Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Βʹ Κύπριος – Ἐπιστολαί

Γρηγόριος Βʹ Κύπριος

Τελευταίες επιστολές, θεολογικές έριδες και παραίτηση

Αλληλογραφία για θεολογικά ζητήματα, περιγραφή της επιδείνωσης της υγείας του συγγραφέα και η τελική ομολογία πίστεως και παραίτηση του Πατριάρχη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Βʹ Κύπριος

—

Κεφάλαιο 10 από 10

Τῷ Ἐφέσου Ἰωάννῃ τῷ Χειλᾷ Δεδήλωταί σου τῇ ἱερότητι δεῦρο παραγενέσθαι, καὶ ἐξ οὗπερ δεδήλωται μῆνές εἰσί που τρεῖς· τάχα δὲ καὶ πλείους ἢ τρεῖς· καὶ αὐτή γε οὐ μόνον ἡμῖν οὐκ ἐπέστη, ἀλλ’ οὐδ’ ἔτι ἐπιστήσεται ἢ μὴ ἀντιδηλῶσαι ἠξίωσε. Τούτου τὸ αἴτιον ἄλλοι μὲν εἰκαζόντων τε καὶ λεγόντων ὅ, τι καὶ βούλεται ἕκαστος, ἐγὼ δ’ οὐχ ἕτερον εἶναι ὑπείληφα ἢ ὅτι λέληθέ σου τὴν ἱερότητα ὅσος ἡμῖν τε κλύδων καὶ τῇ Ἐκκλησίᾳ πρόσφατον ἐπανέστη, ἐπεὶ πτερὰ ἂν οἶμαι ᾔτησας ὥστε θᾶττον ὦδε φανῆναι καὶ βοηθῆσαι κινδυνευούσῃ αὐτῇ· κατέπεισας δ’ ἂν καὶ τοὺς ἄλλους προστάτας τῶν Ἐκκλησιῶν ἀφορῶντας πρὸς σέ, τὸ τάχος μιμεῖσθαί σου. Ἀνέστησαν ἐξ ἡμῶν ἄνδρες λαλοῦντες διεστραμμένα, καὶ ὁ πόλεμος νῦν τῷ τῆς εὐσεβείας λόγῳ οὐκ ἐκ τῶν τοῦ Βέκκου ἔργων τε καὶ λόγων καὶ τῶν συνισταμένων ἐκείνοις καὶ συμμαχούντων· ἔχει γὰρ ἤδη καλῶς ὁ βραχὺς τῆς εὐσεβείας τόμος, ὥσπερ φλὸξ ὕλην βαθεῖάν τε καὶ μεγάλην πάντ’ ἀναλώσας ἐκεῖνα· τῶν δὲ δοκούντων μὲν ἐκείνοις ἀντικαθίστασθαι, εἰς τοὐναντίον δὲ βάραθρον ἐξ ἀνεπιστημοσύνης ἀνθελκόντων τὸ δόγμα.

Πρώην μὲν γάρ, οὐ πάνυ δὲ πρώην, ὁ μηδὲν ὑγιὲς μήτε διανοούμενος μήτε λέγων Ἐσκαμματισμένος πολὺς ἦν γλωσσαλγῶν, τά τε μανιώδη αὐτοῦ καὶ βακχικὰ καὶ παράφορα φθεγγόμενος, καὶ τὴν Ἐκκλησίαν καὶ ἡμᾶς συνταράσσων· νῦν δ’ ἕτερός ἐστιν ἐκείνου καὶ οὐδὲν ἧττον ἐκείνου κακός, ὁ ἄγροικος καὶ κοῦφος καὶ εὐήθης Μοσχάμπαρ, βαρβάρους τινὰς βλασφημίας καὶ νηπιώδεις ἐξηγήσεις εἰσφέρων τῇ θεολογίᾳ, τό τε καθαρὸν τῶν ἱερῶν δογμάτων νάμα διὰ τούτων συνθολῶν, τούς τε περὶ ταῦτα ἐνιδρώσαντας θείους. Πατέρας μάτην πεπονηκότας ἀποδεικνύς. Ἐγὼ μὲν οὖν πρὸς τὸν νηπιόφρονα τουτονὶ γέροντα, ἐπειδήπερ ξυνίησιν οὐδὲν οὐδαμῶς καὶ ἀλόγως φιλονεικεῖ, ἀνενέργητος ἔχω διατελῶ· οὐ γὰρ ἔστιν ὅπως εἴσω χειρῶν, εἰ δὲ βούλει λόγων τῶν ἐμῶν γένοιτο· οὐδέ γε μὴν καὶ γενόμενος καιρίαν λόγου βουλὴν ὑποσταίη· ἀπαγὴς ὢν τὸν νοῦν καὶ ἀστήρικτος, καὶ στέγειν οὐδ’ ὁτιοῦν πεφυκώς· ὁ δὲ χαλκεῖς καὶ κναφεῖς καὶ ῥάπτας καὶ σκυτεῖς καὶ ὅσοι τοῦ χειρονακτικοῦ βίου μετερχόμενος ἀνύσιμός ἐστι παρ’ αὐτοῖς, καὶ ὅ, τι καὶ βούλεται δρᾷ· τοῦ ὁμοίου τῷ ὁμοίῳ προστρέχοντος.

Λυπηρὸν ἐμοὶ τοῦτο, πῶς γὰρ οὔ; παρρησίᾳ οὕτω μεγάλων βλασφημιῶν λεγομένων κατὰ τῆς Ἐκκλησίας, οὐ τὸ τῶν αἱρέσεων πῦρ φυγούσης, ἐν καιρῷ καὶ ταῦτα τῆς περὶ αὐτὴν ἐπισκοπῆς τοῦ Θεοῦ, ἀλλ’ εἰς πῦρ ἐκ πυρὸς ἐμπίπτειν κινδυνευούσης.

Τὸ δὲ τούτου πολλῷ σχετλιώτερον ὅτι καὶ τῶν ἁδρῶν τινες καὶ οὓς οὐδέποτ’ ἂν ἠλπίσαμεν, ὀπίσω τῆς φθορᾶς ταύτης πορεύονται· τίνι μὲν ἑλκόμενοι πράγματι ἐγὼ μὲν οὐκ ἐρῶ, τοὔνειδος τῶν δὲ καὶ τὴν αἰσχύνην συγκαλύπτειν αἱρούμενος· ἄλλος δ’ ἴσως μηδὲν εὐλαβούμενος, ἀμαθίᾳ γε φαίη ταῦτα πάσχειν αὐτοὺς καὶ ἀφελείᾳ καὶ τὸ παντάπασιν ἀμυήτους εἶναι τῶν λογίων τοῦ πνεύματος. Ἀτὰρ τίς ὁ ἐμὸς ἐπὶ τούτοις λόγος; δεῦρο ὑμᾶς σπεῦσαι ἐπὶ συστάσει τῆς χριστιανῶν ἀκραιφνοῦς πίστεως· καὶ σπεύσατε δὴ μηδὲν προθυμίας ἀνέντες. εἰ δὲ μή, ἀλλ’ οὐκ ἐς μακρὰν ὄψεσθε τὴν Ἐκκλησίαν εἰς μείζονα τάραχον τοῦ προτέρου καὶ κίνδυνον ἐμπεσοῦσαν. Ἐρεῖς μοι μηδέποθ’ οὕτω γενέσθαι συγχωροίη Θεός· χρὴ καὶ ἡμᾶς κινεῖσθαι ὡς ὁποσοῦν ἵνα μὴ τὰ πράγματα διαφεύγῃ ἡμᾶς καὶ τέλος οὐδὲν ᾗ τῆς εὐχῆς Οὕτω πράττειν φημί· ἐπεὶ πῶς ἄν τις καὶ μυρία καρτερικὸς ὢν μόνος ἐν τῷ κοινῷ πολέμῳ μένειν ἀνάσχοιτο, τῶν ἅλλων πάντων μόνον τῶν καθ’ ἑαυτοὺς φροντιζόντων;

Εἰ μὲν οὖν τις ἕτερος ταῦθ’ ὁρῶν ἀγαπῴη μένειν τὴν μέσην ἔχων τάξιν, λέγειν οὐκ ἔχω· ἐγὼ δὲ περὶ ἐμαυτοῦ φημι, ὡς ἐπειδὴ τοσαύτην ἐγκατάλειψιν περὶ ἡμᾶς οὐκ ἂν εἴην δυνατὸς βλέπειν Θεόν, οὔτ’ ἀνέξομαι, καὶ πορρωτάτω γενήσομαι Θεῷ τε πολλὰ ἤδη καὶ πολλάκις καὶ ἀνθρώποις ἀπολελογημένοις· καί γε τὴν λαχοῦσαν τάξιν τε καὶ στάσιν καταλείψω οὔ τοι ἑκών· καί γε τοῖς τε μονιοῖς ἀφήσω καὶ τοῖς ἄλλοις θηρίοις τὸ ἑαυτῶν ἐν τῷ θείῳ ἀμπελῶνι ἐργάζεσθαι· ἀφήσω γάρ, ἐπειδὴ καὶ τοῦτο τοὺς πολλοὺς ἀγαπῶντας κατανοῶ.

Τῷ αὐτῷ Ἔπρεπε πάντως σε, θεσπέσιε δέσποτα, καὶ μόνον ἅπαξ δεξάμενον ἅπερ εἰς Κωνσταντινούπολιν ἀπαντᾶν ἐκάλει ἡμέτερα γράμματα, τί δ’ ἅπαξ λέγω δεξάμενον, ἕδει δὴ μὴ δεξάμενον τὴν ἀρχὴν οἴκοθεν κινηθῆναι καὶ ἐπιστῆναι τῆς κανονικῆς ὡς εἰκὸς μνημονεύοντα προσταγῆς· νυνὶ δέ σου δεξαμένου, καὶ πολλάκις γε δεξαμένου, τοσοῦτον οὐδὲν γέγονε πρὸς σκοποῦ, ὥστ’ εἰμὴ καὶ σύ γ’ ἑτέρωθεν ἐπιστέλλων συνομολογεῖς, καὶ γράφειν ἡμᾶς σοὶ καὶ καλεῖν ὡς ἡμᾶς, κἂν ἐκστάσεως αἰτίας ἐμαυτῷ προσῆπτον, ὡς πάντα μᾶλλον πρὸς σὲ ἢ περὶ τοῦ δεῦρο σπεύδειν ἐπεσταλκότι τοσοῦτον ἡμῖν πόρρω προσδοκίας ἔδοξας διαμέλλειν· τὸν δὲ δὴ τεθνηκέναι τὸν ἀδελφόν τε καὶ φίλον τίς οὐκ οἶδε τοῦτό σοι σφόδρα γεγονὸς λυπηρόν; ἥψατο κἀμοῦ τῆς καρδίας μέσης τὸ πάθος· οὐ μὴν δ’ ἐχρῆν πρόφασιν τόδε τιθέναι ἀναβολῆς, καὶ σὲ σαυτὸν διὰ τοῦτο ἔργων τῶν ἀναγκαίων ἀφιστᾶν (διὰ τοῦτο) ἐς τοσοῦτον· εἴπερ τοὺς ζῶντας ἡμᾶς μόνη δικαίως ἂν τῶν ζώντων ἔτι καὶ περιόντων ἔχοι φροντίς, οἷς καὶ βοηθεῖν ἴσως ἔνι καὶ ἐπαμύνειν, οὐ τῶν μετηλλαχόντων τὸν βίον καὶ ἐξ ἡμῶν γεγονότων, οἷς ὁμοῦ τὴν ζωὴν καταλῦσαι ὑπῆρξε, καὶ πᾶσαν ἡμῶν τὴν περὶ αὐτοὺς πρᾶξιν συγκαταλῦσαι, πλὴν τῆς ἀπὸ τῶν εὐχῶν· πράγματος οὕτω ῥάστου ὡς ἐν παντὶ καιρῷ τε καὶ τόπῳ οἴα τ’ εἶναι οἷς ὀφείλεται ἀποδίδοσθαι.

