Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Βʹ Κύπριος – Βίος τοῦ ἁγίου Λαζάρου

Γρηγόριος Βʹ Κύπριος

Ίδρυση της μονής στο όρος Γαλήσιο και στυλιτικός βίος

Η σταδιακή συγκρότηση μοναστικής αδελφότητας, η οικοδόμηση ναών και ασκητηρίων, οι προφητείες του αγίου προς τον αυτοκράτορα Κωνσταντίνο Μονομάχο και η άνοδός του στον στύλο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Βʹ Κύπριος

—

Κεφάλαιο 6 από 8

Οὐ γὰρ εἶχε καταθροηθῆναι ἢ ποσῶς κατεπτηχέναι, εἰδὼς ὁποῖα τὰ τούτων φασματώδη καὶ ἀπατηλὰ ἐγχειρήματα, πλείονα τῆς ἀληθείας τὴν ἐπίδειξιν ἔχοντα. Τοίνυν ὡς τὸν τόπον γενόμενος καὶ πρὸ τοῦ σπηλαίου σταθείς, ὡς ἤδη πέρας αὐτῷ εἶχε τὰ τῆς ᾠδῆς, σταυρῷ πρῶτον σημειοῖ ἑαυτόν, μετὰ δὲ καὶ τὴν κατὰ πρόσωπον πέτραν καί, ὢ τοῦ θαύματος, παραχρῆμα τὸν σταυρικὸν τύπον ὁρᾷ ταύτῃ ἐνσημανθέντα· καὶ τοῦτον εἶπεν ἄν τις ἰδὼν τεχνηέντως ἐγκεκολάφθαι τῇ πέτρᾳ καὶ πολύ γε κρεῖττον ἢ πρὸς οἱουδήτινος ἀρίστου ἑρμογλυφικῆς ἐπιστήμονος· ὅπερ δὴ Λάζαρος οὕτως ἐκ ταυτομάτου συμβὰν θεασάμενος, ηὐχαρίστει τε τῷ Θεῷ κἀκ προνοίας γεγενῆσθαι τὴν ἐκεῖθι ἄφιξιν ἐτεκμαίρετο· ἀγαθῇ γὰρ ἀρχῇ καὶ τὸ τέλος ᾤετο ἀκολουθεῖν δεξιόν· τοῖς ἔνδον δὲ τοῦ σπηλαίου γενόμενος καὶ τοῦτο εὐθέτως ἔχον ἐφ’ ᾧπερ ἐβούλετο θεασάμενος, μάλιστα δ’ ὅτι καὶ ὕδατος βραχύ τι χειμῶνος στάγδην ἐκ τῆς ὑπερκειμένης πέτρας καταρρέον ἐτύγχανεν, ἐν τούτῳ ἔκρινε τοῦ λοιποῦ ἡσυχῇ τε ζῆν καὶ μόνῳ Θεῷ προσλαλεῖν. Ὁποίας δὲ θλίψεις ὡς πολυειδεῖς ὡς λίαν δεινὰς ὡς ἀνυποίστους ὡς χαλεπὰς ὑπὸ τῶν νοητῶν ὑπέστη θηρῶν, ἔρημος τοῦ συνοικοῦντος ἐν ἐρήμῳ διατελῶν, τίς ἂν ἕξει λόγος ἀποχρώντως εἰπεῖν;

παρ’ ὅλην γὰρ τὴν περίοδον ἐκείνων τῶν ἡμερῶν, ἃς ὁ τοῦ Θεοῦ θεράπων διετέλει ἐν τῷ σπηλαίῳ μόνος οἰκῶν, οὐ διέλιπον οἱ ἀπηνεῖς πάντοθεν ἐκείνῳ προσβάλλοντες, πάντοθεν πολεμοῦντες, ποικίλως ἐπηρεάζοντες, τὰ μὲν τῶν δεινῶν ἤδη ἐπάγοντες, τὰ δ’ ἐπινοούμενοι, ἄλλα δὲ καὶ παρασκευάζοντες καὶ παντοίοις δείμασιν ἐκδειματοῦντες καὶ φάσμασιν, ὥστ’ ἐκεῖθεν ἐξορύξαι δυνηθῆναι τὸν ὅσιον· καὶ ἄλλος μὲν ἄν τις πρὸς τὰ τοσάδε ἢ τηλικάδε τῶν δαιμόνων δεινὰ ἢ οὐδ’ ὅλως ἤνεγκεν ἂν ἢ βραχέως πάνυ καὶ ἐπ’ ὀλίγον φέρων ἤρκεσεν ἄν, μετὰ δὲ φυγὰς ὥσπερ ἡμιτελῆ τὸν ἀγῶνα καταλιπὼν μακράν που τῆς μάχης ἐποιήσατο ἑαυτόν, μὴ μέχρι τέλους τοῖς δεινοῖς διακαρτερῶν. Ὁ δὲ οὕτως μὲν οὐδαμῶς, ἀλλ’ ὥσπερ πέτρα παράλιος κυμάτων προσβολὰς γενναίως ἅμα καὶ ἀνδρικῶς τὰς ἐκείνων ἦν ἐπηρείας δεχόμενος, μήτ’ ὀκλάσας πρὸς τὰ δεινὰ μήτ’ ἐνδοὺς πρὸς τὰς συχνὰς ἐπιθέσεις μήτ’ ἄλλο μηδὲν πεπονθὼς ἀγεννές· καὶ τέλος οἱ μὲν ὁσάκις προσέβαλον τοσαυτάκις ἀποκρουόμενοι εἰς ἀφρὸν διελύοντο, ὁ δὲ στεφανίτης ἀνηγορεύθη οὐ πρὸς ἀνθρώπων—οὐ γὰρ παρῆσαν οὗτοι θεαταὶ τῶν ἀγώνων· πόθεν γάρ; —ἀλλὰ πρὸς Θεοῦ καὶ τῶν λειτουργῶν Θεοῦ, εἴποιμι δ’ ὅτι καὶ τῶν ἀποστατῶν Θεοῦ, οἳ τῷ τότε πρὸς τὴν ὑπὲρ ἄνθρωπον ἐκείνην ἔνστασιν τοῦ ἀνδρὸς ἀπειπόντες, καὶ ἄκοντες τῆς οἰκείας ἥττης κήρυκες ἀπεφάνθησαν. 25.

