Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Σύντομος ἑρμηνεία

Ἡσύχιος ὁ Πρεσβύτερος

Ερμηνεία εις τους Ψαλμούς 31-40

Ερμηνευτική προσέγγιση των ψαλμών 31 έως 40, περιέχουσα προτροπές για μετάνοια, αναφορές στη θεία πρόνοια, τη συντριβή των δαιμόνων και την προδοσία του Ιούδα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 3 από 16

Συνέσεως τῷ (τοῦ) Δαυίδ Συνετίζει, τουτέστιν διδάσκει ὁ προφήτης τὰ μέλλοντα, καὶ περὶ τοῦ βαπτίσματος καὶ τῶν δι’ αὐτοῦ σωζομένων (τοὺς δι’ αὐτοῦ σωζομένους). Μακάριοι Λέγει τοὺς σωζομένους διὰ τοῦ βαπτίσματος, μακαρίζων αὐτούς. μακάριος ἀνήρ Λέγει τὸν κυριακὸν ἄνθρωπον, ὃν ἀνέλαβεν ὁ Χριστός· αὐτῷ γὰρ [καὶ] μόνῳ ἁμαρτία οὐχ εὑρέθη. οὐδέ ἐστιν Τοῦ Χριστοῦ καὶ θεοῦ. περὶ γὰρ αὐτοῦ γέγραπται· καὶ οὐχ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. ὅτι ἐσίγησα Τοῦ Ἀδάμ· πολλοῖς γὰρ χρόνοις συνεσάπησαν (κατεσάπησαν) τῇ ἁμαρτίᾳ, ἀλλ’ ὁ Χριστὸς ὑπὲρ αὐτοῦ ἀπέθανε καὶ ἀνέστησεν αὐτόν. ἀπὸ τοῦ κράζειν Ὅλην [γὰρ] τὴν ἡμέραν ἐπὶ τοῦ σταυροῦ ἐκτεταμένος ἦν ὁ Χριστὸς (κύριος) διὰ τὸν Ἀδάμ. ὅτι ἡμέρας καὶ νυκτός Νυκτὸς γὰρ παρεδόθη ὁ κύριος, ἡμέρας δὲ ἐσταυρώθη. ἃ γὰρ ὤφειλεν ὁ Ἀδάμ, ὁ Χριστὸς ἀποδίδωσιν. ἐστράφην Ὅταν ἤκουσεν ὁ Ἀδὰμ παρὰ τοῦ θεοῦ· ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι ἡ γῆ. ταύτας δὲ ἐπυρπόλησεν ὁ Χριστός, φορέσας τὸν ἀκάνθινον στέφανον. τὴν ἀνομίαν Ὧδε ὁ προφήτης ἀποδύρεται· λέγει γὰρ ἀνομίαν τὸν φόνον καὶ ἁμαρτίαν τὴν μοιχείαν. οὔτε οὖν ταύτην ἔκρυψεν ἐξομολογησάμενος οὔτε ἐκείνην. εἶπα· ἐξαγορεύσω Εἰπὼν ὁ Δαυίδ· ἡμάρτηκα τῷ κυρίῳ. καὶ σὺ ἀφῆκας Εἰπόντος τοῦ Ναθάν· καὶ κύριος ἀφῆκε (ἀφεῖλεν) τὸ ἁμάρτημά σου.

συντόμως γὰρ ἐξωμολογήσατο, συντομώτερον δὲ ἐδέξατο τὴν ἄφεσιν παρὰ τοῦ συμπαθοῦς.

Διάψαλμα· ἐναλλαγὴ τοῦ λόγου (μεταβολὴ τῆς προφητείας καὶ ἀνοχὴ τοῦ πατρός). ὑπὲρ ταύτης Ὑπὲρ τῆς ἐμοί, φησί, συγχωρηθείσης ἁμαρτίας ἕκαστος τῶν ὁσίων σου εὔχεται. δύο διὰ τούτων σημαίνεται· ἢ ὅτι ὑπόδειγμα πᾶσι μετανοίας ἔσομαι, ἢ προφητικώτερον· διὰ τὸ ἐξ αὐτοῦ τοῦ προσώπου (προφήτου) Δαυὶδ πάντα τὰ ἔθνη ἐξομολογεῖσθαι ὑπὲρ ἁμαρτιῶν (τῆς ἁμαρτίας) αὐτῶν. πλὴν ἐν κατακλυσμῷ Τὸν μετανοοῦντα, φησί, πλῆθος πειρασμῶν οὐκ ἐπικλύσει, ἄλλως τε οὐδ’ ἐν τῇ καταβάσει τοῦ ἀνθρώπου ἐν τῷ βαπτίσματι δύνανται ἔτι προσεγγίσαι αὐτῷ οἱ δαίμονες. ὑδάτων δὲ πολλῶν λέγει τῶν τοῦ βαπτίσματος, ὡς πολλὰ ὄντα καὶ πανταχοῦ ἐπὶ τῆς γῆς. κατακλυσμὸν δὲ αὐτὰ καλεῖ, ὡς κατακλύσαντα τὴν ἁμαρτίαν. σύ μου εἶ καταφυγή Ἐν πολλῇ γὰρ θλίψει καὶ [πολλῇ] στενοχωρίᾳ ὑπῆρχεν ὁ Ἀδάμ, τῇ παραβάσει κρατούμενος καὶ ὑπὸ τῶν δαιμόνων καταπιεζόμενος. λέγει δὲ καὶ τὸν ἐξ ἐθνῶν λαόν· καὶ αὐτὸς γὰρ συνείχετο τῇ πλάνῃ τῶν εἰδώλων, καταβὰς δὲ ἐξ οὐρανοῦ, ὁ Χριστὸς ὃν μὲν ἀνεκαλέσατο, ὃν δὲ ἐπέστρεψεν, ὡς θεὸς συμπαθής. τὸ ἀγαλλίαμά μου Ὁ υἱὸς πρὸς τὸν πατέρα, ὅταν ἐπὶ τοῦ σταυροῦ ἐκύκλωσαν αὐτὸν οἱ Ἰουδαῖοι. ταῦτα δὲ λέγει ὁ Χριστὸς ἐκ προσώπου τοῦ Ἀδάμ· ἐκύκλωσαν γὰρ αὐτὸν [οἱ δαίμονες] λέγοντες· ποῦ ἐστιν ὁ θεός σου;

