Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Βʹ Κύπριος – Βίος τοῦ ἁγίου Λαζάρου

Γρηγόριος Βʹ Κύπριος

Τα έσχατα έτη, η κοίμηση και η μεταθανάτια δόξα

Η βαριά ασθένεια του οσίου, η θεομητορική παράταση της ζωής του, η θαυματουργική επικύρωση της διαθήκης του μετά θάνατον, η οσιακή τελευτή και ο επίλογος του βίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Βʹ Κύπριος

—

Κεφάλαιο 8 από 8

Τῷ καὶ ἀνέκαθεν τοῖς μακαρίοις πόνοις νενεκρωμένῳ σώματι τοῦ μακαρίου τουτουῒ χαλεπή τις καὶ ἄφυκτος ἐνέσκηψεν ἀρρωστία, ἣν δὴ σύνθημα ἢ ἀπόκριμα θανάτου εἶπεν ἄν τις εὐστόχως, ὅτι καὶ κατὰ πόδας εἶχε τὴν τελευτήν· οὐ γὰρ ἦν αὐτῷ περαιτέρω ἢ ἐκείνου προβῆναι τὰ τῆς ζωῆς· ταύτῃ τοι ἔκειτο κατειλημμένος τῷ πάθει καὶ τὴν ἐκδημίαν, πρὸς ἣν ἐμπαράσκευος ἦν ἐκ μακροῦ, ὑποδεχόμενος ἄσμενος· ἐπόθει γὰρ καὶ οὗτος κατὰ τὸν θεῖον ἀπόστολον ἀναλῦσαι τῶν τῇδε καὶ συνδιάγειν Χριστῷ. Περιειστήκει δὲ αὐτὸν ὁ τῶν μοναχῶν ἁπάντων κατάλογος, ὅσος ἐν γέρουσι καὶ ὅσος ἐν νέοις, ὅσος ἐν πρεσβυτέροις καὶ ὅσος ἐν οὐ τοιούτοις.

Οἱ πάντες γοῦν περιΐσταντο καὶ ἀπελείπετο ὅστις ἐκείνων οὐδείς, θρηνοῦντες ἐλεεινόν, οἰμώζοντες γοερόν, δάκρυα περιπαθῶς κατάγοντες τῶν ὀφθαλμῶν, οἰκτρὰν ἁρμόζοντες ξυναυλίαν ἐπὶ τῇ ἀποδημίᾳ τῇ τοῦ πατρός, μισητὸν ἡγούμενοι τὸ φῶς καθορᾶν, μισητὴν τὴν ζωήν, καὶ ταύτην ἕκαστος ἀποδοῦναι πρόθυμοι ὄντες ὑπὲρ τῆς ἐκείνου ζωῆς. Τούτων αἱ οἰμωγαὶ τίνας οὐκ ἂν πρὸς δάκρυα ἠρέθισαν ἄν; τίνας, εἰ μὴ ἐξ ἀδαμάντων ἢ δρυὸς ἢ ἄλλης τινὸς ἀποκρότου φύσεως καὶ ἀντιτύπου ἔτυχον τὴν σύμπηξιν ἔχοντες; ταύτῃ δὴ καὶ ὁ πατὴρ εἰς ἔσχατον ἤδη ἀναπνοῆς πεφθακὼς κινεῖται πρὸς δάκρυα, σπλαγχνίζεται ἐπὶ τοῖς τέκνοις, ἃ διὰ τοῦ εὐαγγελίου ἐγέννησε καὶ γάλακτι θείῳ λόγῳ ἐξέθρεψε καὶ εἰς μέτρον πνευματικῆς ἡλικίας καὶ καταστάσεως ἤγαγεν· οἶκτος αὐτὸν καὶ μάλα πολὺς τῆς σφῶν ὀρφανίας εἰσέρχεται.

