Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Βʹ Κύπριος – Ἐπιστολὴ πρὸς τὸν σεβαστοκράτορα Θετταλίας Ἰωάννην

Γρηγόριος Βʹ Κύπριος

Καταδίκη των μικτών γάμων και των διπλωματικών όρκων

Κανονική απαγόρευση της κοινωνίας με τους ετεροδόξους, στηλίτευση της επιορκίας για πολιτικούς λόγους και αναφορά στις αποτυχημένες δυναστικές συμμαχίες του δεσπότη Μιχαήλ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Βʹ Κύπριος

—

Κεφάλαιο 2 από 4

ἐπειδὴ γὰρ τὴν τῶν πολλῶν ὁ ἄναξ ἀρχὴν περιζώννυται, ὅπερ συνοῖδεν εἶναι συνοῖσον, παντὶ τρόπῳ ὀφείλει μετέρχεσθαι, κἂν δοκεῖ κατά τι τοῦ εἰκότος ἐκτός. ἀλλὰ τοῦτο καὶ ἐξ αὐτοῦ τοῦ πρά̣γμ̣α̣τος ῥᾴστην κέκτηται τὴν ἀνατροπήν. οὐ γὰρ τοῦθ’ ἕνεκεν ὁ κρατῶν εἰς τὸ τῆς ἀρχῆς ὕψος ἀνήχθη, ἵν’ ὑπόδειγμα ᾖ καὶ προτροπὴ εἰς τὸ ἐναντίον τοῖς ὑφ’ αὑτόν, ἀλλ’ ὡς ἂν μᾶλλον τῇ οἰκείᾳ ἀναστροφῇ πρὸς ἐκπλήρω̣σ̣ι̣ν̣ ἕλκῃ τῶν τοῦ Χριστοῦ ἐντολῶν. καὶ μὴ προφάσεις ἐν ἁμαρτίαις ποιῆται καὶ λέγει τουτὶ ἀναγκαῖον κἀκεῖνο χρήσιμον, οὐδὲν γὰρ ἀναγκαιότερον σωτηρίας ψυχῆς. καὶ ὅρα μοι τὸν θαυμάσιον Ἐζεκίαν, ὃς τοῦ βασιλέως τῶν Ἀσσυρίων κατὰ τούτου στρατοπεδεύσαντος οὐκ ἐκεῖνο ἢ τοῦτο προεφασίσατο, ἀλλ’ ἔδραμε θερμῶς πρὸς θεὸν καὶ τῇ εὐσεβείᾳ κ̣αθοπλισάμενος ἑκατὸν ὀγδοήκοντα πέντε τ̣ῶν ἐχθρῶν χιλιάδας δι’ ἀγγελικῆς ἐπιστασίας ἀνεῖλε μιᾷ νυκτί. τοῦτον μ̣ι̣μεῖσθαι τοὺς μετέπειτα βασιλεῖς καλόν, τούτου ζηλοῦν τὸ θεοσεβὲς ὠφέλιμ̣ον καὶ τὸ εὐθές, καὶ ταῦτ’ αὐτοὺς μετὰ χάριν θεοῦ ποιεῖν καὶ ἀνθρώπων ἐπίπροσθεν. σκοπὸς γὰρ ὁ κρατῶν ἐν μέσ̣ῳ τέθειται, ἵνα πᾶν τὸ ὑπήκοον πρὸς αὐτὸν βλέπον τὸν ἴδιον βίον ῥυθμ̣ίζῃ κ̣α̣ὶ πρὸς τὸ κρεῖτ̣τ̣ο̣ν̣ ἀεὶ διεξάγῃ. εἰ δὲ πᾶν τοὐναντίον παράκλησις πρόκειται πρὸς τὸ χεῖρον ... τῷ αὐτὸν τετιμηκότι λόγον ὑφέξει τῆς βλάβης τῶν ἀρχομένων. 5.

