Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εὐαγγελικὴ συμφωνία

Ἡσύχιος ὁ Πρεσβύτερος

Εναρμόνιση των διηγήσεων περί των θαυμάτων

Επίλυση φαινομενικών διαφωνιών των ευαγγελιστών σχετικά με ιάσεις, όπως της πενθεράς του Πέτρου, των δαιμονιζομένων, της θυγατρός του Ιαείρου και της αιμορροούσας, καθώς και η βλασφημία κατά του Αγίου Πνεύματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 2 από 12

Ἀπορία. Διατί Ματθαῖος μὲν μετὰ τοὺς μακαρισμοὺς καὶ τὸν ἑκατόνταρχον, φησὶ τὸν Κύριον εἰσελθεῖν εἰς τὸν οἶκον τοῦ Πέτρου, καὶ θεραπεῦσαι τὴν πενθερὰν αὐτοῦ· Λουκᾶς δὲ προλεχθῆναι τοὺς μακαρισμούς, πρὶν προσελθεῖν τὸν ἑκατόνταρχον, φησὶ τὸν Κύριον ἰάσασθαι αὐτήν; Τίνος δὲ χάριν καὶ τὸν παράλυτον, Ματθαῖος μὲν εἰς τὴν ἰδίαν πόλιν τῆς Ναζαρέτ, Μάρκος δὲ καὶ Λουκᾶς εἰς Καπερναούμ, Ἰωάννης δὲ ἐν Ἱεροσολύμοις λέγει τὸν Κύριον ἰάσασθαι;

Λύσις. Ἐκ τούτων δείκνυται μὴ μόνον τοὺς μακαρισμοὺς ἐκ δευτέρου ἐκθέσθαι τὸν Κύριον, ἀλλὰ διαφόρους λεπροὺς καὶ παραλυτικοὺς ἰάσασθαι. Τοὺς μὲν γὰρ παρὰ τῷ Ματθαίῳ, πρὸ τῆς ἐκλογῆς τῶν δώδεκα ἀπὸ τῶν λοιπῶν, προσεφώνησεν. Ὅθεν καὶ καθολικώτερον τούτους ἐξέθετο· μεθ’ οὓς κατελθὼν ἐκ τοῦ ὄρους, τὸν λεπρὸν ἐκάθηρε, καὶ τὸν τοῦ ἑκατοντάρχου παῖδα, καὶ τὴν Πέτρου πενθεράν. Λουκᾶς δὲ μετὰ τὴν ἐκλογὴν τῶν δώδεκα, καὶ τὴν τῶν ὀνομάτων αὐτῶν φανέρωσιν, ἐπὶ τόπου πεδινοῦ στάντα τὸν Κύριον ἐκτίθεται τὸν Χριστόν, τοὺς μακαρισμούς, αὐτοῖς ἐκφωνῆσαι. Ὅθεν καὶ εἰς τὸ αὐτῶν πρόσωπον ἀποτείνεται. Ὡσαύτως δὲ καὶ τῶν ἑκατοντάρχων ἑκάτερος, ὅ τε παρὰ τῷ Ματθαίῳ, ὅ τε παρὰ τῷ Λουκᾷ γεγραμμένος, ἕτερος ἦν, εἰ καὶ τῆς Καπερναοὺμ ὑπῆρχον ἑκάτεροι οἰκήτορες. Ὁ μὲν γὰρ δι’ ἑαυτοῦ παρακαλεῖ τὸν Κύριον· ὁ δὲ διὰ τῶν πρεσβυτέρων· καὶ ὁ μὲν περὶ δούλων, ὁ δὲ περὶ υἱοῦ· παῖδα γὰρ τῇ Γραφῇ σύνηθες τὸν υἱὸν ὀνομάζεσθαι.

Καὶ τῶν παραλύτων δέ, ἕτερος μὲν ὁ παρὰ Λουκᾷ καὶ Μάρκῳ ἱστορηθεὶς διὰ τῶν κεράμων χαλασθῆναι· καὶ ἕτερος ὁ παρὰ τῷ Ματθαίῳ μετὰ τὴν αὐτοῦ ἐκ τοῦ τελωνίου κλῆσιν ἀναγραφείς· καὶ ἕτερος ὁ ἐν τῇ προβατικῇ κολυμβήθρᾳ ἐν Ἱερουσαλὴμ ὑπὸ Ἰωάννου ἐκτεθείς.

Ἀπορία. Πῶς ὁ Ματθαῖος δύο δαιμονιῶντας συναντῆσαι τῷ Κυρίῳ ἐν τῇ Γεργεσηνῶν, ἔγραψεν, ἕνα δὲ ὁ Μάρκος καὶ Λουκᾶς ἱστόρησαν;

Λύσις. Ὅτι πολλῶν ἰάσεων, λόγον καὶ νοῦν ὑπερβαινουσῶν, παρὰ τοῦ Κυρίου γεγενημένων, ἑκάτερον τῶν σημείων τούτων πέπρακται. Καὶ τοῦ μὲν ἑνός, Μάρκος καὶ Λουκᾶς ἐμνημόνευσαν, τοῦ ἐν τῇ χώρᾳ τῶν Γεργεσηνῶν ὑπ’ αὐτοῦ ἰαθέντος· τῶν δὲ δύο τῶν εἰς τὴν χώραν τῶν Γεργεσηνῶν ἰαθέντων, ὁ Ματθαῖος. Ὅθεν οἱ μὲν μετὰ τὴν ἴασιν οὐ μνημονεύσονται, δεηθέντες τοῦ Κυρίου ὥστε συνεῖναι αὐτῷ· ὁ δὲ ἱστόρηται τοῦτο πεπραχώς.

