Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Βʹ Κύπριος – Τόμος πίστεως

Γρηγόριος Βʹ Κύπριος

Η επίπλαστη μετάνοια και η υπαναχώρηση του Ιωάννη Βέκκου

Παράθεση του λιβέλλου ομολογίας του Ιωάννη Βέκκου, όπου αποδέχεται την καθαίρεσή του, η μετέπειτα αθέτηση των δεσμεύσεών του, και η κλήση του σε νέα απολογία ενώπιον της συνόδου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Βʹ Κύπριος

—

Κεφάλαιο 3 από 5

Τοῦ γὰρ ἡμετέρου γένους καὶ δόγματος ἄνωθεν ὄντες, καὶ εἰς τήνδε τὴν Ἐκκλησίαν τελοῦντες, ὅμως ἐπανέστησαν κατ’ αὐτῆς, καὶ ἠθέτησαν τὴν καὶ ὠδινήσασαν αὐτοὺς πνευματικῶς καὶ ἐκθρέψασαν, καὶ κίνδυνον αὐτῇ τὸν ἔσχατον περιέστησαν, τέκνα μωμητὰ φανέντες, υἱοὶ ἀλλότριοι χωλάναντες ἀπὸ τῶν τρίβων αὐτῶν· γενεὰ πονηρὰ καὶ διεστραμμένη, οὐ καλὰ Κυρίῳ τῷ Θεῷ, οὐδέ γε τῇ μητρὶ Ἐκκλησίᾳ ἀποδόντες ἀνταποδόματα. Δέον γὰρ πάντα κίνδυνον ὑπὲρ αὐτῆς καὶ τῶν αὐτῆς ὑπομένειν δογμάτων, καὶ μηδὲ αὐτὸν ἀπαναίνεσθαι θάνατον. Οἱ δὲ καὶ χεῖρον ἢ ἄνθρωποι φύσει πολέμιοι διετέθησαν πρὸς αὐτὴν, μελαγχολίαν νοσήσαντες ἄντικρυς, καὶ τὴν τῶν πολεμίων καὶ φίλων καθάπαξ ἀποβεβληκότες διάγνωσιν. Ὧν, ὡς εἴρηται, τὰ πρῶτα Ἰωάννης ἔσχεν ὁ Βέκκος, ὃς, ἐπειδὴ τὴν ἑαυτοῦ Ἐκκλησίαν Χριστὸς ἐπεσκέψατο, καὶ τὴν ἐναντίαν αὐτῷ τε τούτῳ καὶ τῷ πονηρῷ ἐκινήθη συντάγματι, καὶ καθαρῶς εἰς ἀνάῤῥουν ἐχώρησεν, ἐξ οὗ καὶ τῆς ἑαυτοῦ γλωσσαλγίας τὰς ἀξίας ἔμελλεν εἰσπράττεσθαι δίκας, δόξας ἐσχηκέναι μετάμελον ἐφ’ οἷς λυττήσας κατὰ τῆς Ἐκκλησίας ἐνεανιεύσατο, λίβελλον συνθέμενος εὐσεβῆ, καὶ τοῦτον τῇ εὐθυνούσῃ τὰ κατ’ αὐτὸν ἐγχειρίσας συνόδῳ, οὐκ ἔφθη φιλανθρωπίας γευσάμενος, καὶ τῆς καταδίκης ἐκτὸς γευσάμενος, καὶ ἐπὶ τὸν ἴδιον αὖθις τῆς βλασφημίας ἔμετον ἐπιστρέφει.