Διάψαλμα· ἐναλλαγὴ τοῦ λόγου. συνετιῶ Ὁ Χριστὸς πρὸς τὸν ἄνθρωπον, διδάξας αὐτὸν τὰ νόμιμα τῆς χάριτος καὶ τῇ ὁδῷ τοῦ εὐαγγελίου ἐγκαταστήσας (καταστήσας). ἐπιστηριῶ Ἀφ’ οὗ γὰρ ἀνέλαβε τὸν ἄνθρωπον, ἀποθέσθαι αὐτὸν οὐκέτι δύναται, τουτέστιν ἀποστρέψαι τοὺς ὀφθαλμούς μου ἀπ’ αὐτοῦ οὐ δύναμαι, ἡνωμένης ἐν αὐτῷ τῆς θεότητος [οὔσης]. μὴ γίνεσθε Πρὸς Ἰουδαίους φησὶν (ἐστὶν) ὁ λόγος· διὰ τί μαίνεσθε ὡς τὰ κτήνη τὰ μὴ ἔχοντα σύνεσιν; ἐν χαλινῷ καὶ κημῷ Τῶν Ἰουδαίων ὡς κτηνωδῶν· κημὸς γὰρ αὐτῶν ἐγένετο (ἐστιν) ὁ σταυρὸς καὶ χαλινὸς τὸ εὐαγγέλιον, καὶ ἐκ πάντων ἐκημώθησαν ὡς βλάσφημοι τοῦ διαβόλου. πολλαὶ αἱ μάστιγες Ἀφ’ οὗ γὰρ ὁ Χριστὸς ἦλθεν ἐπὶ γῆς, πολλὰς ἐδέξατο μάστιγας· ὅσα γὰρ ἐπενόησε κατὰ τοῦ Χριστοῦ, καθ’ ἑαυτοῦ ἐποίησεν. τὸν δὲ ἐλπίζοντα Τὸν Χριστὸν γὰρ οὐκ ἠδίκησε (ἐνίκησε) πᾶσα ἡ ἐπίνοια τοῦ διαβόλου· τὸ ἔλεος γὰρ καὶ ἡ ἀλήθεια κύκλῳ αὐτοῦ καὶ παντὸς ἀνθρώπου, τοῦ φοβουμένου τὸν κύριον ἐν ἀληθείᾳ. εὐφράνθητε Χριστοῦ (θεοῦ) γὰρ ἀναστάντος ἐκ νεκρῶν πάντες ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει οἱ πιστοὶ [γίνονται]. καὶ καυχᾶσθε Πάντων γὰρ καύχημα τῶν ἁγίων [καὶ τῶν πιστῶν χριστιανῶν] τοῦ Χριστοῦ ἡ ἀνάστασις.

Ψαλμὸς τῷ Δαυίδ Ἀνεπίγραφος παρ’ Ἑβραίοις τῷ Δαυὶδ ἐδόθη ἡ προφητεία τῆς θεολογίας, σημαίνουσα τὰ περὶ [τοῦ Χριστοῦ καὶ] τῶν σωζομένων. Ἀγαλλιᾶσθε Λέγει τὰς ψυχὰς τῶν δικαίων (ἁγίων), ὅσαι συνανέστησαν (συνανέβησαν) τῷ Χριστῷ· αὗται μόναι πρὸς ἀλήθειαν ἠγαλλιάσαντο, ῥυσθεῖσαι τῶν δεσμῶν. τοῖς εὐθέσι Τότε γὰρ τὸν ἔπαινον οἱ εὐθεῖς τῇ καρδίᾳ ἔλαβον παρὰ θεοῦ. ἐξομολογεῖσθε Τουτέστιν ἀπὸ καρδίας ποιεῖσθε τὴν ἐξομολόγησιν· κιθάρα γὰρ τῆς ψυχῆς ἡ καρδία, τίκτουσα τὴν φρόνησιν (ὄσφρησιν), ὡς ἡ κιθάρα τοὺς φθόγγους. ἐν ψαλτηρίῳ Δεκάχορδος οὖν ἔστω ἡ καρδία, τουτέστιν ταῖς δέκα ἐντολαῖς νενευρωμένη, ὅ ἐστι δεκάλογος. λέγονται δὲ καὶ οἱ δέκα δάκτυλοι χορδαί, δι’ ὧν κρατεῖται τὸ ψαλτήριον. ᾄσατε αὐτῷ [Τὸ καινὸν ᾆσμα,] τουτέστιν τὴν νέαν δοξολογίαν, τὴν ἀπὸ Χριστοῦ καταβάσεως ᾀδομένην ὑπὸ τῶν πιστῶν. καλῶς ψάλατε Τουτέστιν μετὰ συνέσεως καὶ φόβου θεοῦ καὶ φωνῆς [φοβουμένης τὸν κύριον]. ὅτι εὐθής Ὁ Χριστὸς ὡς ἀληθὴς λόγος τοῦ πατρός (σωτῆρος). καὶ πάντα τὰ ἔργα Πάντα γὰρ τὰ διὰ τοῦ λόγου καὶ θεοῦ πίστει κρατεῖται, ὡς μεγάλα καὶ ἀνεξιχνίαστα. ἀγαπᾷ Διὰ τοῦτο γὰρ παρεγένετο, ὅπως ἔλεος καὶ κρίσιν παράσχῃ (παράγῃ) τῷ γένει τῶν ἀνθρώπων· κρίσις γάρ ἐστιν ἡ ἀλήθεια. τοῦ ἐλέους Ὁ (ὡς) θεὸς γὰρ ἐπλήρωσε τοῦ ἐλέους αὐτοῦ πᾶσαν τὴν γῆν, πατήσας αὐτήν.