Χρόνων δὲ μετὰ τὴν ἐκεῖσε τοῦ ἁγίου ἄνοδον παριππευκότων συχνῶν, μοναχοὶ τὸν ἀριθμὸν ἓξ παρά του τὰ κατὰ τὸν μέγαν ἀναμαθόντες—εἰπεῖν οὐκ ἂν ἔχοι τις· ἀνθρώπων γὰρ οὐδεὶς τοῦ γέροντος ἄνευ ἐμήνυσεν ἂν τουτονὶ ἐκεῖσε διατρίβοντα, οὗτος δὲ οὐκ ἄν τινι τῶν ἁπάντων ἐγνώρισεν οὐδαμῶς, πρὸς ἐκείνου τοῦτ’ ἔχων δι’ ἐντολῆς— οἱ τοιοῦτοι μοναχοὶ ἀνῄεσαν ὡς τὸν ὅσιον ἀντιβολοῦντες δεόμενοι θερμῶς, —ἦσαν οἳ καὶ δάκρυα τῶν ὀφθαλμῶν κατέρρεον ἀστακτί, —συνοικήτορας αὐτῷ τούτους παραλαβεῖν καὶ μὴ θελῆσαι ὡς ἄγη ἀποστραφῆναι, ὡς μιάσματα παριδεῖν καὶ τὴν μετ’ αὐτῶν ἀπαξιῶσαι συνοίκησιν· τοῦ δὲ κατανεύσαντος ἐφ’ ὅπερ ἠξίουν—καὶ τί γὰρ ἄλλο τὴν ὁσίαν ἐκείνην ἔδει ψυχὴν πρὸς τὰς παρακλήσεις ἐκείνας διαπράξασθαι τῶν ἀνδρῶν, —ἀξιοῦνταί τε τῆς συνοικήσεως καὶ σὺν ἐκείνῳ διάγουσιν ἐπιστημόνως ἄγαν τὰ θεῖα τυπούμενοι καὶ πρὸς τὰ ἱερὰ τῆς μοναδικῆς ὄργια ἐναγόμενοι.

Ὁ δὲ καὶ πρὸ πολλοῦ μὲν ἔχων ἐν νῷ εὐκτήριον ἀνεγεῖραι τῷ δεσπότῃ Χριστῷ, καὶ τοῦτον παρὰ τῇ τοῦ σπηλαίου εἰσόδῳ, οὐχ οἷός τε δὲ ὢν δι’ ἀπορίαν τοῦ ἐπικουρήσοντος καὶ συναντιληψομένου τῆς οἰκοδομῆς, ἐπεὶ τὴν ἑξάδα τῶν μοναχῶν ἐκείνην ἐπλούτησεν προθύμως ἐφ’ ἅπασι συναιρομένην αὐτῷ· ἦν δὲ καί τις γυνὴ τῷ τότε μὲν τὴν Ἐφεσίων οἰκοῦσα, ἔδαφος δὲ πρώην τὴν Σικελικὴν πλουτοῦσα, ἥ γε καὶ περιφανὴς ἦν ἀπό τε τοῦ γένους ἀπό τε τοῦ πλούτου, ὑπὲρ περισσοῦ δὲ καὶ ἀπ’ αὐτῶν τῶν ψυχικῶν ἀρετῶν. Ἦν δὲ καὶ αὐτὴ ἐκ τῶν οἴκοθεν μεγάλην παρέχουσα τὴν ῥοπήν, ἐπεὶ μάθοι ἀναλωμάτων δεῖσθαι τὸν μέγαν ἐπὶ θείου ναοῦ ἀνοικοδομῇ· ὁ πατὴρ ὡς ταῦτ’ ἔσχε τοῦ ἔργου συνεφαπτόμενα καὶ ἀποχρῶσαν αὐτῷ τὴν βοήθειαν παρεχόμενα, ἔνθα οἱ καὶ πρώτως καλῶς ἔχων ἐφαίνετο, τὸν κατὰ νοῦν ἐπ’ ὀνόματι τοῦ Σωτῆρος ἀνεγείρει σηκόν.

