Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εὐαγγελικὴ συμφωνία

Ἡσύχιος ὁ Πρεσβύτερος

Η άλειψη με μύρο, η προδοσία και ο Μυστικός Δείπνος

Εναρμόνιση των αναφορών για την άλειψη του Κυρίου, τη συμφωνία του Ιούδα, την ημερομηνία του Πάσχα, τον Μυστικό Δείπνο και την πρόρρηση της άρνησης του Πέτρου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 7 από 12

Ἀπορία. Τίνος χάριν, ὁ μὲν πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα, ὁ δὲ πρὸ δύο, τὴν ἱστορίαν τοῦ μύρου λέγουσιν· καίτοι ἑκάτερος ἐν Βηθανίᾳ ταύτην γενέσθαι ἐκθέμενος· καὶ ὁ μὲν πάντας εἶπε τοὺς μαθητὰς μέμψασθαι τῇ γυναικί· ὁ δὲ τὸν Ἰούδαν μόνον· καίτοι ἀμφότεροι τῆς οἰκίας Σίμωνος μνημονεύσαντες;

Λύσις. Ἐκ τούτων δείκνυται, διάφορα πρόσωπα ἐν διαφόροις καιροῖς τῷ μύρῳ τὸν Κύριον ἀλεῖψαι. Ἡ μὲν γὰρ παρὰ τῷ Λουκᾷ ἀρχαιοτέρα τῶν ἄλλων ἱστόρηται, οὐκ ἐν Βηθανίᾳ, ἀλλ’ ἐν Γαλιλαίᾳ τοῦτο πράξασα, παρὰ Σίμωνί τινι Φαρισαίῳ· οὐ μέντοι γε λεπρῷ· καθάπερ Ματθαίῳ δοκεῖ καὶ Μάρκῳ, πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα, τοῦτο ὑπὸ τῆς γυναικὸς πεπρᾶχθαι. Ὡσαύτως δὲ καὶ παρὰ τῷ Ἰωάννῃ. ἑτέρα παρὰ ταύτας· Λαζάρου γὰρ ἦν ἀδελφή. Ὅθεν συνέβαινε, ποτὲ μὲν ἅπαντας τοὺς μαθητὰς ἐπιτιμῆσαι, ποτὲ δὲ τὸν Ἰούδαν· οὐχ ἑνὸς προσώπου, ἀλλὰ διαφόρων ὄντων τῶν ἐπιτιμηθέντων.

Ἀπορία. Πῶς Ματθαῖος μὲν καὶ Μάρκος μετὰ τὸ ἐν Βηθανίᾳ δεῖπνον, συμφωνῆσαι τὸ περὶ τῆς προδοσίας ἀργύριον, τὸν Ἰούδαν ἐκτίθενται· Λουκᾶς δὲ ἡνίκα λαλῶν τὰ περὶ συντελείας ἐπαύσατο· Ἰωάννης δὲ δείπνου μὲν ἐμνημόνευσεν, οὐ μέντοι τὴν Βηθανίαν ἱστορεῖ· καὶ περὶ τὸν καιρόν ἐστι πρὸς τοὺς ἄλλους ὡς δοκοῦσιν ἀσύμφωνος, νυκτὸς μνημονεύων, ἐν ᾗ παρὰ τῶν Ἰουδαίων ὁ Κύριος συνείληπται;

Λύσις. Οὐδὲν ἀσυμφώνως τοῖς εὐαγγελισταῖς εἴρηται· ἀλλὰ τὰ παρὰ ἀλλήλων ἐλλειφθέντα ἕκαστος ἱστόρησε, Πνεύματι ἁγίῳ κινούμενος· ἵνα ἀναγκαία εἴη τῶν τεσσάρων ἡ ἀνάγνωσις. Ἀπὸ τοίνυν τοῦ ὄρους τῶν ἐλαιῶν ὁ Κύριος καταβὰς μετὰ τοὺς περὶ συντελείας λόγους, εἰς Βηθανίαν ἦλθεν, ὅθεν Ἰούδας μετὰ τὴν προσφορὰν τοῦ μύρου ἐρεθισθεὶς τῷ τῆς φιλαργυρίας νοσήματι, ὅτι δὴ τὴν τούτου οὐχ ὑπεδέξατο τιμήν, ἀπελθὼν εὐθέως τὸν Κύριον ἐπίπρασκε, πρὸ δύο ἡμερῶν τοῦ Πάσχα. Ἰωάννης δὲ παραλιπὼν τοὺς περὶ συντελείας λόγους καὶ τὴν τῶν ἀρχιερέων ἐπὶ τῇ ἀναιρέσει τοῦ Κυρίου βουλήν, καὶ τὸ ἱστορηθὲν ἐν Βηθανίᾳ μύρον, καὶ τὸ σύμφωνον τῆς Ἰούδα προδοσίας, τὰ ἐν τῇ νυκτὶ λεχθέντα τε καὶ πραχθέντα ἐξέθετο, ἐν ᾗ παρεδόθη.

