Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εὐαγγελικὴ συμφωνία

Ἡσύχιος ὁ Πρεσβύτερος

Η σταύρωση του Κυρίου, ο χρόνος του Πάσχα και οι συσταυρωθέντες ληστές

Εναρμόνιση των ευαγγελικών μαρτυριών για την ημέρα του Πάσχα, τον χρόνο της σταύρωσης, τα γεγονότα στον Γολγοθά και τη στάση των συσταυρωθέντων ληστών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 9 από 12

Ἀπορία. Τίνος χάριν ὁ Ἰωάννης λέγει τοὺς Ἰουδαίους, ἡνίκα τῷ Πιλάτῳ τὸν Ἰησοῦν παρέδωκαν, φυλάξασθαι, ἵνα μὴ μιανθῶσιν εἰσιόντες εἰς πραιτώριον, ἀλλ’ ἵνα φάγωσι τὸ Πάσχα· καίτοι τῶν ἄλλων, ἡμέραν εἶναι τοῦ Ἰουδαϊκοῦ Πάσχα τὴν προτέραν γραψάντων, ἐν ᾗ μετὰ τῶν μαθητῶν δειπνήσας ὁ Κύριος τῇ νυκτὶ ὑπὸ τῶν Ἰουδαίων εἰς τὸ πάθος παρείληπται;

Καὶ εἰς ἀπόδειξιν τούτου ὁ αὐτὸς Ἰωάννης ἐν ἄλλῳ χωρίῳ φησίν· Οἱ οὖν Ἰουδαῖοι, ἐπεὶ παρασκευὴ ἦν, ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῷ Σαββάτῳ· ἦν γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνου τοῦ Σαββάτου, καὶ τὰ ἑξῆς.

Λύσις. Πάσχα μὲν κυρίως εἴρηται τῇ Γραφῇ, καθὼς ἔξεστι γνῶναι τοὺς τῷ Δευτερονομίῳ ἐντυγχάνοντας, τὴν ιδʹ ἡμέραν τοῦ πρώτου μηνός, ἐν ᾗ πρὸς ἑσπέραν ὁ ἀμνὸς ἐθύετο, ὃν μετὰ πικρίδων ἐπ’ ἀζύμοις ἤσθιον· ἑορτὴ δὲ τοῦ Πάσχα ἡ μετ’ αὐτήν, ὡσαύτως καὶ ἑορτὴ Ἀζύμων. Ἡ δὲ μετ’ ἐκείνην πάλιν ἐπίσημος· ὡς ἐν αὐτῇ τοῦ δράγματος προσφερομένου, ἤτις ἦν τὸ Σάββατον, περὶ οὗ φησιν ὁ Ἰωάννης, μεγάλην εἶναι ἡμέραν ἐκείνου τοῦ Σαββάτου· πρῶτον μέν, διὰ τὸ καθ’ ἑαυτὸ τιμᾶσθαι τὸ Σάββατον· δεύτερον δέ, καὶ διὰ τὸ δευτέραν εἶναι ἡμέραν τῆς ἑορτῆς· τρίτον δέ, διὰ τὸ καὶ τὸ δράγμα τὸ νέον ἐν αὐτῷ προσφέρεσθαι, καὶ τριπλᾶς ἐν αὐτῇ προσάγεσθαι θυσίας.

Πλὴν ὅτι καθολικῶς καὶ ἑπτὰ ἡμέραι· τῆς ἑορτῆς Πάσχα προσηγορεύοντο, καθὼς ἐν ταῖς Πράξεσιν ἱστόρηται, ὅτι, Μετὰ τὸ Πάσχα, ἤγουν τὰς ἡμέρας τῶν Ἀζύμων, τὸν Πέτρον Ἡρώδης ἀνελεῖν ἐβούλετο.

Ἀπορία. Τίνος χάριν ὁ Ἰωάννης βαστάσαι τὸν σταυρὸν αὐτὸν ἱστορεῖ τὸν Κύριον· οἱ δὲ ἄλλοι Σίμωνα τὸν Κυρηναῖον;

Λύσις. Εὐθέως μὲν ἐκ πρώτης ὁ Κύριος τὸν σταυρὸν ἐβάστασε, μὴ ἀξιούντων τῶν στρατιωτῶν, ὡς ἐφύβριστον, τοῦτον βαστάσαι· τῆς ὁδοῦ δὲ ἀρξαμένων, ἐρχομένῳ ἐξ ἀγροῦ τῷ Σίμωνι ὑπαντήσαντες, τοῦτον ἠγγάρευσαν. Ὥστε οὐδεμία διαφωνία, οὐδὲ ἐπὶ τοῦτο τοῖς εὐαγγελισταῖς ἐπινενόηται.

Ἀπορία. Τίς ἡ αἰτία τοῦ Μάρκον μὲν τρίτην ὥραν τὸν Κύριον λέγειν σταυρωθῆναι, ἕκτην δὲ τὸν Ἰωάννην συγγράψασθαι;

Λύσις. Ἔθος τοῖς πολλοῖς περὶ τῶν ἀρχόντων λέγειν, ὅτι, Ὁ δεῖνα ὁ ἄρχων τόνδε ἀνεῖλεν, καίτοιγε μὴ αὐτουργούντων τὰς τιμωρίας, ἀλλ’ ὑπουργοῖς τοῖς δημίοις χρωμένων. Ὅπερ καὶ τότε πέπρακτο. Τρίτην μὲν γὰρ ὥραν τῇ ἀποφάσει ὁ Πιλᾶτος τὸν Κύριον ἐξήνεγκεν· ἄλλων δὲ τριῶν ὡρῶν διαγενομένων, μέχρι τῆς ἕκτης, ἐν τῷ φραγελλοῦσθαι, καὶ τὴν κοκκίνην χλαμύδα ἐνδύεσθαι, καὶ ταῖς ἀκάνθαις στεφανοῦσθαι, καὶ ἐμπαίζεσθαι, τῇ ϛʹ ὥρᾳ προσηλώθη τῷ σταυρῷ.