Μετὰ δὲ καὶ ἑτέρων προστιθεμένων, ὡς εἰς δυοκαίδεκα προβῆναι τὸν κατ’ αὐτοὺς ἀριθμόν, ἐπεὶ ὕπαιθροι τὰ πολλὰ διημέρευον, μὴ οὔσης στέγης, μὴ ὀροφῆς μήθ’ ἑτέρου τινὸς τοῦ ὑποδεξομένου αὐτούς, —οὐ γὰρ ἐδίδου ὁ τόπος πάνυ στενὸς ὢν τοιοῦτόν τι τοῖς μονάζουσι πήξασθαι—ἄνεισιν ὁ ὅσιος ἐπὶ τὸ ἀκρότατον τῆς κορυφῆς ἅμα τοῖς περὶ αὐτὸν μοναχοῖς κἀκεῖ τε τὸν κατὰ δύναμιν ἐπ’ ὀνόματι τῆς Θεοῦ μητρὸς εὐκτήριον ἀνεγείρει καὶ κελλία περὶ αὐτὸν ἱκανά, ὅπως ἔχοιεν ὑπεκφεύγειν τούτοις οἱ ἀδελφοὶ τὴν τῶν μεταβολῶν τοῦ ἀέρος κακότητα. 26. Ἐν τῷ νεοδμήτῳ γοῦν τούτῳ σεμνείῳ μετὰ τοῦ πατρὸς τοῖς δυοκαίδεκα διάγουσιν ἀδελφοῖς κτῆμά τι οὐκ ἦν, οὐ μικρὸν οὐ μεῖζον, οὐκ ἴδιον οὐ κοινόν, ἀλλὰ πάντων ἐν ἀπορίᾳ ἐτύγχανον ὄντες παρεκτός τινος ὀναρίου. Μικρὰν γοῦν τούτου τὴν χρείαν ἀποπληροῦντος αὐτοῖς, τοῦτό ποτε νύκτωρ ἀποστὰν τῆς μονῆς παρδάλεων ζυγάδι προσαπαντᾷ· καὶ τί λοιπὸν ἄλλο ἢ θοίνη γίνεται τῶν θηρῶν; Ζητεῖται γοῦν παρὰ τῶν μοναχῶν, ζητεῖται δὲ καὶ λίαν ἐπιμελῶς· καὶ τόπος σχεδὸν περὶ τὴν μονὴν οὐκ ἔμενε μὴ ψηλαφητός· ἐπὶ τούτοις κάμνουσι ζητοῦντες οἱ μοναχοί, εὑρίσκουσι δὲ τὸ ζητούμενον οὐδαμοῦ· καὶ ποῦ γὰρ ἔμελλον εὑρέσθαι τὸ κατάβρωμα ἤδη γεγονὸς τοῖς θηρσί;

λοιπὸν προσέρχονται τῷ πατρί, φράζουσιν αὐτῷ τὸ κτῆνος ἀπολωλός· καὶ ὅς, ὢ χρίσματος θεϊκοῦ, Ἄπιτε παρὰ τόνδε τὸν τόπον, φησί, καὶ τὸ ζητούμενον ὀφθήσεται μὲν ὑμῖν, πλὴν οὐ ζῶν· βέβρωται γὰρ ὑπὸ δύο θηρῶν. Ὀφθήσονται δὲ καὶ οἱ θῆρες καλάς γε τὰς εὐθύνας ἐκτετικότες οἷς ὄνον τὸν ἡμέτερον ἐθοινήσαντο. Οἱ δὲ θᾶττον ὡς τὸν εἰρημένον τόπον τῷ ἁγίῳ γενόμενοι ὁρῶσι τοῦ μὲν ὄνου ὅσα τῶν ὀστῶν ἄβρωτα μεμενήκει διὰ τραχύτητα, τοὺς δὲ θῆρας ἐπ’ αὐτῶν ἀποπεπνευκότας κειμένους, ὡς εἰπεῖν τινα καὶ λίαν προσφόρως τοῖς ὁμοίοις φιλοφρονηθῆναι ὑπὸ τῶν ἐκείνου σαρκῶν, οἷς εἰς αὐτὸν αὐτοὶ διεπράξαντο· καὶ ταῦθ’ οὕτως ἔχοντα θεασαμένους ἐκείνους ἐπανιέναι αὖθις πρὸς τὴν μονὴν καὶ τῷ πατρὶ οὕτως ἔχειν ἀναγγεῖλαι τὰ τεθεαμένα, ὡς ἐκεῖνος ἠγόρευσεν.

