Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εὐαγγελικὴ συμφωνία

Ἡσύχιος ὁ Πρεσβύτερος

Έναρξη του Ευαγγελίου, ο Ιωάννης ο Βαπτιστής και η κλήση των αποστόλων

Ερμηνεία των ευαγγελικών διηγήσεων σχετικά με την αρχή του κατά Μάρκον, τον Ιωάννη τον Βαπτιστή, την κλήση των μαθητών, τους πειρασμούς και τους μακαρισμούς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 1 από 12

Ἀπορία. Τίνι λόγῳ ἀρξάμενος ὁ Μάρκος καὶ εἰπών, Ἀρχὴ τοῦ Εὐαγγελίου Ἰησοῦ Χριστοῦ, ἐπήγαγεν, Ὡς γέγραπται ἐν Ἡσαΐᾳ τῷ προφήτῃ· Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, καὶ τὰ ἑξῆς; Ταῦτα γάρ, εἰ καὶ μικρὸν διαλλαττούσαις ταῖς λέξεσιν, οὐκ ἐν τῷ Ἡσαΐᾳ κεῖται, ἀλλ’ ἐν τῷ Μαλαχίᾳ.

Λύσις. Τὴν εὐαγγελικὴν ταύτην ἀρχήν, οὕτω δεῖ καθ’ ὑπερβατὸν ἀναγινώσκειν· Ἀρχὴ τοῦ Εὐαγγελίου Ἰησοῦ Χριστοῦ. Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου· ὡς γέγραπται ἐν Ἡσαΐᾳ προφήτῃ· Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ.

Ἔθος γὰρ τοῖς συγγραφεῦσι, τοῖς ὑπερβατοῖς κεχρῆσθαι, ἕν τε νοήμασι καὶ λέξεσιν· ὡς ἐν τῇ πρώτῃ τῆς Παλαιᾶς βίβλῳ, τῇ Γενέσει λέγω, μετὰ τὴν τοῦ Ἀδὰμ κατασκευήν, καὶ τὴν τῶν κτηνῶν δημιουργίαν, ἡ τῆς Εὔας παραγωγὴ μνημονεύεται, καίτοιγε εὐθέως μετὰ τὸν Ἀδὰμ ἐξ αὐτοῦ δημιουργηθείσης.

Καὶ ἐν τῷ ξαʹ ψαλμῷ καθ’ ὑπερβατὸν κεῖται τό, Ἕως πότε ἐπιτίθεσθε ἐπ’ ἄνθρωπον; Φωνεύετε πάντες ὑμεῖς, ὡς τοίχῳ κεκλιμένῳ καὶ φραγμῷ ὠσμένῳ; Ποῖος γὰρ τοῖχος φονεύεται; Οὕτως γὰρ χρὴ νοεῖν· Ἕως πότε ἐπιτίθεσθε ἐπ’ ἄνθρωπον, ὡς τοίχῳ κεκλιμένῳ καὶ φραγμῷ ὠσμένῳ; εἶθ’ οὕτως τό, Φονεύετε πάντες ὑμεῖς. Τοῦτο δὲ τὸ ἐπὶ τοῖς ὑπερβατοῖς ἔθος καὶ τοῖς λοιποῖς ἀσαφέσι, κατὰ δύο τρόπους τοῖς συγγραφεῦσιν ἐμφέρεται· πρῶτον μὲν συντονίας ἐπιμελουμένοις· ἔπειτα δὲ πρὸς τὸ ἡμᾶς μὴ ἀπόρως τὴν γνῶσιν τῆς θείας Γραφῆς. κτήσασθαι, ἀλλὰ δι’ ἐρεύνης καὶ ψηλαφήσεως πολλῆς, ὥστε μὴ γενέσθαι ταύτην ἡμῖν εὐαπόπτυστον.

Ἀπορία. Πῶς ἐρωτηθεὶς Ἰωάννης ὁ βαπτιστὴς παρὰ τῶν Φαρισαίων· Ἠλίας εἶ; εἶπεν, Οὔ· καίτοι τοῦ Χριστοῦ εἰρηκότος περὶ αὐτοῦ· Αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι;

Λύσις. Οὐκ ἀπροσδιορίστως ὁ Χριστὸς περὶ αὐτοῦ εἶπεν· Οὗτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι· ἀλλὰ προέταξεν τό, Εἰ θέλετε δέξασθαι, οὗτός ἐστιν Ἠλίας. Τοῦτο δὲ εἶπε, διὰ τὸ τὴν διακονίαν αὐτὸν τοῦ Ἠλιοῦ πεπληρωκέναι. Πρόδρομος γὰρ τῆς τοῦ Χριστοῦ παρουσίας Ἰωάννης γεγένηται, καθὰ Ἠλίας τῆς δευτέρας γενήσεται.

Ἀπορία. Πῶς Ἰωάννης ὁ εὐαγγελιστὴς ἐκτίθεται τὸν Βαπτιστὴν περὶ τοῦ Χριστοῦ λέγοντα, ὅτι Ἐγὼ οὐκ ᾔδειν αὐτόν; Εἰ γὰρ οὐκ ᾔδει, πῶς βαπτισθῆναι θέλοντα διεκώλυεν αὐτόν, λέγων ἄπερ τῷ Ματθαίῳ ἱστόρηται.

