Ἔργον
Γρηγόριος Βʹ Κύπριος – Ἐπιστολαί
Φιλολογικές κρίσεις και επιστολική επικοινωνία
Επιστολές προς μαθητές και λογίους με επικρίσεις για καθυστερήσεις, φιλολογικά σχόλια και παρατηρήσεις για το ύφος και τη μορφή των κειμένων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Φιλολογικές κρίσεις και επιστολική επικοινωνία
Επιστολές προς μαθητές και λογίους με επικρίσεις για καθυστερήσεις, φιλολογικά σχόλια και παρατηρήσεις για το ύφος και τη μορφή των κειμένων.
Τῷ Νεοκαισαρείτῃ Τετράμηνον ὅλον ἀποδημῶν ἀθέατος ἔμεινας· καὶ ὁ μετὰ ταῦτα δὲ χρόνος ἡσυχίαν τὴν ἕκαστον καθ’ ἑαυτὸν ἀπαιτῶν ἀθέατον ἕξει σε· ζήλωσον τοὺς νηστευτὰς καὶ μιᾷ παρουσίᾳ ὡς ἐκεῖνοι τροφῇ, καὶ προειληφυῖαν, ἕως ἔτι καιρός, θεράπευσον ἔνδειαν καὶ μέλλουσαν παραμύθησαι.
Τῷ αὐτῷ Ἰδίωμα σόν, εἰ δὲ καὶ μόνον, οὐ νῦν ἐξετάζειν καιρός, ὅμως ἔστι τοιοῦτον· μέλλεις ποτὲ πρὸς χρείαν γενέσθαι τινί; τὴν πρὸς ἐκεῖνον οὐδ’ ἂν ἄστροις τεκμήραιο· χρήσιμος οὐκ ἂν εἴης παρών; διοχλεῖν ἀκαίροις ἐπιμιξίαις οὐκ ἂν παύσαιο· πῶς οὖν ἄν τις τὴν ἄτοπον ταύτην καὶ ἀκερδῆ θεραπεύσῃ συνήθειαν; πῶς οὐκ ἂν ἄλλως οἶμαι ἢ δυοῖν τούτοιν πράττων τὸ ἕτερον· ἢ ἀποφράττων σοι παντελῶς τὰς εἰσόδους, ἵνα μὴ πρὸς τὸ μηδὲν κερδαίνειν ἔχειν καὶ ὄχλον ἔχειν συμβαίνῃ, ἢ τό γε φιλανθρωπότερον, τότε μόνον ἀνοίγων ἡνίκα ἂν καὶ αὐτῷ τι τῶν δεόντων ἡ ἐπιδημία καταλαμβάνηται ἔχουσα.
Τῷ αὐτῷ Εἴθε μηδὲ τὴν ἀρχὴν βιβλίον ὑπῆρξεν ἡμῖν Ἀριστείδου· ἦμεν γὰρ ἂν καὶ τῶν πρὸς σὲ λόγων ὥσπερ καὶ τῶν πρὸς ἄλλους πάλαι ἀπηλλαγμένοι· νυνὶ δὲ δι’ ἐκεῖνο πολλὰ πρὸς σὲ λέγειν δοκοῦντες, δοκοῦμεν πάντοτε πρὸς σκιάν τινα λόγους ἀνασπᾶν· οὕτως ἡμῖν σοῦ δεομένοις, χρήσιμος εὑρίσκῃ, καὶ τὰ πάντα γινόμενος ἐν καιρῷ· ἀλλ’ ὦ τάν, εἰ μὲν μεγάλα ᾐτοῦμεν, καὶ ἐφ’ οἷς ἂν ἔκαμες κινηθείς, ἀναίνεσθαι ἔδει καὶ ὀλιγωρεῖν, κἂν εἰ μηδὲ τότε παντάπασιν εὐπρεπῶς· ὅμως δεδόσθω ὡς ἔδει· ὁπόταν δὲ οὕτω φαύλης οὔσης τῆς ἀξιώσεως ὡς καὶ μέχρι τοῦ λόγου ἐθελῆσαι εἰπεῖν εἶναι καὶ τὸ πᾶν ἀνύσαι, εἶτα οὐδὲν φαίνῃ ποιῶν, πῶς οὐ τετύφωσαι καὶ κατὰ τῆς ἡμετέρας κάθησαι ἀπορίας τρυφῶν, μὴ συνηθείας, μὴ λόγων κοινωνίας, μὴ ἡμερῶν μνημονεύων ἀρχαίων; τί μὴ θᾶττον τὰ βιβλία πέμπεις ἀμφότερα, ἀλλ’ αἰτίας συμπλάττεις καὶ σκήψεις εὑρίσκεις οὐκ οὔσας; ἄλλος λέγεις ἔχει, καὶ τί τοῦτο πρὸς ἀπολογίαν, εἰ τὸ μὲν αὐτὸς ἔχεις, τὸ δὲ λαβεῖν ἔξεστι καὶ μόνον βουληθέντι λαβεῖν· ἄλλος ἔχει; ἀλλὰ πρόσελθε σὺ τῷ ἔχοντι, εἰπὲ λόγον, μεθ’ οἵας εἰλήφει τῆς εὐκολίας ἀνάμνησον, καὶ χρηστὸς ὢν τὰ πάντα ἐκεῖνος καὶ ἐπιεικής, ζητήσει καὶ ὅτι μὴ πάλαι ἀπέστειλεν ἀπολογίαν εὑρεῖν.
Τοῦτο σὸν ἔργον γενέσθω, εἰ τέως οἶδας εὐλαβεῖσθαι τὴν δίκην μὴ ὅπερ καὶ πρότερον· μὴ προφασίσῃ μηδ’ ἀποκρύψῃ, μὴ ζητήσῃς ἀσυγκάλυπτα συγκαλύπτεσθαι, ὡς ὅτι ἂν μετίῃς τοιοῦτον, εὐφώρατον ἔσται, καὶ παῖδας ἐπὶ τούτῳ χαλαιπανοῦντας ἅμα καὶ γελασείοντας ἴδῃς· τὸ μὲν διὰ τὸ προφανὲς τῆς ἀπάτης, τὸ δὲ διὰ τὴν τῆς ὀλιγωρίας ὑπερβολήν, ἣν ἐν τῷ παρόντι οὐ κατὰ κόσμον ἔγνως ἐνδείξασθαι εἰς ἡμᾶς.
Τῷ Μελιτινιώτῃ Πολλὰ ἐγκαυχᾷ, ὀλίγα δὲ ὡς ἔσχε λέγεις· καίτοι γε ἐχρῆν, εἰ μὴ τὴν ἀλήθειαν, αὐτοὺς δὲ τέως πρὸς οὓς τοὺς περὶ ἡμᾶς ἐποιοῦ λόγους εὐλαβεῖσθαι, οἵ γε οὔτε σὲ ἀγνοοῦσι, καὶ ἡμᾶς ἴσασι. Νενίκηκας λέγεις, καὶ οὐκ εἶχες ὅπου θήσεις, καὶ ψυχρότατά σοι διείλεγμαι· καὶ ἴσως ψυχρότατα, ὅτι ὁμαλῶς τοὺς λόγους ποιούμενος οὐκ ἀσήμων φωνῶν τὸν ἀέρα ἐνέπλησα· τὸ δ’ ὅτι καὶ ὀλιγώρως ἡπτόμην τότε τῶν λόγων, τῷ μήτε τέλος αὐτῶν οὐδὲν ὁρᾶν ἔχειν, σέ τε διὰ χρόνου ἡμᾶς ἐπισκεψόμενον ἥκοντα ἀποκναίην μὴ βούλεσθαι, παραιτοῦμαι λέγειν, ἵνα μὴ Πρόκλον πρόφασιν ταῦτα λέγων, λέγειν τι δόξῃς.