Ἀλλὰ καὶ χειμὼν ὁ δριμύτατος ὁ τοὺς ἀσιανοὺς ἡμᾶς παρὰ τὸ πεφυκὸς εὑρηκώς, ψυχροτάτη νενόμισται παρευρῆσθαι αἰτία τοῖς οὕτω διὰ τῆς Ἀσίας εἰς Ἑλλήσποντον ἰέναι παρασκευάζεσθαι δυναμένοις, ὡς ἂν ὁ τῆς Ἐφεσίων σὺ καὶ πάσης σχεδὸν τῆς Ἀσίας παρασκευάζοι ὁ πρόεδρος. Τί μοι τὰ πολλὰ γράφειν; μὴν Ἀπρίλιος ἦν, ὅτε πρώτως ἐπεβάλομεν γράφειν καὶ καλεῖν ὡς ἡμᾶς, ἔδει τετάρτῳ τῷ ἐξ ἐκείνου μηνὶ ἢ ἕκτῳ, ἔδει ἐνάτῳ ἢ δεκάτῳ γε ἀπαντῆσαι· ἔδει τὸν γοῦν Φιλαδελφίας πρόεδρον δεῦρο διψῶντα ἰέναι, ἰέναι ἀφεῖναι· ὅτι δὲ μὴ οὕτω γέγονεν ἀθρόως ἡμῖν καὶ τὰ πράγματα ἀπ’ ἐλπίδος γέγονε. Καὶ οἶα γέγονεν ἄλλοι μηνύσουσιν· οἶμαί γε μαθόντας ὑμᾶς, οὐκ ἂν ἐθέλειν ἔτι ἀναβάλλεσθαι, τὰ καὶ τὰ σκηπτομένους· εἰ δὲ καὶ οὕτω προφάσεις αὖθις ἀναβολῶν παρ’ ὑμῖν, οἴχεται βεβαίως ἡμῖν τὰ χριστιανῶν ὡς δεῖ χριστιανῶν πράγματα· καὶ ὑμεῖς εἴσεσθε· ἐγὼ γὰρ ἄνθρωπος ὢν καὶ πᾶσι τοῖς ἐμαυτοῦ πρὸς τὸν ἐν χερσὶν ἀγῶνα χρησάμενος, ἐπειδήπερ εἰς τέλος ἀντέχειν οὐχ οἰός τε γέγονα, πρὸς ἐμαυτὸν συστραφεὶς ἠρεμῶ· τοὺς μὲν ἐχθροὺς τῶν ψυχῶν καὶ ἄκων ἀφεὶς χρήσασθαι τῇ ἰσχύϊ, ὑμᾶς δὲ περὶ τῶν προκειμένων λόγους ἀποδοῦναι Θεῷ.

Τῷ μεγάλῳ Λογοθέτῃ Χαλεπόν φησιν ἡ παροιμία κύων μαθοῦσα σκυτοτραγεῖν· οὐ μήν γε ὅσον ὁ ἀκειρεκόμης Φραγγόπουλος ἐρώτων μανίαις ἁλούς· ἐπείρα μὲν οὖν τινα παρθένον κατὰ τὸ παριὸν ἔτος, καὶ ὧν πεπείραται διὰ τοῦτο μνημονεύουσι πάντες, ὅσοι τὸ μέγα τόδε καὶ εὔδαιμον οἰκοῦσιν ἄστυ, πλὴν ὀλίγων καὶ τοῦ πεπονθότος αὐτοῦ· καὶ δὴ ταπεινὸς καὶ σωφρονικὸς ἦν, ἕως οὖ κεκολασμένην ἐπὶ τῆς κεφαλῆς εἶχε τὴν τρίχα· κατεκρίθη γὰρ μετὰ τῶν ἄλλων καὶ ταύτην ὑποστῆναι τὴν τιμωρίαν καὶ ὑπέστη.

Ἐπεὶ δὲ χρόνος ἐτρίβη καὶ αὔτη ἐπὶ τὰ πρότερα μέτρα πολλὴ γέγονε καὶ μεγάλη, κάτω ἐπὶ τὰ νῶτα ἰοῦσα διωσάμενος τῆς μνήμης ἐκεῖνα, αὐθίς ἐστιν ἐν τοῖς αὐτοῖς, καὶ αὖθις ἀκρατεύεται καὶ πειρᾷ· καὶ τὸ μανιωδέστατον, οὐκ ἄλλην ἢ ἐκείνην, ἧς ἕνεκα καὶ πρότερον πέπονθεν. Ἔξεστι μὲν οὖν κατὰ τοῦτο καὶ ἡμᾶς αἰτιᾶσθαι, οὓς πρὸ μικροῦ τρέμων ὁ Φραγγόπουλος, νῦν οὐδὲ οἴεται τῶν ἐν γραφαῖς πατριαρχῶν διαφέρειν· ἔξεστι δ’ ἴσως καὶ τὴν κόμην αὐτὴν τιττὰς ὡς εἰκάζοντά τινα φάναι καὶ θαυμασίας ἔχουσαν τὰς δυνάμεις· τὴν μὲν ἔρωτας ἀνεγείρειν, τὴν δὲ παθῶν ποιεῖν ἐπιλήσμονας. Ἐν τούτοις μὲν οὖν οὐκ ἔστιν εἰπεῖν ὡς ἔστι πλάσμα τοῖς ῥήμασι· καὶ πίστις τοῦ μὴ εἶναι, ἕτοιμος αἰτοῦντι παρασχεῖν ὁ τὴν παροῦσαν κομίζων ἐπιστολήν, ἀπαίτει καὶ λάμβανε· καὶ θέα, ὡς οὐ πονηρίας τιμωρία, εὐεργεσίαι δὲ μᾶλλον ἐκεῖνα, καὶ ὡσπερεὶ ἀρετῆς ἐνομίσθησαν γέρα· ποῖα δὴ λέγω ἐκεῖνα; περίοδοι, μάστιγες, ἀποκάρσεις, ἐκβοήσεις, καὶ τἆλλα ὅσα τηνικαῦτα πραχθέντα, αἰσχύνην δικαίαν καὶ ἄλγος ἐδόκει φέρειν τῷ πάσχοντι· ἐπεὶ πῶς τὸν αὐτὸν καὶ αὖθις οὐκ ἀναδύεται τρέχειν ἀγῶνα;

Τῷ αὐτῷ Διονύσιος οὑτοσὶ Ἀρκάς ἐστιν ἐκ Πελοποννήσου, ἡμέτερος δὲ καὶ τῶν πάνυ, συνοικεῖ τε γὰρ ἡμῖν ἀεὶ καὶ τὰ ἔνδον ἀόκνως ὑπηρετεῖ, ὁμοῦ δὲ καὶ συλλήπτωρ τῶν νυκτερινῶν εὑρίσκεται προσευχῶν. Τούτῳ Διονυσίῳ δύο γεγόνασιν ἀδελφοί, εἰσί τε εἰς δεῦρο τὴν πατρίδα οἰκοῦντες, οὓς καὶ ἀγαπᾷ οὐδὲν ἧττον καὶ αὐτοὺς ἀγαπῶντας, τοὺς μὲν νόθους ἰδεῖν διαπεφευγότας δεσπότας, τῆς δὲ Ῥωμαίων πολιτείας καὶ ἐλευθερίας μεταλαχεῖν.

Ὑπὲρ τούτου ἱκέτευσεν οὗτος ἡμᾶς, ἱκέτευσαν δὲ διὰ τοῦδε κἀκεῖνοι· τί δ’ ἱκέτευσαν; ἀτέλειαν αὐτοῖς τῶν πατρώων καὶ ὧν εἰς τὴν παροῦσαν ἡμέραν ἐν Ἀρκαδίᾳ κυριεύουσιν. ὑφ’ ἡμῖν μεσίταις βασιλέα δωρήσασθαι καὶ κυρῶσαι· ὡς νῦν μὲν ἐν ἐλπίσιν ἔχειν ἀπολαύειν τῆς δωρεᾶς ταυτησί, ἔργῳ δὲ τηνικαῦτα ἀπολαύσειν ἡνίκα καὶ Θεοῦ νεύσαντος ἡ πατρίς, εἴη δὲ τάχιον τοῦτο, εἴη δ’ ὁμοῦ καὶ σύμπασα ἡ λοιπὴ Πελοπόννησος ὑποχείριος γένηται βασιλεῖ. Ταύτην ἐδεξάμην τὴν ἱκεσίαν ἐγώ, ἐδέξατο καὶ βασιλεὺς δι’ ἐμοῦ, καὶ προστάσσει δή, σοὶ δὲ προστάσσει—εἰ μή σου τοῦτο τὴν μνήμην ὑπὸ πολλῶν ἐνοχλουμένου καὶ ἑλκομένου παρέδραμε—περάναι τὴν αἴτησιν· οὐκ ἐκρίναμεν δεῖν αὐτίκα τό τε ἐπείγειν μόνον οὐκ ἐν χεροῖν τὸ αἰτούμενον ἔχειν δοκοῦντες διὰ τὸ τῆς λήψεως πρόχειρον, σέ τε ὑπὸ μυρίας ἄλλης ὁρῶντες ἐχόμενον ἀσχολίας, καὶ οὐδὲ τοῦ ἐς Πελοπόννησον πλοὸς ἄλλως ὄντος ἑτοίμου· ἀλλὰ νῦν ἥκει καιρὸς ἐκεῖσε πλέειν ἐνθάδε τινάς· νῦν καὶ ἡμεῖς αἰτοῦμεν ἀσφαλῶς τοὺς εἰρημένους τὸν ἔλεον δέχεσθαι.

Παρακλήθητι καὶ δός, τό γε εἰς σὲ ἦκον, ἵνα δεξάμενοι καὶ ἀγαθῆς διὰ τῶν προσταγμάτων ἀναπλησθέντες ἐλπίδος θᾶττον πρὸς ἡμᾶς μετασταῖεν· εἴησαν δὲ μεταστάντες, ἀπαρχὴ πρὸς Θεοῦ τῆς ἔτι καὶ νῦν τυραννουμένης Πελοποννήσου προδειχθέντες καὶ πεμφθέντες τῷ διὰ Θεοῦ βασιλεῖ.

Τῷ αὐτῷ Ὁ θαυμαστὸς ἐπὶ τῶν δεήσεων, ὁ καλὸς κἀγαθὸς καὶ κοινὸς ἡμῶν ἑταῖρος ἀφεὶς τὰς τῶν ἄλλων δεήσεις ἀναφέρειν βασιλεῖ. ὅπερ αὐτοῦ καὶ τὸ ἐκ βασιλέως ἀξίωμα βούλεται, ὃ δὲ ὑπὲρ ἑαυτοῦ μάλιστα δεῖται, πρὸς τῆς παντὸς ἑτέρου ὡς ἔοικε χρείας τῆς καθ’ ἑαυτὸν αἰσθανόμενος, ταύτης δὴ χάριν γράφει τῇ τελειότητί σου, γράφει δὲ καὶ ἡμῖν, οὐχ’ ἵν’ ἡμεῖς βασιλέως, σοῦ δὲ μᾶλλον ὑπὲρ αὐτοῦ δεηθῶμεν· φιλεῖν ὁμολογῶ τὸν ἄνδρα, καὶ τοὐναντίον οὐδέποτε φαίην· καὶ γὰρ πᾶν αὐτῷ πάντοτε βούλομαι καὶ εὔχομαι ἀγαθόν· πλὴν πρὸς ἄλλον μέν τινα οὔσης αὐτῷ τῆς δεήσεως, οὐκ ἂν συνδεῖσθαι καὶ συνικετεύειν ἀνηναίμην· πρὸς σὲ δὲ πολὺ μᾶλλον ἢ ἐγὼ βούλομαι εὖ ποιεῖν αὐτὸν προθυμούμενον, πῶς οὐ περιττὰ ποιεῖν νομισθείην, εἰς ἱκεσίαν τὴν περὶ ἐκείνου βουληθεὶς ἐμαυτὸν καθιέναι: ὥστ’ ἀφίημι τοῦ κατ’ αὐτὸν πράγματος μόνῳ σοι μέλειν, ὃς οὐ μόνον αὐτῷ τὰ πρὸς σέ, ἀλλά που καὶ τὰ πρὸς ἕτερον ἡνίκα δεήσει ἀποχρήσεις οὐδὲν ἦττον ἢ αὐτὸς δύναμιν ἔχων ἀποχρήσειεν ἂν ἑαυτῷ.

Καὶ σὺ μὲν οὕτω τὴν ἐπικουρίαν ἀνδρὶ παρέξεις τῷ ἱκέτῃ καὶ φίλῳ, ἐγὼ δ’ αὐτῷ, καίπερ περιττὴν τὴν παροῦσαν τήνδε πρὸς ἡμᾶς ἐνστησαμένῳ ἀξίωσιν, ὅμως συγγινώσκω· οὐδὲ γὰρ δι’ ἔλλειψιν φρενῶν τε καὶ ἐπιστήμης ἐπὶ τοῦτ’ ἦλθεν, οὐδὲ δι’ αὖ ἄγνοιαν τῆς ἀγαθῆς σου περὶ αὐτὸν προαιρέσεως, ὑπὸ δὲ τῆς τῶν ἀναγκαίων, ὡς οἶδας, εἰς τὸ ζῆν τελούντων ἐνδείας, ὑφ’ ἧς καὶ πολὺ μᾶλλον ἢ τοὺς τὰ μεγάλα ὑπερχομένους φορτία σφάλλεσθαι συμβαίνει καὶ περιτρέπεσθαι ἄνθρωπον. Εἰ δὲ σύ γε καὶ αὐτὴν τὴν ἀξίωσιν, τὴν πρὸς ἡμᾶς δὴ λέγω, τὸ εὔλογον ἔχειν· λέγεις ὥς τι ἀνύσιμον ἔχουσαν, ἄκαιρον δὲ καὶ ὄντως περιττὴν τὴν συγγνώμην, δέχομαί σου τὸν λόγον καὶ πείθομαι, καί γε συνεφάπτεσθαι δοκεῖν τῆς δεήσεως βούλομαι, καὶ δὴ συνεφάπτομαι.