Ἀπορία. Πῶς Ματθαῖος μὲν αὐτὸν ὁμολογῆσαι τὸν Ἰούδαν τὴν προδοσίαν ἐξέθετο, εἰπόντα· Μή τι ἐγώ εἰμι, Ῥαββί; Ἰωάννης δέ, ὅτι ὁ Χριστὸς τὸ ψωμίον αὐτῷ δέδωκεν, ὡς τῇ προδοσίᾳ σημεῖον;

Λύσις. Ὅτι πολυτρόπως ποικίλας τὴν αὐτοῦ διδασκαλίαν ὁ Κύριος, καὶ τὸν Ἰούδαν, οὐχ ἅπαξ, οὐδὲ δίς, ἀλλὰ καὶ πολλάκις, ποτὲ μὲν συνεσκιασμένως ἐλέγχων, ποτὲ δὲ φανερωτέρως, ἀνέκοπτε τῆς ἐγχειρήσεως. Τὰ μὲν οὖν πρῶτα τῆς ἐν τῷ δείπνῳ τούτου χάριν διαλέξεως Ματθαῖος ἐξέθετο· τὰ δὲ τελευταῖα Ἰωάννης, ἀρξάμενος ἀπὸ τοῦ νιπτῆρος, καὶ παραλιπὼν τὰ ἐν τῷ Ματθαίῳ εἰρημένα. Ἐπειδὴ γέγραπται, μετὰ τὸ ψωμίον, εἰς τὸν Ἰούδαν εἰσελθεῖν τὸν Σατανᾶν, μὴ ξενισθῶμεν. Οὐ γὰρ τὸ ψωμίον αὐτῷ τούτου παραίτιον· ἤδη γὰρ ἦν βεβληκὼς εἰς τὴν καρδίαν αὐτοῦ τῆς προδοσίας τὸ τόλμημα· ἀλλὰ τότε ὅλως εἰς αὐτὸν ἐχώρησε, τὸ ἀμετανόητον αὐτοῦ θεασάμενος.

Πρὸ γὰρ τούτου ἡρέμα τούτῳ προσέβαλλε. Τὸ ψωμίον τοίνυν σιδηρίου ἰατρικοῦ τάξιν ἐπεῖχεν, ἢ ἐμπλάστρου ἐπιτιθεμένης, καὶ ἐκκαλυπτούσης τὰ κεκρυμμένα τραύματα.

Ἀπορία. Τίνος χάριν Ματθαῖος μὲν ἐν τῇ πρώτῃ τῶν Ἀζύμων, τὸ δεῖπνον γεγονὸς ἐκτίθεται· οἱ δὲ ἄλλοι τὴν ἡμέραν αὐτὸ τοῦ Ἰουδαϊκοῦ Πάσχα ἐπιφημίζουσιν· Ἰωάννης δὲ πρὸ τῆς ἑορτῆς τοῦ Πάσχα τοῦτο γενέσθαι μαρτύρεται, τοῦ ψωμίου μνημονεύσας, ὅπερ ὁ Κύριος τῷ Ἰούδᾳ ἐπέδωκε, καὶ εἶπε πρὸς αὐτόν, Ὃ ποιεῖς, ποίησον ἐν τάχει· καὶ προσθεὶς ὅτι τινὲς ἐδόκουν, ὅτι λέγει αὐτῷ ὁ Ἰησοῦς, Ἀγόρασον ὧν χρείαν ἔχομεν εἰς τὴν ἑορτήν, ἢ τοῖς πτωχοῖς ἵνα τι δῷ;