Ἀπορία. Τίνος χάριν Ματθαῖος καὶ Λουκᾶς φησιν εἰρηκέναι, τὴν εἰς τὸν Υἱὸν τοῦ ἀνθρώπου ἁμαρτίαν συγχωρεῖσθαι, τὴν δὲ εἰς τὸ Πνεῦμα τὸ ἅγιον μὴ συγχωρεῖσθαι· τοῦ Κυρίου λέγοντος περὶ τοῦ Πνεύματος τοῦ ἁγίου, Ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν;

Λύσις. Τὴν εἰς τὸν Υἱὸν τοῦ ἀνθρώπου βλασφημίαν, ὡς κατὰ ἄγνοιαν διὰ τὰ πάθη τῷ ἀνθρωπίνῳ τοῦ Κυρίου συγκρίματι προσαγομένην, εἶπεν διὰ μετανοίας συγχωρεῖσθαι· τὴν δὲ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τουτέστιν ἢ εἰς τὴν αὐτοῦ θεότητα, καθ’ ὃ Πνεῦμα ὁ Θεός, ἢ εἰς τὴν οὐσίαν τοῦ ζωοποιοῦ Πνεύματος, μετὰ τὴν τῶν θεοπρεπῶν σημείων καὶ τεράτων ἐπίδειξιν, εἰκότως ἀσυγχώρητον ἔφη, ὡς οὐκ ἔτι κατ’ ἄγνοιαν· διὰ τὸ παρεσχηκέναι αὐτοῖς πεῖραν τῆς αὐτοῦ δυνάμεως· ἔπειτα δὲ διὰ τὸ καὶ ἐν τῇ Παλαιᾷ τετρανῶσθαι τὴν γνῶσιν τὴν περὶ τοῦ Πνεύματος.

Δυσχερὲς γάρ, εἰ καὶ ἀδύνατον, τοὺς ἑκουσίως ἐν γνώσει ἀσεβοῦντας, ἅτε ποιωθέντας τῇ θεομάχῳ γνώμῃ, τὸ μεταβάλλεσθαι, κατὰ τὸ ἐν τῷ Ἱερεμίᾳ γεγραμμένον· Εἰ ἀλλάξεται Αἰθίοψ τὸ δέρμα αὐτοῦ, καὶ πάρδαλις τὰ ποικίλματα αὐτῆς.

Τούτους ὁ Θεολόγος, ἁμαρτάνοντας πρὸς θάνατον κέκληκε. Τὸ δὲ μὴ ἐν τῷ παρόντι, μήτε ἐν τῷ μέλλοντι συγχωρεῖσθαι, δείκνυσι, τινὰ μὲν τῶν ἁμαρτημάτων ἐνταῦθα συγχωρεῖσθαι διὰ τῶν λαβόντων ἐξουσίαν δεσμεῖν καὶ λύειν, τινὰ δὲ ἐν τῷ μέλλοντι, ὅτε τῶν λογισμῶν κατηγορούντων, ἢ καὶ ἀπολογουμένων, τὴν νικῶσαν ψῆφον ὁ κριτὴς δωρήσεται τοῖς ἄξια ταύτης πράξασιν.

Ἀπορία. Τίνος χάριν Ματθαῖος τὸν ἀρχισυνάγωγον ἱστορεῖ περὶ τῆς θυγατρός, ὡς ἤδη τελευτησάσης, τῷ Χριστῷ διαλέγεσθαι· Μάρκος δὲ καὶ Λουκᾶς, ὡς κινδυνευούσης; ὅτι Ματθαῖος ἀπραγμόνως αὐτὴν ἱστορεῖ παρὰ Χριστοῦ ἐπὶ τῇ πίστει μακαρισθῆναι·

Μάρκος δὲ καὶ Λουκᾶς, ἰαθῆναι ἅμα τῇ ἁφῇ, μακαρισθῆναι δὲ ὕστερον;

Λύσις. Εἰδέναι χρή, ὅτι οὐχ ἒν σημεῖον, διάφορα δὲ οἱ εὐαγγελισταὶ συνεγράψαντο. Ὁ μὲν γὰρ ἄρχων ἁπλῶς, ἦν εἰκότως ἐθνικός, παρὰ τῷ Ματθαίῳ· ὅθεν καὶ αὐληταῖς πρὸς τὸ πένθος ἐκέχρητο· ὅπερ οὐκ ἐξῆν Ἰουδαίοις. Ὁ δὲ παρὰ τῷ Λουκᾷ καὶ Μάρκῳ, συναγωγῆς ἄρχων, Εἴαρος λεγόμενος. Καὶ ἐκεῖ μὲν ἁψάμενος τῆς χειρὸς μόνον, ἐξήγειρεν· ἐνταῦθα δὲ καὶ φωνήσας τὸ κοράσιον ἀνέστησεν.

Ὡσαύτως δὲ τὸ σημεῖον τὸ ἐπὶ τῆς αἱμοῤῥοούσης, ἱστορηθὲν ὑπὸ Μάρκου καὶ Λουκᾶ, ἕτερον ἦν παρὰ τὸ ἐν τῷ Ματθαίῳ κείμενον. Ἡ μὲν γάρ, τὸν βίον αὐτῆς ἰατροῖς προσανηλωκέναι γέγραπται· ἡ δὲ οὐδὲν τοιοῦτον πεπραχέναι ἱστόρηται.