Ὁ πατριάρχης τῷ πρωτοβεστιαρίῳ Ἐμοὶ μὲν τουτὶ τὸ πόνημα πεποίηκεν οἷον ὁρᾷς ἀφελὲς πάντη καὶ ταπεινὸν καὶ τὸ ἄνωθεν περὶ τὰ τοιαῦτα ἀδόκιμον· πολὺ δὲ πλέον καὶ τὸ πόρρω πάσης ἐμὲ γενέσθαι σχολῆς· ὥστ’ οὐδ’ ἐπέβαλον αὐτῷ πράγματι νῦν, ὅτε μοι καὶ πᾶσα περὶ τοὺς λογισμοὺς ἀνωμαλία συνέπεσεν, εἰ μή τις ἀνάγκη κατήπειγε· κατὰ γὰρ τοῦ τόμου πολλῶν ἀνθρώπων κεκινημένων καὶ ὅ, τι ἔτυχεν εἰς μέμψιν λεγόντων, ἠνάγκασμαι καὶ ἄκων σχεδὸν κατὰ τῶν συκοφαντιῶν στῆναι, τό τε καλῶς ἔχον κρεῖττον δεῖξαι κατηγορίας, οὐ μὴν ἀλλὰ καὶ τὸ τῶν μαρτυριῶν πλῆθος τρίτον ἐμοὶ καὶ μέγα τῆς ἀφελείας αἴτιον γέγονε· πολλὰς γὰρ ταύτας καὶ ἀπαραποιήτους ἀξιοπιστίας ἕνεκα τῷ ὑποκειμένῳ ἐπενεγκὼν εἰκότως τὴν ταπείνωσιν ηὔξησα· ἀλλ’ οὐδέν μοι πρᾶγμα μὴ ἔχοντος τούτου τὴν τῷ λόγῳ πρέπουσαν ἀρετήν, εἰ μόνον ἀληθείας ἔχεται καὶ ὀρθότητος, ἣν δὴ σκοπὸν καὶ μόνην πεποίηται· κἂν μὲν ταύτης τυγχάνῃ, τῷ Θεῷ χάρις, πρὸς αὐτὴν ἡμᾶς ὁδηγήσαντι· εἰ δὲ μή, σὺ φίλος ἡμῖν, σὺ καὶ ἀνθρώπων σοφώτατος, σὺ καὶ ἀνθ’ ἡμῶν καὶ πατὴρ τῷ ἡμετέρῳ τῷδε γενοῦ, καὶ αὐτῷ τὸ ἄμωμον εἶναι παρὰ τοῖς ἀναγινώσκουσι χάρισαι, πάντως γὰρ δίκαιος εἶ· οὐ μόνον δὲ τῆς φιλίας χάριν, ἀλλ’ ὅτι καὶ ὑπὲρ Ἐκκλησίας καὶ εὐσεβείας τὸ ποίημα.

Τῷ αὐτῷ Τῷ παρόντι νεανίᾳ καὶ πένητι ὄντι καὶ ἡμετέρῳ πρόθυμος γέγονα βοηθεῖν, οὐχ ὅτι ἡμέτερος, ἀλλ’ ὅτι πάσχων ἄδικα τὸ δίκαιον ἔχει μεθ’ ἑαυτοῦ. Ἔστι μὲν τῶν πρὸς λόγους εὖ πεφυκότων, κεκώλυται δὲ ὅμως πολλὰ εἰδέναι καὶ τῶν ὁμιλήκων μεγάλαις διενηνοχέναι ὑπεροχαῖς, οἷς πενίᾳ συζήσας ὑπὸ χήρᾳ τρεφόμενος καὶ ἀπόρῳ μητρὶ οὐχ ὡς προσῆκε παιδείας ἥψατο καὶ μαθήματος, Οὖτος καὶ τὸν πολὺν Πεντεκκλησιώτην ἔσχηκε συγγενῆ, καὶ ἔδοξε μετὰ ὀρφανίαν ἐλεεινήν, μετὰ πενίαν ἀφόρητον καὶ τρίτον τοῦτο πλουτῆσαι κακόν· καὶ ὅπως ἔδοξε;

κτημάτιον ἦν περί που Χαλκηδόνα πατρόθεν διαφέρον αὐτοῖς· τοῦτο βασιλεύς, οὐ τοῦτον, τὸν δὲ Πεντεκκλησιώτην ἐν αἰτίᾳ ποιησάμενος ἀφαιρεῖται· ὁ δὲ καίπερ ἀνεύθυνος ὤν, ἀλλ’ ἔστεργεν ἀναγκαίως τῷ ὑπαιτίῳ συγκαταδικαζόμενος συγγενεῖ· ἔστεργε μέντοι ἔως οὔπω τῆς βασιλέως ἐκεῖνος φιλανθρωπίας ἀπήλαυεν· ἐπεὶ δ’ ἀπήλαυσε καὶ τοῦ χωρίου δεσπότης τὸ δεύτερον γέγονεν, ἀνίσταται καὶ οὖτος καὶ τὸ ἐπιβάλλον ἐκ δικαιοκρισίας αἰτεῖ· οὔ φησι παραχωρήσειν ἐκεῖνος δ’ ὁπωσοῦν, ἐπειδήπερ αὐτῷ γε μόνῳ δέδωκε βασιλεύς· ἠρεμεῖν ἐθέλει, φησί, καὶ οὗτος, εἰ ἐκείνῳ γε μόνῳ δέδωκε βασιλεύς· πλὴν εἰ μὴ δέδωκεν ἄλλοις μὲν γένοιτ’ ἂν ταῖς ἐμφανείαις τῶν δικαιούντων χαρτίων τὰ δίκαια· τούτῳ δὲ εἰ καὶ παράδοξός πως ὁ λόγος ὅτι μὴ ἐμφανίζειν ἔχοι, καὶ μάλα γενήσεται· καὶ γὰρ ἦν καὶ πολλά γε, ᾖ φασιν, ἦν· ἀλλ’ ὁ χρηστὸς συγγενὴς τέχνῃ ἀφείλετο, ἵν’ ἴδιον αὐτῷ γένοιτο τὸ κοινόν· τότε δ’ ἀφείλετο ὁπηνίκα τὰς πολλὰς ἡμεῖς ὑπὲρ αὐτοῦ ἐκινοῦμεν δεήσεις· τηνικαῦτα γὰρ ἐπειδὴ μὴ πρὸς γονέων ἤκουε τὸ κτῆμα καθήκειν αὐτῷ πρόσεισι τῇ τοῦδε μητρὶ ἀσφαλῶς ἐχούσῃ τοὺς χάρτας, αἰτεῖ δοθῆναι ἐπὶ μετουσίᾳ τῆς ἴσης· ἡ δὲ ὁρῶσα μὲν πρὸς τὰς ἐλπίδας, τὸν δόλον δὲ οὐ συνορῶσα προθύμως ὀρέγει τῷ προθυμοτέρῳ λαβεῖν· εἰλήφει τὸ ἀπ’ ἐκείνου καὶ κρύψας ἔχει, καὶ τὸ πᾶν λοιπὸν ἔχει κτῆμα τὸν κατ’ αὐτὸν καθάπαξ ἀπεληλακὼς κληρονόμον ἐλέησον τὸν πένητα τοῦτον, μὴ ὅτι καὶ ἡμεῖς ἱκετεύομεν, ἀλλ’ ὅτι τοῦτο ποθεῖν δίκαιος· ἐλέησον δή, καὶ προστάγματι τοῦ θείου βασιλέως τὴν κατ’ αὐτοῦ πλεονεξίαν σωφρόνισον· τοσούτῳ δυσωποῦμεν οὐ πολλὰ λέγοντες εἰς παράκλησιν, ἀρκοῦντος πρὸς ταύτην καὶ τῶν πολλῶν ἄτερ λόγων αὐτοῦ τοῦ πράγματος.

Ἀλλὰ δυσωπήθητι, εἰσάκουσον, καὶ Θεὸν ἐκδέχου ἀντιμετρήσαντά σοι τούς τε ὑπὲρ τῶν ἄλλων καὶ τοὺς ἐπὶ τῷδε μισθούς.

Τῷ αὐτῷ Ἐπεστάλη τῷ δεῖνι ὧδε ἰέναι καὶ ἦν ἂν ἔτος ἓν ἀκριβῶς, εἰ μή τινων ἐνέδει βραχεῖ ἡμερῶν ἐξ ὅτου ἐπεστάλη. Αἰτίαν δ’ ὅμω[ς] εἶχεν ἡ ἐπιστολὴ τὴν κατάστασιν καὶ εἰρήνην ἣν ἔδει ποτὲ ταῖς ἐκκλησίαις γενέσθαι· ὁ δὲ ἀεὶ μὲν ἀναβαλλόμενος ἀεὶ δ’ ὑπισχνούμενος καὶ ἥξειν καὶ μεγάλα οἷα δράσειν ἡμᾶς μὲν ἀγαθά, δεινὰ δὲ τοὺς ἐπηρεαστάς. Ἐπειδὴ μόλις ἦλθεν οὐκέθ’ ὁρᾶν πρὸς τὰς ἐπαγγελίας καὶ τὰ ἔργα παρέχεται· ἀλλ’ ἐκείνοις μὲν θρασέως μάλα στρατηγεῖ, ἡμῖν δὲ ἀπειλεῖ τε καὶ πολεμεῖ. Τὴν μὲν οὖν ὑπεροψίαν τ’ ἀνθρώπου καὶ τὸν μείζονα οὐρανοῦ τύφον, τά τε καταγέλαστα φάσματα καὶ φρυάγματα ἐμπληξίας ὄντα γεννήματα οὐ ποιητικὰ καταπλήξεως ἀκήκοας, οἶμαι, καὶ αὖθις ἀκούειν οὐ δεῖ· πλὴν ἀναστέλλειν ἔδει προμηθῶς ἡμᾶς τὰ τοιαῦτα, ὅτι καὶ ἀναστέλλειν ῥᾴδιον καὶ χρή· νυνὶ δὲ συγχωρεῖται, ἐφ’ ὁποίῳ οὐκ οἶδα συμφέροντι, καὶ προβαίνει τὴν ὀφρὺν μᾶλλον αἴρων καὶ μᾶλλον κατὰ πάντων ἀπονοούμενος· ἐγὼ δ’ ἐπείπερ οὔπω διὰ φιλαρχίαν ἐλεοῦντος Θεοῦ καθαρῶς μαίνομαι οὐδὲ πάντη τὸν θεῖον φόβον—λεγέσθω γὰρ καὶ σύ μοι συγγίνωσκε—τῆς ψυχῆς ἀπωσάμην, εὐλαβοῦμαι μὲν ἀπὸ χειρὸς ἀθρόου ῥίψαι τὰ πράγματα, χειμῶνα δὲ τῇ Ἐκκλησίᾳ καὶ τοῦ κατέχοντος χαλεπώτερον δι’ αὐτὸν καὶ τοὺς κατ’ αὐτὸν ἐπεγεῖραι.