Ἔνθεν τοι καὶ δεῖται διὰ τὰ τέκνα τῆς Θεοῦ μητρός, τῆς συνήθους αὐτῷ ἀντιλήψεως, τῆς συνήθους σκέπης, τῆς συνήθους καταφυγῆς· ταύτης δεῖται καὶ ἔτι χρόνον ζωῆς ἐπιμετρηθῆναι αὐτῷ καὶ τὴν τοῦ θανάτου ψῆφον ὑπερθέσει τό γε νῦν ἔχον δεδόσθαι καὶ ἀναβολῇ· πλὴν οὐχ ὡς φιλόψυχός τις ἢ φιλόζωος ταῦτ’ ἦν ἐκεῖνος αἰτῶν, πολλοῦ γε καὶ δεῖ, ὅς γε καὶ τὴν ἀνάλυσιν ποθῶν καθ’ ἡμέραν ἑαυτὸν τῷ κόσμῳ ἐνέκρου, ἀλλ’ ὡς τοῦ πάθους ἡττηθείς, ὅπερ οἱ κατὰ Χριστὸν υἱεῖς ἐπ’ αὐτῷ ἐνεδείξαντο· καὶ ὁ μὲν ἐν τούτοις ἦν, ἡ δὲ τὴν αὐτοζωὴν κυήσασα μητροπάρθενος, ἡ κοινὴ τοῦ βροτησίου γένους σωτηρία καὶ ἀνάστασις, ὥσπερ κἀν τοῖς ἄλλοις δεινοῖς ὑπῆρχεν ἀεὶ τουτονὶ περισκέπουσα, οὕτω καὶ τῷ τῆς ζωῆς τέλει φθάνει τούτῳ ἐπίκουρος ὀξεῖα καὶ τῆς τελευτῆς ἀναχαίτισις· πεντεκαίδεκα γὰρ ἔτη τὸν κύριον ζωῆς καὶ θανάτου, τὸν ταύτης υἱόν, ἔδοξεν ἐξαιτεῖν καὶ ταῦτα προστιθέναι τῇ Λαζάρου ζωῇ, καθώσπερ αὐτῷ Λαζάρῳ, ἐν ἐκστάσει γεγονότι, ἔτι κατειλημμένῳ ὑπῆρξε τῇ νόσῳ κατάδηλον· ὃ δῆτα καὶ εἰς πέρας προῆλθεν, ἀνακληθέντος αὐτίκα τῆς νόσου, ἴσον δὲ φάναι καὶ τοῦ θανάτου, καὶ πεντεκαίδεκα ὅλους ἐνιαυτοὺς ἐπιβιοῦντος. 41.

Τεσσαρεσκαιδέκατον γοῦν ἔτος· τὸ ἐξ ἐκείνου τῇ μακρᾷ ταλαιπωρῶν ἀσκήσει, πολλῷ δὲ μᾶλλον ἀποτόμῳ χρώμενος διαγωγῇ ἢ ὅτε νέος ἦν καὶ πρὸς τοὺς ἀγῶνας τοὺς μοναδικοὺς ἀκμαιότερος· παρ’ ὅλας γὰρ ἑπτὰ ἡμέρας παρέτεινεν ἄσιτος μηδὲ βραχύ τι ἀπογευόμενος ὕδατος. Ἐπὰν δὲ τροφῆς ἐδέησεν αὐτῷ, λάχανα καὶ ταῦτα ὠμὰ ὑπῆρχεν αὐτῷ τὸ ἐδώδιμον, βίον τινὰ ζηλοῦντι ἀσώματόν τε καὶ ἄϋλον καὶ νόμοις μαχομένῳ φύσεως διὰ τὸν νόμον τοῦ πνεύματος.