ὁμοίωσις γὰρ θεοῦ ἡ βασιλεία τελεῖ καὶ καθὼς οὗτος παντὶ τρόπῳ πρὸς σωτηρίαν ἰθύνει σύμπαν τὸ βρότειον, οὕτω δὴ καὶ ὁ βασιλεύων ταῖς ἀνενδότοις ἀγαθουργίαις πάντας οἰκοδομεῖν χρεωστεῖ. ἄρχοντος γὰρ μηδὲν τοὺς ἀρχομένους ὠφελοῦντος οὐδὲν ἀθλιώτερον, ὥς φησιν ὁ θεῖος Χρυσόστομος, καὶ βέλτιον αὐτῷ ἑστάναι κάτω καὶ τῶν τοῦ κανόνος ῥητῶν· μὴ ἐξέστω ὀρθόδοξον ἄνδρα αἱρετικῇ συνάπτεσθαι γυναικὶ μήτε μὴν αἱρετικῷ ἀνδρὶ γυναῖκα ὀρθόδοξον ζεύγνυσθαι. εἰ δέ τι τοιοῦτον συμβῆ̣, ἄκυρον τὸν γάμον ἡγεῖσθαι καὶ τὸ ἄθεσμον διαλύεσθαι συνοικέσιον. οὐ γὰρ τὰ ἄμικτα μιγνύναι ἔξεστιν οὐδὲ τὸ πρόβατον λύκῳ συμπλέκεσθαι. εἰ δὲ παραβῇ τις τὰ παρ’ ἡμῶν ὁρισθέντα, ἀφοριζέσθω. γράφει δὲ καὶ ὁ θεῖος Χρυσόστομος· πολλάκις ὑπέμνησα ὑμᾶς, ἀγαπητοί, καὶ πάλιν παρακαλῶ μὴ συγκαταβαίνειν τοῖς ἀθέοις αἱρετικοῖς ἔν τινι πράγματι, μὴ ἐν βρώματι καὶ πόματι ἢ φιλίᾳ ἢ σχέσει ἢ ἀγάπῃ ἢ εἰρήνῃ. ὁ γὰρ ἐν τούτοις αὐτοῖς συναπτόμενος καὶ συγκαταβαίνων ἀλλότριον ἑαυτὸν καθίστησι τῆς καθολικῆς ἐκκλησίας. καὶ αὖθις· εἴ τις δοκεῖ φίλος εἶναι τῶν αἱρετικῶν, ἐχθρὸς τοῦ θεοῦ καθίσταται. 6. συνορᾷς τοίνυν, σοφώτατε σεβαστοκρατόρων, ὁπόσην τὴν λύμην ἐπάγει τὸ συγγενειάζειν τοῖς Ἰττταλοῖς; ἔξεστι δέ σοι καὶ ἀφ’ ἑαυτοῦ τεκμηριώσασθαι τὸ τοῦ πράγματος ἄτοπον.

εἰ γὰρ ἐχθρόν τινα ἔχεις καὶ τόν σοι ὑποτεταγμένον τεθέασαι τούτῳ συμφιλιάζοντα, οὐκ ἀγανακτεῖς; οὐ βαρέως φέρεις καὶ τιμωρίαις αὐτὸν δειναῖς παραδίδως; πῶς γοῦν σὺ μὲν τὸν σὸν ἀπαιτεῖς δοῦλον τοῦ φίλου σου εἶναι φίλον καὶ τοῦ ἐχθροῦ σου ἐχθρόν, τὸν δὲ θεὸν οὐ λογίζῃ αὐτὸ τοῦτο παρ’ ἡμῶν ἀπαιτεῖν; εἰ δ’ ἴσως καὶ τινές ποτε Ἰταλοῖς τὰς ἀπογόνους προσήρμοσαν, ἀλλ’ οὐκ ἐπιορκίας προβάσης, οὔτε μὴν Ῥωμαϊκῆς χώρας αὐτοῖς ἀπονεμηθείσης, οὐτ’ αὖθις τῆς ἁρμοσθείσης ἀποκλινάσης εἰς τὰ τῆς θρησκείας τῆς λατινικῆς ἔθιμα. ἀλλ’ εἶχον μὲν αὗται ἱερεῖς τοὺς οἰκείους καὶ τῇ συντρόφῳ εὐσεβείᾳ προσέμενον, χρήματα δὲ τοῖς νυμφίοις εἰς προῖκα παρείχοντο καὶ ἡ τῶν Ῥωμαίων ἀρχὴ διὰ γάμον οὐδ’ ὁπωσοῦν ἠκρωτηριάζετο. νῦν δὲ τοσούτου πλήθους ἐν αἷς εἰλήφει χώραις ὁ Ἰταλὸς βλαπτομένου κατὰ τὸ σέβας καὶ τῆς παιδὸς τῷ γεγαμηκότι κατὰ πάνθ’ ἑπομένης, καὶ τὸ δύσφημον σιωπήσομαι. 7. τὸ δ’ αὖ χείριστον καὶ ὀλεθριώτατον ἡ τῶν ὅρκων ἐστὶ παράβασις. αὕτη γὰρ οὕτω σφοδρῶς τὸν θεὸν καθοπλίζει καὶ παροξύνει ὡς καὶ τὰς οἰκίας καταβάλλειν τῶν ἐπιόρκων ἐκ θεμέθλων ἐσχάτων καὶ τοὺς λίθους αὐτοὺς καὶ τὰ ξύλα διδόναι ἀφανισμῷ.