τῷ λόγῳ Διὰ γὰρ τοῦ Χριστοῦ ἐγένετο τὰ σύμπαντα καὶ αἱ δυνάμεις τῶν οὐρανῶν, ὡς ἐν τῷ πατρὶ ὢν (ὄντος) καὶ σὺν τῷ πατρί. καὶ τῷ πνεύματι Εἶπε γὰρ λόγῳ καὶ ἐγενήθησαν. συνάγων Αὐτὸς γὰρ ποιεῖ ἐγκυμονεῖν τὰς νεφέλας ἐκ τῆς θαλάσσης τὰ ὕδατα ὡς ἀσκούς· νόει δὲ τὸ βάπτισμα, πῶς κατὰ πᾶσαν τὴν οἰκουμένην συνίσταται [καθὼς καὶ] τῷ νεύματι τοῦ θεοῦ συνεχόμενα τὰ ὕδατα. τιθεὶς ἐν θησαυροῖς Θησαυροὶ τὸ βάπτισμα, ὡς ἐν αὐτῷ ἀποκείμενα τὰ ἀκατάληπτα μυστήρια (τὸ ἀκατάληπτον μυστήριον)· ἄβυσσος δὲ ὡς ἀμέτρητον (ἀμέτρητα). φοβηθήτω Πᾶν τὸ γήϊνον φρόνημα φοβηθήτω τὸν κύριον, ὡς ἐν αὐτῷ καταργούμενον. ἀπ’ αὐτοῦ δέ Οἱ κατὰ πᾶσαν τὴν οἰκουμένην εὑρισκόμενοι δαίμονες ὑπὸ τοῦ βαπτίσματος διώκονται. διὸ λέγει· σαλευθήτωσαν. ὅτι αὐτὸς εἶπεν Τὰ ὕδατα ἐν ὅλῃ τῇ οἰκουμένῃ (κτίσει). αὐτὸς ἐνετείλατο Τὰ βαπτίσματα καθ’ ὅλης τῆς οἰκουμένης (ὅλην τὴν οἰκουμένην). κύριος διασκεδάζει Τὰς τῶν δαιμόνων ἐνεργείας. ἀθετεῖ Τῶν ἰουδαικῶν λαῶν καὶ ἀρχόντων ὡς κακὰ (κακῶς) βουλευσαμένων. ἡ δὲ βουλή Ἃ γὰρ ἐβουλεύσατο ὁ Χριστός, ἔπραξε τὴν σωτηρίαν τοῦ ἀνθρώπου καὶ μένει εἰς τὸν αἰῶνα. λογισμοί Πάλαι γὰρ καὶ πρόπαλαι ἐβουλεύσατο τὸ μυστήριον τοῦτο πρᾶξαι. μακάριον τὸ ἔθνος Ὁ λαὸς ὁ πιστός, ὁ ἐξ ἐθνῶν, πιστεύσας.

λαὸς ὃν ἐξελέξατο Ὡσαύτως ὁ ἐξ ἐθνῶν [πιστεύσας λαός]· αὐτὸν γὰρ ἐξελέξατο πλανώμενον, περὶ οὗ λέγει λαὸν περιούσιον. ἐξ οὐρανοῦ Ἐπέβλεψε γὰρ καὶ σπλαγχνισθεὶς ἐπὶ τὸν ἄνθρωπον παρεγένετο ἐξ οὐρανοῦ. εἶδεν πάντας Ὡς θεὸς πάντας ἐπεσκέψατο. ἐξ ἑτοίμου Ἐκ τῶν κόλπων τῶν πατρῴων. ἐπέβλεψεν Πάντας [γὰρ] ἀνθρώπους πρὸς ἀριθμὸν ἐπίσταται ὁ (ὡς) θεός. ὁ πλάσας Ἑνὶ ἑκάστῳ καρδίαν μίαν καταπιστεύσας. ὁ συνιείς Ὡς θεὸς γὰρ πάντων τὰς ἐνθυμήσεις ἐπίσταται καὶ τὰ ἔργα ὁρᾷ. οὐ σώζεται Ὁ διάβολος· ἐδόκει γὰρ βασιλεύειν τῆς ἀνθρωπότητος, ἐπαγγελλόμενος δύναμιν πᾶσιν· οὔτε δὲ ἑαυτὸν ἔσωσε, οὔτε τοὺς πιστεύσαντας αὐτῷ. καὶ γίγας Ὁ αὐτός· ἔλεγε γάρ, ὅτι ὑπεράνω τῶν ἄστρων θήσω τὸν θρόνον μου, πέπτωκε δέ. τοῦτο δὲ καὶ ἐπὶ τοῦ Γολιὰθ ἐπληρώθη. ψευδὴς ἵππος Τὸν διάβολον λέγει, ὡς ἱππεύοντα κατὰ πᾶσαν τὴν οἰκουμένην καὶ κατὰ πάντων χρεμετίζοντα· ἐψεύσατο γὰρ πάντας τοὺς πιστεύοντας αὐτῷ. ἐν δὲ πλήθει Πολλὴ γὰρ αὐτοῦ ἡ δυναστεία, ἀλλὰ ματαία. ἰδοὺ οἱ ὀφθαλμοί Ἐπὶ τοὺς δικαίους πάντας, τοὺς πιστεύσαντας εἰς αὐτὸν καὶ φοβουμένους αὐτόν. τοὺς ἐλπίζοντας Δίκαιοι πάντες καὶ μάρτυρες, ὅσοι ἀκριβῶς καὶ ἀληθινῶς ἤλπισαν ἐπ’ αὐτόν. ῥύσασθαι ἐκ θανάτου Τοῦ αἰσθητοῦ θανάτου καὶ νοητοῦ τῆς ἁμαρτίας. καὶ διαθρέψαι Αἰσθητῷ καὶ νοητῷ. ἡ ψυχὴ ἡμῶν Τῶν μαρτύρων καὶ [πάντων] ὅσοι διὰ Χριστὸν θλίβονται.

