Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Βʹ Κύπριος – Τόμος πίστεως

Γρηγόριος Βʹ Κύπριος

Τελικά επιτίμια, προτροπές και ο παιδαγωγικός χαρακτήρας της ακοινωνησίας

Επιβολή αυστηρού αναθέματος σε όσους επιχειρήσουν να επαναφέρουν τα καταδικασθέντα δόγματα, προτροπές προς τους πιστούς, και επεξήγηση του παιδαγωγικού σκοπού της αποκοπής για τη σωτηρία των μετανοούντων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Βʹ Κύπριος

—

Κεφάλαιο 5 από 5

Ἄκανθαι γάρ εἰσιν οἱονεὶ καὶ τρίβολοι, ἐκ θείας παραχωρήσεως τῇ ζωηφόρῳ τῆς Ἐκκλησίας ἀναφυεῖσαι χώρᾳ· ἢ καὶ ζιζάνια πονηρὰ ὁποῖα τῷ καθαρῷ τοῦ Εὐαγγελίου σίτῳ ἐχθρὸς ἐνέσπειρεν ἄνθρωπος, τὴν ἀνοχὴν τοῦ ἐκδικοῦντος Θεοῦ εὔθετον εὑρηκὼς τῆς κακουργίας καιρόν. Εἰ δὲ βούλει, ὃ καὶ μᾶλλον τῇ πονηρίᾳ προσέοικεν, ἐχιδνῶν εἰσι θανατηφόρα γεννήματα, καὶ κατὰ τὴν Γραφὴν ἔγγονα βασιλίσκων, θάνατον ἁπάσῃ τῇ προσπελαζούσῃ ψυχῇ ἐπιφέροντα, παρὰ τοσοῦτον σώζεσθαι ἄξια παρ’ ὅσον μηδὲ τὴν ἀρχὴν αὐτὰ εἰς γένεσιν καὶ γνῶσιν ἀνθρώπων ἐλθεῖν, ἃ καὶ πυρὶ καὶ σιδήρῳ, καὶ πᾶσι τοῖς δυνατοῖς ἀφανίζειν, ὁποῖα ταῦτ’ ἂν εἴη τῇ Ἐκκλησίᾳ κατεργαστέον, καὶ εἰς τὸ μὴ εἶναι παραπεμπτέον, καὶ τὸν ἔσχατον ὄλεθρον, καί γε πᾶσι τοῖς τῆς καθ’ ἡμᾶς Ἐκκλησίας υἱοῖς, σπουδῇ φεύγειν αὐτὰ παραινοῦμεν, καὶ μηδ’ ὅσον παρέργως ἀκοῦσαι τὰς ἀκοὰς ὑπέχειν αὐτοῖς. Οὐ μέχρι δὲ παραινέσεως τὸν λόγον ἱστῶμεν, ἀλλ’ ἤδη τι καὶ ἀπειλῆς, καὶ φόβου, καὶ τῆς ἀσφαλείας ἕνεκεν τοῦ μέλλοντος προστιθέαμεν. Τίς οὖν ἡ ἀπειλὴ, ἐπειδήπερ ἡ τῷ πρὸ μικροῦ χρόνῳ συμβεβηκυῖα πρᾶξις τὴν Ἐκκλησίαν συγχέασα, εἰς τέλος κατελυμήνατο, ἣν καὶ οἰκονομίαν τἀναντία δυναμένην οὐκ οἶδ’ ὅπως ὠνόμασαν; Ἡ δ’ αὐτὴ καὶ τὰ προανατεταγμένα ἀλλόκοτα δόγματα, ἃ τὸν Βέκκον Ἰωάννην προστάτην ἐπλούτησεν, ἐπισφαλῶς καὶ λίαν ἐπικινδύνως εἰσήνεγκε.

