Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Βʹ Κύπριος – Τόμος πίστεως

Γρηγόριος Βʹ Κύπριος

Ιστορικό πλαίσιο και αποκατάσταση της εκκλησιαστικής τάξης

Αναφορά στην κρίση που προκάλεσε η δράση του Ιωάννη Βέκκου, τις προσπάθειες επιβολής καινοφανών δογμάτων, καθώς και στην αποκατάσταση της ορθόδοξης τάξης με την παρέμβαση του νέου αυτοκράτορα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Βʹ Κύπριος

—

Κεφάλαιο 1 από 5

ΕΚΘΕΣΙΣ ΤΟΥ ΤΟΜΟΥ ΤΗΣ ΠΙΣΤΕΩΣ ΚΑΤΑ ΤΟΥ ΒΕΚΚΟΥ ΠΑΡΑ ΤΟΥ ΑΓΙΩΤΑΤΟΥ ΚΑΙ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΚΥΡΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΚΥΠΡΙΟΥ, ΟΥΤΙΝΟΣ ΕΠΕΛΑΒΟΝΤΟ ΤΙΝΕΣ, ΚΑΙ ΓΕΓΟΝΕ ΠΡΟΣ ΕΚΕΙΝΟΥΣ Η ΑΠΑΝΤΗΣΙΣ ΙΣΧΥΡΑ. Ἔσχε μὲν ἡ ἐπισυμβᾶσα πρὸ μικροῦ ταραχή τε καὶ ζάλη τῇ Ἐκκλησίᾳ πατέρα οἷον καὶ ἀρχηγὸν αὐτὸν ἐκεῖνον τὸν ἀντικείμενον φθόνῳ τῆς τῶν ἀνθρώπων σωτηρίας ἀεὶ βαλλόμενον, καὶ τὰ ταύτην ἀπείργοντα ζητεῖν τε πραγματεύεσθαι οὐδέποτε ἀφιστάμενον. Οὐ μὴν δὲ ἀλλὰ καὶ ἀνθρώπους ἔσχεν εἰ καὶ μὴ ἀρχηγοὺς τὰ πρῶτά τ’ αἰτίας ἔχοντας, ὑπηρέτας δ’ οὖν ὅμως καὶ ὄργανα τοσαῦτα ἐκ προαιρέσεως εἰς αὐτὴν τελέσαντας, ὁπόσα δὴ κἀκεῖνος ἐβούλετο. Εἰρήνη μὲν οὖν τὸ κατ’ ἀρχὰς καὶ οἰκονομία τις ἀκίνδυνος καὶ ἐπὶ συμφέροντι δῆθεν τῷ ἡμετέρῳ οὐκ οὖσα τοιαύτη ταῖς ἀληθείαις, ἐπιφημίζεται σκοπὸς τῇ πράξει. Καὶ προτείνεται τοῦτο καθάπερ τι δέλεαρ ἀνθρώπων ἐφέλκον πρὸς τὸ κρυπτόμενον.

Προτείνεται δὲ μεθ’ ὑποσχέσεων καὶ ἀρῶν τῶν φρικωδεστάτων, καὶ λόγων ἐνόρκων τοῦ μὴ ἂν αὐτοῖς ἄλλο τι βούλεσθαι τὴν διάνοιαν, ἢ ὕπερ αὐτὰ ταῦτα μετὰ τοῦ ἀζημίου καὶ ἀκινδύνου εἴτουν ἀναμαρτήτου δηλοῖ. Εἶτα βραχὺς ὁ μετὰ ταῦτα χρόνος, καὶ ἀραὶ μὲν ἐκεῖναι καὶ ὅρκοι ὡσπερεὶ ἐπὶ παντὶ μᾶλλον ἑτέρῳ δὴ τῷ δὲ συνέστησεν ἀμελοῦνται.

Καταδύεται δὲ οἷον εἰς γῆν τὸ τῆς εἰρήνης καὶ οἰκονομίας ὄνομα, καὶ τῆς τέως αὐτοῖς ἐκείνης δοκούσης κρείττονος πραγματείας· ἀνακύπτει δὲ τὰ τῆς κακουργίας ῥήματά τε καὶ πράγματα· καὶ τολμᾷ τις ἐν ἡμῖν λέγειν, ὅτι καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα ἐκπορεύεται, ὥσπερ ἀμέλει καὶ ἐκ τοῦ Πατρός· ὅτι καὶ ὁ Μονογενὴς αἴτιος αὐτοῦ, καθὰ δὴ καὶ ὁ τὸν Μονογενῆ γεννήσας Πατήρ. Κἀντεῦθεν ἀρχὴν ἡ ταραχὴ λαμβάνει, καὶ ὁ μέγας λοιπὸν κατὰ τῆς Ἐκκλησίας ἀναῤῥιπίζεται πόλεμος. Ὅτι μὲν οὖν τὸ προσφάτως διαταράξαν ἡμᾶς ἔκφυλον τουτὶ δόγμα οὐ πρόσφατόν ἐστι τὴν γένεσιν, καὶ παρ’ ἄλλοις ταύτην ἐσχηκὸς, οὐχ ἡμῖν, πάντες τε ἴσασι σχεδὸν, καὶ ἀναδιδάσκειν οὐ χρή· πλὴν μετενήνεκται δεῦρο οἷά τις ὑπερόριος λύμη, καὶ ἤκμασε χρόνον ἐφ’ ἱκανόν. Ἰσχὺν δὲ αὐτῷ ἐνακμάζειν τοσοῦτον Ἰωάννης παρέσχεν ὁ Βέκκος ὑποδοχεὺς αὐτῷ καὶ οἷον ἄρουρά τις οὐκ ἀφυὴς ἐκθρέψαι γενόμενος, ἀρδόμενος, ὡς μὲν ἐγὼ φαίην, ἐκ τοῦ πονηροῦ καὶ τῶν τῆς ἀνομίας χειμάῤῥων, ὡς δὲ ἐκεῖνος ψευδόμενος ἔλεγεν, ἐκ τῶν Βίβλων τῶν ἱερῶν, κακούργως ἀνελίττων αὐτὰς, καὶ σπερμολόγων ἐκεῖθεν καὶ ἱεροσυλῶν, καὶ τὸν νοῦν ἅμα μὲν τῆς Γραφῆς κλέπτων, ἅμα δὲ καὶ τῶν ἐπιπολαίως ἀκροωμένων αὐτοῦ, ἢ καὶ πρὸς τοὺς ἐκείνου χρυσοῦς ἀφορώντων.