Ἀπορία. Τίνος χάριν ὁ Ματθαῖος οἶνον αὐτῷ μετὰ χολῆς δοθῆναι, Μάρκος δὲ μετὰ σμύρνης, Ἰωάννης δὲ μετὰ ὑσσώπου· Λουκᾶς δὲ οὐδενὸς αὐτῷ συμπεπλεγμένου μέμνηται;

Λύσις. Οὐχ ἅπαξ, ἀλλὰ καὶ πολλάκις, οὐ μόνον αἰτήσαντι τῷ Χριστῷ, ἀλλὰ καὶ μὴ αἰτήσαντι προσήνεγκαν πιεῖν τὰ προειρημένα. Οὐ πάντα τοίνυν πάντες, ἀλλ’ ἕκαστος ἀνὰ μέρος ἐξέθεντο. Ματθαῖος μὲν οὖν καὶ Μάρκος, τὸν πρὸ τοῦ σταυροῦ προσενεχθέντα οἶνον ἱστόρησαν· ὁ μὲν μετὰ χολῆς, ὁ δὲ μετὰ σμύρνης εἰπόν, διὰ τὸ ἐπίσης ἑκάτερα εἶναι πικρά. Λουκᾶς δὲ τὸ ἐν τῷ σταυρῷ προσενεχθὲν αὐτῷ ὄξος ἐκτίθεται· Ἰωάννης δὲ εἰπόντι τῷ Κυρίῳ.

Διψῶ, λαβόντα τινὰ σπόγγον, ὑσσώπου καὶ ὄξους πλήσαντα, ποτίσαι τὸν Κύριον ἀνέγραψεν. Ἐξ ὧν πάντων δείκνυται, διαφόρως αὐτῷ τὰ προειρημένα εἴδη προσενεχθῆναι ὑπὸ τῆς τῶν Ἰουδαίων θηριωδίας.

Ἀπορία. Πῶς Λουκᾶς μὲν ὁμολογῆσαι τὸν λῃστὴν ἐπὶ σταυροῦ τὸν Κύριον συνεγράψατο· οἱ δὲ λοιποί, ἅμα τῷ ἑτέρῳ ὀνειδίσαι τὸν Κύριον;

Λύσις. Ἐκ προοιμίων μὲν ἑκάτεροι τῷ Κυρίῳ ὠνείδιζον, τοῖς εἰς αὐτὸν ὀνείδεσιν ἐξιλεοῦσθαι, εἰκός, τοὺς Ἰουδαίους νομίζοντες, καὶ τοῦ σταυροῦ καθαιρεῖσθαι. Ἐπειδὴ δὲ τοῦτο οὐ γέγονεν, τὴν τοῦ Χριστοῦ πρὸς τὸν Πατέρα ὡς πρὸς ὁμότιμον εὐχήν, ὁ εὐγνώμων λῃστὴς συνείς, ὅτε εἴρηκε· Πάτερ, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν· ἐπέγνω τῆς ἀληθείας, καὶ Κύριον αὐτὸν καὶ βασιλέα ὠμολόγησεν· ὅπερ τοῖς ἑτέροις εὐαγγελισταῖς πρὸς ἕτερα μέρη τῆς ἱστορίας ἐπειγομένοις παραλέλειπται.

Ἀπορία. Πῶς ἡ ὑπόσχεσις τοῦ Κυρίου πρὸς τὸν λῃστὴν πεπλήρωται, ὅτι Σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ; Μετὰ γὰρ τὸν σταυρὸν ὁ Χριστὸς εἰς ᾄδου ἐπὶ ἐλευθερίᾳ τῶν νεκρῶν παραγίνεται· ἔδει δὲ καὶ τὸν λῃστήν, ὑπεύθυνον ὄντα τῷ νόμῳ τῆς φύσεως.

Λύσις. Τινὲς μὲν οὕτως ἀναγινώσκουσιν· Ἀμὴν λέγω σοι σήμερον· καὶ ὑποστίζουσιν· εἶτα ἐπιφέρουσιν, ὅτι· Μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Ὡς ἂν εἴποι τις, ὅτι Ἀμὴν λέγω σοι σήμερον ἐν τῷ σταυρῷ ὤν, Ἔσῃ μετ’ ἐμοῦ ἐν τῷ παραδείσῳ. Εἰ δὲ καὶ ἀναγινώσκειν δεῖ, ὡς τῇ συνηθείᾳ δοκεῖ, οὐδὲν ἐναντιοῦται· τοῦ Σωτῆρος ἡμῶν, τῇ ἀπεριγράπτῳ αὐτοῦ θεότητι, οὐκ ἐν ᾄδῃ μόνον παραγεγονότος, ἀλλὰ καὶ ἐν παραδείσῳ ἅμα τῷ λῃστῇ, καὶ ἐν ᾄδου, καὶ μετὰ Πατρός, καὶ ἐν τῷ τάφῳ· ἅτε τὰ πάντα πληροῦντος.