Ἐν ταύτῃ τῇ σκληραγωγίᾳ ταλαιπωρῶν καὶ ἵστασθαι οὐχ οἷος τελῶν διὰ τὴν ὅσην νέκρωσιν τῶν μελῶν, ἣν ἄσκησις ἅμα καὶ σώματος ἐπήγαγε παρακμή, ξύλον τι παχύτατον διὰ τοῦ στύλου ἐλάσας ἔγνω τούτου ὑπερκαθέζεσθαι καὶ τοὺς πόδας παραχωρεῖν ἐφ’ ἑκάτερα, χρῆσθαι ὅλως τούτοις μὴ ἔχων, ἀνηκέστοις ἀλγηδόσι καὶ ἕλκεσι κάμνουσιν· ἀλλ’ οὐδέ γε μὴν τὸ διόλου τοῦ ξύλου ὑπερκαθέζεσθαι καὶ τοὺς πόδας ἐπερείδειν ἐπ’ οὐδενὶ εἶχε μετρίαν γοῦν τὴν παράκλησιν, ὅτι μὴ καὶ μᾶλλον εἰπεῖν προσθήκη τοῦ πόνου βαρυτέρα καὶ παρέκτασις τῶν ἀλγηδόνων ἐγίνετο, ἐξῳδηκότων ἤδη καὶ ὅλων καθελκωθέντων, ὥστε καὶ τοὺς ἰχῶρας ἀστακτὶ καταρρέειν αὐτῶν καὶ σύμπαν πληροῦν τοῦ στύλου τὸ δάπεδον.

Τῇ τοιαύτῃ γοῦν ἀνυποίστῳ ταλαιπωρίᾳ πιεσθεὶς παρ’ ὅλον ἐνιαυτὸν καὶ πλήρης τῶν κατὰ Θεὸν γενόμενος ἡμερῶν, συντελεσθέντων ἤδη καὶ τῶν τῇ ζωῇ αὐτοῦ μεσιτευσάσῃ τῇ θεομήτορι προστεθειμένων ἐνιαυτῶν, πρὸ ἡμερῶν ἱκανῶν βεβαίως ἄνωθεν τὸ σύνθημα λαμβάνει τῆς τελευτῆς· εἶτα μηδ’ ὅλως μηδενὶ τῶν ἐν τῇ μονῇ τὸ πρᾶγμα γνωρίσας—ἔμελλον τάχα βαρεῖς ἐκείνῳ κοπτόμενοι εἰς τὰ ἐξόδια φανῆναι— τῶν κατὰ τὴν μονὴν ἁπάντων χερσὶν ἰδίαις ἐγχαράττει διάταξιν· καὶ ταύτην τῷ κόλπῳ ἐναποθέμενος καὶ ὡς ἐνῆν μάλιστα ἐπιτηδείως πρὸς τὴν ἐκδημίαν τὰ κατ’ αὐτὸν διαθέμενος, ἀποτίθεται τὸν χοῦν, τὴν ὕλην, τὴν σάρκα, ἀποδημεῖ τῶν κάτω, τῆς εἱρκτῆς, τῆς ταλαιπωρίας, καὶ πρὸς Θεὸν μετοικίζεται, δύο πρὸς τοῖς ἑβδομήκοντα οὐ πέρα τῶν δαυϊτικῶν ὅρων τοὺς ἅπαντας διαβιοὺς ἐνιαυτούς. 42.

