Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Βʹ Κύπριος – Ἐπιστολὴ πρὸς τὸν σεβαστοκράτορα Θετταλίας Ἰωάννην

Γρηγόριος Βʹ Κύπριος

Εσχατολογική προοπτική και καταληκτήρια ευχή

Υπόμνηση της ματαιότητας των εγκοσμίων αγαθών, της σημασίας που έχει η μνήμη του θανάτου και η αναμονή της τελικής κρίσης, με κατάληξη τις ευχές για την αιώνια μακαριότητα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Βʹ Κύπριος

—

Κεφάλαιο 4 από 4

οὐδὲν ἡμῖν συνοδεύσει τῶν τῶν τῇδε ἐν τῇ τοῦ βίου ἐξαγωγῇ. οὐδὲν εἰς βοήθειαν ἕψεται οὐ πλοῦτος, οὐ δόξα, οὐκ ἄνεσις. ἀλυσιτελὴς τότε ἡ πολυτεκνία καὶ εὐτεκνία καὶ τὰ τοῦ κλήρου σχοινίσματα καὶ τὰ χρυσοϋφῆ καὶ ποικίλα ὑφάσματα καὶ οἱ τίμιοι μαργαρίται καὶ λίθοι καὶ τῶν ὡρείων ὁ πλατυσμός. ἄχρηστος ἐν καιρῷ τοῦ θανάτου καὶ ὁ χρυσὸς καὶ ὁ ἄργυρος καὶ στεφάνων στιλπνότης καὶ ἵππων ἀγερωχία καὶ ποίμνια καὶ βουκόλια καὶ ὅσα ἐκ γῆς ὄντα τῇ γῇ πάλιν ἐναπομένουσι. 16. καλὸν ἐφόδιον εἰς τὴν μακρὰν ἐκείνην ὁδὸν καὶ ἐπάνοδον αὖθις μὴ ἔχουσαν ταπείνωσις εἰς θεὸν καὶ τὸ οἴεσθαι γῆν καὶ σποδὸν ἑαυτόν, ἐξομολόγησις καθαρὰ τῶν ἡμαρτημένων, μετανοίας δάκρυον, ἐκτενὴς προσευχή, συντριβὴ καρδίας, πενήτων συμπάθεια, ἁγνεία ψυχῆς, πλεονεξίας ἀποχή, δικαιοσύνης ἔρως καὶ ἀγάπης τῆς εἰς θεὸν εἰλικρίνεια. ταῦτα τὸ τῆς γεένης σβεννύουσι πῦρ, ταῦτα τὸ σκότος λύουσι τὸ ἐξώτερον, ταῦτα τοῦ ἰοβόλου λυτροῦνται σκώληκος, καταπαύουσι τὸν τῶν ὀδόντων βρυγμόν, τὸ ψυχεινὸν τοῦ ταρτάρου ἀλλοιοῦσιν εἰς θάλψιν καὶ τὸν ἀπαράκλητον παραμυθοῦνται κλαυθμόν. ἄθλιον γὰρ ὄντως καὶ σφοδρὰ ἐλεεινὸν τὸ μακρυνθῆναι θεοῦ καὶ πυρὶ ἐναπορριφῆναι τῷ ἡτοιμασμένῳ τοῖς δαίμοσιν. ἔνθα πένθος ἀσίγητον καὶ ἀνόνητον καὶ διηνεκὴς καὶ σφοδρὰ μεταμέλεια, ἔνθα τῆς προτέρας ζωῆς ἐπιπόθησις καὶ ὁ τῆς μετανοίας ζητεῖται καιρός.

ἐλεεινὸν καὶ τὸ χωρισθῆναι τοῦ γλυκυτάτου καὶ ἐνθέου φωτὸς καὶ τῷ ἀφεγγεῖ σκότει παραπεμφθῆναι. πικρὸν ὁμοῦ καὶ τὸ ἀπωσθῆναι τοῦ τῆς τρυφῆς παραδείσου καὶ παραδοθῆναι εἰς βρῶσιν τῷ ἀκοιμήτῳ σκώληκι. ἐπώδυνον καὶ τὸ στερηθῆναι τοῦ σὺν ἀγγέλοις ὑμνεῖν τὸν θεὸν καὶ τοὺς ὀδόντας βρύχειν ἀεὶ καὶ ὀδύρεσθαι, ἀνιαρὸν καὶ τὸ ἐκπεσεῖν τοῦ θάλπεσθαι τοῖς ὀρεκτοῖς κόλποις τοῦ Ἀβραὰμ καὶ τῷ κρυμμώδει ταρτάρῳ προσομιλεῖν. 17. τὸ δὲ τῆς λύπης φορτίον, τῆς δὲ αἰσχύνης τὸ βάρος καὶ τὴν ἀνύποιστον βάσανον ποία γλῶσσα ἐκφράσει; αὕτη γὰρ αὕτη ἡ τοῦ προσώπου ἡμῶν ἐντροπὴ ὑπερεκπερισσοῦ ἐκτήκει καὶ δαπανᾷ καὶ συμπνίγει καὶ καταρᾶσθαι καταναγκάζει τὴν πρὶν ζωήν. καὶ γὰρ ἕκαστος ἡμῶν ὡς ἱμάτιον μέλλει τὰ ἑαυτοῦ ἐνδεδῦσθαι ἔργα, οἷα ἂν καί εἰσι, καὶ δημοσιεύειν ἐνώπιον τοῦ παγκοσμίου ἐκείνου θεάτρου. διὰ τοῦτο σύμπας δίχα μαρτύρων ἐλέγχεται καὶ λαθεῖν οὐδεὶς σθεναρός, οὐδ’ εἰς αὐτὸ τὸ βραχύτατον. ἰδοὺ γάρ, φησίν, ἄνθρωπος καὶ τὸ ἔργον αὐτοῦ, καὶ ἕκαστος κατὰ τὸ ἴδιον ἔργον ἢ δοξασθήσεται ἢ αἰσχυνθήσεται. 18.

