Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εὐαγγελικὴ συμφωνία

Ἡσύχιος ὁ Πρεσβύτερος

Η προσευχή στη Γεθσημανή, η σύλληψη και η άρνηση του Πέτρου

Εξέταση της προσευχής στο όρος των Ελαιών, των γεγονότων της σύλληψης, της παραπομπής στους αρχιερείς Άννα και Καϊάφα, και της τριπλής άρνησης του Πέτρου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 8 από 12

Ἀπορία. Τίνος χάριν τὸν Ἰησοῦν, οἱ μὲν ἱστοροῦσιν ἐν Γεθσημανῆ παραλαβεῖν τοὺς μαθητάς, καὶ προσεύξασθαι, ἐκεῖ τε παραδοθῆναι· Λουκᾶς δὲ εἰς τὸ ὄρος τῶν Ἐλαιῶν· Ἰωάννης εἰς κῆπόν τινα πέραν τοῦ χειμάῤῥου τῶν Κέδρων;

Λύσις. Διαφόρως μὲν ταῖς λέξεσι, συμφώνως δὲ ταῖς ἐννοίαις ἑκάτερος ἐξέθετο. Μετὰ γὰρ τὸ δεῖπνον, καθὼς Ματθαίῳ καὶ Μάρκῳ δοκεῖ, ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν Ἐλαιῶν· οὗ πρὸς τὸ προπόδιον Γεθσημανῆ κεῖται πέραν τοῦ χειμάῤῥου τῶν Κέδρων, ἔνθα ἦν κῆπος, κατὰ τὸ ὑπὸ Ἰωάννου λεχθέν· ὅθεν διαστὰς ὡσεὶ λίθου βολήν, καὶ πρὸς αὐτῇ τῇ κορυφῇ τοῦ ὄρους γενόμενος, καὶ προσευξάμενος πάλιν, πρὸς τοὺς μαθητὰς ἦλθεν ἐν Γεθσημανῆ ὕπνῳ βεβαρημένους, ἔνθα καὶ συνελήφθη.

Ἀπορία. Πῶς Ματθαῖος καὶ Μάρκος τρὶς αὐτὸν ἐξηγοῦνται περὶ τοῦ πάθους προσεύξασθαι· Λουκᾶς δὲ ἅπαξ· Ἰωάννης δὲ οὐδὲ τοῦτο συνέταξεν;

Λύσις. Βραχυλογίας ἤμελλε σφόδρα τῷ Πνεύματι, τῆς ἡμῶν ὀλιγωρίας ἕνεκα. Ὅθεν ὁ μὲν πλατυτέρως τὰ περὶ τῆς εὐχῆς ἐξέθετο· ὁ δὲ ὡς ἐν παραδρομῇ, διὰ τὸ εἰς ἕτερα ἐπείγεσθαι· ὁ δὲ οὐδ’ ὅλως, διὰ τὸ ὑπὸ τῶν λοιπῶν συγγεγράφθαι· ἵνα μὴ ταυτολογῶσιν.

Ἀπορία. Πῶς Ἰωάννης μόνος τοῦ τῆς προδοσίας οὐκ ἐμνήσθη φιλήματος; πῶς δὲ τῶν ἄλλων εἰρηκότων ὡς ἅμα τὸ φιλῆσαι τὸν Ἰούδαν, τὸν Κύριον, οἱ Ἰουδαῖοι συνέλαβον· Ἰωάννης δὲ οὐ τοῦτο· ἐρωτῆσαι δὲ αὐτούς, Τίνα ζητεῖτε; καὶ ὑπτίους ῥίψαι, καὶ τὰ ἑξῆς συνεγράψατο;