Τοῦτο δὲ τρανέστατα τοῖς πᾶσι διοριζόμεθα, ὡς εἴ τις τῶν νῦν τε ὄντων ἀνθρώπων, καὶ τῶν ὕστερον ἐσομένων, τολμήσειέ ποτε τὴν τότε μνημονευθεῖσαν πρᾶξιν καλῶς ἐσβεσμένην ἀνανεῶσαι, τά τε καταργηθέντα λυσιτελῶς ἤδη δόγματα ἐπὶ τῆς ἡμετέρας Ἐκκλησίας ἀναγορεῦσαι, ἢ λάθρα ἢ κακούργως ὑποβαλεῖν, ἢ εἰσήγησιν τοῦ ταῦτα φρονεῖν ἢ ἐπαινεῖν, εἰσενεγκεῖν, ἤ τι ὅλως μετιέναι ὑπὲρ τῆς ἐν ἡμῖν καὶ αὖθις αὐτῶν παῤῥησίας παρὰ φαῦλον τὰ γνήσια τῆς πρώτης Ἐκκλησίας θέμενος δόγματα, καὶ τὰ νῦν αὐτῆς κατὰ τῶν νόθων καὶ ἀλλοτρίων, ἔτι δὴ καὶ τῆς δι’ ἣν ταῦτα οἰκονομίας καὶ πράξεως παρεισεφθάρη τῇ Ἐκκλησίᾳ προστάγματα.

Τοῦτον καὶ τὸν ὅλως τοὺς ἐκ τῆς Ῥωμαϊκῆς Ἐκκλησίας ἔχοντας τέως ἀμεταθέτως ἐφ’ οἷς ἄνωθεν παρὰ τῆς Ἐκκλησίας ἡμῶν ἐνεκλήθησαν, δι’ ἃ καὶ τὸ μεταξὺ ἐπισυμβέβηκε σχίσμα δέξασθαί ποτε συνθησόμενον, καὶ δέξασθαι πλέον καὶ γνησιώτερον ἤπερ εἰώθειμεν πρότερον, πρὸ τῆς πεπλασμένης δηλαδὴ ταύτης οἰκονομίας, καὶ τῆς ἀποβλήτου καὶ τῷ καλῷ πολεμίας εἰρήνης, τοῦτον σὺν τῷ ἀποκήρυκτον ποιῆσαι τῆς Ἐκκλησίας, ἐκκόψαι τε καὶ ἀλλοτριῶσαι τῆς ἡμῶν τῶν εὐσεβῶν ἐπισυναγωγῆς τε καὶ κοινωνίας, καὶ τῷ τοῦ ἀναθέματος ἐπιτιμίῳ φρικώδει καθυποβάλλομεν, Ἐπεὶ μηδὲ συγγνωστὸς ἐν ἀνθρώποις ἐκεῖνος, ὃς μηδὲ μετὰ τοσαύτην πεῖραν τοῦ προλαβόντος κακοῦ, μηδὲ μετὰ τὴν ἀρτίως ἐπενηνεγμένην καταδίκην πεπαίδευται μὴ ἐπιτολμᾷν τοῖς τοιούτοις, μηδ’ ἔγνωκε τοῖς κειμένοις τῶν Πατέρων ἐπιτεχνάζεσθαι ὅροις, μηδὲ μαθητὴς μὲν τῇ Ἐκκλησίᾳ διὰ παντὸς καὶ ὑπήκοος. Καὶ ταῦτα φθεγγόμεθα καὶ διαπραττόμεθα, τοῦ τε ἀνεπηρεάστου, καθώσπερ ἔφημεν, ἕνεκεν, καὶ τῆς κοινῆς τῶν ψυχῶν ὠφελείας πάντων, ὅσοι τε νῦν ὑπὸ τὴν ἡμετέραν εὐσεβῆ Ἐκκλησίαν τελοῦσιν.

Ἀλλὰ μένετε, οἱ γνήσιοι τοῦ Θεοῦ, ἀποστρεφόμενοι καὶ βδελυττόμενοι τά τε ἄλλα τῆς ἀληθείας πολέμια δόγματα, καὶ αὐτὰ τὰ τοῦ Βέκκου γεννήματα. Ἀποστρεφόμενοι δὲ οὐχ ἧττον καὶ αὐτὸν, καὶ ὧν ὁ λόγος ἀνώτερον ἐμνήσθη κατ’ ὄνομα, τὰ βλάσφημα σὺν αὐτῷ ἀπερευξαμένους, καὶ μέχρι τοῦδε οἰκειουμένους αὐτὰ, καὶ ἀμεταμέλητα στέργοντας. Καὶ οὕτως ἐχόντων μενεῖ ἐν ἡμῖν ὁ Παράκλητος, οὐ μόνον τῆς ἀπὸ τῶν τοιούτων, ἀλλὰ καὶ τῆς ἀπὸ τῶν παθῶν κρείττους διαφυλάττων λύμης ὑμᾶς ἐπὶ μετουσίᾳ τῶν αἰωνίων ἀγαθῶν καὶ τῆς τοῖς δικαίοις ἡτοιμασμένης μακαριότητος. Καὶ ὑμεῖς μὲν οὕτως ἔχοιτε καὶ σχοίητε· ἡ δὲ ἀναγεγραμμένη ψῆφός τε καὶ ἀπόφασις νῦν μὲν παρὰ τῆς Ἐκκλησίας κατὰ τῶν τῆς Ἐκκλησίας ἀποστατῶν καὶ ἀθετητῶν ἐξενήνεκται, μικρὸν δὲ ὕστερον καὶ παρὰ τοῦ μεγάλου κριτοῦ, εἰ μὴ πρὶν ἐλθεῖν τὴν ἡμέραν αὐτοῦ τὴν μεγάλην καὶ ἐπιφανῆ, μετανοίᾳ καὶ δάκρυσι καὶ ἀσχέτῳ πένθει φθάσουσιν ἑαυτοὺς ἐξελόντες.