Αὕτη ἡ τοῦ Βέκκου μετάνοια καὶ ἀποβολὴ τῶν βλασφήμων αὐτοῦ δογμάτων κἂν πάλιν μετὰ μικρὸν παλίμβολος ὢν πρὸς αὐτὰ, καὶ ὥσπερ κύων ἐπὶ τὸν ἴδιον ἐπέστρεψεν ἔμετον. Ἀλλ’ ἐκθετέον καὶ αὐτὸν ἐκεῖνον τὸν λίβελλον, ἵνα πάντες ἀκούσαντες δοκιμάσωσιν εἰ μὴ δικαίως ἐκεῖνος καταδεδίκασται. Εἶχε τοίνυν ἐπ’ αὐτῆς τῆς λέξεως οὑτωσί· Ἐπείπερ ἐπὶ τῇ προβάσῃ ἐπισφαλῶς οἰκονομίᾳ τῆς δῆθεν ἐκκλησιαστικῆς εἰρήνης, ὥστε συναπαγαγεῖν με πάντας εἰς τὴν τοιαύτην εἰρήνην, συνέβη λαλῆσαί με καὶ γράψαι περὶ δογμάτων ἐκκλησιαστικῶν, ἐν οἷς εὑρέθησαν καί τινα ῥηθέντα παρ’ ἐμοῦ ἀπᾴδοντα τοῖς ἱεροῖς καὶ θείοις δόγμασι, καὶ ἐπισφαλῶς ἔχοντα, ἅπερ οὕτως ἔχοντα καὶ ἡ θεία καὶ ἱερὰ σύνοδος ἐφωράσατο· ἤγουν τὸ λέγειν με ὅτι τὸ Πνεῦμα τὸ ἅγιον αἴτιον ἔχει τῆς ἑαυτοῦ ὑπάρξεως τὸν Πατέρα καὶ τὸν Υἱόν· καὶ εἰς τοῦτο φέρει καὶ συμφωνεῖ καὶ ἡ λέξις ἡ λέγουσα τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς δι’ Υἱοῦ ἐκπορεύεσθαι, ὅθεν καὶ δύο ἀναφαίνεται τοῦ Πνεύματος αἴτια, καὶ ἡ προσεχὴς, καὶ ἡ πόῤῥωθεν ἀρχὴ ἐντεῦθεν ὑπονοεῖται· καὶ τοσοῦτόν ἐστι καὶ ὁ Υἱὸς αἴτιος τῆς ὑπάρξεως τοῦ Πνεύματος, ὅσον ἥκει εἰς τὴν διά· ταῦτα πάντα ἐπεὶ ἐν τοῖς ἐμαυτοῦ συγγράμμασι καὶ λόγοις ἐμφερόμενα εὕρηνται, ἐμοῦ ταῦτα καὶ οὐκ ἄλλου φρονήσαντος καὶ γράψαντος.

Καὶ πρὸς τούτοις καὶ τὸ λέγειν αἴτιον ἓν τοῦ Πνεύματος τὸν Πατέρα καὶ τὸν Υἱὸν, ἐξ ὧν ὡς ἀπὸ μιᾶς ἀρχῆς καὶ πηγῆς ἔχει τὸ εἶναι. Ταῦτα πάντα, καὶ εἴ τι ἕτερον εἰς τὴν τοιαύτην ἀτοπίαν φέρει τοῦ δόγματος, ἐνώπιον τοῦ Θεοῦ καὶ τῶν φοβερῶν ἀγγέλων αὐτοῦ, ἔτι δὲ καὶ ἐνώπιον τῆς θείας καὶ ἱερᾶς συνόδου ἐκ ψυχῆς μέσης, χωρίς τινος δολιότητος, καὶ τοῦ ἄλλα μὲν κρύπτειν, ἄλλα δὲ λέγειν ἀποτρέπομαι, καὶ ἀθετῶ, καὶ ἀποβάλλομαι, ὡς εἰς ἔσχατον ψυχῆς ὄλεθρον φέροντα. Ὁμολογῶ δὲ καρδίᾳ καὶ στόματι, καὶ φρονῶ καθὼς ἄνωθεν ὁμολογεῖ ἡ ἁγία καὶ καθολικὴ Ἐκκλησία, τὴν ἁγίαν Τριάδα. τὸν ἕνα Θεὸν, οὕτως· ὅτι ὁ Πατὴρ οὔτε ἐξ ἑτέρου, οὔτε ἐξ ἑαυτοῦ τὸ εἶναι ἔχει, ἀλλ’ ἄναρχός ἐστι καὶ ἀναίτιος. Ὁ δὲ μονογενὴς Υἱὸς τοῦ Θεοῦ ἐκ Πατρὸς τὴν ὕπαρξιν γεννητῶς καὶ αἴτιον ἔχει τὸν Πατέρα. Τὸ δὲ Πνεῦμα τὸ ἅγιον ὁμολογῶ καὶ πιστεύω, ὅτι ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς τὴν ὕπαρξιν ἔχει ἐκπορευτῶς. Καὶ ὁ Πατὴρ κατὰ τὰς ἱερὰς τῶν διδασκάλων φωνὰς αἴτιός ἐστι τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος· τῆς διὰ τοῦ Υἱοῦ ἐκπορεύεσθαι, φωνῆς μηδ’ ὅλως εἰσαγούσης τὸν Υἱὸν αἴτιον εἶναι τοῦ Πνεύματος, ἢ καθ’ ἑαυτὸν, ἢ μετὰ τοῦ Πατρὸς, ὡς εἶναι τὸν Υἱὸν καὶ τὸν Πατέρα κατὰ τὴν ἐπισφαλῆ τινων καὶ ἀλλοκότων ὑπόληψιν ἂν αἴτιον καὶ μίαν ἀρχὴν τοῦ Πνεύματος.