Ἤρκει μὲν οὖν, ὦ παρόντες, κἀκ μόνων τῶν ἤδη λεχθέντων, εἰ καὶ μηδὲν ἕτερον εἶχέ τις εἰπεῖν, τεκμήριον λαβεῖν, οἷος ὁ θειότατος οὗτος ἀνὴρ ἐκ βρέφους ἐγεγόνει τὰ πρὸς Θεόν, ἑαυτόν τε ὅλον ἐκείνῳ προσαναθεὶς καὶ αὖ παρ’ ἐκείνου τῶν μεγίστων ἀξιωθείς· ἀλλ’ ἐπειδήπερ καὶ τὰ ἑξῆς τοιαῦτ’ ἔτυχεν ὄντα, ὡς, εἰ μηδὲν μηδαμῶς τῶν προλεχθέντων ἐφήρμοττε τῷ ἁγίῳ, ἐξαρκεῖν αὐτὰ καθ’ ἑαυτὰ τὸ πᾶν ἐξεργάσασθαι τῆς εὐφημίας καὶ ζημία λογίζεται οὔκουν ἡ ἐλαχίστη, εἰ μή τι κἀκ τούτων τῷ λόγῳ παραληφθῇ, τούτων πολλῶν ὄντων καὶ τοσούτων, ὡς μηδὲ ἀριθμῷ περιγράφεσθαι, τιν’ ἄττα ἀποτεμὼν ὑμῖν ὡς ἔμοιγε δυνατὸν διηγήσομαι. 27. Ὁ μέγας οὗτος πατὴρ ἐπεὶ τὰ τοῦ φροντιστηρίου καλῶς αὐτῷ καὶ κατὰ γνώμην προῆλθεν, ἐπεὶ καὶ οἱ μονάζοντες οὐκέτι ταῖς ἐκ τοῦ ἀέρος ἐταλαιπώρουν κακότησιν, ἀλλὰ κρείττους τῶν τοιούτων ὑπῆρχον, ἐπεὶ δομήσασθαι ὑπῆρξεν αὐτοῖς τὰ κελλία, ἔγνω μικρὸν ἄνωθεν τῆς μονῆς τινα δομήσασθαι ἀσκητήρια, ἕτερον ἀπὸ θατέρου ἀφεστηκός, ὡς ἂν ἔχοιεν οἱ τῆς ἡσυχίας ἐρασταὶ ταυτησὶ παντάπασιν ἐπαπολαύειν ἀνεπιμίκτου καὶ καθαρᾶς· καὶ μέντοι θᾶττον τοῦτο ποιεῖ φιλοπονώτερον πρὸς τὸ ἔργον διεγερθείς.

Ἐν ἑνὶ τοιγαροῦν τῶν τοιούτων ἀσκητηρίων θέρους ὥρᾳ, καὶ ταύτης κατὰ τὸ ἀκμαιότατον, ὅτε τοῖς ὑπὲρ γῆν μάλιστα ἐγχρονίζων ὁ ἥλιος τόν τε ἀέρα σφοδρότερον θέρει τήν τε γῆν ἐκτόπως ξηραίνει καὶ πᾶσαν ἐν πᾶσιν ὁπόση ἐν ταύτῃ νοτὶς ἔνθεν πρὸς τὰ ἄνω μετασκευάζεται, ὁ μακάριος οὗτος ἡσυχάζων καὶ τὰς τῆς ἑκάστης εὐχὰς ἀναφέρων τῷ ὑπὲρ ἡμᾶς—ἦν δὲ τῷ τότε σὺν ἐκείνῳ διάγων οὔτε τῶν ἄλλων οὐδεὶς οὔτε μὲν ὁ οἰκεῖος μαθητής, — δίψει συνεσχέθη ἀρρήτῳ ὑφ’ οὗ μικροῦ πρὸς τῷ τῆς φύσεως ὑγρῷ ἐδέησε προσαποβαλέσθαι καὶ τὴν ζωήν· καὶ τὸ μὲν πάθος τοιοῦτον ἐτύγχανεν ὂν δεινόν τε ὁμοῦ καὶ ὀλέθριον, τὸ δὲ δι’ οὗ τὸ τηλικοῦτον κακὸν ἐκκρουσθῇ τηνικαῦτα τῆς κέλλης εὑρίσκετο οὐδαμοῦ· ἐντεῦθεν ἡπλοῦτο ἐπ’ ἐδάφους ὁ γηραιὸς λειποθυμῶν, λειποψυχῶν, χεῖρας αἴρων πρὸς Θεὸν καὶ πρὸς τοῦ σῴζειν δυναμένου τὴν βοήθειαν ἐξαιτῶν. Καὶ ὁ μὲν ἐν τούτῳ κινδύνου ἐτύγχανεν ὤν, Θεὸς δὲ τί ὁ πρὸς παράκλησιν ταχὺς καὶ πρὸς ἀντίληψιν ὀξύς; μὴ παριδεῖν ἠνέσχετο τὸν οἰκεῖον θεράποντα οὑτωσὶ κινδυνεύοντα καὶ τὴν ψυχὴν πρὸς μικρὸν ἀπερεύξεσθαι μέλλοντα; οὔμενουν οὐδαμῶς· οὔτε γὰρ παριδεῖν ὅλως ἠνέσχετο, ὥσπερ οὐδὲ πάλαι τὸν παιδίσκης υἱὸν Ἰσμαὴλ τῷ ὁμοίῳ πάθει κατειλημμένον, καὶ τὸ πάθος ὅτι τάχος ἠκέσατο.