ὅτι βοηθός Δῆλον ὁ Χριστὸς τῶν δικαίων. ὅτι ἐν αὐτῷ Ὡς τὸν μισθὸν ἄξιον [τοῦ κόπου] λαμβάνοντες οἱ δίκαιοι. καὶ ἐν τῷ ὀνόματι Οἱ ἅγιοι ὡς τῇ ἐλπίδι σωθέντες. γένοιτο τὸ ἔλεος Οἱ δίκαιοι μετὰ παρρησίας τὸν μισθὸν ἀπαιτοῦντες τοῦ κόπου τῆς ζωῆς.

Ψαλμὸς τῷ Δαυίδ, ὅποτε ἠλλοίωσεν .... Σημαίνει ὁ Δαυὶδ τοὺς μέλλοντας σώζεσθαι, ὡς αὐτὸς δι’ ἐπινοίας σωθείς. οὗτος γὰρ ὁ ψαλμὸς ὅλος διδασκαλίας πεπλήρωται καὶ προτροπῆς τοῖς εἰς θεοσέβειαν ἀγωνιζομένοις, καὶ περὶ τοῦ βαπτίσματος. εὐλογήσω Οὐ τινὰ καιρόν, ἀλλὰ πάντοτε οἱ κατὰ θεὸν ζῶντες εὐλογοῦντες οὐ παύονται. διὰ παντός Νυκτὸς γὰρ καὶ ἡμέρας οὐ παύονται οἱ δίκαιοι <πιστοὶ> ἀκαταπαύστως τὸν θεὸν ὑμνεῖν (οἱ δίκαιοι οὐ παύονται αἰνοῦντες ἀκαταπαύστως τὸν θεόν). ἐν τῷ κυρίῳ Τὸν ἔπαινον ἀπὸ θεοῦ λαμβάνουσα πᾶσα ἡ ψυχή, καθαρῶς βιοῦσα (βιώσασα). ἀκουσάτωσαν Ὅσοι νηπιάζοντες (νηπιαζούσῃ) τῇ ψυχῇ ἐπολιτεύσαντο, οὗτοι ἀκούσαντες τοῦ θεοῦ λέγοντος· ἐπὶ τίνα (τίνι) ἀναπαύσομαι (ἐπαναπαύσομαι), ἀλλ’ ἢ ἐπὶ τὸν πρᾶον καὶ ἥσυχον (ἡσύχιον), εὐφραίνονται τῇ ἐλπίδι νευρούμενοι. μεγαλύνατε Ὁ προφήτης προτρέπει τοὺς πιστούς. καὶ ὑψώσωμεν Συμφώνως γὰρ οἱ δίκαιοι μεγαλύνουσι, δοξάζοντες τὸ ὄνομα τοῦ θεοῦ ἐπὶ τὸ αὐτό, τουτέστι καθ’ ἑκάστην ἡμέραν. ἐξεζήτησα Ἐκ προσώπου τοῦ ἀνθρώπου ὁ κύριος βοᾷ πρὸς τὸν πατέρα, τύπος γινόμενος τοῖς πιστοῖς. καὶ ἐκ πασῶν Τοὺς μετὰ πίστεως καὶ φόβου θεοῦ ἐπικαλουμένους ῥύεται (ῥύσεται) ἐκ πάσης θλίψεως. προσέλθατε Προτροπὴ τοῦ ἁγίου πνεύματος ἐπὶ τὸ βάπτισμα. καὶ τὰ πρόσωπα Τίς γὰρ ἐπίστευσε τῷ κυρίῳ καὶ κατῃσχύνθη;

ὅσοι γὰρ λάβωσι τὸ βάπτισμα, ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὐ καταισχυνθήσονται. οὗτος ὁ πτωχός Ὁ Χριστὸς ἐπὶ τοῦ σταυροῦ· ἑκουσίως γὰρ ἐπτώχευσε, πλούσιος ὤν. καὶ ὁ κύριος εἰσήκουσεν Ὁ πατὴρ [εἰσήκουσε] τοῦ υἱοῦ εἰπόντος· πάτερ, δόξασόν με. φησὶ γάρ· καὶ ἐδόξασα καὶ πάλιν δοξάσω. καὶ ἐκ πασῶν Ὧν ἐπήγαγον αὐτῷ οἱ Ἰουδαῖοι, ὡς ἐδόκουν· ἐκ πασῶν δὲ ἐλεύθερος ἦν ὡς (ὁ) θεός. παρεμβαλεῖ Τότε μὲν ἐπὶ τοῦ Ἰσραὴλ ἐν τοῖς πολέμοις· νῦν δὲ ἐπὶ τοὺς πιστοὺς (μετὰ τῶν πιστῶν) ὁ Χριστός, ὡς μεγάλης βουλῆς ἄγγελος. γεύσασθε [Προτροπὴ (προτρέπει) εἰς θεοσέβειαν]· καὶ περὶ τῆς μεταλήψεως τοῦ σώματος καὶ αἵματος τοῦ Χριστοῦ. μακάριος ἀνήρ Ὅσοι ἐγεύσαντο τῶν θείων μυστηρίων καὶ μένουσιν ἐν αὐτοῖς ἀκλινεῖς. φωβήθητε Οἱ δίκαιοι· αὐτοὶ γὰρ πρὸς ἀλήθειαν φοβοῦνται τὸν κύριον. ὅτι οὐκ ἔστιν Τοῖς γὰρ ζητοῦσι τὸν κύριον (θεόν), οὐχ ὑστερήσει (ὑστερεῖ) αὐτοὺς τῶν ἀγαθῶν ὁ θεός (αὐτῶν τὰ ἀγαθὰ ὁ θεός). πλούσιοι Οἱ Ἰουδαῖοι ἐκπεσόντες πάντων τῶν νομίμων· ἀπαρχῶν, θυσιῶν, προσφορῶν [καὶ τῶν λοιπῶν ἐπτώχευσαν καὶ ἐπείνασαν]. οἱ δὲ ἐκζητοῦντες Οἱ ἐξ ἐθνῶν ἐπιστρέψαντες (πιστεύσαντες)· αὐτοῖς γὰρ ἐδόθη [ὅλος] ὁ πλοῦτος τῆς χάριτος.