Ἐπεὶ τίς πόνος τὸν ἄνδρα τοῦτον μιμήσασθαι, τοῖς τε ἀντιτείνουσιν ἐπικηρυκεύσασθαι, ναὶ μὴν καὶ σπείσασθαι πάντα μεθέντα πρὸς τὴν ἐκείνου βούλησιν, ἀρχήν, θρόνους, ὅσα ὑψηλὰ καὶ ἐπίφθονα· εἶτα δι’ ἐκείνων καὶ μετ’ ἐκείνων πάσης ταραχῆς τὴν φιλοτάραχον τήνδε πληρῶσαι ψυχήν· τίς λέγω πόνος, εἰμὴ τὴν Ἐκκλησίαν ἔμελλον ταυτὶ δράσας εἰς ἄγαν λυμαίνεσθαι, καὶ ὅ φησι Πλάτων διὰ φιλονεικίαν πάντως πάντα ἀπολέσαι ἐπίχαρτα τοῖς ἐχθροῖς ποιησάμενος; νυνὶ δὲ δέδοικα, ὅπερ ἔφην, μὴ τὴν μητέρα καὶ εὐεργέτιν ἀμύνωμαι ὑπ’ ἄλλων πολεμούμενος καὶ βαλλόμενος. Καὶ μυριάκις ἂν βουλοίμην ἀποθανεῖν ἢ τὴν κοινὴν χριστιανῶν ἐσάπαξ λυπῆσαι τροφόν, ἧς ἕνεκα ἵν’ ὑπέσχῃ τὴν ἐνεστῶσαν ἐπήρειαν καὶ πρόθυμος γέγονα τῶν ἐμαυτοῦ πᾶσι πάντων παραχωρεῖν· ὅπερ δὴ δέος ἡμῶν κἀκεῖνος ἐπιτηρήσας τῇ τε ἀνωμαλίᾳ τοῦ καιροῦ προσχρησάμενος ἀκάθεκτα μαίνεται καὶ ἐπαίρεται, καὶ τῇ ταπεινώσει ἡμῶν, ἣν διὰ Θεὸν καὶ τὰ Θεοῦ ταπεινούμεθα πράγματα ἐπὶ μᾶλλον ὑψοῦται καὶ κακὸς γίνεται. Τί οὖν ποιητέον ἐστὶ πρὸς ταῦτα; τίνα λόγον θεραπείας εὑρίσκεις, εἴπερ ἠρεμεῖν καὶ μένειν ἐν τῇ τοῦ καλοῦ χώρᾳ οὐκ ἐπιτρέπουσιν οἱ τὴν κακίαν αὐτὴν ὥσπερ ἄλλην ἐπιτηδεύοντες ἀρετήν;

Τὸ δὲ πόλεμον ἐμφύλιον ἐπισκόπτων ἀνάψαι, καταστρέφειν ἐστὶ τὴν Ἐκκλησίαν, ὥσπερ ἐκεῖνο τὸ τρίτον τῆς αὐτῆς κακίας ἔστι τε καὶ δυνάμεως, τὸ σπείσασθαι δὴ λέγω καὶ προσχωρῆσαι τοῖς ἐναντίοις. Τί φής; τί δράσομεν; εἰπὲ πρὸς Θεοῦ, ἐπεὶ καὶ ὑπὲρ Θεοῦ σοι ὁ λόγος, ὡς ἔγωγε παντάπασιν ἐξηπόρημαι καὶ οὐκ ἔχω ὑπὸ τῆς ἀθυμίας ὅστις καὶ γένωμαι.

Ὁ πρωτοβεστιάριος τῷ πατριάρχῃ Παναγιώτατε καὶ θειότατε δέσποτά μου οἰκουμενικὲ πατριάρχα. Ἐγὼ δὲ τὴν ἐπὶ τὸν Ἄθω φυγὴν τοῦ πονηροῦ Θεοδοσίου μαθών—οὕτω γὰρ αὐτὸν καλεῖν ἄξιον πολλῶν τε ἄλλων χάριν, ἂ ταύτην τούτῳ.

τὴν προσηγορίαν ἁρμοδιωτάτην εἶναι πεποίηκε, καὶ τῆς ἐσχάτης ταύτης ἀπονοίας πρὸς ἣν αὐτὸν φιλοδοξίας ἔρως συνήλασεν ὥσπερ ἔχω τι σκοπήσας ἐρεῖν—ἐγὼ δὲ ὅμως καὶ πρὸ τούτου τὴν ἀποδημίαν ταύτην ὑπώπτευον, καὶ τῷ θειοτάτῳ βασιλεῖ καὶ δεσπότῃ ὑφηγεῖσθαί τε καὶ λέγειν οὐκ ὤκνουν, ὡς ἄρα οὐ σκοποῦ χωρὶς καὶ μελέτης εἴτουν ἐναντιωτάτου τινὸς σκέμματος μεταβολή τις εἶλε τοῦτον οὕτως ἀθρόα καὶ τοῖς ἀκριβῶς ἐπισταμένοις αὐτὸν ἄπιστον, καὶ μετέστησεν ἐκ τῶν Αὐξεντίου βουνῶν καὶ τῆς ἐν αὐτοῖς τρυφῆς καὶ εὐπαθείας, ἣν δαψιλῆ τε καὶ πλουσίαν τούτῳ χαρίζεται ὁ τῆς σεμνοτάτης καὶ ὀλβιωτάτης ἐξηγούμενος Λαύρας, ἐπεὶ καὶ φιλοτίμως χορηγῶν αὐτῷ καὶ θεραπεύσεως τὴν ἁβράν τε καὶ κενόδοξον χρείαν οὐδέν ἐστιν ἕτερον, ἢ τῶν ὤτων ὥσπερ ἠρτημένος αὐτοῦ καὶ κινδυνεύων οὐ πράγματι μᾶλλον ἢ ὀνόματι μόνῳ τῇ τῆς ἀρχῆς ἐπωνυμίᾳ σεμνύνεσθαι· τἄλλα δ’ ὥσπερ τούτῳ δουλεύων καὶ τὴν ἀπαίδευτον αὐτοῦ φιλοσοφίαν τιμῶν, εἴ τι χρὴ καὶ πρὸς φιλοσοφίαν οὕτω τολμᾶν, ἀλλὰ μὴ κενὴν ἀδολεσχίαν τὴν πολλὴν αὐτῷ τοῦ λόγου φλυαρίαν ὀνομάζειν· σκαιότητά τε τρόπου τὸ σοβαρὸν καὶ ἄχαρι τοῦ ἤθους καὶ ὅλον ὑποκριτικὸν καὶ ἀφύλακτον, ὅτι καὶ τελέως ὑπ’ ἀβελτηρίας εἴτουν ἀλαζονείας εὐφώρατον καὶ μόνῳ τάχα τούτῳ τἀναντία συνέδραμε· λογισμὸς μὲν οὐδαμοῦ μέτριος, ὅτι μηδὲ ἔχει φύσιν ἀρετῇ συνεῖναι κακίαν· ἀλλὰ φύσις ταῦτα πόρρω τε καὶ ἀπ’ ἀλλήλων διώρισται· καὶ ἀρετῆς μὲν ἐπιούσης ὑποχωρεῖ καὶ δραπετεύει κακία, ὥσπερ σκότος ὑπὸ τοῦ φωτὸς δραπετεύεται, ὄχλος δὲ παθῶν ἐν δυναστείᾳ ἐπὰν μὴ νοῦς καλῶς ἡγεμονεύῃ μηδὲ ῥυθμίζῃ λόγος τῆς ψυχῆς τὴν κατάστασιν· τῷ δὲ καὶ σχῆμα ταπεινὸν πλάττεται, πλὴν ὄγκος διελέγχει τῆς ψυχῆς ἀνασοβῶν ἔνδοθεν καὶ μηδ’ ἐπὶ πολὺ λανθάνειν συγχωρῶν τὸ προσωπεῖον, ἀλλὰ ταχὺ τὸ δράμα τε καὶ τὴν σκηνὴν ἀνακαλύπτων καὶ εὐχερῶς τὴν δυστροπίαν παραδειγματίζων τοῦ πλάσματος, ἐφ’ οἷς καὶ νῦν πειρώμενος λανθάνειν ἔλαθεν ἁλούς, καὶ πρόδηλός τις ἀνεφάνη κακός, ὡς ἀρετῇ καὶ ἀληθείᾳ μαχόμενος· ἐννοεῖν μὲν οὖν τὸν Ἄθω καὶ τὴν ἐν αὐτῷ διατριβὴν καὶ ἡσυχίαν οὐχ ὅτι ἀρετῆς αὐτῷ καὶ ἡσυχίας ἐμέλησεν, οὐδ’ ἵνα τι τῷ τριβωνίῳ χαρίσηται, ὅτι μηδὲ τῇ διττῇ φιλοσοφίᾳ τῆς τε θεωρίας καὶ πράξεως, ἣν ὁ λόγος τῆς μεταβολῆς ἐπηγγείλατο, καὶ ἡ μετάθεσις τοῦ βίου ἐκ τοῦ κοσμικοῦ καὶ μιγάδος πρὸς τὸν πνευματικὸν καὶ μονάζοντα, ἀλλ’ ὅτι μηδὲ τὴν ἀρχὴν ἐξ εὖ ἔχοντος σκοποῦ πρὸς τὸ τῆς ταπεινώσεως ἐλήλυθε σχῆμα, οὐδὲ τὴν μοναδικὴν ζωὴν εἵλετο ἀντὶ τῆς ἐν μέσῳ συναναστροφῆς καὶ ὁμιλίας καὶ τέρψεως· ἀλλὰ ταῦτα μὲν ὑπερεπόθει καὶ καταλαβεῖν ἔσπευδε, πλοῦτον καὶ τιμὰς ἐννοουμένας αὐτῷ καὶ φανταζομένην συζυγίαν, νῦν μὲν ἴσθι εὐγενῆ καὶ περίβλεπτον, νῦν δὲ τυχὸν ὀλβιωτάτην καὶ τοὺς πολλοὺς τοῖς θησαυροῖς ὑπερβαίνουσαν· ἐπεὶ δὲ τῶν λογισμῶν καὶ τῆς ἐλπίδος ταύτης ἐσφάλη, τὸ μὲν μεμφόμενος τῇ τύχῃ, ὅτι μὴ δωρεὰν ἀεὶ καὶ προῖκα ταῦτα τοῖς ἐφιεμένοις χαρίζεται, τὸ δ’ ἔστιν ὅπου τῆς οἰκείας ἀσθενείας αἰσθόμενος καὶ συνιεὶς ὡς γέρα ταῦτα μᾶλλον παρὰ βασιλέως τοῖς ἀξίοις χαρίζεται, καὶ ἔστιν ὤνια καμάτων καὶ ἀγώνων πολλῶν, καὶ τοῦ δεξιῶς καὶ ἐπιβόλως ἔχειν ἐπὶ πᾶν τὸ παρ’ αὐτοῖς πιστευόμενον ἐξαπορῶν καὶ ἀπονοούμενος ὑπὸ πολλῆς ἀμηχανίας, καὶ μὴ ἔχων ὅ, τι δράσειε λοιπὸν ἕτερον, ὑπὸ φθόνου τὴν ψυχὴν ἐκεντᾶτο καὶ μυρίοις κατετήκετο πάθεσι, τοῦτ’ αὐτὸ βασκανίᾳ πρὸς τοὺς ὑπερέχοντας, ἔριδι καὶ ζήλῳ πρὸς τοὺς ἀντιτέχνους, ὑπεροψίᾳ πρὸς τοὺς ἰσοτίμους, ἵνα διὰ τούτου δόξῃ τι προέχειν ἐκείνων· πρὸς τοὺς ὑποδεεστέρους ὑπερηφανείας θρασύτητι, μίσει πρὸς τοὺς ἄλλους ὁμοῦ, δυσνοίᾳ πρὸς αὐτοὺς τοὺς κρατοῦντας, ὅτι μὴ τῶν ἄλλων ἐτιμᾶτο πλέον αὐτοῖς οὐδ’ ἐπλήρουν τούτῳ τὰς ἐφέσεις, ἀλλὰ παρεώρων ἀγέραστον.