Πλὴν ἐπειδὴ νενικηκέναι φῄς, πῶς σὺ νενίκηκας πρὸς Θεοῦ, ὃς ἀναθεματίζειν ἐπείσθης τὸν τὰ καὶ τὰ λέγοντα, καὶ τὰ καὶ τὰ μὴ ὁμολογοῦντα, ὃς εἰς ἄρνησιν τῶν σῶν συνηλάθης φωνῶν, οὐ λέγω τῶν ὡς ἔτυχε παρερριμμένων, τῶν δὲ σπουδαίων μάλιστα καὶ γνησίων σαυτῷ, κἂν οὐκ ἠβουλόμην ἐγώ, οὐδὲ νῦν βούλομαι, Θεὸς οἶδε, τιμῶν τὴν πάλαι συνήθειαν, παραδειγματίζειν καὶ ἐξελέγχειν· ὅμως ἐπειδὴ τούτων ἐπιλαθόμενος φιλονεικότερον κεκρατηκέναι διισχυρίζῃ, καὶ σαυτῷ κατὰ τὴν παροιμίαν πρὸ τῆς νίκης ᾄδεις ἐγκώμιον, οὐδὲ δευτέραν ὁδὸν βαδιῇ πρὸς ἡμᾶς δευτέραν ληψόμενος πεῖραν, κἂν εἰ μὴ τότε ἐκ τῶν λόγων σου κατακριθήσῃ, οὐ γὰρ ὁλόκληρόν σοι τὸ τοῦ εὐαγγελίου προσαρμοστέον, κἂν εἰ μὴ ἱκανῶς θερμανθεὶς ἐπανήξεις, ἐξέσται σοι ἀσφαλῶς λέγειν, ὅτι καὶ τὴν πρότριτα ἀγωνίαν νενίκηκας, καὶ ψυχρά σοι τὰ παρ’ ἡμῶν ῥήματα, καὶ οὕτω σοι εὐεπιχείρητα τὰ ἡμέτερα, ὡς μὴ ἔχειν ὅπου καὶ θήσειν.
Τῷ Σταυρακίῳ Ἀντ’ οὐδενὸς ἄλλου τῇ σῇ φιλίᾳ ἐγκαλῶν καὶ μεμφόμενος, ἓν τοῦτ’ αὐτῆς ἐπαινεῖν οὐκ ἔχω· αἴσχιστον ἡμῖν βιβλίον καὶ οἷον οὐκ ἄν ποτ’ ἠλπίσαμεν τὸν καλὸν ἀπείργασαι Πλάτωνα, πάντως γε καταφρονήσας καὶ τὰς ἀξιώσεις τὰς ἡμετέρας θέμενος παρ’ οὐδέν· ὅθεν καὶ ἵνα σοι τὸ τοῦ Πλάτωνος εἴπω, ἀπὸ μεγάλης ἐλπίδος ἔχεις, ὦ ἑταῖρε, τὸν σὸν ἑταῖρον καταβαλών.
Τί γάρ τις οὐ νεμεσήσει τοῦ ἔργου βλέπων; ποῖον αὐτοῦ πρῶτον, ἢ ποῖον ὕστερον οὐ μωμήσεται; ὕλη μὲν γὰρ αὐτοῦ ἐκ σαπρῶν εἴληπται βαμβακίνων, ἃς ἐκ τῶν γωνιῶν οὐκ οἶδα τίς συνελέξατο, ὑπ’ ἀχρηστείας κατασηπομένας, ὡς κινδυνεύειν ἔμπροσθεν καὶ τῆς ἐξ ἀρχῆς τοῦ σώματος συνεχείας διαλυθῆναι, ἢ εἰς βιβλίον δεθῆναι· ὀκτάφυλλα δὲ ἅ φαμεν καὶ τετράδια ἐκ τούτων συντεθέντα, τὰ μὲν ὑπανέχει, τὰ δὲ ὑφιζάνει, ἵνα μετὰ τῶν ἄλλων καὶ φάραγγας ἡμῖν ἔχῃ καὶ χασματῶδες ᾖ τὸ βιβλίον· χεὶρ δ’ ἔγραψε πονηρὰ γραφέως, τοὺς μὲν παρασύρουσα τοὺς δ’ ἀποσιμοῦσα τῶν τύπων· ἣν ὡς ἐγώ φημι καὶ ὁ δόναξ εἶλκεν, οὐκ αὐτὴ δὲ τὸν δόνακα, ἢ ὡς ἡ παροιμία τῆς ἁμάξης καὶ τοῦ βοός· καὶ ἣν ἔγραψε δὲ καὶ ἣν οὐκ ἔγραψεν ἐπιφάνειαν ἀσύμμετρος ἑκατέρα καὶ ἄμετρος, νῦν μὲν ταύτῃ, νῦν δὲ ταύτῃ ὥσπερ παίζοντος χαριζομένου τοῦ γράφοντος· ἐπὶ πᾶσι δὲ ἵνα μηδὲ πρόσωπον αὐτῷ τηλαυγὲς ᾖ, ὅ φησι Πίνδαρος, καὶ φαιόν ἐστι καὶ κατησβολωμένον αὐτοῦ τὸ ὁρώμενον, ὥσπερ τινὸς ὂν χρῶμα τῶν καταγηρασάντων ὑπὲρ καπνοῦ· εἰ δὲ καὶ ὠρθογράφηται ἢ μή, ἄλλοι λεγόντων· ἐγὼ δὲ βδελυξάμενος κἂν παρακύψαι καὶ ἐξετάσαι λέγειν οὐ δύναμαι.
Οὕτως ἀηδῶς τὴν χάριν ἐθεασάμην, οὕτω θεασάμενος ἀπεστράφην· ὥστε εἰ μὴ καὶ δικαίας ὀργῆς ᾔδειν ὀφλήσων δίκας, κἂν εὐθὺς ἰδὼν ἠκόντισα εὖ ἴσθι καθ’ ὕδατος ἢ κατὰ πυρός, ὡς ἂν μὴ τὸ κάκιστ’ ἀπολούμενον κτῆμα ἐπ’ αἰσχύνῃ σώζοιτο τῶν κεκτημένων· πλὴν ὑπὲρ τοῦ ἡμετέρου εὐχαριστεῖν οὐκ ἔχοντες, ὅτι γοῦν τὸ ἀλλότριον ἀπεσώθη εὐχαριστοῦμεν· μέγα καὶ τοῦτο ἐκ τοῦ παρόντος τοῦδε παιδευθέντες νομίζειν, ὡς ἐξ ὑμῶν.
Ἀθανασίῳ τῷ Χατζύκῃ Τιμιώτατε, Πολλάκις ᾔτησας, ὅπερ ᾔτησας, ἔλαβες δὲ οὐδὲ ἅπαξ· τί τούτου τὸ αἴτιον; φόβος ἀλλ’ οὐ φθόνος· δέδοικα μὴ θορυβηθέντων ὑμῶν—θορυβηθήσεσθε γὰρ ὅσον ἤδη—ἀπόληται τὸ ἐμὸν παρ’ ὑμῖν εὑρισκόμενον, καὶ ὑπ’ ἀλλοτρίας χεῖρας γιγνόμενον, ἀλλ’ οὔ σοί γε τῆς ἐντεῦθεν ὠφελείας φθονῶ. Εἰ δὲ τοῦτο πάσχων τοῦτο μὲν κρύπτω, προφασίζομαι δὲ τὸν φόβον, μηδ’ αὐτὸς ὀναίμην τοῦ κτήματος· διὰ τοῦτο κἂν ὅτι μάλιστα μεθ’ ἡμέραν τετάρτην ἀκήκοας ἀπαντήσεσθαι καὶ λαβεῖν, ἀλλ’ ὡς οὐδαμῶς ληψόμενος, μηδαμῶς ἀπαντήσεις· θράττει γάρ με τὸ ὑφορώμενον ἢ μᾶλλον εἰπεῖν τὸ ὁρώμενον, καὶ οὐκ ἀνέχομαι ἑκὼν εἶναι ζημιοῦσθαι τοσούτου. Ὅτι δὲ ζημιωθήσομαί σοί γε πεισθεὶς καὶ παραχωρήσας, πάντες λόγοι ἀλλὰ καὶ ἡ αἴσθησις πείθουσι· καὶ σύ γε μὴ πειρῶ ἄλλως μεταδιδάσκειν ἡμᾶς, οὐδὲ γὰρ ἀνύσεις οὐδὲν οὐδὲ πείσεις, ἀλλὰ δύο ταῦτα μήτ’ ἐνδυμήσῃς ὡς ἀποτυχεῖν μέλλων, οὗπερ ἕνεκα ἐνδυμήσεις, καὶ σύγγνωθι τὴν ὑπόσχεσιν ψευσαμένοις, ψευσαμένοις μέντοι διὰ δέος, ἵστα Θεός, ἀλλ’ οὐκ ἀπὸ γνώμης.