Λύσις. Ἦλθε μὲν ἐπὶ τὸν Κύριον μετὰ πλήθους ῥόπαλα καὶ μαχαίρας ἐπιφερομένου ὁ Ἰούδας, καθὼς πάντες συμφώνως ἐξέθεντο. Ἐντεῦθεν λοιπὸν διαφόρων πραχθέντων, μερίζονται τὴν ἐπὶ τούτων διήγησιν οἱ εὐαγγελισταί. Ὁ γὰρ Χριστὸς δεῖξαι βουλόμενος ὡς ἑκὼν συλλαμβάνεται, ἀορασίαν, ἤγουν ἀποπληξίαν αὐτοῖς ἐπέβαλεν· καὶ ῥίψας ὑπτίους, καὶ εἰπὼν ὅτι, Ἐγώ εἰμι ὃν ζητεῖτε, θορυβουμένων αὐτῶν, ἔτι καὶ τοῦ Ἰούδα τῷ φιλήματι τοῦτον καταμηνύσαντος, παρ’ αὐτῶν συλλαμβάνεται.

Ἀπορία. Πῶς Ἰωάννης τὸν Πέτρον φησίν, τὸ οὖς τοῦ οἰκέτου τοῦ ἀρχιερέως ἀφελέσθαι· οἱ δὲ λοιποὶ ἁπλῶς ἔνα τῶν περὶ Χριστὸν εἰρήκασιν;

Λύσις. Ἰωάννης μὲν ἅτε θαῤῥῶν τῇ τοῦ Πέτρου ἀγάπῃ, ὡς οὐκ ἀγανακτήσαντος τῇ τῆς ἀληθείας ἐπαγγελίᾳ, τὴν ἀκρίβειαν ἐξέθετο. Τῷ ὄντι γὰρ τῆς τοῦ Πέτρου θερμότητος ἦν τὸ πραχθέν. Εἰκὸς δὲ τοὺς λοιπούς, αἰδοῖ τοῦ Πέτρου ἁπλουστέρως τὸ γεγονὸς διηγήσασθαι.

Ἀπορία. Τίνα λόγον εἶχεν ἐπιτιμᾶσθαι παρὰ τοῦ Κυρίου τὸν τῇ μαχαίρᾳ χρησάμενον· αὐτοῦ τοῦ Χριστοῦ, καθὼς ἱστορεῖ Λουκᾶς, ἀγοράσαι μαχαίρας προστάξαντος, ἀκούσαντος τότε πυνθανομένων εἰ δέοι ταύταις χρήσασθαι;

Λύσις. Μαχαίρας ἀγοράσαι ὁ Κύριος τοῖς μαθηταῖς προσέταξεν, οὐχ ὥστε ταύταις εἰς ἄμυναν χρήσασθαι, ἀλλὰ τὸ πάθος διὰ τούτων πιστούμενος, ἅμα δὲ καὶ προφητείαν πληρῶν, ὅτι, Μετὰ ἀνόμων κατελογίσθη. Τὸ γὰρ ἐν νυκτὶ βαλάντιά τε καὶ μαχαίρας μεταχειρίζεσθαι, λῃστρικὸν ἂν εἴη σχῆμα. Οὐ μέντοι γέγραπται πυθομένοις τοῖς μαθηταῖς ἐπιτρέψας ὁ Κύριος, ὥστε ταῖς μαχαίραις χρήσασθαι. Ἅμα γὰρ τὸ ἐρωτῆσαι, εὐθὺς ὁ Πέτρος τοῦ δούλου τὸ ὠτίον ἐξέτεμεν, μὴ ἀναμείνας τὴν ἀνταπόκρισιν. Εἰ δὲ Ματθαῖος μέν φησιν εἰρηκέναι τὸν Κύριον· Ἀπόστρεψον τὴν μάχαιράν σου εἰς τὸν τόπον αὐτῆς, καὶ τὰ ἑξῆς· ἕτερος δὲ ὅτι· Ἐάσατε ἕως τούτου ἀμφότερα τὸ αὐτὸ δηλοῦσιν, ὡς οὐκ ἀποδεξαμένου τοῦ Κυρίου τὸ γεγονός.