Ἄγγελος γὰρ αὐτίκα καταπεμφθεὶς καὶ εἰς ἀνθρώπου εἶδος μεταβληθεὶς πρόσεισιν, ὅπου ἄρα διέτριβεν ὁ τοῦ πατρὸς μαθητής· εἶτ’ ἄγγος τούτῳ πλῆρες ὕδατος ἐγχειρίσας πείθει δρομαῖον ἐπιστάντα τῷ ἀσκητηρίῳ, τῷ ἐπιφερομένῳ ὕδατι ἀνακτήσασθαι τὸν πατέρα, τῷ ἀνυποίστῳ τοῦ δίψους μικροῦ κινδυνεύοντα· καὶ τὸν ἐξαυτῆς οὕτω τε δρᾶσαι καὶ τὸν ὅσιον ἀνακαλέσασθαι τοῦ δεινοῦ. 28. Ἀλλ’ ὁ τοῦ ἡμετέρου γένους ἀρχῆθεν δυσμενὴς καὶ πολέμιος τὴν ὅσην ἐν τῷ πατρὶ χάριν θεώμενος, βάσκανος ἀεὶ ὢν καὶ διηνεκῶς μεγαίρων τοῖς ἀγαθοῖς, στέγειν ὅλως οὐκ εἶχεν οὔτε μὴν ὅλως στέρξαι καὶ ἠρεμεῖν· ὅθεν εἰς ὄφιν καὶ πάλιν ὁ σκολιὸς δεινῶς τῷ χρώματι μέλανα καὶ μεγέθει μέγιστον σχηματισθείς, τὸν τοῦ ἁγίου κόλπον αἰφνίδιον ὑπεισέρχεται, πτοῖάν τινα ἢ δέος ἴσως αἰφνίδιον ἐκείνῳ προξενῆσαι σκεπτόμενος· καὶ τί γὰρ ἄλλο, ὦ πονηρέ, ἐνῆν σοι τῷ τοσούτῳ προστρῖψαι τὴν ἀρετήν; Ὁ δὲ συνήθως ἔχων τῆς προσβολῆς, συχνὰ πολεμῶν ἐκείνῳ καὶ ἀντιταττόμενος, οὔτε τῷ φόβῳ συνεσχέθη καὶ τὸν ἐπηρεαστὴν οὐκ ἠγνόησεν, ἀλλ’ ὁμοῦ τε ἔγνω καὶ γνοὺς τὸν σταυρικὸν τύπον ἀφίησι κατ’ αὐτοῦ καὶ ἄφαντον ἀποδείκνυσιν. 29. Ἐξ ἐκείνου δὲ τῶν μοναχῶν καθ’ ἑκάστην εἰς πλῆθος ἐπιδιδόντων, ἅτε καὶ ὁσημέραι συχνῶν ἐπιφοιτώντων, ὥσπερ εἰ δῆλα τὰ κατὰ τὸν μέγαν ἐγεγόνει τοῖς πᾶσιν.

Ἐγεγόνει καὶ γάρ, ὅτι καὶ τοῖς πᾶσιν ἔκπυστον τὸ καλόν, κἂν μὴ ἐν τοῖς μέσοις ὠθῆται κἀπὶ πιστῶν θεάτρων σαλπίζηται· τοῦ τε φροντιστηρίου μὴ εὐρυχώρως ἔχοντος τοσήνδε πληθὺν εἰσδέξασθαι μοναχῶν, οὐ γὰρ ἐδόκει ὁ πατὴρ κτίζων τὸ σεμνεῖον εἰς πλῆθος πάνυ πολὺ ἐπιδιδόναι τοὺς μοναχούς, μὴ βοηθοῦντος τοῦ τόπου τραχέος τε ὄντος τὰ πολλὰ ὕδατός τε ἐστερημένου καὶ τῆς λοιπῆς ψυχαγωγίας, ὁπόση ἐπὶ μικρὸν παραμυθεῖσθαι οἶδε καμάτους ἀσκητικούς, ὁ ὅσιος μὴ φέρων τὴν ἀδελφότητα καθορᾶν οὕτως ἐστενωμένως ἔχουσαν τῆς οἰκήσεως καὶ οἷον συμπιεζομένην τῷ βραχεῖ τῶν οἰκοδομῶν, ἐν τῷ ἀσκητηρίῳ, ἔνθα τὸ τῆς δίψης αὐτῷ ἐνέσκηψε πάθος, ἔνθα καὶ ὁ βελίαρ ὡς ὄφις ὀφθεὶς τῷ κόλπῳ τούτου προσείρπυσεν, ἐφ’ ἡμερῶν· ἱκανῶν μετὰ δακρύων ὑπῆρχεν εὐχόμενος τοῦ τε Θεοῦ ἐκθύμως δεόμενος γνωρίσαι οἱ ἅμα μὲν εἰ μείζονα βουλητὸν αὐτῷ ἀνεγεῖραι ναὸν καὶ μοναστήριον.