Τῷ Σκουταριώτῃ Τὴν βίβλον τῶν προφητῶν ἀπαιτῶ νῦν ἤδη, ἀλλ’ οὐκ αἰτῶ· καὶ σύ γε πέμψας αὐτὴν ἀποδεδωκὼς ἔσῃ, ἀλλ’ οὐ δεδωκώς· τὸ μὲν γὰρ πάλαι πεποίηκας, καὶ ἐμὸν σαφῶς ἦν ἐξ ἐκείνου τὸ χρῆμα, εἰ καὶ τὸν ἐς δεῦρο χρόνον ἐκράτεις· τὸ δὲ νῦν εἶναι, εἰ ἄρα παρέξεις, τὸ ἐμὸν ἄρα παρέξεις ἀλλ’ οὐ τὸ σὸν ὥστε χρέους τοῦτ’ ἀπόδοσίς ἐστιν, ἀλλ’ οὐ δόσις. Εἰ δὲ φιλονεικεῖς ὑπὲρ τῶν ὀνομάτων καὶ διδόναι λέγεις, ἀλλ’ οὐκ ἀποδιδόναι, οὐκ ἔσομαί σοι τοσοῦτον ἐντελὴς ὁπόσον Δημοσθένης πρὸς Φίλιππον περὶ δόσεως καὶ ἀποδόσεως γλισχρευόμενος δίδου μόνον λαβέσθαι τῆς πυξίδος, καὶ τῶν δύο ὁποτέρως σοι φίλον τὴν πρᾶξιν ὀνόμαζε. Κάλει μὲν γὰρ καὶ ἀπόδοσιν, εἰ βούλει, καὶ δόσιν λέγε, εἰ τοῦτό σοι αἱρετώτερον· μόνον δίδου λαβέσθαι τῆς πυξίδος.
Τῷ Νεοκαισαρείτῃ Πάντες σε πλὴν ὀλίγων οἴονται ἀληθεύειν ἐν λόγοις· πάντες σε καὶ οὐδὲ πλὴν ὀλίγων, εἰ μὴ παραυτίκα πέμψεις τὸν λόγον, μὴ ἀληθεύοντα ἐπιστήσονται.
Τῷ αὐτῷ Ἦν ὅτε λέγων, οὐδὲν λέγειν τῶν ὄντων ἐδόκεις· χρόνος παρῴχετο καὶ μεταβεβληκὼς ἐνομίσθης· ἱκέτω ὁ λόγος ὡς ἂν οἱ οἰηθέντες σε μεταβαλεῖν σφᾶς αὐτοὺς τῆς ὀρθῆς δόξης ἡγήσονται μεταβεβλημένους, οὐ σὲ τῆς χείρονος ἕξεως.
Τῷ αὐτῷ Εἰ μὲν κατὰ τὴν ὑπόσχεσιν πέμψεις τὸν ἀρνειόν, ἔχεις ἤδη τούτου τὴν ἀμοιβὴν καὶ μάλα καλὴν τὰς ἐπιστολάς, ἃς εὖ οἶδα καὶ παντὸς τοιούτου καὶ τοῦ πολλῷ κρείττονος προτιμοτέρας ἄγεις, εἰ μή με λέληθας ἄλλο τι ὢν πρὸ τοῦ φιλολόγος εἶναι· εἰ δὲ μὴ πέμψεις, δυσί που τούτοις νικῆσαι δίδως, τῷ τε φιλοτιμοτέρους ἀποφῆναι, προῖκα εὐφραίνοντάς σε τοῖς ἡμετέροις καλοῖς, καὶ τῷ τὰ παρ’ ἡμῶν ἐγκλήματα κατὰ σοῦ βεβαιῶσαι· ἔστι δὲ ὅτι τῶν σῶν ὑποσχέσεων οὐδεὶς οὐδέποτε τέλος ὁρᾷ, καὶ μᾶλλον ἄν τις περὶ τοῦ μὴ δεξάμενος ὑποσχέσεις ἐλπίσοι ἢ λάβοι δεξάμενος. Εἰ οὖν ἡδύ σοι τοσοῦτον ἡττᾶσθαι, σύστελλε τὴν χεῖρα καὶ φείδου τῶν σῶν.
Τῷ αὐτῷ Ὡς ἡδὺς εἶ, ὦ λῶστε, ἐς τὸ ἐπιὸν θέρος, ἢ οὐδὲ τότε τὴν πέμψιν ἀναβεβλημένος τοῦ ἀρνειοῦ, καὶ κεναῖς ἐλπίσι κατευωχήσας ἡμᾶς· καὶ γοῦν οἶμαι, ὥσπερ οἱ πηλῷ πηλὸν καθαίροντες, ἢ ἀπόροις ἄπορα λύοντες, τὰ μὲν ἀκάθαρτα, τὰ δ’ ἄπορα μένειν ἐῶσιν, οὕτω που καὶ σὲ δι’ ὑποσχέσεων ὑποσχέσεις λύοντα, μέχρι λόγων τὰ πάντα καταλιπεῖν· ἀλλὰ καλὸν οἶμαι καὶ αὐτόν σοι τὸν λόγον τῆς ἀναβολῆς ὡς εὔλογός ἐστι θεωρῆσαι· ἀνεῖται φῂς εἰς πόαν ἑαυτοῦ γενέσθαι πιότερος· εἶτα τίς οὐκ ἐπὶ τούτῳ γελάσεται; τίς τὸν σοὶ προσέχειν αἱρούμενον, ὡς ἀνόητον οὐ κακοδαιμονήσει; πότε πιανθήσεται; νῦν μετόπωρόν ἐστι καὶ τὰ ὡραῖα τῆς γῆς ἐπιλέλοιπεν, ὥστε οὐδὲ πιανθήσεται· χειμὼν μετ’ ὀλίγον, καὶ τότε, εἰ μὴ ἐξ ἀτροφίας καὶ ψύχους ὑπερβολῆς κινδυνεύσει μὴ εἶναι, ἀλλ’ ἰσχανθήσεται ἔαρ τὸ μετὰ ταῦτα καὶ τηνικαῦτα τὰς ἱερὰς ἄγομεν νηστείας, οὕτω δὲ σεβασμίας, ὡς μηδένα κἂν ὀφθαλμοῖς ἀνασχέσθαι ζῶον ἰδεῖν γεγυμνωμένον δορᾶς· εἰ δὲ λέγεις ἴσως τὸ θέρος, ἀλλ’ ὁ νῦν ἀρνειός, οὐκέτι τότ’ ἀρνειός, κριὸς δ’ ἔσται τετελεσμένος· ὥστε οὐδὲ πεμφθήσεται δικαίως, ἀρνειὸν ἀλλ’ οὐ κριὸν ἐχούσης τῆς ὑποσχέσεως· τί γοῦν; τότε τοῦ ἐπαγγελθέντος τοῦδε ὡς ἔοικε μεταληψόμεθα, ὁπότε καὶ τῆς ἐν ἄστροις αἰγός, ἢ τοῦ ἐν ζῳδίοις κριοῦ· εἰ δὲ ἐκείνων οὐδέποτε, οὐδὲ τοῦ σοῦ δηλονότι.
Σαυτὸν ἄρα, ὦ φίλτατε, ταῖς παντοῦ τρέφε ἐλπίσι, μὴ τοὺς ἄγαν ἐξεταστικοὺς καὶ ἐξηκριβωμένους ἡμᾶς.