Πλὴν ὄγδοον μὲν τῷ κακῷ τῷδε ἰσχύοντι καὶ ἐμπολιτευσαμένῳ τοῖς ὧδε σχεδὸν ἠνύετο ἔτος. Τοσοῦτον δὲ κἀκεῖνος τὴν εἰς τὸν πατριαρχικὸν θρόνον ἆθλον τῆς οὐ καλῆς ἐπικαρπίας εἶχεν ἐνίδρυσιν, καὶ τῇ Ἐκκλησίᾳ παρ’ ὅλον τοῦτον τὸν χρόνον Θεοῦ συγχωροῦντος δι’ ἁμαρτιῶν πάντως πλῆθος, ᾧ δὴ μόνῳ τὸν ἀπαθῆ παροργίζομεν ἀθλίως ἔχειν ὑπῆρχε καὶ καρτερεῖν τὰ δεινότατα. Τὸ δὲ μετὰ ταῦτα παρακαλεῖται Θεὸς ἐφ’ ἡμῖν τοῖς δούλοις αὐτοῦ, καὶ ἵλεων ἐνορᾷ, καὶ ἀνίστησι βασιλέα, τούτῳ δὴ μόνῳ δοκοῦντα ζῇν, ὥστε πράττειν τὰ δοκοῦντα Θεῷ, καὶ τὴν Ἐκκλησίαν, ὥσπερ πάλαι τὴν πεπτωκυῖαν καὶ κατεσκαμμένην σκηνὴν Δαβὶδ, ἀνίστησι δι’ αὐτοῦ.

Καὶ γίνεται μὲν ἐκ τοῦ μέσου ὁ τὴν πονηρίαν καὶ τὰ ζιζάνια ὑποδεξάμενος καὶ αὐξήσας ἄνθρωπος, παῤῥησίαν δὲ τὸ γνήσιον τοῦ Πνεύματος λαμβάνει δόγμα, καὶ ἄδεια τοῦ λοιποῦ τοῖς ὄντως μετατιθέναι τὴν θεοφιλῆ πολιτείαν ἐθέλουσιν ἐπὶ τῷ τῆς πίστεως οἰκοδομεῖν θεμελίῳ. Ἀλλὰ γὰρ καλὸν καὶ σωτήριον, καὶ κρείττονος ἔργον οἰκονομίας φροντίσαι καὶ τῆς ἑξῆς ἀσφαλείας τῇ Ἐκκλησίᾳ, καὶ τὸ ἀκλόνητον αὐτῇ πᾶσι τρόποις περιποιήσασθαι, ἵν’ εἴ τις αὐτὴν καὶ αὖθις θεοστυγὴς ἄνθρωπος διασαλεύειν ἐπιχειροίη, μάταιος ἀπελέγχηται, τῷ στεῤῥῷ λόγῳ τῆς ἡμῶν εὐσεβείας ἀποκρουόμενος. Γένοιτο δ’ ἂν ἱκανῶς τοῦτο, εἰ δύο ταῦτα ἐπέλθῃ πράττειν ἡμῖν, τό θ’ ἡμέτερον καὶ ὀρθόδοξον δηλονότι διατρανῶσαι δόγμα, καὶ οἱονεὶ ἐφ’ ὑψηλῆς καθάπερ τινὰ εὐσεβείας ἐνιδρύσαι στήλην, ὡς εἴη πᾶσι κατάδηλον, πόῤῥωθεν ὀρώμενον, καὶ εἰς ἑαυτὸ τοὺς τῆς ψυχῆς ὀφθαλμοὺς ἐπιστρέφον, καὶ δεύτερον τὸ πονηρὸν καὶ ὀλέθριον, εἴτουν ἀλλότριον, γνώριμον καταστῆσαι, ὅπως ἐμφανὲς καὶ τοῦτο γενόμενον ἀποστρεφομένους αὐτὸ τοὺς πάντας τό γε ἐξ ἡμῶν ἔχῃ καὶ βδελυττομένους καὶ τὸν ἐξ αὐτοῦ σπουδῇ διαφεύγοντας κίνδυνον.