Τί ἔτι;

τελευταίαν ὁδὸν μέτεισι· γίνεται τοῦ καιροῦ τῆς βλασφημίας ἐν τούτῳ κλέψειν οἰηθεὶς καὶ ὑφαρπάσειν, ἃ πλεῖστα πονηθεὶς καὶ ἐκζητήσας οὐκ ἔσχε δυνηθεὶς πρότερον· ὡς δὲ καὶ ἐν τούτῳ ἔσφηλεν αὐτῷ Θεὸς τὴν προσδοκίαν, πρὸς τὸν φίλτατον αὐτῷ δογματιστὴν τῶν ἀλλοκότων καὶ τοῦ ἐνιαυτοῦ ἐκείνου ποιμενάρχην ἐπεῖδε, καὶ ἐπιρρίψας τούτῳ τὰς ἡνίας τῆς ἐλπίδος ἔδωκεν ἄγειν, ὅπου ἄν γε εἴη βουλομένῳ σκοπεῖν· πλὴν εἰς ὄρη τε καὶ ἐρημίας καὶ βάραθρα, τῆς πολλῆς ἐκείνης ἀλογίας, ἣ τὴν Ἐκκλησίαν κατέτεμεν, οὔκουν οὐδὲ τοῦτό γε σκοποῦ τινος καὶ λογισμοῦ χωρὶς ὁ γεννάδας, ἀλλ’ ἐπειδὴ πᾶσαν πεῖραν διεξελθὼν καὶ πάντα κάλων, ὅ φασι, κινήσας τῶν σπουδαζομένων ἀπέτυχεν, ὃ μὴ ἔσχηκε κερδήσας λέγω δόξης καὶ περιουσίας ἀπόλαυσιν ἐν τοῖς κοσμικοῖς πολιτευόμενος καὶ πλανώμενος, τοῦτο δ’ ἑτέρας πλάνης δοκιμάζει λαβεῖν καὶ μεθαρμόζεται τὸν βίον οὐδὲν Θεῷ ταῖς ἀληθείαις οὐδὲ τῇ ἑαυτοῦ ψυχῇ χαριζόμενος, ἀλλὰ τὰς ὑψηλὰς ἐπινοῶν καθέδρας καὶ τοὺς ἱεροὺς περινοστῶν θρόνους τῷ νῷ καὶ τρεφόμενος ἐλπίσιν, ὅτι ὁ πολὺς αὐτῷ καὶ μέγας ἀρχιποίμην τάχιστ’ ἂν ἀμείψηται αὐτόν· τὸ μέν τοι τῆς στοργῆς καὶ τῆς εὐνοίας, ἣν ὅ, τι πλείστην εἶχεν ἀπονέμων αὐτῷ, τὸ δέ τοι τῶν ἀδολεσχιῶν ἕνεκεν ἃς ἀτρόμῳ ἠδολέσχει διανοίᾳ καὶ ἀπυλώτῳ καὶ ἀνυποστόλῳ ἐξήρευγε τῷ στόματι, τὰ ἱερὰ καὶ θεῖα διαφθείρων καὶ παρεξηγούμενος λόγια· ἐπεὶ δ’ ἐκεῖνον ἡ δικαία ψῆφος τοῦ Θεοῦ καθελοῦσα, εὖ ποιοῦσα καὶ ἀξίως ὅτι γε καὶ ψῆφος Θεοῦ, ὡς πορρωτάτω τῶν ἱερῶν καὶ θείων περιβόλων ἀπήλασεν, ἀνῆκται δὲ ἐπὶ τὸν θρόνον τῆς μεγάλης ἀρχιερατείας ὁ τῆς ἀληθείας καὶ τῆς εὐσεβείας διδάσκαλος, σὲ δὴ λέγω τὸν ποιμένα τὸν μέγαν, ὡς τοῦ ἀληθινοῦ ποιμένος ἀντίτυπον, τί χρὴ λέγειν;

ἢ ὅτι φθόνος μὲν κατέσχε τὴν βέβηλον ψυχὴν καὶ μισόκαλον· εἶτα φόβος οὗτος μόνος ἀληθής τε καὶ εὔλογος· τὸ δέ ἐστιν, ὅτι καὶ τούτων δῆτα τῶν ἐλπίδων τῶν ἐσχάτων διέπεσε· διώκτην γὰρ ἀναφανέντα καὶ δογματιστὴν ἀπερίσκεπτον, μᾶλλον μὲν οὖν καὶ λίαν τινὰ θρασὺν καὶ αὐθάδη ὡς μηδέν τι τῶν ἀτοπωτάτων ὅσα προὔφην ὁ χρόνος ἐκεῖνος ὑποστειλάμενον τολμῆσαί τε καὶ εἰπεῖν· πῶς ἂν γένοιτο βαθμοῦ τινος ἀξιωθῆναι ἢ τῶν πρὶν προσδοκωμένων ἡμῶν τεύξασθαι;

ἐντεῦθεν δυσνοεῖ μὲν ἀμυνόμενος βασιλεῖ τῷ φιλοχρίστῳ καὶ σὺν τῷ Θεῷ χαρισαμένῳ τῇ πνευματικῶς γεννησαμένῃ Ἐκκλησίᾳ τὸ κράτος καὶ ποιησαμένῳ πᾶσαν ἐκ τοῦ μέσου βλασφημίαν καὶ διὰ τῆς ὀρθῆς αὐτὴν ὁμολογίας δοξάσαντι· ἀμύνεται δὲ καὶ σὲ τὸν ταύτην δὴ παρὰ Χριστοῦ καλῶς νυμφευσάμενον ἐν τῇ δόξῃ τοῦ πατρὸς διὰ τῆς ἐνεργείας τοῦ πνεύματος· εἶτα βλασφημεῖ καὶ διαβάλλει τοῦτο καὶ Χριστὸν τὸν σὸν Θεόν τε καὶ δεσπότην, τὰ τοῦ ἐναντίου πνεύματος ὄργανα· οἶδα ὅτι ταῦτά γε βουλόμενος καὶ σκῦλαι διανοηθεὶς τοὺς εὐτυχεῖν αὐτῷ μέλλοντας πρὸς αὐτό τε τὸ τοῦ Ἄθω ὄρος ἀπέδραμε καὶ τὰς ἐκεῖ διατριβὰς ἀνεζήτησεν· ἀλλὰ νικᾷ Χριστὸς ἁπανταχοῦ σὺν ἀληθείᾳ καὶ τὴν πλάνην πανταχόθεν ἀπήλασεν, ἀπελάσει δὲ καὶ νῦν τῆς ἀληθείας ἐν αὐτῷ πρεσβευομένης καὶ ὑπερνικήσει Χριστός· οἱ δὲ καὶ ἡττηθήσονται καὶ σιγήσουσιν, ἡ δ’ ἐπάνοδος, ἡ δὲ θρασύτης, ἡ δὲ ἄκαιρος παρρησία, ἡ δ’ ἐπὶ πρόσωπον ἀναισχυντία, ταῦτα πάντα οὔκουν σωφρονοῦντός τινος, ἀλλὰ μεμηνότος σαφῶς πλὴν οὔτ’ αἰτήσεται συγγνώμην οὔτ’ ἴσως αἰτησάμενος λήψεται, ὅτι οὐδὲ παρεκόπη τὰς φρένας ὑπὸ πάθους ἀβουλήτου τινός, ἀλλ’ ἑαυτῷ φέρων λεγεῶνα ἐπεσώρευσε πνευμάτων ἐναντίων· εἴθ’ ὥσπερ διʹ αὐτῶν ἐθελοντὴς ἀνεβάκχευσεν οἶος οὗτος ὁρῶντί μοι πολλάκις εἰς αὐτὸν κατεμηνύθη· μετρίως μὲν διάστροφος τὸ βλέμμα, γαληνὸν δὲ οὐδέν τι φέρων ἐν τοῖς ὀφθαλμοῖς οὐδὲ ἥσυχον, τοὐναντίον μὲν οὖν ἅπαν ἐπὶ τοσόνδε ἀγριότητος μέτοχον, ὅσον ἂν καὶ ἔχειν τὸν βουλόμενον εἰκάζειν ἐπὶ δαιμονῶντας ἀνακινῶν τὴν μνήμην καὶ πρὸς ἐκείνους ἀναφέρειν τὴν μίμησιν, ἢ ἐπὶ μυθευομένους βάκχους καὶ σατύρους τινάς.

Ὁ μὲν οὖν ζῆλος μέχρι τούτων ἐξήνεγκε καὶ οὐδὲ παρακατέχειν οἷον δύναμαι τὸν ζῆλον, νὴ τὴν ἱερὰν κεφαλήν, ἐξ οὖ καὶ πλείω λέγειν ἠβουλόμην, εἰ μὴ αἰδὼς καὶ δέος με ἐπεῖχε πρὸς τὴν σὴν ἁγιωσύνην τοὺς παρόντας λόγους ποιούμενον καὶ τὴν ἀμετρίαν ἐκφεύγοντα· πλὴν ταῦτα εὐαγγελίζομαι, καὶ εὐαγγελίζομαι βεβαίως θαρρῶν τῇ ἀληθείᾳ, Θεῷ τε τῷ εὐοδοῦντι καὶ σώζοντι, καὶ ταῖς εὐχαῖς τῆς σῆς ἁγιωσύνης, ἃς δεῖτε θερμοτέρας ποιουμένου εὐοδώσει μᾶλλον Θεός· εὐαγγελίζομαι δέ, ὡς ὅσον οὔπω μέτριαί τινες διαγενήσονται ἡμέραι καὶ ἀφίξεταί σοι πρὸς τὴν πόλιν ὁ θεοστεφὴς βασιλεύς· ἀναβολὴ γὰρ τὸ ἀπὸ τοῦδε οὐδεμία, καὶ ἀφίξεται τάχιστα· ἐληλυθότος δὲ τό τε ἄλλα ἕξει καλῶς καὶ πᾶσα ἡ τῶν πονηρῶν καταργηθήσεται κακία, καὶ τὰ πολλὰ διαλυθήσεται σκάνδαλα.

Τοῦ ἁγιωτάτου πατριάρχου Εἰ μὲν ἐκ τῆς ἐντεῦθεν ψήφου ἐβεβαιοῦτο παρὰ τῷ ἀδεκάστῳ κριτῇ καλῶς ἀρέσκειν ἀνθρώποις, τίς εἶχε σπουδὴν μαρτυρίαν τὴν ἔνθεν δόξαν εἰς πίστιν τοῦ μέλλοντος ἐπαγόμενος καὶ ἀνεύθυνος ἀποδειχθήσεσθαι μέλλων, ἐξ ὧν συνέστη παρὰ τῶν ἐνθάδε κριτῶν· εἰ δὲ σχολάζει σχῆμα καὶ ἀποδοχὴ καὶ δόξα τῶν ἐν τῷ παρόντι ψηφιζομένων τὰ καθ’ ἡμᾶς, γυμναὶ δὲ τῶν πεπραγμένων καὶ νενοημένων παρίστανται εἰκόνες σαφεῖς ἔλεγχοι φαύλων καὶ ἀστείων ἐνθυμήσεων καὶ ἔργων γινόμεναι καὶ κρινόμεναι οὐκ ἀφ’ ὧν ἔδοξε τοῖς πολλοῖς, ἀλλ’ ἀφ’ ὧν αὐτὴ συνίστησιν ἡ ἀλήθεια, εἰκαῖόν τι καὶ μάταιον ἀληθῶς ἐπιτήδευμα τὸ πείθειν τούτους ἐθέλειν ὅπως ἔχοι τὰ ἡμέτερα· ὧν ἡ πληροφορία οὐδὲν ἡμᾶς εἰς τὴν ἄνω δίκην ὀνίνησι, τὰ ὄντα βλέπομεν.

Τινὶ τῶν ἀρχιερέων Ὡς διετέθησαν οἱ πολεμεῖν ἀεὶ τῇ Ἐκκλησίᾳ καὶ τῇ καταστάσει τῶν πραγμάτων βουλόμενοι, καὶ ὡς αὔξει καθ’ ἑκάστην ἐκ τῆς τούτων ἐπηρείας τὰ σφάλματα, περιττὸν ἴσως ἐν τοῖς νῦν διηγεῖσθαι· ἐπεὶ μηδὲ πλέον ἂν εἰπεῖν δυνησόμεθα τῶν ἐγνωσμένων ἀκριβῶς τῇ σῇ ἱερότητι, ὅσα τε δρῶσι δηλαδὴ οἱ τῆς Ἐκκλησίας οὗτοι σπαράκται, καὶ ὡς πολὺς ἐντεῦθεν τοῖς ἀφελεστέροις τῶν ἀνθρώπων ὁ κίνδυνος· δι’ ἃ καὶ ἀπαραίτητος ἡ χρεία τῆς ὑμῶν συνελεύσεως, ὡς ἂν ἀντιτάξησθε γενναίως τοῖς οὕτω θορυβεῖν τὴν Ἐκκλησίαν παντοίαν ποιουμένοις σπουδήν, καὶ καλῶς σὺν βοηθείᾳ Θεοῦ τὰς μηχανὰς τοῦ πονηροῦ διαλύσησθε· καὶ μᾶλλον ὅσοι μὴ μόνον τοῖς τῶν θρόνων βαθμοῖς διαφέρετε τῶν ἄλλων καὶ ὑπερέχετε, ἀλλὰ καὶ σὺν τῷ κόσμῳ τῆς ἀρετῆς καὶ τὴν ἐκ τῶν λόγων πεπλουτήκατε δύναμιν. Τοιγαροῦν μετακαλούμεθα τὴν σὴν ἱερότητα, ἵνα ἐνδημήσαις τῇ βασιλευούσῃ ταύτῃ τῶν πόλεων· ἐλεύσονται γὰρ καὶ οἱ λοιποὶ τῶν ἱερωτάτων ἀρχιερέων.

