἡ τοῦ θέρους ὥρα, ὅτε σαφῶς ἀκίνδυνά σοι μέχρις ἡμῶν ἦκεν ἂν τὰ βιβλία· παρῴχετο καὶ τῆς μετοπωρινῆς πλεῖν ἢ τὸ ἥμισυ· οὐ πάντῃ μὲν ἀκινδύνως κατὰ ταύτην τοιαῦτ’ ἄττα μακρὰν ὁδὸν φέροι τις, ὅμως χειμῶνος ἀκινδυνότερον. Ἳν οὖν μὴ ὁ καιρὸς ἐκεῖνος ὃν μάλιστα τῶν ἄλλων δεδίαμεν ἐν ὁδῷ τὰς βαμβακίνας ἀπολαβὼν μεγάλους ἡμᾶς, καθ’ Ὅμηρον εἰπεῖν, ἀποσφήλειε πόνοιο, πυκνά σοι τὰ γράμματα· τάχα δὲ σὺ πρὸς ταῦτα μέγα γελάσεις, καὶ τὴν τοῦ χειμῶνος ὡς ψυχρὰν ὀνειδιεῖς πρόφασιν. Ἔστω τοίνυν σὴν χάριν γέλως ὁ λόγος περὶ τοῦ ἡμετέρου· ὃ καὶ ἀποβαλοῦσιν ἴσως οὐδὲν ἔσται πρᾶγμα, πλὴν τοῦ καλὴν ἐλπίδα ἀποβαλεῖν.

Τί δὲ φήσεις περὶ τοῦ ἀλλοτρίου, ὅταν οἱ ἔχοντες αὐτὸ περιστάντες σπαράττωσι; τί γὰρ εἰμὴ ταῖς χερσίν, ἢ καὶ ἐνταῦθα γελᾶν ἔξεστιν, ἀλλ’ οὐκ ἔστιν ὡς ἔξεστιν. Οὐκοῦν εἰ μὲν ἔστι σοι λόγος, εἰπὲ πρὸς Θεοῦ τί ποτε πρὸς αὐτοὺς ἐροῦμεν· εἰ δὲ μὴ λόγος, ἀλλ’ ἀποφυγῆς μηχανή, φράζε τὴν μηχανήν, ὡς ἡμᾶς γε καὶ ἀμφότερα ἐπιλέλοιπεν ἤδη· ἀλλ’ ὡς ἡμᾶς, οἶμαι καὶ ὑμᾶς. Οὐκοῦν τούτου μόνου γενοῦ, πέμψαι πρὸς ἡμᾶς θᾶττον, μάλιστα μὲν ἀμφότερα τὰ βιβλία, εἰ δὲ μὴ τὸ ἀλλότριον.

Τῷ αὐτῷ Μάνθανε ὡς ὁ νεανίσκος οὗτος ἡμέτερος· ἢ τοῦτο πάλαι ἔχεις εἰδώς, καὶ οὐ δέῃ μανθάνειν. Οὐκοῦν ἕτερον τοῦτο μάνθανε· ἥκει πρὸς σέ, καὶ δύο ταῦτα ἡ ἄφιξις βούλεται· ἓν μέν, σὲ προσειπεῖν· ἓν δέ, τὸν καλὸν Νικόλαον διὰ σοῦ· ἀμφοῖν δὲ καὶ ἐπιστολὰς ἐγχειρίσει. Ἀλλὰ σὲ μὲν οἶδε καὶ προσερεῖ· ἐκεῖνον δὲ μὴ εἰδώς, οὐδὲ προσερεῖ· οὔκουν οὐδέ τ’ ἄλλο πληρώσει. Ὥστε εἰ μή τις αὐτὸν ἢ ὡς ἐκεῖνον ἄξει ἢ μακρόθεν δείξει, ἢ τελευταῖον τὴν καταγωγὴν ἔνθα ὁ ἀνὴρ καταλύει μηνύσει, ἐξ ἡμισείας ἡμῖν διαπεπραγμένος ἐπανήξει καὶ οὐχ ἅπαν ὃ ἐβουλόμεθα. Ἀλλὰ σὺ φιλίας καὶ συνηθείας μακρᾶς μεμνημένος, ἔργον ποίησον καὶ τὰ πρὸς ἐκεῖνον μὴ ἀτελῆ γενέσθαι τῷ μειρακίῳ· ποιήσεις δὲ ἢ ἀγαγὼν πρὸς ἐκεῖνον, ἢ δείξας, ἢ τὸ δῶμα μηνύσας· ἔρρωσο.

Τῷ αὐτῷ Ἐμὸς ὁ παρεστώς σοι καὶ ἥκει πρὸς σέ· ἀλλ’ ὅτι μὲν ἐμὸς οἶδας, τῆς δ’ ἴσως ἀφίξεως αὐτοῦ τὴν αἰτίαν οὐκ οἶδας. Ἔστι μὲν οὖν οὐχ ἓν τὸ κινῆσαν, διττὰ δέ· προσαγόρευσις καὶ ἀξίωσις· καὶ ἄμφω ταῦτα πρὸς σέ· ἡ μὲν φιλίας ἀποπληροῦσα θεσμόν, ἡ δὲ φιλίας ἀπαιτοῦσα ἀπόδειξιν. Βούλεται δὲ ἡ ἀξίωσις· ἐπειδή τις ἡμᾶς χρεία κεκίνηκε δι’ ἐπιστολῆς ὁμιλῆσαι τῷ δεῖνι, δι’ οὗ δ’ ἂν ἐκεῖνος τὴν ἐπιστολὴν δέξαιτο καὶ μειράκιόν ἐστιν, ἁπαλὸν δηλαδὴ καὶ ἀνόητον, καὶ οὐδ’ εἰδὼς αὐτὸν οὐδέποτε τυγχάνει, σὲ προθυμηθῆναι καὶ χειραγωγῆσαι καὶ διδάξαι· διδάξαι μέν τοι ὡς μὲν δεῖ προσιέναι, ὡς δὲ προσαγορεῦσαι, ὡς δὲ καὶ ὃ ἐπιφέρεται ἐγχειρίσαι. Ταῦτα ἡ ἀξίωσις, ταῦτά σοι καὶ ἡ τοῦ νεανίσκου ἐπιδημία σκοπεῖται· ὅπως δὲ μηδὲν αὐτῷ οἵῳ οὐκ ἄν τις ἀρέσκοιτο ἐξ ἀμαθίας πεπράξεται, σοὶ τῷ ἑτέρῳ μελήσει.