ὡσαύτως ἀποχρώντως ἔχον εἰς οἰκισμὸν τῶν ἀφικνουμένων, ἅμα δὲ καὶ ὅπῃ τὰ βάθρα τῶν δομημάτων καταβαλέσθαι χρεών, οὐ γὰρ ὅσιον ἐδόκει τοσούτου ἔργου ἐφάπτεσθαι μὴ τὸ τοῦ Θεοῦ θέλημα πρὶν εἰδέναι καὶ σαφῶς τὸ δέον παρ’ ἐκείνου ἀναμαθεῖν· ἔνθεν τοι καὶ μιᾷ τῶν νυκτῶν, ὡς διανυκτερεύων ἐτέλει καὶ τῇ δεήσει ἐμμόνως προσκείμενος, ἐξελθεῖν τῆς κέλλης φωνῇ ἀρρήτῳ προστάσσεται· καὶ δὴ ὡς ἐν ὑπαίθρῳ ἐγένετο, ὁρᾷ θέαμα φοβερὸν τῷ ὄντι καὶ μόνον εἰς ἀκοὴν ἐρχόμενον φρίκης ποιητικὸν τοῖς ἀκούουσι· στύλος πυρός, καὶ οὗτος πύρινος, ἦν τὸ θεώμενον, βάσιν μὲν ἔχων τὴν γῆν, ἄκραν δὲ κορυφὴν αὐτὸν τὸν σφαῖρον τῶν οὐρανῶν καὶ ὁ στύλος ἀγγέλοις Θεοῦ γῆθεν ἀνιοῦσιν ὡς οὐρανὸν χρείαν ἀπέσῳζε κλίμακος, οἷς ἔργον ὕμνος Θεοῦ, καὶ οὗτος τὸ ἀναστήτω ὁ Θεὸς καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ λιγυρῶς πάνυ διὰ τοῦ πυρώδους ἀνερχομένου στύλου ὑποφωνούμενον. Καὶ ὃς ὡς εἶδεν, ἐφοβήθη μέν, —καὶ πῶς γὰρ οὔ, ἄνθρωπος ὦν καὶ φύσει κεκτημένος τὸ παθητόν; —πρὸς ὄψιν οὕτω μὲν θαύματος οὕτω δὲ καὶ ἐκπλήξεως γέμουσαν, οὐ μὴν δὲ παντάπασι συνεσχέθη, ἐξαυτῆς συμβαλών, ὅτου χάριν ἡ ὄψις, καὶ ὡς ἤδη πέρας αὐτῷ εἰλήφει τὸ τῆς δεήσεως.

Ἀμέλει τοι καὶ προθυμίας μηδὲν ἐλλιπών, ᾗ δὲ μᾶλλον σπουδῆς καὶ ἰσχύος εἶχε τοῦ ἔργου ἁψάμενος, τόν τε ναὸν ἐξ αὐτῶν κρηπίδων μεγέθει τε μέγιστον καὶ κάλλει κάλλιστον παρὰ τὸν τόπον, ὃς βάσις τῷ ὀφθέντι στύλῳ ἦν, ἀνεγείρει τό τε σεμνεῖον ἀμφὶ τὸν νεὼν ἀνιστᾷ, μεγέθους τε καὶ ποικιλίας, ἔτι δὲ ὡρῶν καὶ χαρίτων καὶ τοῦ λοιποῦ κόσμου τῆς οἰκοδομῆς οὐδενὸς ἢ ὀλίγων ἀπολειπόμενον· πλὴν ἀλλὰ καλὸν εἰπεῖν, ὅθεν κἀκ τίνος ὑπῆρξε τῷ μεγάλῳ μηδ’ ὀβολόν ποτε κτησαμένῳ ἡ τοσήδε χρυσοῦ εὐπορία, ὥστε φιλοτίμους ποιήσασθαι καὶ πολυταλάντους τὰς ἀναλώσεις καὶ ἐν βραχεῖ καιροῦ τὸ μέγα τοῦτο καὶ ἐξαίσιον ἔργον παρὰ πᾶσαν προσδοκίαν δομῆσαι. 30. Ὁ κατ’ ἐκεῖνο καιροῦ τὴν αὐτοκράτορα Ῥωμαίων ἰθύνων ἀρχήν, Ῥωμανὸς δὲ οὗτος ἦν, Κωνσταντίνῳ, ᾧ Μονομάχος τοὐπίκλην, ἐν τοῖς ἐν τέλει τελοῦντι, καὶ δι’ ἄλλας μὲν τὰς αἰτίας ὥς φασιν ἀπεχθόμενος, μάλιστα δ’ ὅτι ἐπ’ ἐκεῖνον τὰ τῆς ἀρχῆς μεταπεσεῖσθαι ὑπώπτευεν, εἰς τοσοῦτον μανίας ἐξήλασεν, ὥστε καὶ ἀειφυγίαν καταψηφίσασθαι τοῦ ἀνδρὸς καὶ τῆς πατρίδος ἅμα καὶ βασιλίδος ποιήσασθαι ὑπερόριον, μέντοι γε καὶ κατεδίκαζεν ὁ κρατῶν· τὸν δὲ νῆσος εἶχεν ἡ Μιτυλήνη, τὰς περιστοιχισάσας τύχας ὀλοφυρόμενον.