Τῷ Μελιτινιώτῃ Δέσποτά μου καὶ ἀδελφέ, τοῦτο μὲν διὰ τὸ τοῦ ἀξιώματος ὑψηλόν, τοῦτο δὲ διὰ τὴν ἐκ διαθέσεως συγκατάβασιν, πόσα ποτὲ οἴει καμεῖν με πειρώμενον τὴν βίβλον λαβεῖν, ἵνα μὴ τὸν φίλον σε παρακρούσωμαι· ὀλίγα οὔμενουν μὰ τὰς τῶν Πατέρων εὐχάς, οὐδαμῶς ὀλίγα· πάμπλειστα δέ, καὶ ὅσα οὐκ ἂν εἴη βουλομένῳ μοι γνωρίζειν δι’ ἐπιστολῆς εὐπετές. Τὰς γὰρ ἀνανεύσεις τὰς ἐπὶ τὴν βίβλον τοῦ ἀνδρός, καὶ τὴν σύμπτωσιν τῶν ὀφρύων, καὶ οὓς ἀνέσπα μετὰ σφοδρότητος λόγους, καὶ τὰς ἀποπηδήσεις, καὶ τἄλλα ὅσα λέγων καὶ πράττων ἦν πολλῇ κεχρημένος τῇ σοβαρότητι, ὥστε μου ἄπρακτον δεῖξαι τὴν αἴτησιν, πῶς ἄν τις ἐπιστέλλων καὶ μέτρα τηρεῖν ἐπιστολῆς προαιρούμενος, γνωρίσαι ἔχῃ ἐξ ἱκανοῦ; πολλοῦ γε καὶ δεῖ· τὰς ἐξ ἐμοῦ παρακλήσεις, τὰς παρὰ τὸ δέον ἀξιώσεις, τὰ σὺν ἱλαρότητι προσφθέγματα, τοὺς ἱκετηρίους λόγους, τὰ ἐπαγωγὰ προσφωνήματα, ὅσα ἡμῖν ἐξ ὧν οἶδα χαίρειν ἐκεῖνον παρεσχεδιάσθη, ὥσθ’ ὑπαγαγέσθαι δυνηθῆναι τὸν δύσκολον, παρείσθω ταῦτα, ὅτι μηδὲ τούτων καιρός· τοσοῦτον δ’ ὅμως ῥητέον νυνί· ἐπειδὴ καὶ πέτρα ῥανίδι κοιλαίνεται, εἴπερ ἐκείνη ἐνδελεχέστερον κάτεισι, κἀγὼ ὑπηγαγόμην τὸν ἄνδρα συχνοὺς καταχέειν τοὺς λόγους· οὐδὲ γὰρ οὐδενὸς ἐφεισάμην, ὅτι οὐδὲ ἔδει σοῦ γε χάριν σπουδάζοντι, τῶν ὅσα ἦν ποιῆσαι εἰκός.

Ἐκίνησα οὖν τὰ ἐμαυτοῦ πάντα, ὅσα τε εἶχον πρῶτον συνερανίσας, καὶ ὅσα παρεφεῦρον νυνί, καὶ πείσας ἔχω τὸν ἀδαμάντινον· οὕτω γὰρ οἶμαι πρέπον τὸν καθ’ ὑπερβολὴν ἀμείλικτον ὀνομάζεσθαι· τὴν βίβλον δὲ λαβὼν ὑπὲρ ἧς καὶ ὁ τοσοῦτος ἀγών, ἀπολύω πρὸς σέ· σὺ δὲ δεξάμενος ὄναιο τὰ μεγάλα, πᾶν ὅ, τι κάλλιστον ἐκεῖθεν ὑπολαβὼν καὶ τῷ πίνακι ἐγγράψας τῆς ἑαυτοῦ ψυχῆς· ἡμῖν δὲ μένοις φίλος τὸν ἅπαντα χρόνον, μὴ μόνον μηδὲν ἐνδιδοὺς τῆς ἀγάπης, ἀλλὰ καὶ ὅσον πλεῖστόν ἐστιν αὔξων ταύτην καὶ κινῶν πρὸς ἐπίδοσιν.

Τῷ αὐτῷ Ἐμοὶ φίλος ἀνὴρ οὐ μόνον ὅστις αὐτὸς ἀγαθὸς ὢν τύχῃ τοὺς τρόπους, ἀλλὰ καὶ ὁ τοὺς ἀγαθοὺς ἢ δοκοῦντας ἀποδεχόμενος· σὲ γοῦν ἀμφότερα ταῦτα δεικνύναι ἔχοντα, ἀσπάζομαί τε καὶ ἴσον τιμῶ ἐμῇ κεφαλῇ· καὶ γὰρ τρόπων χρηστῶν, ἀπέστω δὲ κολακεία, ἱκανῶς ἔχεις· καὶ εἴπου τις χρηστὸς ὀνομάζεται, θαυμαστὸς παρὰ σοί. Τοιγαροῦν ἀδικοίην ἄν σε οὕτως ἐρωτικῶς ἔχοντα ἀνδρῶν ἀγαθῶν, ἂν μὴ μηνύσω σοι· μάλιστα δὲ γνοίης ἄνδρα δι’ ἐμοῦ, φίλον μὲν Θεῷ, φίλον δὲ καὶ ἀνθρώποις, οἷς ἄν ποτε γνωρισθῇ· ὁ γάρ τοι ἐκείνου τρόπος πείθει τοὺς πάντας, ὡς ἔπος εἰπεῖν, φίλον ἡγεῖσθαι τὸν ἄνδρα· τίς δὲ ὁ ἀνήρ, ὂν περὶ πλείονος ποιοῦμαι εἰδέναι καὶ σέ· οὗτος ἐκεῖνος ὁ τὴν καλὴν δημιουργήσας ἐπιστολήν, ὃν ἐξ ἀκοῆς καὶ τῶν ἔργων ἔχεις εἰδὼς καὶ αὐτὸς νὴ τὰς εὐχὰς τῶν Πατέρων, πλείστης ἀγαπήσεως δίκαιος· οὗτος ἐπιστὰς ἐκ τῆς ἡσυχίας τῇ πόλει καὶ συμφορὰς ἐξ ἐπηρείας τοῦ ἐχθροῦ πειραθείς, βούλεται αὖθις ἀναλῦσαι περὶ τὰ φίλα τῆς ἡσυχίας χωρία, ἢ τὰ τῆς ἀρετῆς ἐργαστήρια εἰπεῖν οἰκειότερον· οὐ γὰρ ἔτι φέρει τὴν ἐνταῦθα διατριβήν, καὶ δυσχεραίνει τοὺς ἀστικοὺς θορύβους, οὐδὲν ἧττον ἢ ὅσα χερσαῖα τῶν ζώων τὴν ἐν ὕδασι διαγωγήν.

Σὺ δὲ οὐχ ἑώρακας τοῦτον, οὐδὲ ἦλθες εἰς λόγους τῷ ἀνδρί, καὶ ταῦτα πολλὰ περὶ αὐτοῦ ἀκηκοὼς καὶ ἐπιθυμήσας πολλὰ συγγενέσθαι· ἐγὼ δὲ ἀνιῶμαι, εἰ σύ γε τοῦ τοιούτου μείνῃς ἀθέατος· ἓν μέν, ὅτι φίλον ὄντα σε οὐδενὸς βούλομαι τῶν καλῶν ἀπολείπεσθαι· δεύτερον δὲ μετὰ τοῦτο, μήπως νωθρείας μετόπισθεν ἔγκλημα οἴσομαι· γνώριμον μέν σοι ποιήσας ἐξ ὀνόματος τὸν ἄνδρα, δείξας δὲ μηδαμῶς· κατ’ ἴσον ποιῶν ὡς εἰ διψῶντι περὶ πηγῆς διηγούμην ἐγγυτάτω που οὔσης, καὶ μᾶλλον καλὸν τῇ γεύσει προβαλλομένης τὸ νάμα, δύναμιν δ’ ἔχων δεῖξαι, οὐκ ἔδειξα, οὐδὲ μέχρι τοῦ τόπου προηγησάμην. Οὐκοῦν ἵνα καταβάλω τὴν τῆς ῥᾳθυμίας γραφήν, καὶ σὺ ἄνδρα ἴδῃς χρηστὸν καὶ δι’ ἑκατέρου ἑκάτερον θεραπεύσωμεν, δεῖν οἶμαι τὴν αὔριον παρ’ ἐκεῖνον ἀμφοτέρους φοιτῆσαι, καὶ τὴν ἐνθένδε φθάσαι ἀποδημίαν τοῦ ἀνδρός, ἔστω οὕτως, εἰ καὶ σοὶ βουλητόν· καὶ κατὰ τὰς ἑσπερινὰς τῆς αὔριον ὥρας συνελθόντες ἐπιστῶμεν ὅπου ἐκεῖνος· τούτου δὴ χάριν καὶ τὴν πρὸς σὲ σήμερον ἄφιξιν ἀνεβαλόμην, καὶ τὴν χθὲς ὑπόσχεσιν οὐκ ἐπλήρωσα, ἱκανὸν ἡγησάμενος, εἰ κατὰ τὸ τῷ Θεῷ δοκοῦν συγγένωμαί σοι τὴν αὔριον.

Τῷ Νεοκαισαρείτῃ Εἰ δὲ καὶ πρὸς πάντας τοὺς ἄλλους ἐξεῖναί σοι φὴς τοῖς λόγοις χρῆσθαι κατ’ ἐξουσίαν, ὅπερ οὐδὲ τοῦτό ἐστι πρὸς λελογισμένων ἀνθρώπων, ἀλλ’ οὐ δήπου καὶ πρὸς ἐμὲ διδάσκαλον ὄντα σόν, καὶ παντὸς τρόπου δικαίου εἰληφότα τὸ δύνασθαί σε εὐθύνειν· ἀνθότου δὲ ταῦτα; τὴν χθὲς ἦλθες πρὸς ἡμᾶς· ἀντὶ τίνος οὐκ οἶδα· καὶ τὴν ἐπιστολὴν λαβεῖν ἐπειρῶ καὶ ἱκέτευες· τί ἂν λέγοιμι ὅσα αὐτὸς εἶπας; ἱκέτευες δ’ αὖ· ἐγὼ δὲ οὐκ ἐδίδουν, οὐδὲ προσεῖχον ὅλως, τὸ μέλλον ὡσανεὶ οἷον ἐκβήσεται προγινώσκων· ἐπεὶ δ’ οὐκ ἀφίεις, ἀλλ’ ἔτι μᾶλλον προσέκεισο, τὴν αἴτησιν ἅμα καὶ τὴν δέησιν ἐπιτείνων, ἐνέδων καὶ ὑπεῖξα, καὶ τὴν ἐπιστολὴν ἐνεχείρισα· οὐ γὰρ ᾤμην καλὸν παραβλέψαι σε μέχρι τέλους, ὁμιλητὴν λέγοντα εἶναι ἐμόν, καί με γεννήτορα ἐν λόγοις ἔχειν αὐχοῦντα. Ἐνεχείρισα δ’ ὅμως οὐ πρότερον ἢ μεγάλας παρὰ σοῦ λαβεῖν ὑποσχέσεις, ὧν κεφάλαιον ἦν τὴν αὔριον αὐτίκα πρὸς σὲ ἥξειν, καὶ τὴν ἐπιστολὴν ἅμα ἡλίῳ ἀνίσχοντι κομιεῖν· ἀλλὰ σύ γε λαβὼν καὶ ἀπιὼν οἴκαδε κάθησαι ἡσυχάζων ἐπὶ τρίτην ἤδη καὶ τετάρτην ἡμέραν· ἄδηλον τίνος ἄλλου χάριν, εἰ μὴ διὰ νωθρείαν καὶ πάρεσιν ἑκούσιον καὶ ἀκινησίαν ψυχῆς· οὐ μὴν ἀλλὰ καὶ ἐπὶ πλέον ἡσυχάσεις αἰσχυνόμενος, ὡς ἐγώ μοι δοκῶ, συνόλως φανήσεσθαι πρὸς οὓς ψευδόμενος ἥλως· γελᾶς; παιδιὰ ταῦτα μειράκιον καὶ γέλωτες, καὶ ἀπάγχῃ γελῶν;

ὅμως δ’ οὖν εὖ ἔχει· ἔστω ταῦτα· μάθε μηδὲν ὑγιὲς λέγειν ἕως ἔτι ἁπαλὸς εἶ, καὶ πρὸς ἀνάληψιν μαθημάτων ἐπιτηδειότερος, ἵν’ εἰς ἕξιν προϊόντι τῷ χρόνῳ γένοιο τοῦ καλοῦ τούτου· κἂν εἴ τις ἐπιτιμᾷ καὶ σκώπτῃ, ὁ αὐτὸς μένων ἀλογίστως ἔχε, καὶ γέλωτα ὑπ’ ἀναισθησίας τοὺς λόγους ἡγοῦ· ἀλλὰ μηδὲν φροντίσῃς. Ἐγώ σε, ἐπειδὴ καὶ ἐφεῖταί μοι, μαστιγώσω μάλα σφοδρῶς ἐρρωμένῃ τῇ δεξιᾷ, καὶ πείσω καὶ πρὸς τοὺς ἄλλους μὲν τῶν ἀνθρώπων ὁμιλοῦντα, μὴ τὴν ἀλήθειαν ἐὰν χαίροντα πόρρω ἀποπλανᾶσθαι· πολλῷ δὲ πρότερον, εἴπερ καὶ πρὸς ἐμὲ διαλέγῃ, ὡς ἂν μὴ παιδεύειν σε λαχὼν εὐθύνας ὑπέχω αὐτὸς ὑπὲρ τῆς εἰς ἀλήθειαν παρανομίας σου· οὐ γὰρ ὅστις ἀφίξεταί σου εἰς πεῖραν τοιούτου, σὲ μὲν αἰτιάσεται, ἐμὲ δὲ τῆς αἰτίας ἀφήσει· ἀλλὰ τὰ πολλὰ καὶ μεγάλα καὶ πρῶτα ἐμέ· σὲ δὲ ἢ οὐδόλως ἀξιώσει μέμφεσθαι, ἢ εἰ καὶ τὴν ἀρχὴν ἀξιώσει, ἀλλ’ ὀλίγα· πλὴν οὐδὲν λογίζομαι πρὸς τὰς τοῦ παιδευτοῦ λοιδορίας.