Καὶ γὰρ εἰ μεταβληθήσονται καὶ πρὸς τὸ τῆς μητρὸς ἡμῶν Ἐκκλησίας φῶς γνησίοις καὶ πάλιν τοῖς τῆς ψυχῆς ἐνίδωσιν ὀφθαλμοῖς, ὥσπερ ἔξω τὸν πρὸς αὐτὸν ἐρχόμενον οὐκ ἐκβάλλει Χριστὸς, ἐπιστρέφεται δὲ μᾶλλον ἐπιστρέφοντος, καὶ ἐναγκαλίζεται, κἂν ἄσωτος ᾖ καὶ τὴν πατρῴαν οὐσίαν καταφαγὼν, κἂν ἀπολωλὸς πρόβατον καὶ τῆς σωζούσης μάνδρας ἀποσκιρτῆσαν, κἂν ἄλλο τι τῶν πόῤῥω γεγονότων τῆς χάριτος· οὕτω δὲ καὶ αὕτη συνάξει καὶ οἰκειώσεται, καὶ εἰς τὴν τῶν τέκνων μοῖραν καὶ τάξιν αὖθις ἐγκαταστήσει, μόνον εἰ θρηνήσουσί ποτε, καὶ ἐφ’ ἑαυτοῖς ὃ νῦν ἡμεῖς πάσχομεν πάθωσιν. Εἰ γὰρ καὶ ἡμῶν ἀποκόπτομεν, εἰ καὶ τῆς τῶν εὐσεβῶν ἐξορίζομεν Ἐκκλησίας, εἰ τῇ φοβερᾷ καὶ μεγάλῃ τῆς ἀκοινωνησίας καὶ ἀλλοτριώσεως τῶν ὀρθοδόξων καθυποβάλλομεν καταδίκῃ, οὐχ ὡς ἐφηδόμενοι τοῖς αὐτῶν παθήμασι τοῦτο δρῶμεν, οὐδ’ ὡς τῇ ἀποβολῇ τῶν ἀνδρῶν ἐπιχαίροντες, τοὐναντίον μὲν οὖν καὶ ἀλγοῦμεν, καὶ ὡς ἀηδῶς τὴν διάζευξιν φέρομεν.

Πλὴν ἀλλὰ τίς ἡμᾶς ἀνάγκη ἐπὶ τὴν πρᾶξιν τήνδε κινεῖ; Δυοῖν πάντως ἕνεκεν, τοῦ τε ὀδυνηθέντας αὐτοὺς ταύτῃ καὶ πικρανθέντας ἐπανελθεῖν διὰ μετανοίας, τῆς ἀπονοίας κατεγνωκότας, καὶ τῇ Ἐκκλησίᾳ ἑαυτοὺς ἀνασώσασθαι, τοῦ τε σωφρονισθῆναι καὶ παιδευθῆναι τοὺς ἄλλους ἐντεῦθεν, μὴ ἐπιτολμᾷν ποτε τοῖς ὁμοίοις, μηδ’ ἐπιχειρεῖν κατὰ τῶν ἀθίκτων, μηδὲ κατὰ τῶν ἁγίων νεανιεύεσθαι, μήπως οὕτω θρασυνόμενοι τῶν αὐτῶν ἀμοιβῶν κατὰ τὸ ὑπόδειγμα τύχωσιν.