Λύσις. Τεσσάρων γνώσεων οὐσῶν· τῆς δι’ ὄψεως, τῆς διὰ προφητείας, τῆς δι’ ἀκοῆς, τῆς διὰ πείρας· ταῖς μὲν τρισὶν οὐ λέγει αὐτὸν ἠγνοηκέναι, ἀλλὰ τῇ τετάρτῃ τῇ διὰ πείρας. Ταύτῃ γὰρ αὐτὸν μέχρι τοῦ βαπτίσματος, καὶ τοῦ Πνεύματος θεωρίας, ἠγνόει. Καθάπερ καὶ Ἀδάμ, τὸ καλὸν καὶ πονηρὸν οὐκ ᾔδει τῇ διὰ πείρας γνώσει. Εἰ γὰρ παντελῶς ἠγνόει, ἀγαθὸν μὲν τὸ ἀκοῦσαι Θεοῦ, κακὸν δὲ τὸ παρακοῦσαι, οὐκ ἂν ἐκολάζετο.

Ἀπορία. Τίνος χάριν τὴν τῶν ἀποστόλων κλῆσιν διαφόρως οἱ εὐαγγελισταὶ ἐκτίθενται; Ὁ μὲν Ματθαῖός φησι εἰρηκέναι τὸν Κύριον· Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. Λουκᾶς δὲ μετὰ τὴν τῶν ἰχθύων ἄγραν ἱστόρησε τὸν Κύριον εἰπεῖν τῷ Πέτρῳ· Ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν.

Ἰωάννης δὲ ἑτέρως.

Λύσις. Ἑκατέρα κλῆσις ἀληθής, ἐν διαφόροις γενομένη καιροῖς. Τοῖς γὰρ Ἀνδρέου λόγοις ἐναχθεὶς ὁ Πέτρος, καὶ ἀπῆλθεν πρὸς τὸν Κύριον, καὶ ἀκούσας παρ’ αὐτοῦ· Σὺ κληθήσῃ Κηφᾶς. καὶ τὰ ἑξῆς, πάλιν τῇ ἁλίᾳ ἐσχόλαζεν· εἶτα, καθὼς Ματθαίῳ δοκεῖ, Καταρτίζοντες τὰ δίκτυα, αὐτός τε καὶ Ἀνδρέας, Ἰάκωβος καὶ Ἰωάννης, ὑπὸ Χριστοῦ ἐκλήθησαν.

Εἶτα, καθὼς Λουκᾶς ἱστορεῖ, μετὰ τὴν τῶν ἰχθύων ἄγραν, ἔργοις τῆς δυνάμεως αὐτοῦ πεῖραν, εἰληφότες, καὶ θάμβους πλησθέντες, ὁλοκλήρως αὐτῷ ἠκολούθησαν.

Ἀπορία. Τίνος χάριν ὁ Ματθαῖος καὶ ὁ Λουκᾶς ἐνηλλαγμένως τοὺς πειρασμοὺς προσενεχθῆναι ὑπὸ τοῦ διαβόλου τῷ Κυρίῳ ἐξέθεντο, ἐν τῷ πτερυγίῳ καὶ ἐν τῷ ὑψηλῷ ὄρει ἀναχθέντι;

Λύσις. Οὐκ ἐναντιολογία τοῦτο· διά τε τὸ ἐν στιγμῇ χρόνου ἑκάτερον γεγενῆσθαι, διά τε τὸ συμπεπλεγμένον τῆς κενοδοξίας, ὑπερηφανίας τε καὶ φιλαργυρίας, ἅπερ ὑπέλαβεν αὐτῷ ὁ ἐχθρός· ὧνπερ τό τε πτερύγιον, τό τε ὑψηλὸν ὄρος, ὑπῆρχε σύμβολον· τῷ μὲν εἰπεῖν, Βάλε σεαυτὸν κάτω, εἰς κενοδοξίαν αὐτὸν ἐρεθίζων· τῇ δὲ ὑποσχέσει τῆς δόσεως τῆς δειχθείσης αὐτῷ ἀπατηλῆς δόξης, εἰς φιλαργυρίαν καὶ τύφον αὐτὸν προτρεπόμενος. Ἀλλ’ ἐν ἑκατέρᾳ πάλῃ πτωματισθεὶς κατῃσχύνθη.

Ἀπορία. Τίνος χάριν παρηλλαγμένως τοὺς μακαρισμοὺς Ματθαῖός τε καὶ Λουκᾶς ἀνεγράψαντο;

Λύσις. Ὅτι διαφόροις καιροῖς ἐλέχθησαν. Οἱ μὲν ἐν τῷ ὄρει καθημένου τοῦ Κυρίου, καὶ τῶν μαθητῶν αὐτοῦ περιεστώτων, καὶ τοῦ λοιποῦ ὄχλου κάτω ἑστηκότος καὶ ἀκροωμένου. Οἱ δὲ ἐν τόπῳ πεδινῷ παρὰ τοῦ Κυρίου πρὸς τοὺς ἀποστόλους ἐξεφώνησαν.