Τῷ Πεδιασίμῳ Χαρτοφύλακι Ἀχρειδῶν Καὶ φιλίαν οἶδα τιμᾶν ἐγὼ καὶ φιλομάθειαν ἀγαπᾶν. Οὐκοῦν τὸν καλὸν Δουκόπουλον καὶ δι’ αὐτόν, αὐτὸν εἶδον ἡδέως ὄντα μετὰ τοῦ εὖ πεφυκέναι φιλομαθῆ, καὶ διὰ τὸν τοῦτον ἡμῖν συστήσαντά σε, τὰ πρῶτα παρ’ ἡμῖν ὄντα τῶν φίλων—εἴπω καὶ τὸ τρίτον; —εἶδον αὐτὸν ἡδέως καὶ ὅτι μοι καλῆς καὶ φιλτάτης διάκονος γέγονεν ἐπιστολῆς. Τί γάρ μοι τῶν παρὰ τῆς σῆς σοφίας ἢ κάλλιον ἢ φίλτερον γένοιτ’ ἄν; τοιγαροῦν ἐρεῖς, πρόσθες καὶ τὰ λοιπά· οὐ γὰρ δὴ τοῦτό γε μόνον κεφάλαιον ἦν τῆς ἐπιστολῆς οὐδὲ τῆς ἀξιώσεως, παιδείας δὲ καὶ λόγων μετάδοσις καὶ ἡ κατὰ δύναμιν πρὸς ταῦτα ἐπικουρία. Καὶ ποίους, ὦ χρηστέ, παρ’ ἡμῖν ἡμεῖς κρύπτομεν λόγους, ὧν οὐκ ἐγκύμων ἡ σὴ διάνοια; παιδείας δὲ τίνος αὐτῷ μεταδώσομεν, ἧς οὐκ ἔχεις αὐτὸς πλουσιώτατα μεταδοὺς ἀνδρί, καὶ ταῦτα τοσοῦτον παρακαθιζήσαντί σοι τὸν χρόνον, καὶ μαρτυρίαν ἐπ’ εὐμαθείᾳ κομίζοντι παρὰ σοῦ, αὐτὴν ἐκείνην, ἣν καὶ Θεαίτητος παρὰ Πλάτωνος· καὶ γάρ, φησίν, οἷς ἐρωτωμένοις εἰδέναι τὰ τούτου συμβαίνει, γραμματικὴ μὲν αὐτῷ κατώρθωται, ποιητικῆς δὲ εἰς ἄκρον ἵκετο, ῥητορικὴν ἤσκηται, συλλογιστικὴν ἅπασαν συλλαβὼν ἔχει, γεωμετρίας οὐδὲν αὐτὸν παρέδραμεν, ὃ μὴ καὶ ἡμᾶς· τίνος οὖν ἔτι τῶν ἡμετέρων ἐνδεῖν λέγεις αὐτῷ, καὶ δεῖ τοῦθ’ ἡμᾶς προστιθέναι, ἵν’ ἀφ’ ἡμῶν ἀπιὼν ἔχῃ τὸ τέλειον;
ἐγὼ γὰρ εἶναί τινα παρὰ σοὶ τῶν ἡμῖν ἀνεπιγνώστων ἔτι, τάχα δὲ καὶ τοῦ λοιποῦ ἀνεφίκτων ἥγημαι· ὃ δέ σου τὴν ἀγχίνοιαν παρέδραμε καὶ τοῦτ’ αὐτὸ καὶ ἡμᾶς παρεληλυθέναι, οὐχ ἥγημαι· καὶ ὅθεν εἰς τοῦτον ὑπήχθην τὸν λόγον, ἵνα με μὴ νομίσῃς κομψεύεσθαι, διδασκάλων ἀκηκοότες ἐσμέν, ἐγὼ μὲν ἑνός, σὺ δὲ καὶ τοῦδε, καὶ ἑτέρου πρὸς τῷδε. Τί γάρ, εἰ ὁ μέν τις ἡμῶν πρότερον, ὁ δ’ ὕστερον τοῦ αὐτοῦ; βιβλίοις τί βούλει καὶ εἴπω; πότερόν σε πλείοσιν ἤπερ ἡμεῖς ὁμιλῆσαι κατ’ εἶδος, ἢ τοῖς αὐτοῖς ἑκατέρους· ἀλλ’ ὁπηνίκα τοῦτο δοθῇ, τό γε μὴν τοῦ χρόνου προσίσταται· πλείων μὲν ὁ σὸς καὶ εὐμαρέστερος, ὥστε τοῖς μαθήμασιν ἐπεργάσασθαι καὶ καρποφορῆσαι, ἐλάττων δ’ ὁ καθ’ ἡμᾶς καὶ ἀνόμοιος. Ποῦ τοίνυν ἐνταῦθα τὸ πλεονέκτημα; ποῦ τὸ τέλειον παρ’ ἡμῖν; ὁρᾷς ὡς ἄλλη τις τἀνθρώπῳ πρόφασις τῆς ἐνταῦθα ἐπιδημίας, αὐτὴ δ’ αὕτη ἡ τῶν λόγων καὶ τῆς παιδείας, λόγος ἄλλος καὶ πρόφασις· ἐγὼ μὲν οὕτως οἶμαι· εἰ δ’ ἁμαρτάνω οἰόμενος, μάτην ἄρα τὸν τοσοῦτον ἀνατλὰς ἴστω πόνον, εἴ γε ἐξὸν κατὰ χώραν μένειν καὶ πρὸς ἐπιθυμίαν παιδεύσεως ἀπολαύειν ἁπάσης, λέγω δὴ ὅση νῦν πολιτεύεται, ὁ δὲ ἐπ’ οὐδενὶ πλείονι οὔτε βελτίονι, οὐδὲ γὰρ εὕρηται τούτων οὐδέτερον, μακρὰν ἀποδημίαν ἐστείλατο· εἶεν.
Ἐπιστέλλειν δέ σε βουλόμενον, οὐδὲν ὧν εἴρηκας ἀπείρξει δικαίως· καὶ γὰρ οὔθ’ ἡμεῖς, μνημονεύεις δὲ πάντως τῶν σῶν αἰτίων, οὔθ’ ὑπὸ γῆν τοσοῦτον κρυπτόμεθα, ὡς μὴ ἐκ προχείρου τοῖς ζητοῦσιν εὑρίσκεσθαι, σέ τε τοῦδε τοῦ ἐγχειρήματος οὐδεὶς ἔχει πραγμάτων βιαίως ἀπάγων ἐσμός· μετοικία τε αὖ καὶ μετανάστευσις, καὶ τὸ ἐκ τόπων εἰς τόπους ἀλᾶσθαι, καὶ ἄφιλος κλῆρος, ταῦτα δὴ τὰ σά, φιλόσοφον οὐδέποτε μαλθάξει οὐδ’ ἐπιγνάψει ψυχήν· πῶς γάρ, ὥσπερ καὶ τὴν χρυσοῦ φύσιν τὸ πῦρ, αὐτὰ δὴ ταῦτα μάλιστα καὶ λαμπρύνει καὶ καλλίω ἑαυτῆς ποιεῖ, καὶ τοιαύτην, οἵα περ ὀνομάζεται, ὡς ἀληθῶς ἀπεργάζεται; ἒν δὴ μόνον ἀνθιστάμενον ὁρῶ χρήσασθαί σου τῇ μεγάλῃ τοῦ λέγειν δυνάμει, τὸ μὴ βούλεσθαι, ὅπερ ἂν μὲν ἀπῇ, ἀπέστη πάντως καὶ τῆς ἐγγράφου ταυτησὶ παρὰ σοῦ προσρήσεως, τὸ μίαν εἶναι πρὸς ἡμᾶς, τὸ δὲ πρώτην εἶναι προσέσται, οὐκ ὀλίγων τῶν ἑξῆς τἀξίωμα τοῦτο χαριουμένων αὐτῇ· ἂν δὲ τὰ τῆς ἀβουλίας κρατῇ, μία τε ἔσται βεβαίως, καὶ τοῦ ἔαρος ἡμῖν τῶν καλῶν σου λόγων οὐ δώσει τρυφῆσαι τὰς χάριτας· μία γάρ φησιν ἔαρ οὐ ποιεῖ ὥσπερ ἴσως τὸ τοῦ καιροῦ χελιδών, οὕτως οὐδ’ ἐπιστολὴ τὸ τῶν λόγων.
Τῷ Νεοκαισαρείτῃ Λόγος τὸν σοφώτατον Λογοθέτην πρόσφατον ἐπὶ τῷ ὁμωνύμῳ μάρτυρι λόγον ἐξενεγκεῖν, ὑπόθεσιν πεποιημένον οὓς ἐκεῖνος διὰ Χριστὸν ἀγῶνας διήνυσε· λόγος καὶ τὸν λόγον εἶναι οὐχ οἷον μόνον παρὰ φίλων ἀνδρῶν, ἀλλά γε κἂν πολεμίων εἰς χεῖρας ἐμπέσῃ θαυμάζεσθαι· κρατεῖν γὰρ αὐτοῦ καὶ τότε τὴν ἀρετὴν τῆς ἔχθρας παραπολύ. Καὶ οὐδὲν ἀπεικὸς τοιοῦτον ὄντα, τοιοῦτον προενεγκεῖν· σοφοῦ γὰρ ἐκ διανοίας σοφὰ προκύπτει γεννήματα· ὥσπερ δέ φασι καὶ πατέρων ἐξ ἀγαθῶν ἀγαθοὺς προέρχεσθαι τοὺς υἱεῖς. Ἀλλὰ πρᾶξον, ὦ γενναῖε, καὶ ἡμῖν πεμφθῆναι τὸν λόγον, εἰ μὲν ἐγχωρεῖ, τὸν πρόχειρον τρόπον αἰτήσας· εἰ δὲ μὴ τοῦτον ἔξεστι, πᾶν εἶδος ἱκεσίας κινήσας, ὡς οὐκ ἔστιν ὅτι ἂν ἡμῖν μᾶλλον χαρίσαιο ἢ τοῦδε τὴν ἀπόλαυσιν μνηστευσάμενος· οὐ μόνον ὅτι περὶ λόγους ἡμεῖς τὸν ἀεὶ χρόνον ἔχοντες μόνην ἡδονὴν τὴν ἐντεῦθεν ἄγομεν ἡδονήν, ἀλλ’ ὅτι καὶ τὸν τοῦ λόγου πατέρα τοῦ μὴ θαυμάζεσθαι δίκαιον ἥκιστα κρίναντες, ἐπαινοῦντες οὐ διαλείπομεν· εἰ δ’ ἐπαινοῦντες καὶ στέργοντες· ἀμφότερα δὲ ταῦτα καὶ τῆς ἄλλης ἀρετῆς χάριν, ἥτις αὐτὸν ἔχει τὸ ὑπὲρ ἡμᾶς οἰκειώσασα, καὶ αὐτῆς δὲ ταύτης ἕνεκεν τῆς τῶν λόγων· ὥστε καὶ πατρόθεν καὶ οἴκοθεν ἔχων τὸ ἐπέραστος εἶναι ὁ λόγος πολλαχόθεν ἕλκει πρὸς ἑαυτόν.