καὶ εἴγε μὴ πείθῃ, ἀλλ’ ἀμφιβάλλων εἶ περὶ τούτου, ἄκουε τοῦ προφήτου λοιπόν· εἶδον, φησί, δρέπανον πετόμενον ἐν τῷ οὐρανῷ ὡς μὲν μήκιστον ὡς δ’ ἄγαν εὐρὺ καὶ ἤκουσα λεγούσης φωνῆς· εἰσελεύσεται τοῦτο εἰς τὸν οἶκον τοῦ ὀμνύοντος ἐπὶ ψεύδει τὸ ὄνομά μου καὶ ἐκτρίψει καὶ τοὺς λίθους καὶ τὰ ξύλα καὶ πανολεθρίᾳ παραπέμψει, ὅπως ἂν καὶ ταῖς ἑξῆς γενεαῖς φρικτὸν καὶ ἀπώμοτον ᾖ τὸ ἐπιορκεῖν. καὶ εἰκότως· εἰ γὰρ τὸ εὐορκεῖν ἀπηγόρευται καὶ μηδόλως ὀμνύειν νενομοθέτηται, πολλῷ μᾶλλον τὸ ἀθετεῖν τὰς ὁρκωμοσίας. ἄρνησις θεοῦ ἡ ψευδορκία ἐστὶ καὶ βαρυτάταις ἐπιτιμίαις ὑπόκειται. 8. κεφάλαιον τοῦ λόγου δι’ ἣν τὴν αἰτίαν τὰ τοιαῦτα προβαίνουσιν συνοικέσια· πάντως δι’ ἔφεσιν ἐφημέρου δόξης, ὅπως ἂν οἱ ὑμέτεροι ἔκγονοι ἐπὶ μακρῷ τῆς γῆς κατακυριεύσωσι καὶ τοῖς υἱοῖς τε καὶ υἱωνοῖς τῶν υἱῶν ὑμῶν καὶ τῶν θυγατέρων ἡ σκηπτουχία κατὰ γενεὰν καὶ γενεὰν κληροδοτηθῇ καὶ ἐπεκτανθῇ εἰς διηνεκείαν, εἰ οἷόν τε, τὰ τῆς πολυζήλου καὶ ἐπεράστου ἀρχῆς. ἴδωμεν τοίνυν εἰ μὴ πᾶν τοὐναντίον ἐκ τούτου συμβαίνει καὶ αἰφνίδιος ἕπεται ὄλεθρος, καὶ ἵνα τὰ μακρὰν παραδραμῶμεν, οὐ γὰρ καιρὸς ἐπεκτάδην γράφειν, τῶν σύνεγγυς καὶ πλήσιον εἰς μνήμην ἔλθωμεν.

τίς οὐκ οἶδε τὸν εὐσεβείας τρόφιμον καὶ πανευτυχέστατον δεσπότην, τὸν τῆς σῆς βασιλείας πατέρα, τὸν ἀγγελώνυμον Μιχαήλ, ὅπως μὲν πολύπαις ὤφθη ὁμοῦ καὶ καλλίπαις, ὅπως δὲ μεγίστοις ῥηξὶ τὰς θυγατέρας πρὸς γαμικὴν ἐκδεδώκει συνάφειαν; ὁ μὲν γὰρ τοῦ τῶν Ἀλαμανῶν ἦρχεν ἔθνους τοσούτου, ὁ δ’ ἑτέρας οὐκ ἐλάττονος φυλῆς. ἐπληθύνθησαν γοῦν ὡς Λιβανίτιδες κέδροι αἱ ἔκγονοι τούτου καὶ σύγγονοι σαὶ καὶ εἰς ἀρχὴν ἐμετεωρίσθησαν ὑψιβάμονα, ἀλλ’ αἴφνης πτωθεῖσαι σὺν μεγίστῳ πατάγῳ τῆς τηλικαύτης ἡγεμονίας ἐκσφαιρισθείησαν καὶ δακρύων πεπόνθεισαν ἄξια. τί ἄρα τοῦ ὀλέθρου τὸ αἴτιον; οὐχὶ τὸ διάφορον τῆς θρησκείας καὶ οὐκ ὀρθόδοξον τοῦ φρονήματος; οὐχὶ τὸ ἀπόμοιραν πόλεων εὐσεβῶν τῇ δυσσεβούσῃ συνάψαι ἀρχῇ τῶν γαμβρῶν; διὰ ταῦτα ἡ τοῦ θεοῦ ὀργὴ ἐπὶ τοὺς τῆς ἀπειθείας υἱοὺς ἐπεισέφρησε καὶ τὸ πρὸς μονιμότητα τῆς τῶν θυγατέρων βασιλείας πραγματευθὲν κινδύνου ὤφθη καὶ ἀπωλείας παραίτιον. τὸ δὲ δὴ μεῖζον τῆς τοῦ θεοῦ δικαιοκρισίας, ὅτι καὶ πολέμου κατειληφότος σὺν τούτοις παραταξάμενος ἐκεῖνοι μὲν ἑάλωσαν, ἀγεννῶς δὲ αὐτὸς ἐδραπέτευσε καὶ οὓς ᾤετο τροπαιούχους ἔχειν καὶ νικητὰς ἥττης ἔγνω αἰτίους. 9. φοβηθῶμεν, δυσωπῶ, τὸ ὑπόδειγμα.