Διάψαλμα· μεταφορὰ τῆς προφητείας. δεῦτε, τέκνα Ὁ Χριστὸς φησὶ τοῖς ἀποστόλοις· αὐτοῖς γὰρ ἐνεπίστευσε τὰ ἔνδοξα μυστήρια τοῦ πατρός. τίς ἐστιν ἄνθρωπος Ὁ Χριστὸς ὡς κύριος τῶν φοβερῶν ἡμερῶν ἐκείνων, ἐν αἷς ἀπόκεινται οἱ θησαυροὶ τῆς χάριτος. παῦσον Ὁ Χριστός· αὐτοῦ γὰρ ἡ γλῶσσα ἀμιγὴς κακοῦ καὶ χείλη μὴ λαλοῦντα (λαλήσαντα) δόλον πρὸς ἀλήθειαν. ἔκκλινον Λέγει παντὶ ἀνθρώπῳ, τῷ κατὰ θεὸν ἀγωνιζομένῳ. ζήτησον Τουτέστιν ζήτησον καὶ εὑρὼν μὴ ἀποστῇς, ἀλλ’ ἀκολούθει αὐτῇ· ἔστι γὰρ ὁ Χριστὸς εἰρήνη. ὅτι ὀφθαλμοί Τῶν γὰρ δικαίων πάντων οὐ χωρίζεται ὁ θεός, ἀλλ’ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐστηριγμένοι τυγχάνουσι (ἐστήρικται) ἐπ’ αὐτούς, [καὶ τὰ ὦτα αὐτοῦ κέκλιται πρὸς αὐτούς]. πρόσωπον Ἐπὶ τοὺς δαίμονας· αὐτοὶ γὰρ τὴν οἰκουμένην κακῶν ἐπλήρωσαν, καὶ ἐπὶ πάντας τοὺς ζητοῦντας αὐτούς. τοῦ ἐξολεθρεῦσαι Οὔτε γὰρ ἔτι ἐπὶ γῆς ἐξουσιάζουσιν, ἐν τῷ ἀέρι δὲ πέτονται μόνον. ἐκέκραξαν Οἱ γὰρ ἀληθῶς δίκαιοι διὰ παντὸς κεκράγασι πρὸς τὸν θεόν. καὶ ἐκ πασῶν Οὔτε γὰρ δίχα θλίψεως οἱ ἅγιοι (δίκαιοι) ἐπολιτεύσαντο (διὰ θλίψεως γὰρ οἱ ἅγιοι ἐπολιτεύσαντο) ἐπὶ τῆς γῆς, ἐκ πασῶν δὲ ἐρρύσθησαν. ἐγγὺς κύριος Ἐκείνους λέγει, περὶ ὧν ὁ Χριστὸς φησί· μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.

πολλαὶ αἱ θλίψεις Περὶ γὰρ αὐτῶν εἴρηται· ἐπ’ ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ἐν ταῖς ὀπαῖς τῆς γῆς ὑστερούμενοι, <θλιβόμενοι>, κακουχούμενοι. καὶ ἐκ πασῶν Λέγει δὲ καὶ τοὺς μάρτυρας· οὗτοι γὰρ πᾶσαν θλῖψιν ἀπέθεντο, στεφανωθέντες ὑπὸ θεοῦ. κύριος φυλάσσει Δῆλον ὡς ὑπὸ θεοῦ φυλαττόμενοι. θάνατος Τῶν Ἰουδαίων· δῆλον ὅτι τῷ θανάτῳ τῆς ἀπιστίας ἀπέθανον, οὗ οὐδὲν πονηρότερον. καὶ οἱ μισοῦντες Μισήσαντες (μισοῦντες) τὸν [ὄντως] δίκαιον καὶ δικαιοῦντες τὸν ἀσεβῆ· εἰσὶν δὲ οἱ Ἰουδαίων παῖδες. λυτρώσεται Ἐκ τοῦ θανάτου τῆς ἀπιστίας. καὶ οὐ μὴ πλημμελήσουσιν Οὐ μὴ περιπέσωσι, τουτέστιν τῇ δυσσεβείᾳ τῆς ἀπιστίας, ὅ ἐστι πλημμέλεια μεγάλη.

Ψαλμὸς τῷ Δαυίδ Τουτέστιν τῷ Χριστῷ· εἰς αὐτὸν γὰρ καὶ περὶ αὐτοῦ ὅλος ὁ ψαλμὸς κεῖται καὶ περὶ τοῦ πάθους [αὐτοῦ]. Δίκασον, κύριε Εὐεργετούμενοι [γὰρ] οἱ Ἰουδαῖοι ὑπὸ τοῦ Χριστοῦ εἰς ἀδικίαν ἐτράπησαν, πόλεμον κατὰ τοῦ κυρίου κινήσαντες, καθάπερ καὶ οἱ δαίμονες τῷ Ἀδάμ. διὰ τοῦτο πρὸς τὸν πατέρα βοᾷ. ἐπιλαβοῦ ὅπλου Ὁ Ἀδὰμ φησὶ πρὸς τὸν κύριον· ἐπιλαβοῦ ὅπλου τοῦ σταυροῦ καὶ θυρεοῦ τῆς ἀναστάσεως καὶ βοήθησόν μοι. διὰ τούτων γὰρ ἐπολέμησε τὸν διάβολον καὶ ἔσωσε τὸν ἄνθρωπον. ἔκχεον ῥομφαίαν [Τουτέστιν] φανέρωσον τὴν δύναμίν σου πᾶσι τοῖς ἐχθροῖς σου· ῥομφαία γὰρ δύναμις ἑρμηνεύεται. φανέρωσον οὖν τὴν δύναμίν σου καὶ χαλίνωσον τούτων τὰς ὁρμάς, ἐκείνων τὰς ἐπιβουλάς· ἑκάτερα γὰρ οἱ δαίμονες ποιοῦσι κατὰ τοῦ ἀνθρώπου. εἶπον τῇ ψυχῇ Τοῦτο ἡ θεότης λέγει τῷ κυριακῷ ἀνθρώπῳ, ὃν ἀνέλαβεν οἰκονομικῶς, ὅ ἐστι τῷ (ὁ) Ἀδάμ. αἰσχυνθείησαν Οἱ Ἰουδαίων παῖδες· αὐτοὶ γὰρ ἐμελέτησαν τὸν θάνατον τοῦ σωτῆρος. ἀποστραφείησαν Ἀπεστράφησαν γὰρ εἰς τὰ ὀπίσω κατῃσχυμμένοι (καταισχυνόμενοι) οἱ Ἰουδαῖοι, λογισάμενοι κατὰ τοῦ Χριστοῦ τὰ δεσμὰ καὶ τὸν σταυρόν. γενηθήτωσαν Ὥσπερ γὰρ τὸν χνοῦν σκορπίζει ὁ ἄνεμος ἐπὶ πρόσωπον τῆς γῆς, οὕτως οἱ Ἰουδαῖοι ἐσκορπίσθησαν ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς.