Ταῦτα μὲν οὕτω φρονῶ, καὶ εὔχομαι μέχρι καὶ τελευταίας ἀναπνοῆς οὕτω με φρονοῦντα εὑρίσκεσθαι, καὶ ἐν πᾶσι δόγμασιν ὁμοφρονεῖν τῇ ἁγίᾳ τοῦ Θεοῦ καθολικῇ Ἐκκλησίᾳ, κατὰ τὴν ἀναγεγραμμένην ὁμολογίαν. Πάντας δὲ τοὺς μὴ οὕτω φρονοῦντας, ἢ καὶ εἰς τὸ μέλλον φρονήσοντας, ἀκοινωνήτους ἔχω καὶ ἀποβλήτους, καὶ πόῤῥω τῆς τῶν Χριστιανῶν ὀρθοδόξου πίστεως. Οὖτός ἐστιν ὁ τῆς ἐμῆς ὁμολογίας καὶ πίστεως λίβελλος, δι’ οὗ καὶ πᾶσιν ἀνομολογῶ καὶ διαμαρτύρομαι καὶ τρανῶς παριστάνω, ὅπως ἔχω τῆς πρὸς τὸν Θεὸν εὐσεβείας, καὶ ὅπως ὁλοσχερῶς ἐξέχομαι τῶν εὐαγγελικῶν καὶ ἀποστολικῶν καὶ πατρικῶν δογμάτων καὶ διδαγμάτων.

Ἐπεὶ δὲ ἕνεκεν τῆς τόλμης ἧς ἐπισφαλῶς κατετόλμησα εἴς τινα τῶν εἰρημένων θείων δογμάτων κατεδικάσθην καθαίρεσιν τῆς ἀρχιερωσύνης παρὰ τοῦ ἁγιωτάτου δεσπότου καὶ οἰκουμενικοῦ πατριάρχου, καὶ τῆς περὶ αὐτὸν θείας καὶ ἱερᾶς συνόδου, ἐν ᾗ ἐπιδημεῖ καὶ ὁ ἁγιώτατος πάππας Ἀλεξανδρείας καὶ πατριάρχης, δέχομαι καὶ τὴν τοιαύτην καθαίρεσιν, ὡς ἐνθέσμως καὶ κανονικῶς γεγονυῖαν, καὶ στέρξω τὴν τοιαύτην ψῆφον, ὡς δικαίαν καὶ ἔννομον, μηδέποτε πειρασόμενος ἱερωσύνην ἀνακαλέσασθαι.