Εἰ τοίνυν δώσεις λαβέσθαι τοῦ ποθουμένου, εἰ στήσεις τὴν ἔφεσιν, στήσεις δὲ σπουδὴν εἰσενέγκας πέμψαι τὸν λόγον· καὶ πέμψας δῆλος ἂν γένοιο τὸν πάλαι Μανουὴλ καὶ ἔτι σώζων ἡμῖν, καὶ ὄναιο τῆς πρὸς ἡμᾶς ἐνδίκου προμηθείας.
Τῷ ἐπισκόπῳ Πριήνης Ὁ ποτὲ μὲν δεσπότης ἤτοι παπᾶς, νῦν δὲ ἰητρὸς καὶ μικρὸν μετὰ τὸ νῦν ἀρχιητρὸς ὠὰ νηττία ἔπεμψεν ἡμῖν προσθεὶς ὡς τὰ τοιαῦτα ἡ μὲν γεῦσις ἡδέα κρίνει καὶ πίονα, ἡ δέ γε τέχνη καὶ τὰ τῆς τέχνης βιβλία εὔχυμα βούλεται εἶναι καὶ τρόφιμα· ὥστε φησὶ δι’ ἀμφότερα ταῦτα ἐπαινετέα καὶ ζητητέα, κἄν τίς που ἐφεύρῃ, κατακόρως βρωτέα. Ἐκ τοίνυν σοι τῶν οὕτως ἐπαινετῶν ἓξ μόνα πέμπομεν, τοσαῦτα δὴ καὶ παρ’ ἡμῖν αὐτοῖς καταλείψαντες· ἀλλὰ γευσάμενος ὠῶν αὐτίκα μελέτησον ἔπαινον, καί που τῷ πρώτως ἀποστείλαντι συναντήσας εἰπέ· τάχα γὰρ ἡμῖν διὰ τούτου καὶ ἕτερα ἑλκύσειας ὠά, καὶ δευτέραν ἴδοις ἀποστολήν, ἡσθέντος ἐκείνου τῷ ἐγκωμίῳ, καὶ ἀνέτου μάλιστα γεγονότος τὴν γνώμην.
Λογοθέτῃ τοῦ γενικοῦ τῷ Ἀκροπολίτῃ Πολλὰ μὲν ἔσχον ἐγὼ πικρανθεὶς ἐκ τοῦ βιβλίου τοῖς βουλομένοις ἑτοίμως δανείζειν, τῶν λαμβανόντων οὐχ ὡς ἐχρῆν δηλαδή, ἀλλ’ ὡς ἔτυχεν ἢ ξύλοις χρησαμένων αὐτοῖς· οὐ μὴν ἠνίασεν οὐδὲν ἡμᾶς τοσοῦτον, ὅσον ἡ περὶ τὸν ἐμὸν Ἀριστείδην βλάβη καὶ καταφρόνησις, ἣν οὐ κατὰ κόσμον ἔναγχος ἄνθρωπος, βάρβαρος πάντως καὶ οὐχ ἕλλην τὸν τρόπον πρὸς αὐτὸν ἐπεδείξατο.
Δανεισάμενος γάρ, εἶθ’ ὁρμήσας εἰς ἀντιγραφάς, ὅσου μὲν μέλανος καὶ ἀσβόλης ἐνέπλησεν ἐῶ, ἀλλὰ τελευτῶν δὴ καὶ νινελαίου ; ἐν πολλοῖς τοῦ βιβλίου κατέχεεν, ὡς ἀχρειῶσαι μὲν αὐτό, ἐμοὶ δ’ ὀδύνας καὶ πόνους πολλοὺς παρασχεῖν πειρωμένῳ τὸ ἀχρεῖον ἁπάσαις ταῖς μηχαναῖς ἀπελάσαι καὶ τὴν προτέραν ἀντεπάξαι εὐπρέπειαν, κἂν εἰς τέλος οὐκ ἴσχυσα, τοῦ βλάπτοντος δυναστεύσαντος.
Καὶ γὰρ ἔτι μένει καὶ μάλα ἐναργῆ παρ’ αὐτῷ τὰ σύμβολα τοῦ κἀμοῦ, καὶ σὺ δ’ ἂν τεκμήραιο εὐθὺς εἰς χεῖρας λαβών· πλὴν οὕτω τοῦδε συμβάντος, ἀλγήσας ὡς εἰκὸς ἐγὼ καὶ περιπαθὴς γενόμενος, πολλά τε τῆς εὐκολίας ἐμαυτὸν μεμψάμενος, καί τοι προσενεχθεὶς ἐγγὺς ἐγενόμην τοῦ βιβλίων γε ἕνεκεν τὸ ἀμετάδοτον ἐμαυτῷ ὁρίσασθαι καὶ νομοθετῆσαι· ἀλλὰ σύ γε βιάζεις καὶ λαμβάνεις ἤδη τὰ φίλτατα· ἐπεὶ δὲ λαμβάνεις οὐκ ἐρῶ πρὸς σέ· καλόν μοι τήρει καὶ ὁποῖον λαμβάνεις τὸ χρῆμα πεπεισμένος ὢν πόρρωθεν περὶ σοῦ μὴ ἂν ὀκνῆσαι μηδόλως, δυνάμεως δέ σοι παρούσης, νέον ἐκγεγηρακότες αὐτὸ δεικνύναι καὶ καλὸν ἐξ αἰσχροῦ· ἀλλ’ ὅ φημι καὶ λέγων περιττός τις δόξειν εἶναι δοκῶ, θᾶττον τὸ δέον ἀποπληρῶσαι τῷ σῷ, θᾶττόν μοι τὸ βιβλίον ἀπόστειλον εἰδὼς ἡμᾶς ὥσπερ ἄλλο τι τὸν πρὸς ῥήτορα τουτονὶ ζῆλον σπουδάζοντας, εἰ καὶ ἄλλως ἄνοιαν ὄφλομεν τῆς σπουδῆς, ἐμφανῶς τοῦ ἀδυνάτου προσόντος τῷ πράγματι· ὅμως μέντοι ἐπειδὴ ταύτῃ τὸ πρόθυμον ἄγει καὶ πρὸς ἐκεῖνον ὁρῶμεν ἡμεῖς, ἀνάγκη δήπου πᾶσα καὶ τοῖς ἐκείνου συνεῖναι διὰ παντὸς τῇ διηνεκεῖ περὶ ταῦτα μελέτῃ, μὴ ἐκ διαμέτρου στῆναι τοῦ ἀρχετύπου ἐλπίζοντας, ἀλλὰ πῶς ἀεὶ συνεσόμεθα· πῶς δὲ καὶ ὁποσονοῦν μιμησόμεθα μὴ τὸ βιβλίον ἔχοντες ἀεὶ παρ’ ἡμῖν οὐκ ἔστιν ὅπως, καὶ σύ γε ὡς οὐκ ἔστιν ἐπίστασαι.
Ἐπεὶ δ’ ἐπίστασαι κατάθου χάριν καινοτέραν ἡμῖν· ποίησον ἡμᾶς εὖ, οὐ τὰ σὰ δούς, ἀλλὰ κατὰ καιρὸν τὰ ἡμέτερα. Δικαίωσον λέγω τὴν ἡμῶν αὐτῶν ὑπὲρ τῶν ἡμετέρων πληρῶσαι ἀξίωσιν· ἡ δ’ ἔστι, τάχιον ἡμῖν μηδεμιᾷ χρησάμενον σκήψει, ἀποκαταστῆσαι τὸν Ἀριστείδην.
Τῷ αὐτῷ Χάρτης οὐκ ἔστι μοι, καὶ δεῆσαν γράφειν, καθ’ οὗ γράφειν οὐκ ἔχω. Εἰ τοίνυν σοι μέλει καμέ τι γράφειν, ὅπως ἡμῖν καὶ χάρτης τὸ μόνον γραμμάτων ὑποκείμενον γένηται, φρόντισον.