καὶ ἄγγελος Ἄγγελος γὰρ μεγάλης βουλῆς ὁ Χριστός, ἐκθλίβων αὐτοὺς ὁ λόγος, ὃν ἐλάλησεν ὁ Χριστός, καὶ διώξεται αὐτοὺς σκότος. γενηθήτω Οὐ γὰρ ἔστησαν τὰ διανοήματα αὐτῶν ἐν ταῖς ὁδοῖς αὐτῶν, ἀλλ’ ἐν πάσαις ταῖς ὁδοῖς αὐτῶν ἐγενήθη οὐαὶ οὐαί, ὡς γέγραπται. καὶ ἄγγελος Ὅτε ἔπεσον τὰ κῶλα αὐτῶν ἐν τῇ ἐρήμῳ· ἐδίωκε γὰρ αὐτοὺς ἡ ῥομφαία, ἡ νοητή. ὅτε δωρεάν Λέγει τὸν τάφον, ἐν ᾧ, ὡς ἐνόμιζον, ἔμελλε διαφθείρεσθαι ἡ σὰρξ τοῦ κυρίου. αὐτὸς δὲ οὐ διεφθάρη, ὡς θεότητι κατεχόμενος, αὐτοῖς δὲ ἐγενήθη παγὶς ἰσχυρὰ καὶ διέφθειρεν αὐτούς. μάτην ὠνείδισαν Λέγοντες· εἰ ἦν ὁ ἄνθρωπος οὗτος παρὰ θεοῦ, οὐκ ἂν ἔλυε τὸ σάββατον. μάτην δὲ λέγει, ἐπειδὴ αἰτία ἐν αὐτῷ οὐδεμία. ἐλθέτω Ὁ σταυρός· ἐν αὐτῷ γὰρ συνετρίβησαν, αὐτοὶ δὲ ἠγνόουν, ὅτι καθ’ ἑαυτῶν ἐτεκτόνευσαν τὸν σταυρόν. καὶ ἡ θήρα Ὁ τάφος ὁ δεσποτικός, ἐν ᾧ ἐνόμιζον κρύπτειν ὡς νεκρὸν τὸν σωτῆρα· ἐν αὐτῷ συνελήφθησαν (οὖν ἐλήφθησαν) ὡς ἐν παγίδι. καὶ ἐν τῇ παγίδι Παγὶς γὰρ ἀνδρὶ τὰ ἴδια χείλη· θέλοντες γὰρ παγιδεύειν ἐν δόλῳ (λόγῳ) τὸν κύριον, αὐτοὶ ἐπαγιδεύθησαν (ἀντεπαγιδεύθησαν). ἡ δὲ ψυχή Ἡ τοῦ κυριακοῦ ἀνθρώπου ἐν τῇ θεότητι. τερφθήσεται Ὁ πατὴρ ἐπὶ τῇ σωτηρίᾳ τοῦ υἱοῦ, ἣν ἔπραξεν. πάντα τὰ ὀστᾶ Οἱ πιστοὶ πάντες δοξάζοντες τὸν θεόν, ἐφ’ οἷς ἔπραξε. ὀστᾶ γὰρ θεοῦ ὁ ἄνθρωπος, ὃν ἀνέλαβεν.

ῥυόμενος πτωχόν Τὸν Ἀδὰμ ἐκ χειρὸς στερεωτέρων αὐτοῦ τῶν δαιμόνων. καὶ πτωχόν Ὡσαύτως ἐκ τῶν δαιμόνων (ἀπὸ τῶν δαιμόνων)· αὐτοὶ γὰρ διήρπασαν πάντα τὸν πλοῦτον τοῦ ἀνθρώπου. ἀναστάντες Οἱ Ἰουδαίων παῖδες, ἔλεγον γὰρ πρὸς αὐτόν· κατάβηθι ἐκ (ἀπὸ) τοῦ σταυροῦ καὶ πιστεύσομέν σοι, ὅτι σὺ εἶς ὁ Χριστός. αὐτὸς δὲ καταλιπεῖν τὴν σωτηρίαν οὐκ ἠδύνατο <ἤθελεν>. ἀνταπεδίδοσαν Ἐγὼ γὰρ ἐθεράπευον τοὺς ἀρρώστους αὐτῶν· αὐτοὶ δὲ ἐβλασφήμουν με (βλασφημοῦσιν ἐμέ). καὶ ἀτεκνίαν Σφόδρα γὰρ ἤχθοντο ἐπὶ τοῖς πιστεύουσι καὶ ἔσπευδον ἐμποδίζειν. ἐγὼ δὲ ἐν τῷ Λέγει τὰ ἱμάτια, ἅπερ ἐφόρει ὡς θνητὸς ἄνθρωπος διὰ τὴν σάρκα. καὶ ἐταπείνουν Βεβαιῶν γὰρ τὴν ἐνανθρώπησιν καὶ νηστείας οὐκ ἀπείχετο. καὶ ἡ προσευχή Τουτέστιν εἰ καὶ ηὐχόμην ὡς ἄνθρωπος, ἀλλ’ ἡ εὐχὴ ἐν ἐμοὶ ἦν. θεὸς γὰρ ὤν, ἄλλῳ τινὶ προσεύχεσθαι οὐκ ἠδύνατο. ὡς πλησίον Ὁ Ἰούδας ἦν γὰρ πλησίον, ὡς ἐγγίζων (ἐγγίζειν), ὡς ἀδελφός, ὡς ἀπόστολος· ἐμελέτησε δὲ τὸν θάνατον τοῦ δεσπότου (κυρίου). ὡς πενθῶν Ἐχρῆν γὰρ πάντα ποιεῖν, ὅσα τῇ ἐνανθρωπήσει ἐφίετο, ἵνα μὴ σκιὰ νομισθῇ τὸ μυστήριον. καὶ κατ’ ἐμοῦ Συστροφὰς γὰρ ἐποίουν (ἐποιοῦντο) καὶ συμπόσια, ἡνίκα κατὰ τοῦ Χριστοῦ ἐβουλεύοντο οἱ Ἰουδαῖοι (συνήχθησαν ἐπιβουλεῦσαι αὐτόν). συνήχθησαν Οὔτε γὰρ ἔπασχεν ἡ θεότης μαστιζομένου τοῦ ἀνθρώπου.