ὁ ταῦτα κατὰ διανοίας συνεχῶς λογιζόμενος καὶ πρὸ ὀμμάτων ἔχων τὸν τῆς ψυχῆς αὐτοῦ χωρισμόν, τὸ φρικτὸν ἐκεῖνο καὶ ἀδέκαστον δικαστήριον καὶ τὴν δικαίαν καὶ ἀπαραλόγιστον τοῦ θεοῦ κρίσιν καὶ τὴν ἀπευκταίαν κατὰ τῶν ὑπευθύνων ἀπόφασιν καὶ καταδίκην τὴν μετὰ τοῦ σατᾶν καὶ τὴν ἄληκτον καὶ ἀνύποιστον τιμωρίαν, ἀλλοιωθῇ ἂν πάντως τὴν ἀρίστην ἀλλοίωσιν, εἰ μὴ λίθος, εἰ μὴ σίδηρος ἄτεγκτος ᾖ καὶ ἀποστῇ τῶν αἰσχίστων ἔργων καὶ θεῷ δι’ ἐναρέτου πολιτείας οἰκειωθῇ, ὅπως ἂν κἀνταῦθα μὲν ὡς φοῖνιξ ἀνθήσῃ τὴν γλυκείαν καὶ πολυανθῆ προϊέμενος χρηστουργίαν, μετὰ δὲ πότμον ἐν οἴκῳ κυρίου περιφανῶς μεταφυτευθῇ καὶ ὡσεὶ ἐλαία κατάκαρπος ἐν αὐλαῖς τοῦ θεοῦ ἡμῶν ἐπεντρυφᾷ τοῖς οἰκείοις καρποῖς. ἀλλ’ οὐχ οὕτω καὶ οἱ θεὸν ὁμολογοῦντες εἰδέναι καὶ τοῖς πονηροῖς ἔργοις μὴ ἀρνούμενοι, ἀλλ’ ὑπερυψούμενοί τε καὶ ἐπαιρόμενοι· ὡς αἱ ἄκαρποι τοῦ Λιβάνου κέδροι μετ’ οὐ πολὺ ὄλλυνται καὶ τῷ αἰωνίῳ ἀπορριπτοῦνται πυρί. 19. τίς σοφὸς καὶ συνήσει ταῦτα καὶ οὐ σπεύσει ὁπόση δύναμις τὴν μὲν ἰδίαν κερδᾶναι ψυχῆν, τῶν ἐν Ἅδῃ δὲ μὴ πειραθῆναι κακῶν, ἀλλὰ τῆς ἐν οὐρανῷ ἀπολαῦσαι μακαριότητος;

ἔνθα διαιωνίζουσα εὔκλεια καὶ τὸ λάμπειν ὑπὲρ ἡλίου αὐγάς, ἔνθα θυμηδία ἀΐδιος καὶ τὰ τῶν ἀγγέλων ἐγκώμια, ἔνθα ἀποστόλων θρόνοι, πατριαρχῶν δόξα, μαρτύρων στέφανοι, ἔνθα δικαίων πάντων ἡ κληρουχία, ἔνθα ἡ ἄρρητος θεοπτία καὶ κατὰ μέθεξιν θέωσις καὶ ἡ μεθ’ ἁπάντων ἁγίων συναυλία καὶ συσκηνία καὶ μετουσία τῶν ἀναφαιρέτων τερπνῶν καὶ τὸ ὑμνεῖν συνάμα ταῖς νοεραῖς στρατιαῖς τὸν ἀσίγητον ὕμνον τῇ τρισηλίῳ θεότητι ἐν φωνῇ ἀφράστου ἀγαλλιάσεως. ὧν μετασχεῖν, ὧν ἀπολαῦσαι ἀξιωθείημεν ἄρδην πάντες, ὁ ἐκλεκτὸς λαὸς τοῦ Χριστοῦ, τὸ ἅγιον ἔθνος, τὸ βασίλειον ἱεράτευμα, οἱ τῷ τιμίῳ ἐξωνηθέντες καὶ περιτειχισθέντες αἵματι τοῦ δημιουργοῦ καὶ σωτῆρος ἡμῶν Χριστοῦ. 20. Χριστὲ ἄναξ, τῷ ἐμῷ χαριτωνύμῳ σεβαστοκράτορι χάρισαι μετὰ μακρὰν τὴν κάτω ζωὴν καὶ εὐδαίμονα καὶ τὴν ἄνω ζωὴν καὶ βασιλείαν τὴν ἐπουράνιον, ὅπως ἂν συμβασιλεύων σοι τῷ πεποιηκότι σὲ μὲν ἀπαύστως αἰνῇ, ἑαυτὸν δ’ ἐπαινῇ τῆς καλῆς εὐβουλίας, ὅτι πόνων προσκαίρων αἰωνίαν ἀνάπαυσιν ἀντηλλάξατο. ἄλλως γὰρ εὐμοιρῆσαι ταύτης ἐξεῖναι οὐκ ἄν τις διισχυρίσαιτο.