Ἀλλ’ οἷα καὶ τὰ κατὰ τὴν ἐκδημίαν Θεοῦ μεγαλεῖα περὶ τὸν ὅσιον· ἅμα καὶ γὰρ τῷ τὴν θείαν ἐκείνην ψυχὴν καὶ ἀγγέλοις αἰδέσιμον ἀποπτᾶναι τοῦ σκήνους καὶ πρὸς οὐράνια γενέσθαι σκηνώματα νεφέλη καὶ πάλιν ὁλόφωτος, ὁποία καὶ κατὰ τὴν γέννησιν, ἀθρόον ἄνωθεν καταπτᾶσα τὴν ἐκδημίαν ἐδήλου τοῦ μάκαρος καὶ συνεκάλει μὲν τοὺς ἅπαντας ἐπὶ τὸν στύλον τῷ ξένῳ τῆς μαρμαρυγῆς, συνεκάλει δὲ καὶ Γρηγόριον τὸν τοῦ πατρὸς μαθητήν, —οὕτω γὰρ ἐκείνῳ τὸ ὄνομα—ἡσυχάζοντα τῷ τότε καθ’ ἑαυτὸν ἐν τῷ εὐκτηρίῳ οἴκῳ τῆς Θεομήτορος, ὃν ὁ πατήρ, ὡς ἔφθημεν εἰπόντες, ὁμοῦ τοῖς δυοκαίδεκα ἐδομήσατο μοναχοῖς· οἱ δὲ ὡς τὸν στύλον συρρέοντες καὶ τὸν νεκρὸν τοῦ ἁγίου θεώμενοι κείμενον, ποίας οἰμωγὰς οὐκ ἀφίεσαν, τίνας ὀδυρμούς, ποῖα δάκρυα τῶν ὀφθαλμῶν οὐ κατῆγον ὀδυρόμενοι τὴν ὀρφανίαν, ἐπιβοώμενοι τὸν πατέρα, ἀφόρητον ἡγούμενοι τὸν χωρισμόν, ἀπώμοτον τὴν διάζευξιν, αὐτὴν ἀπολεγόμενοι τὴν ζωήν, εὐκταῖον τὸ σὺν ἐκείνῳ ἐκδημῆσαι ἡγούμενοι; Ἦν δὲ πρὸς τοῖς ἄλλοις τοῦ ἄλγους ἐπίτασις καὶ τοῦ πάθους μεγίστη ὑπόθεσις τὸ δοκεῖν τὸν μέγαν μὴ διαθεῖναι τὰ κατ’ αὐτούς, ἀλλ’ οὑτωσὶ ἀπελθεῖν μηδὲν ὡς ἐπίπαν διαταξάμενον· καὶ τὸ ἄλγος κατεῖχε μέντοι καὶ πάντας τοὺς λοιπούς, κατεῖχε δὲ μάλιστα τῶν ἁπάντων Γρηγόριον, ὃν μαθητὴν τοῦ μεγάλου ὁ λόγος φθάσας ἐδήλωσεν.

Ἐδυσφόρει γὰρ οὗτος τῶν λοιπῶν ἐπέκεινα ὡς εἰκὸς διὰ τὴν πρὸς τὸν πατέρα ἐγγύτητα· τῷτοι καὶ πρὸς τὸν ἅγιον ὡσπερεὶ καὶ ζῶντα τοιαδὶ διεξήρχετο· Τί σοι, πάτερ, ἔδοξεν ἀπαρηγόρητα λυπῆσαι ἡμᾶς; τί οὕτω διττὰ ἡμῖν προὐξένησας τὰ ἀλγήματα, ἡμῶν μηδὲ πρὸς θάτερον ἀντισχεῖν δυναμένων; τί σοι πέπρακται; τί σοι διανενόηται περὶ ἡμῶν; Οὐκ οἶκτον λαμβάνεις τῶν σῶν τέκνων ἡμῶν; οὐχ ὁρᾷς, οἵους ἡμᾶς τὸ ἐπὶ σοὶ ἀπαρηγόρητον πένθος διέθηκεν; Ἵνα τί γοῦν διαθεῖναι τὰ καθ’ ἡμᾶς οὐχ’ ᾑρετίσω; ἵνα τί σου τὴν ἐνθένδε ἀποδημίαν ἐπίσης πᾶσι τετήρηκας ἄδηλον;