Ἀπορία. Πῶς Ἰωάννης εἰς τὴν αὐλὴν τοῦ Ἄννα, Ματθαῖος δὲ εἰς τὴν αὐλὴν τοῦ Καϊάφα παραλαβεῖν τὸν Ἰησοῦν τοὺς συλλαβόντας ἔγραψαν;

Λύσις. Πενθεροῦ ὄντος τοῦ Ἄννα τοῦ Καϊάφα, εἰκὸς ἀμφοτέρους μίαν ἔχειν οἴκησιν. Ἐπειδὴ δὲ καὶ μίαν οἰκίαν πολλὰς ἔχειν συμβαίνει διαίτας, ἀνακρίνας ὁ Ἄννας τὸν Κύριον, πρὸς Καϊάφαν ἱστόρηται τοῦτον δεδεμένον ἀποστεῖλαι, ἐν ἑτέρᾳ διαίτῃ τυγχάνοντα.

Ἀπορία. Διατί μόνος μὲν ὁ Μάρκος δύο παιδίσκας ἐπιθέσθαι τῷ Πέτρῳ· Ματθαῖος δὲ μίαν μέν, ἀλλ’ αὐτὴν δίς· εἶτα πάλιν ἑκάτερος ἄνδρα ἕνα κατὰ τὸν καιρὸν τῆς ἀρνήσεως, λέγουσι· Λουκᾶς δὲ οὐχ οὕτως, ἀλλὰ παιδίσκην μὲν μίαν, ἀῤῥένων δὲ δύο πρόσωπα τίθησιν·

Λύσις. Ἐν μὲν τῇ αὐλῇ ἔσω γυναῖκα εἶναι τὸν Πέτρον εἰς τὴν ἄρνησιν ἐρεθίσασαν, ὁμοφώνως ἄπαντες ἐξέθεντο· ἐξελθόντι δὲ αὐτῷ ἔξω πρὸς τῷ πυλῶνι πλῆθος ἐπιθέσθαι ὁ Ἰωάννης ἱστόρησεν, εἰρηκώς· Εἶπον αὐτῷ, οἱ σὺν αὐτῷ ἑστῶτες ἐπὶ τῆς ἀνθρακίας καὶ θερμαινόμενοι·

Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν αὐτοῦ εἶ; ἐν οἷς εἶναι δῆλον καὶ τὴν παιδίσκην τὴν δευτέραν, τὴν τῷ Μάρκῳ εἰρημένην, καὶ τὰ δύο πρόσωπα τῶν ἀνδρῶν τῶν τῷ Λουκᾷ ἱστορηθέντων.

Ἀπορία. Διατί τῶν ἄλλων ἱστορησάντων προειπεῖν τῷ Πέτρῳ τὸν Κύριον, ἀρνήσεσθαι αὐτὸν πρὶν φωνῆσαι τὸν ἀλέκτορα, Μάρκος φησί, πρὶν φωνῆσαι δὶς αὐτὸν ἀπαρνεῖσθαι;

Λύσις. Πᾶσι δῆλον ὅτι οὐχ ἅπαξ, ἀλλὰ καὶ δὶς ὁ ἀλέκτωρ ἐπὶ τὸ αὐτὸ φωνεῖν εἴωθεν. Ὁ μὲν οὖν ἁπλουστέρως, ὁ δὲ ἀκριβεστέρως ἐξέθετο. Μάρκος μὲν γὰρ εἶπε· Πρὶν ἀλέκτορα φωνῆσαι δίς· οἱ δὲ ἄλλοι ἀδιορίστως· Πρὶν ἀλέκτορα φωνῆσαι. Εἰ τοίνυν τῶν ἄλλων εἰρηκότων ἦν. Εἰ δὲ τοῦ Μάρκου τὸ δὶς εἰρηκότος, οἱ ἄλλοι χωρὶς ἀριθμοῦ γράφουσιν, οὐδεμία ἐν τούτοις ἀντιλογία. Ἔξεστι γὰρ νοεῖν τὸ πρὶν φωνῆσαι πολλάκις. Φωνῶν γὰρ ἅπαξ, καὶ πολλάκις φωνεῖ. Ἡ δὲ δευτέρα φωνὴ τοῦ ἀλέκτορος εἰς ὑπόμνησιν τῆς προῤῥήσεως τοῦ Κυρίου ἦγε τὸν Πέτρον.