Τινὶ τῶν ὁμιλητῶν Σὺ βραδύνεις ἔρχεσθαι, ἐφ’ οἷς ὁ Κύριος ἡμῶν εἰρήκει, ὥστε θαυμάζειν ἐμέ· καὶ τὸ μὲν αἴτιον ὅ, τι πότ’ ἐστιν, ἀκριβέστερον εἰδείης ἂν αὐτός· ὅσον δ’ ἐγὼ καταλαμβάνω ἀπομαντευόμενος, ὅτι οὐχ’ ἱκανοῦμεν τάχα πρὸς διδασκαλίαν τὴν σήν· ἀλλ’ εἰ τοῦτο καὶ παρὰ τοῦτο οὐδέν, ἔδει σε καὶ ἡμᾶς ἀφρόντιδας ὅσον τὸ ἐπὶ σοὶ ποιῆσαι, καὶ μὴ οὕτως ἐὰν ἐθέλειν καθ’ ἡμέραν διακενῆς τὴν σὴν παρουσίαν ἐλπίζειν· ἐπειδὴ σοῦ μὲν λέγοντος καὶ ἔρχεσθαι οὐκ ἀπαναινομένου, ἡμεῖς προσδοκῶμεν τὴν ἄφιξιν, προσδοκῶντες δὲ σιγῶμεν, ὅτι μηδ’ ὁ προσδοκώμενος ἐνδημεῖς· οὕτω δὲ σιγῆς ἔχουσιν ἐκ τῆς κενῆς ἐλπίδος, ἣν ἔχομεν ἐπὶ σοὶ καθ’ ἡμέραν, ὁ μὲν χρόνος σφοδρότερον παραρρεῖ φύσιν ἔχων τοιαύτην, τὸ δὲ προκατηργημένον ἡμῖν ἔργον ἀτέλεστον ὁρᾶται καὶ μηδεμίαν λαμβάνον ἐπίδοσιν.

Πρὸς τῶν φίλων γοῦν σοι λόγων, πρὸς τῆς φιλοσοφίας ἣν μέτει, πρὸς τῶν ὅσα σοι προσφιλῆ, ἕλου δυοῖν θάτερον· ἢ βάδιζε, μέλλων βαδίζειν πρὸς ἡμᾶς συνεχέστερον, ὅπως μὴ τὸν τοσοῦτον ματαιάζωμεν χρόνον, ἢ φανερῶς, ἐπεὶ οὔ τι δέος ἔπεστιν, ἵνα σοι ἐκ τῆς Καλλιόπης εἴπω λαβών, τὰς ἐνταῦθα φερούσας ἀπόειπε, καὶ ἡμᾶς τῶν ἀνὰ χεῖρας ἔχεσθαι παραχώρει μερίμνης ἁπάσης ἐκτός· μαθητῶν ἡμεῖς πλήθεσιν οὐ φιλοτιμούμεθα· παραχωροῦμεν δὲ τῆς ἐντεῦθεν φιλοτιμίας τῷ βουλομένῳ παντί· ἡμῖν δ’ ἀγαπητὸν καὶ εἰ μηδένα ποτὲ μαθητῶν εἴημεν πεπλουτηκότες, μόνον εἰ καὶ ἄλλως ἦν καλῶς ἀναπλήσειν τὸν βίον· ἐπεὶ δ’ ἔστιν ὁμολογουμένως, χαιρόντων ὅσοι μαθηταί· ἐμοὶ γὰρ οὒ σχολὴ τούτοις προσέχειν τὸν νοῦν. {(ἀνεπίγραφος)} Ἀδελφὲ τιμιώτατε· εἰδέναι σου χρὴ τὴν εὐλάβειαν, ὡς ἅμα τε τὴν πρότριτα τὰ βραχέα ἐκεῖνα ἐθεασάμην καὶ ἐδεξάμην ἰχθύδια, ἅπερ ἐγὼ μὲν ᾤμην προθυμίαν ἐπὶ τὸν κανόνα καὶ διέγερσιν εἶναι, ὁ δὲ πέμψας σὺ οὐδὲ τοῦτο διετείνου, ἀλλ’ ἁπλῶς ἀποστολὴν οὔμενουν, καθ’ ἕτερον δήτινα σκοπόν, ἐκ δὲ μόνης ἀγάπης πεμφθεῖσαν, καὶ προθυμίας οὐκ οἶδ’ ὅπως παραχρῆμα μεγαλοποιητικῆς πλησθείς, τῇ τε τοῦ κανόνος ἐπιθέμενος ἐργασίᾳ εἰς τέλος τοῦτον σὺν εὐκλείᾳ, Θεοῦ διδόντος, ἐξήνεγκα· κἀγὼ μὲν τὸ ἐμὸν ἔργον ἤδη περάνας ἔχω· σὺ δὲ τί μέλλεις καὶ οὐ μιμνήσκῃ τῶν συγκειμένων;

ἢ οὐκ οἶδας ὡς οὐχ ἑνός τινος χρέους, ἀλλ’ ὅλων εἶ τριῶν ὀφειλέτης· τό γε γὰρ ἡμῖν προδιεγερτικὸν δῶρον, ὃ καὶ ἐχρῆν πρὸ τοῦ δώρου κατὰ τὴν ἑαυτοῦ κλῆσιν ἐλθεῖν, οὐχ ἧκεν· ὥστε καὶ εἰ μὴ ἀγαπητικὴ προειλήφει ἐλθοῦσα ἀποστολή, κἂν ἔτι νῦν ἀκανόνιστος καὶ ἀμελῴδητος ὁ πολὺς ἐν μάρτυσιν ἔμενε Χριστοφόρος· ἥ τ’ ἐπὶ τῷ πόνῳ μισθοῦ λόγον ἔχουσα δόσις ὀφείλεται. Καὶ σύ γε φιλαλήθης ὢν ἐρεῖς ὡς ὀφείλεται· εἶτ’, ὦ πρὸς Θεοῦ, ψιλὸς ἐμοὶ μόνῳ καὶ ξηρὸς ὑπὲρ τοῦ κανόνος ἥξει μισθός, καὶ οὐ σὺν αὐτῷ τι καὶ ἐπιμίσθιον ἕψεται; ἀσυμφώνητος μέν τις δόσις, εἰωθυῖα δ’ ὅμως δίδοσθαι, ἧς οὐδὲ τοὺς χειρωνακτικοὺς καὶ βαναύσους τὴν τέχνην ἀποστελοῦσιν οἱ αὐτοῖς ἐργάζεσθαι ἐπιτάττοντες· καὶ ποῦ δίκαιον τοσοῦτον ἡμᾶς κάτω βαίνειν ἐκείνων, λογικὴν καὶ ταῦτα προστησαμένους τὴν τέχνην; οὐκ ἄν, οἶμαι, δόξωσι λόγῳ παρὰ τὴν κρίσιν οἱ οἴκτῳ κρίνοντες χρώμενοι· ὥστε τρία γ’ ἔστιν, ἐνταῦθα γὰρ τὸ τῆς τριλογίας, ἤπερ ἐν τοῖς πάλαι τῶν λόγων ἀγῶσι τὸ τῆς δευτερολογίας ἀναγκαιότερον, τρία τὰ κεχρεωστημένα· τὸ προμίσθιον, ὁ μισθός, καὶ τὸ ἐπὶ τούτοις διδόμενον· ὃ διὰ τὸ προῖκα καὶ φιλοτίμως δίδοσθαι, φιλοτιμία καὶ αὐτὸ κεκράτηκε λέγεσθαι.

Ἀτὰρ σύ, καί μοι σύγγνωθι κἄν· ταῖς παιδιαῖς ἀκριβολογουμένῳ, καί πως σπουδάζειν κἀνταῦθα δοκοῦντι, μὴ τὸ ἓν τρία ποιήσας τῇ διαιρέσει, ἐξ ἀριθμοῦ μόνον, καὶ οὐ τῶν πραγμάτων τὸ δέον οἰηθῇς ἡμῖν ἐκπληροῦν· ἀλλ’ εἴπερ ἀνάγκη συστέλλειν, τὰ πράγματα πληθύνας σύστελλε τὸν ἀριθμόν, τοῦτ’ εἰδὼς ὡς πρὸς ἄνθρωπόν σοι τὸ χρέος, τέχνην τὸ ἐπαινεῖν δύνασθαι ὅν τινα θυμὸς ἀνοίσει, ἵνα μεταξὺ ποιητικῶς εἴπω, πεποιημένον. Εἰ δὲ τοῦτο καὶ τοὐναντίον δήπου· ὁ γὰρ αὐτός φασιν ἰατρὸς τὰ σώζοντα εἰδώς, ἅμα καί τ’ ἀναιροῦντα ἐπίσταται· ὥστε εἰ μή σε ἐπαίνων ἔρως πρὸς τῷ δικαίῳ καθέξει, ἀλλά γε ψόγου δέος, καὶ τεχνικοῦ ψόγου, πρὸς τοῦτο ἐπιστρεφέτω.

Τῷ Μελιτινιώτῃ Πάσχω δικαίως· ὑπομένω οὐδαμῶς· τί τοῦτο ὅπερ οἶδας;

τὸ τοῦ προσώπου πάθος ἢ μᾶλλον εἰπεῖν τὸ δεινόν, τὸ ἐκ τῶν ἄνωθεν τῆς κεφαλῆς κατερχόμενον, τοῦτο δὴ κάτεισι νυνὶ συχνῶς μᾶλλον καὶ ἐπωδύνως ἤπερ εἰώθει· ἐγὼ δὲ ἀμηχάνως ἔχων ὅτι δὴ πράξαντα ἢ νοήσαντα βοηθεῖν ἑαυτῷ, κάθημαι ἀδημονῶν· σκυθρωπάζω δὲ οὐ τοῦ αἴσχους ἕνεκα, ὅπερ ἐντεῦθεν συμβαίνει, τούτου γὰρ μείων ὁ λόγος ἐμοί, ἀλλὰ τὸν κίνδυνον δεδιὼς ὅσος ἐντεῦθεν πολλοῖς ὑφορᾶται, καθὰ καὶ λεγόντων ἐστὶν ἀκούειν τῶν πολλὰ μὲν φιλοσοφούντων ἢ θορυβούντων εἰπεῖν οἰκειότερον, οὐδὲν δ’ ὅμως πρὸς θεραπείαν ἐπινοούντων· πρώην μὲν γὰρ ἔπασχον· καὶ ἦν ἡ καταρροή· οὕτως δὲ πλὴν οὐδαμῶς, οὐδ’ ὥσπερ ὁρῶμαι πάσχων νυνί· ἀλλ’ ἵνα σοι ὄντι μοι συλλυπουμένῳ ἀκριβέστερον ἐξείπω τὸ πᾶν, χρὴ γὰρ κατ’ Αἰσχύλον παρ’ ὧν ἐστι κλυόντων· ἑλκύειν δάκρυ, καὶ τὴν διήγησιν πειρᾶσθαι συνείρειν τῶν οἰκείων παθῶν· ἦν ὅτε ὁλόκληρον ἠνύετο ἔτος, καὶ τὸ τοιοῦτον κακὸν ἐπεὶ συνέβη μοι τὴν ἀρχήν, ἅπαξ ἢ οὐδ’ ἅπαξ κατήρχετο· πλὴν ὅτε κατήρχετο, οἴδημα μὲν ἐποίει, ἀλλὰ παντάπασιν ἀμυδρόν, καὶ ὅσον μηδ’ ἔχειν τοὺς θεωμένους εἰκάζειν, ἢν μή τις ἔτυχε περιεργότερον ἐπιστήσας τοὺς ὀφθαλμούς· ἐγὼ δὲ ἀφροντίστως εἶχον· καὶ ἦν μοι διὰ σπουδῆς οὐδὲν μεριμνᾶν περὶ τούτου· ἅμα μὲν τῷ τὴν γένεσιν διὰ μακρᾶς περιόδου συμβαίνειν, ἅμα δὲ καὶ τῷ μηδὲν οὐδαμῶς φροντίδος ἄξιον τὸ γινόμενον καταφαίνεσθαι. Τί οὖν;