Ταῦτα ἐκείνου σὺν δάκρυσι πρὸς τὸν τοῦ ἁγίου διεξερχομένου νεκρόν, ὁ κείμενος ἐκεῖνος ὁ ἄπνους ὡς ζῶν ὡς ἔμπνους ὡς αἰσθανόμενος ἐπαίρει τὴν δεξιάν, τίθησι τῷ κόλπῳ, αἴρει τὸν διαταττόμενον χάρτην, ἐγχειρίζει τῷ μαθητῇ, καὶ πάλιν ὁρᾶται νεκρός· τὸν δὲ τοῦτον ὑποδεξάμενον καὶ ὡς ἐνῆν μάλιστα ἐπιτετηρημένως διελθόντα, ὡς οὐκ εἶχε θεᾶσθαι τὸ τοῦ πατρὸς ὄνομα ὡς ἔθος ὑπογραφόμενον, τὸ δεύτερον εἰπεῖν πρὸς τὸν ἅγιον· Εἰ μὴ καὶ ὑπογραφῇ, πάτερ, ἔμπεδά σοι τὰ διατεταγμένα καταστήσεις καὶ ἀσφαλῆ, οὐκ ἄν σε τὰ τέκνα ταφῇ παραδώσομεν· καὶ τόν, ὢ τεραστίου φρικτοῦ, ὢ Θεοῦ θαυμασίων, ἀναστῆναί τε αὐτίκα πάντων ὁρώντων ὥσπερ ἐξ ὕπνου καθῖσαί τε ἀσφαλῶς καὶ ὑπογραφῆ τῇ ἑαυτοῦ βεβαιῶσαι τὰ τοῦ διατάγματος, εἶτ’ ἀφυπνῶσαι ἡδέως ὕπνον, ἐναντίον μὲν τῇ κάτω ζωῇ καὶ τῇ κράσει τοῦ ἡμετέρου φυράματος, πρόξενον δ’ ὅμως τῆς ἀθανάτου ζωῆς καὶ πρὸς τὴν ἄνω δόξαν διαβατήριον. 43.

Γίνεται δὲ τοῦ ἱεροῦ ἐκείνου λειψάνου κατάθεσις παρὰ τὴν τοῦ στύλου βάσιν, ὅπου καὶ τοὺς ὑπερφυεῖς ἐκείνους καὶ ὑπὲρ ἄνθρωπον ἀγῶνας διήνυσεν, ὡς ἂν ὁ αὐτός τε καὶ εἷς διαμένοι τόπος θησαυρός τε τοῦ ἀγωνισαμένου καὶ τοῦ ἀγῶνος μαρτύριον· καὶ μερίζεται δὴ ἑκατέροις ὁ ἅγιος· τοῖς μὲν κάτω ἐπεδόθη τὸ σκῆνος, πηγὴ θαυμάτων ἀκένωτος, νόσων παντοδαπῶν θεραπεία, δαιμόνων ἀποτροπή, βλάβης παντοίας ἀπαλλαγὴ καὶ τῶν ἀμεινόνων δαψιλεστάτη χορήγησις· ἡ ψυχὴ δὲ ἀπέπτη τοῖς ἄνω ὑπ’ ἀγγέλων ἁγίων πομπευομένη, ὅπου ἐκκλησία τῶν πρωτοτόκων, ὅπου ἦχος ἑορταζόντων, ὅπου ἀγγέλων ταξιαρχίαι, ἀποστόλων καὶ προφητῶν χοροστασίαι, μαρτύρων συντάγματα, διδασκάλων συστήματα, ἀσκητῶν κατάλογος, ὁσίων σύλλογος καὶ τῆς μακαρίας Τριάδος ὕμνος ὁ ἀκατάπαυστος· ὧν καὶ γὰρ ἀσκῶν καὶ τοῦ κατὰ Θεὸν ἐπιμελούμενος βίου, ἀρνούμενος γονεῖς, ἀρνούμενος ἀγχιστεῖς, αὐτὸ τὸ σῶμα καὶ τὰ τοῦ σώματος, αἴρων ἐπ’ ὤμων τὸν σταυρόν, κατ’ ἴχνια τῷ δεσπότῃ ἀκολουθῶν, πόλεμον πρὸς τὸν ἀφανῆ τύραννον συνιστῶν, ἐνιστάμενος καρτερῶς, πλήττων τὸν ἀντίπαλον νεανικῶς, φρόνημα καθαιρούμενος τῆς σαρκός, νῦν μὲν νηστείᾳ σκελετευόμενος, νῦν δὲ δίψει ἀγωνιζόμενος, νῦν δὲ πρὸς ὄμβρων καὶ νιφετῶν καταιγίδας ἀντέχων, νῦν πρὸς εἱληθερήσεις καὶ ὀξείας ἡλίου φλογώσεις ὑπομένων, νῦν μὲν χεῖρας αἴρων εἰς προσευχὴν καὶ ταύτῃ πανημέριος καυσωνιζόμενος, νῦν δὲ τὼ πόδε προσριζῶν τῇ χθονὶ μηδ’ ὁπωσοῦν ἐπὶ θάτερα μετοκλάζων καὶ τὸν παγετὸν τῆς νυκτὸς ὑφιστάμενος, νῦν ὀρέγων τροφὴν τοῖς πεινῶσιν, οἰκτείρων τοὺς ἐν συμφοραῖς, ἐφιστάμενος τοῖς ἐπικαλουμένοις, παιδοτριβῶν πρὸς ἀρετήν, στηρίζων τοὺς ὀρθῶς ἔχοντας, ἀνεγείρων τοὺς καταπίπτοντας, ἐλέγχων τοὺς ἀπειθοῦντας, πάντας τό γε κατ’ αὐτὸν ἰώμενος καὶ προβιβάζων εἰς ἀρετήν, καὶ ἵνα συνελὼν εἴπω, ὦν καθάπαξ ὡς πρὸς κανόνας τοὺς βίους ἑαυτὸν ἀπευθύνων τοὺς ἀγῶνας καὶ τὰ ὑπὲρ ἀρετῆς διήνεγκε σκάμματα, δῆλον δήπου, ὅτι καὶ βραβείων ἐκείνοις τῶν αὐτῶν μέτοχος ἔσται καὶ δόξης τῆς αὐτῆς κληρονόμος ὀφθήσεται· οἷς καὶ γὰρ ἴσα τὰ παλαίσματα καὶ τὰ ὑπὲρ τοῦ καλοῦ ἀγωνίσματα, τούτοις καὶ στέφανοι οἱ αὐτοὶ καὶ ἴσα τὰ ἔπαθλα.

