Ἔργον
Ἡσύχιος ὁ Πρεσβύτερος – Εὐαγγελικὴ συμφωνία
Οι εμφανίσεις του Αναστάντος και η Ανάληψη
Ερμηνεία των εμφανίσεων του Χριστού στους μαθητές και στους πορευομένους προς Εμμαούς, καθώς και διευκρινίσεις για τον χρόνο και τον τόπο της Ανάληψης.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Οι εμφανίσεις του Αναστάντος και η Ανάληψη
Ερμηνεία των εμφανίσεων του Χριστού στους μαθητές και στους πορευομένους προς Εμμαούς, καθώς και διευκρινίσεις για τον χρόνο και τον τόπο της Ανάληψης.
Ἀπορία. Τίνος χάριν τοῖς μαθηταῖς εἰς τὴν Γαλιλαίαν δραμεῖν, διὰ τῶν γυναικῶν ἐντειλάμενος, ὡς ἐκεῖσε αὐτοῖς ἐμφανισθησόμενος, ἐκ Σιὼν ἐμφανίζεται; Πῶς δὲ καὶ ὁ Λουκᾶς λέγει παρεῖναι τοὺς ἕνδεκα, τοῦ Θωμᾶ ἱστορήσαντος;
Λύσις. Πρῶτον μὲν περιφόβοις οὖσιν τοῖς ἀποστόλοις, καὶ μηδὲ ἐξελθεῖν τῆς Ἱερουσαλὴμ τολμῶσι διὰ τὸν φόβον τῶν Ἰουδαίων, εἰκότως ἔδει ἐν τῇ Σιὼν ἐμφανισθῆναι τὸν Κύριον, καὶ λῦσαι αὐτοῖς τὸν φόβον. καὶ τὴν εἰρήνην παρασχεῖν, καὶ τὴν ἀνάστασιν πιστώσασθαι· τὴν μέντοι τοῦ ζωοποιοῦ βαπτίσματος παράδοσιν, ἅμα τοῖς τελειοτέροις δόγμασιν ἐν τῇ Γαλιλαίᾳ τούτοις ἐγχειρῆσαι, τῆς Ἰουδαϊκῆς θρασύτητος τὸν φόβον ἀποσεισαμένοις· ἅτε ἐν τῇ Γαλιλαίᾳ τὸ μέγα φῶς δείξαντα, τοῖς ἐν σκότει καθημένοις, τὸ σωτήριον δηλαδὴ βάπτισμα· ἐφ’ ᾧ προτρεπόμενος ἔλεγε· Μετανοεῖτε, ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. Τῶν δὲ ἕνδεκα μαθητῶν, τούτου χάριν ὁ Λουκᾶς ἐμνημόνευσεν, ὅτι Ἰούδα ἐκπεσόντος, καὶ Θωμᾶ μὴ παρόντος, Ματθίας πάντως παρῆν, ὃν ἀντὶ τοῦ Ἰούδα ἐκλήρωσαν, ὡς ἐν παντὶ τῷ χρόνῳ μέχρι τῆς ἀναλήψεως τοῦ Χριστοῦ μάρτυρα τῆς ἀναστάσεως αὐτοῦ γενόμενον, καθὼς Λουκᾷ ἱστόρηται.
Ἀπορία. Πῶς Ἰωάννης λέγει, ὅτι ὀψίας οὔσης τῇ μιᾷ τῶν Σαββάτων, ὅλοις ἑαυτὸν τοῖς μαθηταῖς, πλὴν τοῦ Θωμᾶ ὁ Χριστὸς ἐνεφάνισεν· Λουκᾶς δὲ ὅτι Πέτρῳ μόνον, ἡνίκα οἱ περὶ Κλεῶπαν ἐν ἑσπέρᾳ τῆς αὐτῆς ἡμέρας εἰς Ἱερουσαλὴμ ὑπέστρεψαν εἰς τὴν Ἐμμαῶ τὸν Κύριον θεασάμενοι;
Λύσις. Πρῶτον μὲν τὰς γυναῖκας τῷ Πέτρῳ, καὶ τότε τοῖς ἀποστόλοις ὁ Χριστὸς ἐφάνη, καθὼς ἐφάνη, καθὼς Παῦλός φησιν· Ὅτι ὤφθη Κηφᾷ, ἔπειτα τοῖς δώδεκα· οὐ τὸν Θωμᾶν συναριθμῶν, οὐ γὰρ παρῆν, ἀλλὰ Ματθίαν καὶ Ἰοῦστον. Ἔτι τοίνυν τῶν περὶ Κλεῶπαν κατὰ τὴν ὁδὸν τὴν ἀπὸ Ἐμμαοῦς ὄντων, τῷ Πέτρῳ ὁ Χριστὸς ἐμφανίζεται. Ὡς δὲ ἐπανῆλθον ἀπὸ Ἐμμαοῦς, καὶ τοῖς ἀποστόλοις ἀπήγγειλαν, πῶς ἐγνώσθη αὐτοῖς τῇ κλάσει τοῦ ἄρτου· τότε πᾶσιν αὐτοῖς ἐν τῇ Σιὼν ὁ Χριστὸς ἐπεδήμησε, καθὼς Λουκᾶς παραδίδωσιν. Οὐ γὰρ δεῖ θαυμάζειν, εἰ ἐν μιᾷ ἡμέρᾳ ἀπὸ Ἱερουσαλὴμ εἰς Ἐμμαῶ, καὶ ἀπὸ Ἐμμαοῦς εἰς Ἱερουσαλὴμ παρεγένοντο.