Ταῦτα ἐκεῖνος ἐκθέμενος, καὶ οἰκείᾳ χειρὶ γράψας καὶ ὑπογράψας, ὡς ἄνεσιν ἔλαβεν ἀπὸ τοῦ δικαστηρίου, καθάπαξ ἠθέτησε. Καὶ πάλιν βιβλία συντάττει, καὶ πάλιν βλασφημίαι, καὶ πάλιν δόγματα νόθα, καὶ λόγων ἄλλων παρεισαγωγαὶ, οὓς οὐκ ᾔδεσαν οἱ Πατέρες ἡμῶν. Φιλονεικήσας γὰρ ἑαυτὸν τῶν ταύτης τῆς κακίας ἐγκλημάτων ἀνώτερον ἀποδεῖξαι, καὶ δέον τοῦτο μόνῃ μετανοίᾳ καὶ ἀθετήσει ὧν κακῶς συνέθετο πρᾶξαι, ὁ δὲ τὴν ὁδὸν ἀγνοήσας ἐκτρέπεται τοῦ εὐθέος, καὶ τοσοῦτον μᾶλλον ἢ πρότερον εἰς ἀδόκιμον ἐκπίπτει νοῦν· ὡς εἰκάζειν μὲν αὐτοῦ πρὸς μικρὸν τῆς πλάνης ἀποχωρῆσαι πνεῦμα, ἐπιδραμεῖν δὲ αὖθις αὐτῷ μετὰ πλείονος τῆς παρασκευῆς, οὐχ ἑπτὰ μόνον συμπαρειληφὸς, ἀλλ’ ὅλον λεγεῶνα πνευμάτων, καὶ πᾶσαν αὐτοῦ τὴν τῆς ψυχῆς χώραν καὶ κατασχεῖν καὶ πληρῶσαι. Οὗ δὴ χάριν καὶ αὖθις μετακαλεῖται, καὶ λόγους τῆς καλῆς ταύτης μεταβολῆς ἀπαιτεῖται.

Μετακαλεῖ δὲ αὐτόν τις ἕτερος ἢ ὁ ζηλῶν Θεῷ παντοκράτορι βασιλεὺς, ὁ καὶ πρὸς τὴν τῆς Ἐκκλησίας καὶ εὐσεβείας ἀνοικοδομὴν, ὅσα καὶ χεὶρ αὐτῷ τῷ Ὑψίστῳ γενόμενος, ὃν καὶ Μωσῆν νέον ἐγὼ καλοίην ἡδέως καὶ Θεοῦ θεράποντα κατ’ ἐξαίρετον, Αἰγύπτου καὶ δουλείας, οὐ κατὰ τὴν παλαιὰν ἐκείνην αἰσθητὴν, ἀλλά τινος μακρῷ χαλεπωτέρας τὸν καθ’ ἡμᾶς Ἰσραὴλ ἐξαιρούμενον, πλὴν τὸν μὲν βασιλέα τῆς ὑπηρεσίας ἕνεκεν ταύτης χεῖρες μὲν ἔχουσιν ἐν ἑαυταῖς ἐζωγραφημένον αἱ τοῦ Θεοῦ, βίβλοι δ’ ἐκείνου φέρουσι γεγραμμένον. Καὶ ἡμᾶς οὐ δεῖ πολλὰ γράφειν περὶ αὐτοῦ. Ὁ δέ γε Βέκκος παρά τε τῆς ἱερᾶς συνόδου λόγους ἀπαιτούμενος, ὅτι χάριν ἐπαινετῆς μεταμελείας ἁψάμενος, καὶ τὴν χεῖρα εὐαγγελικῶς εἰπεῖν ἐπ’ ἄροτρον βαλὼν, καὶ τῇ Ἐκκλησίᾳ συνθέμενος ἕπεσθαι, ἐστράφη πάλιν εἰς τὰ ὀπίσω καὶ εἰς τὴν τῶν οὐρανῶν οὐκ εὔθετος γέγονε βασιλείαν, τὸ βλάσφημον τοῦ ὀρθοῦ προτιμήσας, τοσοῦτον οὐκ ἐφθέγξατο ἐπιεικὲς, καὶ οἷον ἂν αὐτὸν τοῦ μὴ κακὸν φανῆναι συνέστειλεν, ὥστε καὶ τηνικαῦτα μᾶλλον γέγονε δῆλος, ὅτι σφοδρῶς ἐνέχεται τῇ κακοδοξίᾳ, ὅτι καὶ αὐτὸν αὐτῆς ἀποστῆναι πείθειν οὐδεὶς λόγος δονήσεται.