διεσχίσθησαν Οἱ μὲν γὰρ αὐτῶν ἤθελον ζῆν πιστεύοντες εἰς αὐτόν, οἱ δὲ ἔκραζον· σταυρωθήτω, καὶ οὐδὲ οὕτως κατενύγησαν. ἐπείρασάν με Ἔτυπτον γὰρ αὐτὸν καὶ ἔλεγον αὐτῷ· προφήτευσον [ἡμῖν, Χριστέ], τίς ἐστιν ὁ παίσας σε. οἱ δὲ ἐνέπτυον αὐτὸν (αὐτῷ), ἐξουδενοῦντες αὐτόν. ἔβρυξαν Ἔτριζον γὰρ τοὺς ὀδόντας κατὰ τοῦ κυρίου οἱ Ἰουδαῖοι, τῷ φθόνῳ καιόμενοι. κύριε, πότε ἐπόψῃ Φωνὴ τοῦ Ἀδὰμ αὕτη (Φωνὴ γὰρ τοῦ Ἀδὰμ πρὸς τὸν θεόν). ἀποκατάστησον Ἀνάγκη γὰρ λοιπὸν ἀποδεῖξαι τὰ μεγαλεῖα τῆς θεότητος καὶ τὴν κακουργίαν αὐτῶν ματαιῶσαι. ἀπὸ λεόντων Ἐκ τῶν δαιμόνων τὴν ψυχὴν τοῦ Ἀδάμ· ἐκ προσώπου γὰρ αὐτοῦ πάντα πράττει ὁ κύριος. ἐξομολογήσομαι Ὁ Ἀδὰμ φησί· τότε ἐξομολογήσομαί σοι ἐν συντελείᾳ. ἡ γὰρ πολλὴ ἐκκλησία τότε ἐστίν. ἐν λαῷ Τότε ἐπὶ τοῦ πλήθους τοῦ ἀμέτρου· ἔστι δὲ νοεῖν (ἔτι δὲ νόει) καὶ τὸν ἐξ ἐθνῶν λαόν, ὡς πολὺν καὶ ἐν ἀληθείᾳ πιστεύσαντα. μὴ ἐπιχαρείησαν Τί γὰρ ἐχόμενον λύπης ὁ Χριστὸς τοῖς Ἰουδαίοις ἐποίησε, ὅτι ἐχθροὶ αὐτῷ ἐγένοντο; ὅθεν ἀδίκως ἐχθρεύοντες (ἐχθραίνοντες) οὐκ ἐχάρησαν, ἐφ’ οἷς ἤλπισαν. ἔστι δὲ καὶ ἡ φωνὴ τοῦ Ἀδάμ. οἱ μισοῦντες Ἔνευον (ἐνένευον) γὰρ ἀλλήλοις, τίς τί κατὰ τοῦ Χριστοῦ λαλήσει, μῖσος ἄδικον καὶ μάταιον ἔχοντες. ὅτι ἐμοὶ μέν Ὡς δόλιοι γὰρ εἰρηνικὰ ἐλάλουν, λέγοντες αὐτῷ· διδάσκαλε, οἴδαμεν, ὅτι ἀληθὴς εἶ καὶ τὴν ὁδὸν τοῦ θεοῦ ἐν ἀληθείᾳ διδάσκεις.

ἔξεστι δοῦναι κῆνσον καίσαρι; οἱ δὲ ἦσαν καὶ δόλου μεστοὶ (ἀνάμεστοι) καὶ ὀργῆς. καὶ ἐπλάτυναν Ἐδόκουν γὰρ τῇ ἀνοίᾳ αὐτῶν νικᾶν καὶ περιχαρεῖς ἐγίνοντο. εἶπαν εὖγε εὖγε Ἐνόμισαν γὰρ κατευθύνειν τὴν ἀνομίαν αὐτῶν, μὴ εἰδότες, ὅτι θεῷ διαλέγονται. εἶδες, κύριε Ὡς προσευχόμενος τῷ πατρὶ ὁ υἱὸς περὶ τοῦ λαοῦ τῶν Ἰουδαίων λέγει· ἴσως ἐπιστραφῶσιν (ἐπιστρέψωσι). ἐξεγέρθητι Ὁ Ἀδὰμ φησὶ μετὰ τὴν ἀνάστασιν πρὸς τὸν κύριον· ποίησόν μοι τὴν ἐκδίκησιν ἐκ τῶν θλιψάντων με. τότε γὰρ τὸ κρῖμα τῶν δαιμόνων ἔκδικον ἐγένετο. ὁ θεός μου Τί γὰρ τῆς δίκης τοῦ θεοῦ ἐνεργέστερον; ἢ τίς μετὰ τοῦ θεοῦ ἱκανὸς δικάζεσθαι; τί δὲ Ἰουδαῖοι ἐν τῇ ἀναστάσει λαλήσουσι; κρῖνόν με Μετὰ γὰρ τὴν ἐκ νεκρῶν ἔγερσιν τοῦ κυρίου ἀνέλαβε τὴν βασιλείαν, τὴν δόξαν, τὴν δύναμιν ὁ ἄνθρωπος, ὃν ἐφόρεσε, καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον ἰδόντες οἱ Ἰουδαῖοι οὐκ ἐχάρησαν. μὴ εἴπαισαν Οὔτε γὰρ [εἰπεῖν] ἔτι τοῦτο οἱ Ἰουδαῖοι ἠδυνήθησαν. μετὰ γὰρ τὴν ἀνάστασιν τοῦ Χριστοῦ αἱ ψυχαὶ αὐτῶν ἐταράχθησαν ἐν ὀδύνῃ. μηδὲ εἴπαισαν Οὔτε γὰρ (ἐν) τῇ αὐτῶν δυνάμει, ὡς ἐδόκουν, ἔπαθεν ὁ κύριος, ἀλλὰ θελήματι ἰδίῳ, ἵνα σώσῃ τὸν ἄνθρωπον. αἰσχυνθείησαν Οἱ Ἰουδαίων παῖδες, ὅσοι ἐχάρησαν ἐπὶ τῷ θανάτῳ τοῦ σωτῆρος. ἐνδυσάσθωσαν Οἱ Ἰουδαῖοι ὡσαύτως λέγοντες· ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι.