Οὔτε γὰρ γέγραπται ὅτι ἑσπέρα ἦν ὅτε τῇ Ἐμμαῶ ἤγγισαν, ἀλλὰ πρὸς ἑσπέραν, ὅτι κέκλικεν ἡ ἡμέρα, ὡς εἶναι τυχὸν ὀγδόην, ἢ ἐνάτην ὥραν. Ἀπὸ γὰρ ἑβδόμης, ὡς πρὸς τὸ ἑσπέριον κλίνει μέρος ὁ ἥλιος. Ἐκτὸς τοίνυν καὶ δρόμῳ τούτους χρήσασθαι ὑπὸ περιχαρείας τὸ θαῦμα ἀπαγγέλλοντας, καὶ φθάσαι μέχρις ὀψίας βαθείας· ὀψίαν γὰρ τὸ μέχρι πολλοῦ τῆς νυκτὸς παρατεινόμενον μέρος ἔθος ἡμῖν καλεῖν· ἐκεῖσέ τε αὐτοῖς ἅμα τοῖς λοιποῖς φανῆναι τὸν Κύριον.
Ἀπορία. Ποῦ τὸν ἰχθὺν ὁ Χριστὸς ἔφαγεν; Εἰ μὲν γὰρ ἐπὶ τῆς Ἰερουσαλήμ, πῶς ἐπὶ τῆς Γαλιλαίας γεγονέναι ὁ Ἰωάννης ἱστόρησεν; Εἰ δὲ ἐπὶ τῆς Γαλιλαίας, πῶς ὁ Λουκᾶς φησιν ἐντείλασθαι τοῖς μαθηταῖς· Ὑμεῖς καθίσατε ἐν τῇ πόλει Ἱερουσαλήμ; Πῶς δὲ ἐκεῖθεν εἰς Βηθανίαν αὐτοὺς ἐξαγαγών, ἀνελήφθη;
Λύσις. Πολλάκις ὡς ἐν ἡμέραις τεσσαράκοντα τοῖς μαθηταῖς συνδειπνήσαντος τοῦ Κυρίου, ἓν μὲν δεῖπνον ὁ Ἰωάννης ἐν τῇ Γαλιλαίᾳ ἱστόρησεν, δύο δὲ Λουκᾶς, πρῶτον τὸν τῆς Ἐμμαούς, καὶ ἕτερον τὸ τῆς Σιών· ἐν ᾧ καὶ τοῦ ὀπτοῦ ἰχθύος ἐμνημόνευσεν· ἀλλ’ οὐκ ἰχθύων οὔτε ἀνθρακιᾶς, οὔτε ἄρτου, καθάπερ ἐν τῷ τῆς Γαλιλαίας ὑπὸ Ἰωάννου ἀναγραφέντι δείπνῳ.