Καὶ νῦν ἐστι Λάζαρος ἐν οὐρανοῖς χορεύων σὺν πᾶσι τοῖς ἁγίοις χορείαν τὴν ἀκατάπαυστον, τὴν δόξαν τοῦ Κυρίου ἀκατακαλύπτῳ προσώπῳ ἐνοπτριζόμενος καὶ ἵλεων πᾶσι κοινῇ τὸν δεσπότην ἀπεργαζόμενος, πρεσβευόμενος ὑπὲρ φιλοχρίστων ἀνάκτων χρόνιον ἐκθεῖναι αὐτοῖς τὸ βασίλειον, κράτος ἐπιψηφίζεσθαι, εἰρηναίαν τε καὶ ἀτάραχον τὴν τῶν ὑπηκόων διακυβέρνησιν καὶ κατὰ τῶν σφίσιν ἐθνῶν ἀπρόσιτον ἰσχὺν ἐπιδαψιλεύεσθαι, ἥκων δέ γε καὶ πᾶσιν ἁπλῶς τοῖς κάτω κατὰ καιρόν, ἀθυμοῦσι παρηγορία, δυστυχοῦσι παραμυθία, παράκλησις τῶν ἐν συμφοραῖς, ῥύστης τῶν ἐν ἀνάγκαις καὶ πάντων ἁπλῶς τῶν βοηθείας ἐπιδεομένων ὀξὺς ἐπιτάρροθος. Ἀλλ’ ὦ πάμμεγα πάτερ, βασιλείας υἱέ, κληρονόμε Χριστοῦ, πολῖτα τῆς ἄνω Σιὼν καὶ δικαίων πατριαρχῶν ὁμόσκηνε, μὴ διαλίπῃς ἄνωθεν ἡμᾶς ἐπιφοιτῶν καὶ τῆς παρὰ σοῦ ἐπισκοπῆς τὰ καθ’ ἡμᾶς ἀξιῶν, τὰς μεθοδείας πείθων ἐκκλίνειν τοῦ ἀντικειμένου, κατὰ δὲ μόνας τὰς δεσποτικὰς ἐντολὰς πολιτεύεσθαι· ὡς ἂν καὶ αὐτοὶ καλῶς τὰ τῇδε καὶ θεοφιλῶς διανύσαντες τῆς ἐκ δεξιῶν Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν παραστάσεως τύχωμεν.