Ἀκούει ταῦτα παρά τινος ἐξιστοροῦντος ὁ ἅγιος, παθαίνεται τὴν ψυχήν, τῷ τοῦ οἴκτου πίμπραται πυρί, ἀλγεῖ τὰ μεγάλα ὑπὲρ τοῦ ἀνδρός, οἷα πάσχει ἐκεῖνος ἀκηκοώς, καὶ ταῦτα μηδένα ἠδικηκώς· ἔνθεν καὶ πέμψαι ὡς ἐκεῖνον ᾠήθη δεῖν, ἅμα μέντοι παρακαλέσασθαί πως ἐφ’ οἷς ἔπασχεν ἀλγεινοῖς, ἅμα δὲ καὶ ἀγαθὰς ἐγγυήσασθαι τὰς ἐλπίδας καὶ περὶ τῆς ἀρχῆς πεῖσαι θαρρεῖν τῷ μηδένα πλὴν ἐκείνου τοῦ ῥωμαϊκοῦ κράτους αὐτίκα χρηματίσαι διάδοχον· οὕτω γὰρ δέδοκτο τῇ θείᾳ βουλῇ καὶ οὕτως ἐπικεκύρωτο, ἣν δὴ ἀνατρέψαι ἢ μετακινῆσαι κἂν ἐπὶ ποσὸν πρὸς τῷ ἀδυνάτῳ καὶ σφόδρα ἐπώδυνον τοῖς γε πεῖραν προσάγουσι· καὶ τοῦτο ἐκεῖνον προκατιδεῖν τοῖς ψυχικοῖς ὀφθαλμοῖς, οἷς καὶ μόνοις τὰ τοιάδε τῶν θεαμάτων καὶ τοῖς πολλοῖς ἀγνοούμενα καθορᾶται. Καὶ ὁ μὲν δὴ ἅγιος οὕτω διανοηθεὶς οὕτω καὶ θᾶττον διεπράξατο. Ὁ δὲ μετὰ χρόνον οὐχὶ συχνὸν ἐξ ἀνθρώπων ἄρτι γεγονότος τοῦ Ῥωμανοῦ, ἐπὶ τὴν βασίλειον φαιδρῶς ἀναδραμὼν σκοπιάν, καθὰ δήπουθεν καὶ ἡ πρόρρησις εἶχε τῷ μάκαρι, χρυσοῦ τι πάμπολυ χρῆμα οὐ μὴν ἀλλὰ καὶ μυρί’ ἄττα, σκεύη δηλαδὴ καὶ ἀναθήματα τῶν τιμίων, πρὸς τὸν ἅγιον ἀποστέλλει ἐπὶ τῇ τῶν ὧν εἶχε πληρεστάτῃ ἀνοικοδομῇ. Καὶ ταῦτα δὴ ἐκεῖνον λαβόντα τόν τε ἱερὸν οἶκον τῆς ἁγίας δομήσασθαι δι’ αὐτῶν Ἀναστάσεως καὶ τὸ πάμμεγα τοῦτο καὶ περιφανὲς φροντιστήριον.

Ἀλλὰ τὰ μὲν τῆς οἰκοδομῆς ἐκ θειοτέρας ὀπτασίας ἀρξάμενα, τοῦ τε Θεοῦ προμηθευσαμένου καὶ ἀναλωμάτων τῷ πατρὶ ὅθεν καὶ δι’ ἃ ἔφημεν προσγινομένων, εἰς τοῦθ’ ἧκε πέρατος δεξιοῦ. Οἱ δὲ μονάζοντες ἀεὶ προστιθέμενοι, ἅτε καὶ ἀεὶ συχνοὶ τῶν ἑκασταχοῦ κατὰ κλέος Λαζάρου ἐπεχωρίαζον, εἰς πολλοὺς δι’ ὀλίγου ὑπῆρξαν, ὥστ’ εἰς ἑπτακοσίους καὶ πρὸς ἀπαριθμεῖσθαι αὐτούς· ὧν εἷς ἐτύγχανεν ὢν καὶ ὁ πρὸς αἷμα τῷ ἁγίῳ ἀδελφός, ὃς ἀνελθὼν παρ’ αὐτὸν καὶ τὰ τοῦ μονήρους κράτιστα παιδευθεὶς τοσοῦτον εὐδοκιμοῦντα παρέσχεν ἑαυτὸν καὶ τῶν ἄλλων ὑπερφερῆ, ὡς μόνου τοῦ ἀδελφοῦ τῶν πρωτείων ἡττᾶσθαι τῆς ἀρετῆς· ὃν δὴ λόγος μετ’ ἀποβίωσιν Λαζάρου τοῦ ἀδελφοῦ κρίσει τῶν ἐν τῇ μονῇ πάντων ἐγχειρισθῆναι τὴν σφῶν προστασίαν κἀν ταύτῃ σφόδρα διαπρέψαι ἐπαινετῶς. 31.