Ἀπορία. Πότε τὸ ἱστορηθὲν δεῖπνον τῷ Λουκᾷ γεγένηται; Εἰ μὲν γὰρ πρὸ πολλοῦ τῆς τεσσαρακοστῆς ἡμέρας, δηλαδὴ τῆς ἀναλήψεως, πῶς εὐθέως ἀναληφθῆναι αὐτὸν ἔγραψεν, εἰρηκὼς ὅτι Ἐξήγαγεν αὐτοὺς ἔξω ἕως εἰς Βηθανίαν, καὶ τὰ ἑξῆς. Καί, Ὅτι ἀνεφέρετο εἰς τοὺς οὐρανούς; Εἰ δὲ τῇ τεσσαρακοστῇ, πῶς τότε ὑπὸ τῶν μαθητῶν ἐψηλαφᾶτο, τῇ πρώτῃ ἡμέρᾳ καὶ τῇ ὀγδόῃ τῆς ἀναστάσεως ἤδη ψηλαφηθείς;
Λύσις. Ὅτι τῇ πρώτῃ ἡμέρᾳ τῆς ἀναστάσεως, τὸ πρὸς αὐτοὺς ἱστορηθὲν τοῦ Λουκᾶ τοῦ ἰχθύος δεῖπνον ὁ Κύριος ἔφαγεν, ἐκ τῶν προγεγραμμένων δῆλον ὅτι. Εἰ δὲ ὁ Λουκᾶς φησιν· Ἐξήγαγεν αὐτοὺς ἕως πρὸς Βηθανίαν, καὶ ὅτι, Ἀνελήφθη· οὐ πάντως ἐκ τούτων δίδωσιν ἡμῖν εὐθέως αὐτὸν ἀνειλῆφθαι. Ἔθος γὰρ τοῖς συγγραφεῦσι συντομίας ἐπιμελομένοις, ἱστορίαν ἱστορίαις συνάπτειν. Καθ’ ἃ καὶ Ματθαίῳ ἀναγέγραπται, μήπω σχεδὸν περαιώσαντι τὴν ἐξ Αἰγύπτου ὑποστροφὴν τοῦ Κυρίου, καὶ τὴν ἐν Γαλιλαίᾳ οἴκησιν, καὶ τὴν Ἰωάννου εἰς τὸν Ἰορδάνην ἔλευσιν, καὶ τὸ τούτου κήρυγμα μετὰ τριάκοντα ἔτη σχεδὸν γεγονός. Καὶ ἄλλα δὲ πολλὰ τοιαῦτα τοῖς βουλομένοις ἔξεστι συναγαγεῖν πρὸς πίστωσιν τῆς εὐαγγελικῆς συμφωνίας· ἵνα παραλείψωμεν, ὅτι ἐν ταῖς ἀποστολικαῖς Πράξεσι τὰ περὶ τῆς Ἀναλήψεως ἀνακεφαλαιούμενος, ἐν τῇ τεσσαρακοστῇ ἡμέρᾳ ταύτην γεγονέναι ἱστόρησεν.
Ἀπορία. Πῶς Λουκᾶς ἐν τοῖς Εὐαγγελίοις ἱστορήσας, εἰς Βηθανίαν τὸν Χριστὸν τοὺς μαθητὰς ἐξαγαγεῖν, ἐκεῖθέν τε ἀναληφθῆναι· ἐν ταῖς Πράξεσί φησι, ἀπὸ τοῦ ὅρους τοῦ καλουμένου Ἐλαιῶν ὑποστρέψαι τοὺς μαθητάς, ὡς ἐκεῖθεν τοῦ Κυρίου ἀναληφθέντος;
Πῶς δὲ ἐν τῷ Εὐαγγελίῳ ἱστορήσας, μετὰ τὴν ἀνάληψιν ἐν τῷ ἱερῷ διατρίβειν τοὺς μαθητάς, ὑμνοῦντας καὶ εὐλογοῦντας τὸν Θεόν· ἐν ταῖς ἀποστολικαῖς Πράξεσιν εἰς ὑπερῷον αὐτοὺς ἀναβεβηκέναι καὶ καταμένειν ἐξέθετο;
Λύσις. Ἕτερόν ἐστιν Εἰς Βηθανίαν, καὶ ἕτερον Πρὸς Βηθανίαν. Τὸ γὰρ Πρὸς Βηθανίαν, δίδωσιν ἡμῖν νοεῖν τὴν ὁδὸν τὴν ἀπάγουσαν ἐκεῖ εἰς τὸ ὅρος τῶν Ἐλαιῶν παράκειται· ὅπερ Λουκᾶς ἐξέθετο, πρὸς Βηθανίαν εἰπών, καὶ τὸ ὁμοροῦν αὐτῇ μέρος τοῦ ὅρους, τούτοις αἰνιξάμενος, ἔνθα τὸν Κύριον ἀναληφθῆναι ἱστόρησεν· χωρογραφήσας τρόπον τινὰ τὸν τόπον.
Τὸ μέντοι δεύτερον ζήτημα, ταύτην ἔχει τὴν λύσιν. Ὑπέστρεψαν μέν, ἀναληφθέντος τοῦ Κυρίου, οἱ ἀπόστολοι εἰς Ἰερουσαλήμ, καθὼς τῷ Εὐαγγελίῳ περιέχεται, καὶ ἦσαν διαπαντὸς ἐν τῷ ἱερῷ τὸν ὡρισμένον δηλαδὴ χρόνον τῆς προσευχῆς, ὃν ἐξῆν ἐν τῷ ἱερῷ διατρίβειν· τὰς δὲ λοιπὰς ὥρας οἴκοι διέτριβον, τουτέστιν ἐν τῷ ὑπερῴῳ τῷ ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων δεδηλωμένῳ· καὶ μὴν ἐν αὐτῷ ἀπαύστως ὑμνοῦντες καὶ εὐλογοῦντες τὸν Κύριον.
Ὅτι αὐτῷ πρέπει ἡ δόξα, ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.