ὁδῷ βαδίζων ὁ χρόνος προὔβαινε, καὶ τὸ δεινὸν ὥσπερ αἱ τῶν δένδρων ῥίζαι ἐκραταιοῦτο τῷ χρόνῳ, πρὸς ἐπικράτειαν χωροῦν ἐξ ἀσθενεστέρου, καὶ μεῖζον γινόμενον ἐκ φαύλου καὶ εὐτελοῦς τὸ φαινόμενον· καὶ ἐλύπει μὲν ἐμέ—καὶ πῶς γὰρ οὐκ ἔδει; —οὕτω μὲν συχνὰ καταρρέον, οὕτω δὲ καὶ πολεμίαν ἐμοὶ λαμβάνον ἐπίδοσιν. Τέως γε μὴν ἀνεκτότερον πολλῷ ἐποίει ἔχειν ἡμᾶς, ἢ τὸν ἄρτι καιρόν· νυνὶ γὰρ ὥσπερ φιλονεικοῦν τὸ τοιοῦτον ταῖς ὥραις συμπαρεκτείνεσθαι, ἔτι μᾶλλον προϊόντος τοῦ χρόνου, ἐπεὶ καὶ ἀκάθεκτός ἐστι ῥέων, τῇ κινήσει τῆς σφαίρας παρυφιστάμενος, λαμβάνει ἐπίδοσιν ὡς οὐκ ὤφειλε· καὶ γεννᾶται ὁτὲ μὲν διὰ πεντεκαίδεκα, ὁτὲ δὲ δι’ ὀκτώ· ἔστιν ἐν ᾧ καιρῷ καὶ δι’ ἐξ, ὥσπερ τρὶς ἤδη ταῖς νῦν ἡμέραις ἔχω τοῦτο ἰδών· γεννᾶται δὲ οὐ κατὰ τὸν εἰθισμένον ἄνωθεν τρόπον, ὀδύνης ἄτερ καὶ ἄλγους—ἦ γὰρ ἂν καὶ ἧττον ἦν λυπηρόν— ἀλλὰ καὶ μετὰ τὸ λυπῆσαι τὸ σῶμα· ἀλλὰ καὶ ὥσπερ ἡ γένεσις αὐτοῦ διάφορος οὖσα φαίνεται τῇ προτέρᾳ, οὕτω δὴ καὶ ἡ ἀποκατάστασις· πρώην μὲν γὰρ ἅπαξ ποτὲ χρόνου γινόμενον, καὶ τὸν ὄγκον ὑπάρχον, ὡς ἔφην, βραχύτατον, ῥᾳδίως αὖθις ἑωρᾶτο διαλυόμενον· ποῖ χωροῦν, καὶ ποῖ μεταβαῖνον οὐκ οἶδα, πλὴν ἐχώρει καὶ διελύετο· νυνὶ δὲ τοὐναντίον ἅπαν· γεννᾶται μὲν συνεχῶς, ἀποκαθίσταται δὲ χρονίως, τοῦ τῆς γενέσεως χρόνου τοὐναντίον κατὰ τὸ ἀνάλογον ἐχούσης τῆς ἀποκαταστάσεως.

Καὶ δῆλόν ἐστι λοιπὸν ἐπὶ τὸ χεῖρον ἔτι πρόκοψον, καὶ ζημιῶσον τῶν μεγίστων αὐτούς, ἂν μή τις γένηται παρὰ Θεοῦ ἐποχή, τοῦ εἴτε ῥεύματος χρὴ λέγειν, εἴθ’ ὕλῃς δριμείας, εἴτε χυμοῦ, εἴθ’ ὅπως δήποτε ἰατροῖς ἀνδράσι φίλον καλεῖν· ἐφ’ οἷς ἐγώ, ἐπειδήπερ καὶ πλεῖστον μικροψυχίας μετέχω, φέρω μὲν οὐδαμῶς, ἀνιῶμαι δὲ καὶ δυσχεραίνω, καὶ δυσκολαίνω πρὸς τοὺς ὁρῶντας, καὶ ἀποστρέφομαι ἤν τις ὁμιλῆσαι ἐθέλοι, καὶ καλῶς λέγω τὸν βίον, τὴν ζωήν, τὸν κόσμον· καὶ ταῦτα πάντα πάσχω, ἢ ποιῶ, ἢ οὐκ οἶδα πῶς ἄλλως χρὴ λέγειν, ἄνευ τοῦ μηδὲν δυνηθῆναι πρᾶξαι πρὸς θεραπείαν. Ἐπὶ τούτοις τί χρὴ ποιεῖν; τίς τρόπος ἀπαλλαγῆς; πῶς ἂν γένοιτο εὐδαιμονίσαι ποτὲ οὕτως ἔχοντα ἄνθρωπον; δυστυχῆσαι μέν τ’ ἂν πολὺ πρότερον ἢ εὐδαιμονίσαι. Ἔγωγε μέντοι εἰ μὴ ἦν ὀφθαλμῶν πέρι καὶ ὀδόντων φοβεῖσθαι, οὓς ἔσχον οὕτως ἐρρωμένους τῷ πρώην, νυνὶ δὲ τοὺς μὲν χαύνους καὶ πολὺ καταστάζοντας τοῦ δακρύου, τοὺς δ’, ὡς εἰκός, εὐπεριτρέπτους καὶ εὐκλονήτους ἐκ τῆς κατὰ τὸ κρανίον ἀνωμαλίας, ἢ ἵν’ εἴπω τὸ μεῖζον, εἰ μὴ ἦν δεδιέναι περὶ αἰφνιδίου τελευτῆς, ὁποῖα συμβαίνειν εἰώθει ἐπὰν τοῦ φάρυγγος καταρρεύσῃ τὸ τοιοῦτον ὑγρόν, λόγος γὰρ καὶ τοῦτο ἰατρικὸς ἀληθινὸς ὃς πολλάκις μοι παρὰ πολλῶν ἀκουσθεὶς περίφοβον δείκνυσι, εἰ μὴ τὰ τοιαῦτα ἦν, τίς ἂν ἦν τοῦ οἰδήματος λόγος;

ἀπεκρύβην ἂν ἐξ ὀφθαλμῶν τῶν πολλῶν γεγονώς, καὶ ἀπεθέμην ῥᾳδίως σὺν οὐδεμιᾷ λύπῃ ψυχῆς καὶ τὴν τιμήν, καὶ τὴν προκοπήν, καὶ τὴν εὐδοκίμησιν, καὶ ὅσα ὑμεῖς λέγετε ἢ ἀκούετε ἐκεῖθεν ἐπισυμβαίνειν, οὗ καθ’ ἡμέραν σχολάζετε, καὶ διῆγον ὅπως ποτὲ δυνατὸν ἦν κατ’ ἐμαυτόν, ἐκκλίνων ἅμα καὶ τὰς τῶν ὁρώντων ὄψεις, καὶ τὴν ἐκ τοῦ θεᾶσθαι αἰσχύνην· οἷς γὰρ οὐκ ἦν ὁρᾶσθαι οὐδ’ αἰσχύνεσθαι ἔχοντα ἐπισυνέβαινεν ἄν· νυνὶ δὲ πρόσεστί μοι καὶ δεδιέναι τὸν περὶ ψυχῆς, ὁποῖά με οἱ ὁρῶντες ἐκδειματοῦσι, καὶ μάλιστα οἱ τῆς ἰατρικῆς ἐπιστήμονες, καὶ τὴν αἰσχύνην οὐκ ἀποδιδάσκειν.

Γέγραφα ταῦτα πρὸς σὲ βουληθείς μου τὴν ἔνδον λύπην ῥαΐσαι μικρόν· εἰώθει γὰρ αὕτη διὰ τῆς ἐξαγγελίας ὥσπερ ῥεῦμα ἐκκενουμένη, ἀνακούφισιν τῶν ἐν τῇ καρδίᾳ δυσχερῶν ἀπεργάζεσθαι· σὲ δὲ ἰατρικὸν οὐκ οἶδα ὥστε δεηθῆναί σου εἴ τι δύνασαι βοηθῆσαι· οἶδα δέ σε φίλον ὄντα ἐμόν· εἰ δὲ μὴ μέγα εἰπεῖν, καὶ ἀδελφόν. Γινώσκω δὲ καὶ τὸν Ἀκτουάριον, τῶν σῶν ὄντα φίλων, ἢ γινώσκω σὲ τῶν φίλων ὄντα τοῦ Ἀκτουαρίου· ὅπως ποτὲ γὰρ βουλομένῳ σοι ἔστιν ἀκούειν οὐ διαφέρει μοι· τἀνδρὶ γὰρ εἰ ἐντύχῃς, ἐκ συμβάματος δὲ πλήν, καὶ οὐχὶ ἔργον ποιήσας τὸ προσελθεῖν, τάχα δυνηθῇς βοηθῆσαι ἡμῖν, ἐκεῖνον μὲν ἀναμνήσας τῶν κατ’ ἐμέ—ἔτυχε γὰρ καὶ πρώην ἀκούσας— ἐμοὶ δὲ τὰ παρ’ ἐκείνου διαπορθμεύσειν· ἐγὼ γὰρ ὡς ἔχω βαδίσαι πρὸς ἐκεῖνον οὐ βούλομαι, ἵνα μὴ μεταξὺ βαδίζων πάντων μεταστρέφω πρός με τοὺς ὀφθαλμούς, ἐκ τοῦ καινότερόν τι θέαμα δεικνύναι τὸ πρόσωπον. Φιλεῖ γὰρ ἅπας ἀνθρώπων τά με συνήθη τῶν ὁρωμένων ὡς προσκορῆ παρατρέχειν, τοῖς δὲ καινοτέροις ἀκρατῶς ἐπιβάλλειν τὰς ὄψεις· καὶ οὐκ ἔστιν ὅπως οὐ περιεργότερον τοῖς τοιούτοις προσχεῖν ἐθελήσειεν.

Ἀνακήρυξις τῆς εὐσεβείας αὐτοῦ παρὰ τῶν ὑποσχομένων αὐτῷ Εὐλογητὸς ὁ Θεὸς ἡμῶν ὅτι οὐδέποτε κακὴν ὑπόληψιν ἔσχομεν περὶ τοῦ δεσπότου ἡμῶν τοῦ πατριάρχου κυροῦ Γρηγορίου, ὡς ἔστι βλάσφημος, καθάπερ τοῦτό τινες τῶν ἀμυήτων ὑπέλαβον· ἀλλ’ ὀρθοδοξότατον τοῦτον γινώσκομεν καὶ εὐσεβέστατον· μόνον δεόμεθα τὸν πατριαρχικὸν παραιτήσασθαι θρόνον διὰ τὴν τῶν ἀνθρώπων εἰρήνην. Καὶ ἐπειδὴ παρ’ ἡμῶν ζητεῖ τὴν τῆς εὐσεβείας αὐτοῦ ἀνακήρυξιν ἔγγραφον γενέσθαι, καὶ αὐτίκα κατανεύει τὸν θρόνον παραιτήσασθαι, ζητοῦμεν καὶ ἡμεῖς τινα ἀσφάλειαν πρότερον γενέσθαι παρ’ αὐτοῦ. Καὶ εἰ τοῦτο γένοιτο, αὐτίκα καὶ ἡμεῖς πάντες ἕτοιμοι ἐν ὀνόματι τοῦ Χριστοῦ καὶ ἐγγράφως· καὶ ἀγράφως παρρησίᾳ τε καὶ ἰδίᾳ τοῦτον, ὥσπερ καὶ τὸν ἅπαντα χρόνον ἦν, εὐσεβέστατον κηρύττειν καὶ ὀρθοδοξότατον, ἐπιτιμᾶν δὲ καὶ τοῖς ἀφρόνως καὶ ἀμαθῶς κατ’ αὐτοῦ λέγουσιν.