Τὸν δὲ μέγαν, ἐπεὶ τὰ τοῦ ναοῦ εἰς πέρας ὥδευσε δεξιόν, ἐπεὶ καὶ τὰ τῆς μονῆς ἀπήρτιστο ἤδη καλῶς, στύλος ἐχόμενά που τοῦ νεὼ πρὸς νότον ἀνεγερθεὶς ὑψηλός τε ἅμα καὶ ἀσκεπής, ὡς δὲ δυσάνοδος καὶ πνιγώδης διὰ τὸ σφόδρα στενόχωρον, εἶχεν ἐπ’ αὐτὸν ἀνελθόντα καὶ φέροντα μὲν νεανικῶς τοῦ χειμῶνος ὅσα δεινά, ὑετοὺς ῥαγδαίους πυκνότητά τε νιφετῶν καὶ τὸ τῆς πηγυλίδος σφόδρα δριμύ, ὑφ’ οὗ μικροῦ δεῖν καὶ κρυσταλοῦσθαι συνέβαινε, φέροντα δὲ καὶ θέρους ἡλιακῶν ἀκτίνων ὀξείας ἐπιβολάς, εἰληθερήσεις δεινὰς καὶ φλογμοὺς ἀνυποίστους, δι’ ὧν καὶ τὰ ψυχρότατα φύσει ἀναζέειν συμβαίνει καὶ ὅλως πρὸς τὴν ἐναντίαν μεταβάλλειν ποιότητα· καὶ οὕτως ἄσαρκος ὥσπερ ὁ μακάριος διετέλει ἀναισθήτως ἔχων πρός τε χειμῶνος δριμύτητα καὶ πρὸς θέρους κακότητα· ἀμέλει τοι καί ποτε—ἀλλὰ γὰρ προσεκτέον τῷ διηγήματι—ὑετὸς ἦν, καὶ ὑετὸς τῶν πώποτε ὁ βαρύτατος, δεινὸς μὲν κατιὼν καὶ λίθους αὐτοὺς τῇ σφοδρᾷ ῥύμῃ παρασύρων τοῦ ὕδατος, δεινὸς δὲ καὶ ζῴοις ἐπισκήπτων καὶ φόνου μὲν αὐτοῖς, ὀλέθρου δὲ τοῖς καρποῖς καὶ πᾶσιν ἁπλῶς, ὁπόσα τρέφει ζείδωρος γῆ, αἴτιος γνωριζόμενος.

Τότε γοῦν τότε ἐγγειτόνων που τῆς μονῆς αἰπόλος τις διατρίβων καὶ μὴ στέγων πρὸς τὴν ὅσην ἐπίκλυσιν—ἐπίκλυσις γὰρ ἀτεχνῶς ἐδόκει τῷ τότε—κατὰ τὸ εἰωθὸς κατερχομένου τοῦ ὑετοῦ ἀπέτρεχε πρὸς τὴν μονήν, ὅπως τὸν ἐφεστῶτα κίνδυνον διαφεύξηται. Καὶ ὡς ἤδη προσεγγίζων ἦν τῇ μονῇ καὶ ὅλους ἀναπεπταμένους τῷ στύλῳ εἶχε τοὺς ὀφθαλμούς, βοήθειαν δῆθέν τινα πρὸς τοῦ ἁγίου ἐξαιτῶν—ὢ πῶς ἄν τις λόγος ἀξίως τοῦ μεγέθους τῶν μεγάλων σου, σῶτερ Χριστέ, τεραστίων ἐφίκοιτο; —ὁρᾷ τὴν πανυπέραγνον Θεομήτορα, τὴν νοητὴν νεφέλην, τὴν σωτηρίαν τοῦ ἡμετέρου γένους, αὐτὴν τὴν τὸν ἐπέκεινα πάντων ἐν ἰδίοις κόλποις βαστάσασαν, ταύτην ὁρᾷ, ὢ θείας ὄψεως ὄντως ἐκείνης, ὑπόπτερον ὥσπερ ἐπάνω μετεωριζομένην τοῦ στύλου καὶ τὸν μὲν ὑετὸν εἴργουσαν, Λάζαρον δὲ τὸν διαφερόντως τὸν ἐξ αὐτῆς καὶ αὐτὴν ὑπεραγαπήσαντα ἀσινῆ περισκέπουσαν καὶ τῆς ὀλεθρίας ἐκείνης τῶν ὄμβρων καταιγίδος ἀνώτερον διασῴζουσαν.