Τινὶ τῶν ὁμιλητῶν Οὐ μέμφομαί σου τὴν περὶ ἐπιστολὰς προθυμίαν, φιλότης, οὐδὲ τὸ περὶ λόγους ἐπιδεκτικὸν καὶ φιλότιμον· τοὐναντίον μὲν οὖν ἔγωγε καὶ ἐπαινῶ, εἴπερ σαυτὸν τῇ καθ’ ἡμέραν μελέτῃ εἰς ἐμπειρίαν ἀνακινεῖς καὶ μείζονος δυνάμεως κτῆσιν οἰόμενος ἐντεῦθεν, ὅπερ καὶ ἀληθές, εἰς τὸ τῆς τέχνης ἥξειν ἀκρότατον· μέμφομαι δέ, εἴ μοι δίδως παρρησίαν τὸν λίαν ἀπερίσκεπτον, τοῦτο καὶ ὡς ἐπίπαν οὐκ ἀσφαλές· καὶ μέμφομαι ἐκ δυοῖν τῶν σῶν κεκινημένος ἐπιστολῶν, τούτων δὴ τούτων, ἃς ἡμῖν τὴν πρότριτα καὶ χθὲς ἄλλην ἐπ’ ἄλλῃ πέπομφας. Εἶχον γάρ, ὡς πρὸς σὲ φάναι καὶ τὰ σά, οὐκ εὖ οὐδὲ ἐπισταμένως ἐκεῖναι. Ἀλλὰ τί τοῦτο λέγω, ἵνα καὶ φορτικώτερος τοῦ δέοντος δόξω καὶ λυπηρός σοι γένωμαι τὸ τοῦ ψαλμοῦ ποιῶν ἐλέγχων σε καὶ κατὰ πρόσωπόν σου τὰς ἁμαρτίας ἱστάς; ὡς ἄρα καὶ εἶχον ἄμεινον πολλῷ τὸ τοῦ ἔπους ἀναλογίζεσθαι, φράζεο φησὶ Τυδείδη καὶ χάζεο τυτθὸν ὀπίσω, ἀπελαύνων ἐμοὶ δοκεῖν τὸ πρόχειρον τοῦτο καὶ ἐπισφαλὲς οὐ μόνον δὴ τῶν πολεμικῶν, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων ἔργων, ὡς οὐδὲν τῆς ταχυτῆτος εἰς παραίτησιν τοῦ κακῶς τι γενέσθαι ἀρκούσης. Εἰ γὰρ τὸ μηδὲν δρᾶν τοῖς ὅλοις βέλτιον, τίς ποτε δικαία τῷ μὴ καλῶς ἐργαζομένῳ διὰ τὸ τάχος καταλείποιτο πρόφασις, ἐξὸν ἠρεμοῦντι τὴν πρώτην μετὰ τοῦ βελτίονος γίνεσθαι; οὐδὲ μία.
Ὥστε καὶ αὐτὸς φράζεο καὶ πρὸς αὐτὸν ἀναχώρει, ἵν’ ἐκ τούτου σαυτοῦ καὶ μὴ τοῦ φέροντος γιγνόμενος, ἅπασι δήπου λόγοις τε καὶ πράγμασιν ὧν ἂν εἴης ποτὲ δημιουργός, τὸ ἀμέμπτοις εἶναι παρέχοις, ἀναγκαίως ἐκ τῆς ὑποστολῆς καὶ τοῦ λελογισμένου τοῦ σοῦ ταύτης αὐτοῖς ἐφεπομένης τῆς ἀρετῆς.
Τῷ αὐτῷ Ἐμεμψάμην ὁμολογῶ, λεγέσθω γὰρ μέμψις ἡ παραίνεσις, οὐ μὴν δὲ καὶ ἀτρεμεῖν ἐπέταξα. Πόθεν οὖν ἡμῖν οὐ τοσοῦτον χρόνον οὐκ οἰωθὸς ὂν ἔστηκας ἄναυδος; μὴ ταραχθεὶς οὐκ ἐλάλησας, ἢ δειλιάσας ἔχεις; μὴ καὶ δεύτερον ὑπ’ αἰτίαν ἔλθῃς δεύτερον φθεγξάμενος; Τὸ μὲν οὖν πρῶτον εἴπερ ἐστίν, οὐ σύ γε ταραχῆς ἄξιος· ἔστι γὰρ ἀληθῶς, εἰ μὴ καὶ τὰ βαρύτατά σοι τῶν ἡμετέρων τῶν ἑτέρωθεν κεχαρισμένων δοκῶ προσηνέστερα.
Εἰ δὲ τοῦτο μὲν ἥκιστα, τὸ δεύτερον δὲ οὔτ’ ἔοικε, δαιμόνιε, κακόν, ὡς δειδίσσεσθαι Ὅμηρός σοι παραινεῖ· ἀλλ’ ἀνὴρ εἶ, φησί, καὶ ἄλκιμον ἧτορ ἑλοῦ καὶ νῦν δὲ μάλιστα μετὰ τὴν νομιζομένην, ὡς ἐγώ φημι, μέμψιν, οὐκ οὖσαν δέ, καλῶς ἐν τούτῳ ζηλῶν τοὺς δοκιμωτάτους τῶν ἀθλητῶν, οἳ πληγὴν μὲν πολλάκις μήπω πρὸς τῶν ἀντιμάχων δεξάμενοι ὀλιγώρως ἢ προσῆκεν ἅπτονται τῆς ἀγωνίας καὶ νωθέστερον βάλλουσιν· ἐπὰν δὲ τραύματος πειραθῶσιν ἐξαίφνης μεταβάλλονται, καὶ ὥσπερ αὐτοῖς ἰσχύος ἐκ τῆς ἐναντίας πληγῆς ἐμπνευσθείσης ἢ καὶ τῆς ἐνούσης πολυπλασιασθείσης, θερμότεροί τε γίνονται καὶ φιλόνεικοι, καὶ τῶν εἰς νίκην οὐκ ἔστιν ὥς τινος ἀμελοῦσιν· οἷς δὴ κἂν αὐτοῦ μαχομένοις συμβαίη πεσεῖν, τό γε στεφανίταις ἀκούειν ἐξ ἴσου περίεστι τοῖς μετὰ κράτους ἀποχωρήσασι, καὶ οὐδεὶς αὐτοὺς οὐδέποτε δικαίως τῆς προσηγορίας ταύτης ἀποστερεῖ, πᾶν ἑτοίμως ὑπὲρ νίκης παθεῖν ἑλομένοις· καὶ νόμῳ μὲν σωμάτων ἀσθενείας ὑποκλιθέντας, γενναιότητι δὲ ψυχῆς εἴξαντας οὐδενὶ οὐδὲ τὸ πλέον ἔχοντι ἀπιέναι παραχωρήσαντας.
Μίμησαι τοὺς ἄνδρας, ἢ μᾶλλον εἰπεῖν τοὺς ἀνδρείους τούτους, ἀνθ’ ὅπλων κεχρημένος τοῖς λόγοις· κἂν μὲν νικήσῃς τοὺς μεμψαμένους βάλλων καὶ μαχόμενος· εἰ δ’ οὖν, ἀλλὰ προθυμίᾳ τοῦ περιγενέσθαι μείνας τέως ἀνένδοτος, καλοῦ γε πάντως οὐδ’ οὕτως ἁμαρτήσεις ὀνόματος, μηδὲ τοῦ δευτέρου τῶν τρόπων θαύματος ἀποστερουμένου παρὰ τοῖς τὰ προσήκοντα κρίνουσιν.
Τῷ κοιαίστορι κυρῷ Νικηφόρῳ τῷ Χούμνῳ Ὅτε συνταξάμενος ἡμῖν ἧκες στελλόμενος τὴν πρὸς Μήδους, οἶδας ὅσον σοι περὶ θερινῆς ἐσθῆτος ἐνεχειρίσαμεν ἐκεῖθεν ἡμῖν πρᾶξαι μετακομίσαι· οἶδας καὶ ὡς πρόθυμος ἐδέξω τὸ καταβληθὲν καὶ τελέσειν ὑπέστης τὴν χρείαν. Τί οὖν; νῦν ἐν διδύμοις ὁ φωσφόρος καὶ θέρους ἀκμὴ νῦν καὶ οἷς εἴρητο μετακομίσειν πάντες ἥκασιν· εἰ μὲν οὖν κεκομικότας αὐτοὺς πυνθάνῃ, εἰπὲ γράψας τὸ θερινὸν ἡμῖν ἱμάτιον χορηγῆσαι πρὶν ἐπιστῆναι χειμῶνα.
Εἰ δὲ μὴ τοῦτο περάναντες ἔχουσιν, οὐκ ἐκείνοις, ἀλλ’ ἡμῖν γράψον οὐδὲν ἦκεν, αἴτει μηδὲν μηδὲ περιεργάζου· καὶ τοῖς δὲ τοῖς ῥήμασιν ἀγαπῶντες ἡμεῖς, ὥσπερ τις ἕτερος τῇ τῆς ἐλπίδος ἐπιτυχίᾳ μέχρι παντὸς ἡσυχάσομεν.