Λύσις. Τὴν τεσσαρεσκαιδεκάτην τοῦ μηνὸς τοῦ πρώτου, Πάσχα σύνηθες τῇ Γραφῇ καλεῖν· ὡς ἐν αὐτῇ ἀναμέσον τῶν ἑσπερινῶν, τοῦ ἀμνοῦ ἐσθιομένου ἐπ’ ἀζύμοις· τὴν δὲ πεντεκαιδεκάτην ἡμέραν, οὐ Πάσχα, ἀλλ’ ἐορτὴν τοῦ Πάσχα, ἤγουν ἑορτὴν Ἀζύμων· καθώς φησι Μωυσῆς, ὅτι, Ἐν τῷ πρώτῳ μηνί, τῇ ιδʹ ἡμέρᾳ τοῦ μηνός, ἀναμέσον τῶν ἑσπερινῶν, Πάσχα τῷ Κυρίῳ. Καὶ ἐν τῇ πεντεκαιδεκάτῃ ἑορτὴ Ἀζύμων τῷ Κυρίῳ. Πρὸ οὖν ταύτης τῇ ιδʹ ὀψίας ἤδη οὔσης συνδειπνήσας τοῖς μαθηταῖς τὸ τυπικὸν Πάσχα ὁ Κύριος, τότε καὶ τὸ μυστικὸν αὐτοῖς παρέδωκε Πάσχα· οὐδαμῶς δὲ ἐκωλύοντο ἐκ τοῦ νόμου τὰ πρὸς τροφήν, ἢ πωλεῖν ἢ ἀγοράζειν, ἢ ἐλεημοσύνην παρέχειν· διὰ τὸ εἰρῆσθαι· Ὅσα ποιηθήσεται ψυχῇ, ταῦτα ποιηθήσεται ὑμῖν. Ὅθεν ὑπενόουν οἱ μαθηταὶ εἰς τοιαύτην διακονίαν σταλῆναι τὸν Ἰούδαν μετὰ τὴν τοῦ ψωμίου ὑποδοχήν.

Ἀπορία. Πῶς ὁ Λουκᾶς τὰ πρὸ πολὺ τοῦ δείπνου γινόμενα πρότερον, ἔνια δὲ καὶ ὕστερον ὡς ἐν τῷ δείπνῳ γεγονότα ἐκτίθεται· ὅσα τοῖς ἀποστόλοις διελέχθη, περὶ τοῦ μὴ δεῖν περὶ πρωτείων φιλονεικεῖν· καὶ ὅσα τῷ Πέτρῳ προαγορεύων τὴν ἄρνησιν ὧν τὸ μὲν πρότερον πρὸ πολλοῦ τοῦ δείπνου Ματθαῖος καὶ Μάρκος ἡμᾶς ἐδίδαξαν· τὸ δεύτερον δὲ μετὰ τὸ δεῖπνον, ἤδη τοῦ Ἰησοῦ πρὸς τὸ ὅρος ὁδεύοντος;

Λύσις. Ἐπειδὴ παρὰ πάσας τὰς ἐντολάς, περισπούδαστος τῷ Χριστῷ ἡ ταπεινοφροσύνη, ὡς καὶ διὰ τῶν ἔργων αὐτὴν ἐνδειξαμένῳ, πολλάκις περὶ αὐτῆς τοῖς μαθηταῖς διηλέχθη. Πρῶτον μὲν ἐν τοῖς μακαρισμοῖς, καὶ ἅπαξ καὶ δίς· ἔπειτα δὲ καὶ ἐν τῇ αἰτήσει τῆς ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων αὐτοῦ καθέδρας τῶν υἱῶν Ζεβεδαίου. Καὶ ἐν τῷ δείπνῳ δέ, τῆς τοῦ Ἰούδα προπετείας ὡς εἰκὸς τοὺς μαθητὰς εἰς φιλοπρωτείαν ἐρεθισάσης, βάπτειν τὴν χεῖρα ἐν τῷ τρυβλίῳ μετὰ τοῦ Δεσπότου τολμήσαντος. Ὅθεν ἀναγκαίως, τὰ μὲν πρῶτα Ματθαῖος καὶ Μάρκος, τὰ δὲ ἐν τῷ δείπνῳ Λουκᾶς, Ἰωάννης δὲ τὴν πρακτικὴν διὰ τοῦ νιπτῆρος τοῦ Κυρίου διδασκαλίαν περὶ ταπεινοφροσύνης ἐξέθεντο, παραλιπόντες τὰ ὑπ’ ἀλλήλων εἰρημένα.

Ὡσαύτως τὸ θερμὸν τοῦ Πέτρου εἰδώς, συνεχῶς αὐτῷ ἐμφανίζεται· καὶ ἐν τῷ δείπνῳ προαγορεύων τὴν ἄρνησιν, καὶ πρὸς τὸ ὄρος τῶν ἐλαιῶν πορευόμενος· ἀλλὰ τὰ μὲν ἐν τῷ δείπνῳ Λουκᾶς καὶ Ἰωάννης περὶ τῆς προῤῥήσεως τῆς Πέτρου ἀρνήσεως ἐξέθετο· τὰ δὲ μετὰ τὸ δεῖπνον Ματθαῖος καὶ Μάρκος ἱστόρησαν.