Τῷ Νεοκαισαρείτῃ Ὡρμημένον με γράφειν πρὸς σὲ καὶ δόνακος ἤδη ἁπτόμενοι ἀπήγαγε τῆς ὁρμῆς λογισμός. Οἶδας ἴσως τὸν ἀπαγαγόντα· εἰ δ’ οὖν, ἀλλ’ ἦν οὗτός γε, ὅτι σε προλαβεῖν ἔδει γεγραφότα πρὸς ἡμᾶς καὶ ἐπεσταλκότα, ἡμεῖς δὲ πρὸς σὲ μετὰ σέ· ὥστ’ ἂν μηδὲν νῦν νενυγμένος κινηθῇς, μηδὲ τὸ πρωτεῖον κἂν ἐκ τῶν δευτερείων ἕλῃς—ὃ δὴ καὶ τῷ μεγάλῳ Θεμιστοκλεῖ συμβὰν φαίηται—οὐδ’ ὅτι ὡρμημένος ὑπεσχέθην ἀκούσῃ.
Τῷ αὐτῷ Ἔοικεν ὁ τοῦ λόγου πατὴρ Ἀριστοτέλει μὲν πλημμελῶς, εἰ δ’ οὖν ἀλλ’ ἐπιπόλαιον ὁμιλῆσαι, Πλάτωνι δὲ τὴν ἀρχὴν μηδὲ προσχεῖν· καὶ τὸν μὲν ἐπαινεῖν ὡς οὐκ ἂν ἐκεῖνος ἐπαινούμενος δέχοιτο, τοῦ δὲ τὴν σοφίαν οὐκ ἀποδέχεσθαι· τὸν γὰρ πολυθρύλλητον λόγον οὐ ζώῳ συνεχείας ἕνεκεν καὶ εὐαρμοστίας ἐοικότα προήνεγκεν, ὃ δὴ Πλάτωνος πάντες ἴσασιν ἐπιτήδευμα καὶ πρὸς τοὺς ἄλλους παράγγελμα, οὐ μὴν οὐδ’ ἄλλῳ τινὶ τῶν ὁπωσοῦν συνηρτημένων καὶ συνηρμοσμένων εἰς ἕν, ἀλλ’ ἔχοντα τοῖς τῶν ποσῶν διωρισμένοις παραπλησίως, ἅ φησιν Ἀριστοτέλης πρὸς οὐδένα κοινὸν ὅρον ἔχει τὰ μόρια συναπτόμενα· καὶ ὅπερ δὴ περὶ λέξεως ἐκεῖνος πεφιλοσόφηκεν, ἐχούσης δηλονότι στοιχεῖα τὰς συλλαβὰς καὶ ταύταις καταμετρουμένης, οὗτος ἀπατηθείς, ὡς οἶμαι, τῇ ὁμωνυμίᾳ, ὅτι δὴ λόγον ἐν κατηγορίαις τὴν λέξιν ὠνόμασε, περὶ λόγου νενόηκεν, ὃν ἡ δημιουργὸς τέχνη παντὸς μᾶλλον συνημμένον καὶ ἀδιάσπαστον εἶναι βούλεται, καὶ ἀμοιρεῖν οὐδέποτε κατ’ οὐδένα λόγον τοῦ ἀναλόγου καὶ καταλλήλου.
Ἄλλοι μὲν οὖν διὰ ταῦτα τῶν ῥητορικῶν τε καὶ σοφιστικῶν ἀνδρῶν λόγον οὐκ ἂν ἀξιοῖεν οὐδέποτε τὸν παρόντα τουτονὶ προσειπεῖν τοῖς ἰδίοις κανόσιν ἑπόμενοι· λέξεων δὲ μᾶλλον σωρείαν, καὶ ὡς ἔτυχε γενομένην συμφόρησιν ἢ καὶ σχοινίου ἐκ ψάμμου κατὰ τὴν παροιμίαν πλακέν. Ἐγὼ δὲ κάτω βαίνων πολὺ τῆς ἐκείνων παιδεύσεως, καὶ τῆς ἀκριβείας ὅσον πλεῖστον λειπόμενος ὕλην μὲν λόγου καλοίην ἂν αὐτόν, καὶ ταύτην κατὰ τὴν ἀρχέγονον ἐκείνην, ἀνείδεον πάντη καὶ ἀσχημάτιστον, λόγου δὲ οὔπω· ἀλλὰ τότε δικαίως ἡνίκα καὶ εἶδος αὐτῷ προσλαβεῖν προσέσται καὶ κόσμον τὸν πρέποντα, προσλάβοι δ’ ἂν ἴσως οὐχ οὕτως ἔχων ὡς νῦν ἔχει καὶ ἀκίνητος μένων, ἀλλὰ πολλὰ παθὼν πρότερον ὑπ’ ἀνδρὸς ἐπιστήμονος, τοῦτο μὲν περικοπτόμενος καὶ ἀφαιρούμενος, τοῦτο δὲ ἄνωθεν κάτω στρεφόμενος, καὶ αὖθις ἀναστρεφόμενος, εἴτε ὥς ἐστί τι δι’ αὐτὸν καμάτων καὶ ἱδρώτων τοσούτων ἀνασχέσθαι προῃρημένος, καὶ μεγάλους ἐπ’ ἀλλοτρίαις πλημμελείαις αὐτὸς πρόθυμος ἀναδέχεσθαι πόνους.
Τῷ αὐτῷ Ἐγκαλεῖν οὐδέν σοι βούλομαι οὐδὲ μέμφεσθαι οὐχ ὡς οὐδὲν ἔχων—τίς γὰρ ἄλλος κατ’ ἄλλου τοσαῦτα καὶ οὕτω δίκαια—οὐ μὴν οὐδ’ ὡς φειδόμενος—εἰρήσεται γὰρ τἀληθές— ἀλλὰ πρῶτον μὲν ἵνα μὴ μεμψαμένου, εἰς ἀπολογίας ἥξῃς ἀνάγκην ἐκεῖνα λέγων καὶ σκηπτόμενος, ἅπερ μὴ ὅτι ἐν γειτόνων οἰκοῦντι· ἀλλὰ κἂν ἔξω στηλῶν ἧσθα—χρήσομαι γὰρ ὑπερβολῇ— κἂν ἄνω καταρακτῶν, οὐκ ἂν εὔλογος ἐνομίσθη παραίτησις· δεύτερον δὲ τῷ μὴ βούλεσθαι τῆς ἀξίας ἐμὲ καταβιβάζειν τὸ πρᾶγμα, ἔγκλημα τιθέμενον τὸ τοσούτων ἐγκλημάτων ὑπέρτερον.
Καὶ γὰρ οὕτως ἔχει· ὃ μὲν γὰρ ἄν τις ἕτερον βλάψας ἢ ἀδικήσας τύχοι, ἔγκλημα καλῶς τὸ τοιοῦτον ἔστω τε καὶ λεγέσθω· ὃ δ’ ἂν αὐτός τις εἰς ἑαυτὸν ἁμάρτοι, τοῦτο γάρ, εἰ μὴ ἄρα πεπλάνημαι, τὸ σὲ εἰς ἡμᾶς δύναται, εἰ καὶ ἀνώνυμον, τοῦ δ’ οὖν προτέρου δεινότερον· πλὴν ἵν’ ἐν βραχεῖ ἅπαν ὡς ἔχει τὸ ἡμέτερον γνοίης, πρότερον γράφων μὲν πρὸς σέ, μὴ ἔχων δ’ ὅ, τι γράψαιμι, ἀλλ’ οὖν καὶ οὕτω πόριμος ἦν· ἦν γάρ, ἐπειδὴ καὶ πρόθυμος καὶ τὸ βούλεσθαι τῆς ψυχῆς ἐκίνει· νυνὶ δ’ ὑπὸ βαρύτητος ὑφ’ ἧς δὴ καὶ τοῖς σφόδρα θυμουμένοις μεταξὺ φθεγγομένοις, συμβαίνει καὶ τὸ πνεῦμα καὶ τὴν φωνὴν διακόπτεσθαι. Πολλὰ λέγειν ἔχων σιγῶ· πάθους δὴ τούτου καὶ τἄλλα μὲν ἐπέχοντος ὅσα δὴ πρὸς τοῦτο κινεῖται καὶ ὑπουργεῖ, καὶ αὐτὴν δὲ πρὸς τὸ γράφειν τὴν χεῖρα.
Τῷ αὐτῷ Ἐμέ τις τῶν πάλαι μὲν ὁμιλητῶν, νυνὶ δὲ φίλων, ἔναγχός μοι κατ’ ἔθος τι παλαιὸν ἐπιστὰς ἴσχυσε μὲν καὶ τῇ ἑαυτοῦ παρουσίᾳ—δεῖ γὰρ ἀψευδεῖν πρὸς σέ—ἡδίω ποιῆσαι, πολὺ δὲ πλέον τοῦτο δυνήσεται οἷς θαυμάζων μέντοι, οὐχ ὅτι περισπούδαστος εἶ τοῖς δημόταις καὶ τοῖς ὄχλοις ἀνθρώπων ἀεὶ περὶ σὲ ἀντὶ τῆς σαυτοῦ σκιᾶς καθιστάμενος, προϊόν τισι δηλονότι συμπροϊὼν καὶ συνιστάμενος, ἱσταμένῳ ταῦτα γὰρ οὔτε πρὸς ἐκείνου θαυμάσαις, ἐμέ τ’ οὐκ ἂν εὐφρανθῆναι πεποίηκεν ἐνυπνίων εἴδωλα καὶ κενήν τινα μακαρίαν περὶ σοῦ διηγούμενος, ἀλλ’ ἀρετὴ λόγων ἦν τὸ κεκινηκὸς πρὸς θαῦμα μὲν ἐκεῖνον, ἐμὲ δὲ πρὸς ἡδονὴν δι’ ἐκείνου, ἣν καὶ πανταχοῦ μέν φησιν ἱκανῶς ἐπιδείκνυσαι, μάλιστα δ’ ἡνίκα τοῦ ἐπιστέλλειν καιρὸς ᾗ. Ἐνταῦθα γὰρ οὐ μόνον σὲ τῶν ἄλλων, ἀλλὰ καὶ σαυτοῦ κρατεῖν διετείνετο· καὶ τὸν λόγον ἀνὴρ ἐγγύτερον ἔτι προσάγων καὶ πίστιν τιθείς, ἐπιστολὴν ἐκθεῖναί σε διηγεῖτο· ὅθεν μὲν καὶ πρὸς τίνα καὶ ὅτε, αὐτὸς εἰδείης, ὅ, τε τῆς ἐπιστολῆς ἐπαινέτης· ἀλλ’ οὖν οὕτω καλήν, καὶ οὕτως ὀξέως ἐκθεῖναι, καὶ ταῦτα τὸ τῶν ἐπιστολῶν διὰ τὴν χρείαν ὑπερβάλλουσαν μέτρον, ὡς ἄπιστον εἶναι τοῖς νῦν ἐντυγχάνουσι τὸ τῆς ἐκδόσεως τάχος, διὰ τὸ κάλλος· ἄπιστον δ’ αὖ καὶ τὸ κάλλος αὐτὸ τοῖς μήπω καὶ σήμερον ἐντετυχηκόσι, περὶ δὲ τοῦ τάχους ἀκούουσι. Τί οὖν;
ὁ μὲν οὕτω θαυμάζων, οὕτω καὶ πλέκων ἦν τοὺς ἐπαίνους, καὶ εὗ ἐκείνῳ γένοιτο πράγματά μοι κατ’ εὐχὴν ἔχοντα καὶ διηγησαμένῳ καὶ ἐγκωμιάσαι προῃρημένῳ· σὺ δ’ εἰ μὲν ἡδύ σοι πρᾶγμα δὶς ἢ ὅσον ἥσθημεν καὶ πολὺ μᾶλλον ἢ δὶς ἡσθῆναι, καί θ’ ἡσθέντας πρὸς ἔπαινον κατ’ ἐκεῖνον κινηθῆναι καὶ θαῦμα, δὸς δ’ αὐτῷ καὶ αὐτῆς τῆς ἐπιστολῆς καὶ τῶν ἄλλων εἴ τί σοι γενναῖον κατ’ αὐτήν ἐστιν ἀκοῦσαι, ὡς ἂν μὴ κἀνταῦθα τὸ τοῦ Ὁμήρου κλέος οἶον ἀκούειν, μηδὲν δ’ ἑωρακέναι συμβαίνῃ. Εἰ δὲ μὴ δώσεις, ὅτι μὲν ἀφῃρηκὼς ἡμᾶς τὴν ἐντεῦθεν ἡδονὴν ἀνιάσεις, δῆλον οἶμαι παντί· οὐ μὴν ἀλλὰ καὶ τοῦτό γε δῆλον ὁμοίως, ἅτε συνεζευγμένον καὶ ἀναγκαίως ἑπόμενον καὶ θαῦμα λέγεις εἰ μὴ συνεώρακας· ποῖον δὴ τοῦτο; ὅτι καὶ σαυτὸν ἐπαινέτην ἅμα προσαφῃρηκὼς ἔσῃ τῶν νῦν ἑλλήνων περὶ λόγους οὐ τὸν φαυλότατον. Καλὸν οὖν πρὸς ταῦτα τὸ τοῦ Σοφοκλέους, μὴ μόνον τοὐμόν, ἀλλὰ καὶ τὸ σὸν σκοπεῖν.
Καλλίστῳ διακόνῳ Δέσποτά μοι ποθεινότατε, Πολλῶν ἤδη τῶν ἡμερῶν Ἀριστοτέλους ἠθικὰ ζητοῦντί μοι καὶ μὴ εὑρίσκοντι; ἢ εὑρίσκοντι μέν, οὐ μὴν δὲ οἷα καὶ ἡγούμην λυσιτελεῖν πρὸς τὴν χρείαν, ὀψέ τις κατεμήνυσεν ὡς ἠθικὰ τῆς ἡμετέρας ἐπιθυμίας ἄξια ἔστι σαφῶς παρὰ σοί· καὶ γὰρ τύπου τε καλοῦ γραμμάτων ἕνεκεν καὶ τοῦ ἀπταίστου τῆς γραφῆς ταῦτα τὰ σά, οὐδενὸς ἔλεγε τῶν ἄλλων ἔχειν τὰ δεύτερα. Εἰ τοίνυν ἔσται σοι τοιαῦτα—ἔστι δέ, ὅτι καὶ ἀψευδὴς ὁ μηνύσας—πέμπε ταχύνας· εἰ δ’ ὅλως τῇ ἀξιώσει οὐ συνάπτω καὶ δέησιν, μὴ θαυμάσῃς· οὐ χρῄζειν οἶμαί σε ταύτης ὡς ἐξ ἡμῶν, καὶ ταῦτα ὑπὲρ δάνους. Εἰ δ’ ἁμαρτάνω οἰόμενος, σὺ δὲ χρῄζεις, οὐ φείσομαι δυσωπητικῶν καὶ παρακλητικῶν ῥημάτων, ἀλλ’ ἱκετεύω, δέομαι, παρακαλῶ, πέμπε τὰ ἠθικὰ αὐτίκα μάλα, μηδ’ ὅσον εἰπεῖν ἐς νέωτα πέμψειν ὑπερθέμενος· καὶ πέμψας, ἀλλὰ καὶ μὴ πέμψας, ὑγίαινε ὁ κάλλιστός μοι δεσπότης.
Τοῦ αὐτοῦ πρὸς ἑαυτὸν ὡς ἀπ’ ἄλλου Λέγουσι μὲν ἡδὺ θήραμα ἔλαφοι καὶ ταῦροι καὶ αἶγες ἄγριοι· σοὶ δὲ ἡδύτερον εἴπερ ἐκείνοις ταῦτα λόγοι νεωτέρων εἰς χεῖρας ἰόντες· ἀλλ’ ἐπειδή περ ἥκοντά σοι λόγον ὁρῶ μάλα μὲν εὐμεγέθη, μάλα δὲ πίονα, ἀδολεσχίαν φέροντα καὶ ἀηδίαν καὶ ναυτίαν καὶ μυρίοις ἀποχρήσουσαν λογοθήραις, ὥστ’ ἐμέσαι ποιῆσαι, ὅπως καὶ ἡμῶν τοῦτον ἔχων ἤδη μνησθῇς καὶ τῆς θοίνης μεταδοίης, τὴν λεοντότητα σαυτῷ ἐπὶ μᾶλλον ἐντεῦθεν ἐξακριβούμενος, τῷ μὴ μόνον τὴν περὶ θήραν ἔφεσιν καὶ ὁρμὴν ἔχειν τῶν εἰρημένων, ἀλλὰ καὶ τὸ μεταδοτικὸν πλουτεῖν καὶ φιλότιμον· ἐπεὶ καὶ τῶν θηρῶν ἐκείνων ὥς τε παρ’ ἄλλο τι, οὕτω δὴ καὶ τὸ ἐλευθέριον σφόδρα θαυμάζεται, ὃ καὶ αὐτὸ τὴν σὴν γενναιότητα μὴ προσκεκτημένην φαίνεσθαι, καὶ ταῦτα πρὸς ἡμᾶς, οἷς μὴ ὅτι γε τοῦ συνταραχθῆναί σοι καὶ συνιλιγγιᾶσαι, ἀλλ’ οὐδὲ τῶν βελτιόνων τῆς κοινωνίας ἐφθόνησας, οὔτε χάριεν ἴσως οὔτε σὸν ἀνασχέσθαι.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.