ἀγαλλιάσαιντο Οἱ πιστεύσαντες τῷ θεῷ καὶ δεξάμενοι τὸ πάθος καὶ τὴν ἀνάστασιν τοῦ Χριστοῦ, οὗτοι ἀγαλλιώμενοι εὐφραίνονται ἐν αὐτῷ. καὶ εἰπάτωσαν Οἱ γὰρ πιστοὶ πάντοτε μεγαλύνοντες τὸν θεὸν οὐ παύονται. οἱ θέλοντες Οἱ δεξάμενοι ἐν ὅλῃ καρδίᾳ τὴν εἰρήνην τοῦ Χριστοῦ, ἡνίκα εἶπεν· εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν. καὶ ἡ γλῶσσα Ἡ τοῦ προφήτου γλῶσσα, ἥτις τὰ μήπω παρόντα [ὡς παρόντα] ἐμελέτησεν. ὅλην τὴν ἡμέραν Δι’ ὅλου τοῦ αἰῶνος· ἡμέρα γὰρ τοῦ κυρίου ὡς χίλια ἔτη. δι’ αἰώνων οὖν ᾄδεται τὰ μυστήρια τοῦ Χριστοῦ.

Εἰς τὸ τέλος· τῷ δούλῳ κυρίου τῷ Δαυίδ Ὅσα ἐπὶ τέλει ὁ Χριστὸς ποιεῖν ἔμελλε, τοῖς προφήταις προεδηλοῦτο [καθὼς δηλοῖ ἡ ἐπιγραφή]. Φησὶν ὁ παράνομος Περὶ τοῦ Ἰούδα λέγει· ἡνίκα τὴν μεγάλην ἁμαρτίαν ἐποίησεν, ἐνόσει ἐν ἑαυτῷ λογιζόμενος, ποίῳ τρόπῳ παραδώσει τὸν διδάσκαλον. οὐκ ἔστιν φόβος Κατ’ ὀφθαλμοὺς γὰρ αὐτοῦ ἐφ’ ἑκάστης θεωρῶν τὰ σημεῖα τοῦ Χριστοῦ καὶ θεοῦ, οὐδὲ οὕτως ὑπεισῆλθεν αὐτὸν (ἐπεισῆλθεν αὐτῷ) φόβος θεοῦ. ὅτι ἐδόλωσεν Παρεστὼς γὰρ τῷ κυρίῳ (Χριστῷ), εἶχεν ἐν ἑαυτῷ τὸν δόλον, μὴ λογιζόμενος, ὅτι καρδιογνώστῃ παρίσταται (παρίστατο). τοῦ εὑρεῖν Ἠγνόησε γάρ, ὅτι τὴν παράνομον αὐτοῦ γνώμην ἐγίνωσκεν ὁ κύριος, καὶ ὅτι μισητὸς ἦν καὶ βδελυκτός. τὰ ῥήματα Φιλήματι γὰρ τὸν σωτῆρα παρεδίδου, λέγων· χαῖρε ῥαββί, τὸν δόλον κρύπτων, ὡς ἐδόκει. οὐκ ἐβουλήθη Οὔτε γὰρ ἐθέλησε μετανοῆσαι, ἐφ’ οἷς ἔπραξε, τοσοῦτον δοξασθεὶς ὡς ἀπόστολος, ἀλλ’ ἐπέμενεν ἐν τῇ κακίᾳ. ἀνομίαν Ἀεὶ γὰρ ὁ Ἰούδας ἐπὶ τῆς κοίτης, ὡς ἐν ἡσυχίᾳ ὤν, τότε ἐβουλεύετο, ποίῳ τρόπῳ παραδώσει τὸν κύριον. παρέστη Πολλὰς γὰρ διεξόδους τῷ πράγματι ἐδίδου· πᾶσαι δὲ πονηραὶ ἦσαν, ὡς ὑπαγορευθεῖσαι ὑπὸ τοῦ διαβόλου. τῇ δὲ κακίᾳ Οὐ γὰρ ἐλογίσατο κακὸν εἶναι τὸ ἐνθύμημα καὶ μισήσας μετεμελήθη. προσοχθῖσαι (προσώχθισε) γάρ ἐστι τὸ μισῆσαι.

κύριε, ἐν τῷ οὐρανῷ Ἐν τῷ σώματι τῷ δεσποτικῷ, ἐν ᾧ κατῴκησεν ὡς ἐν οὐρανῷ ἡ θεότης, ἢ καὶ αὐτὸ τὸ σῶμα οὐράνιον ἀπετέλεσεν (ἀποτελέσας) αὐτὸ (ἐν αὐτῷ) τὸ ἔλεος τοῦ θεοῦ, ὡς δι’ αὐτοῦ ἐλεήσας τὸ γένος τῶν ἀνθρώπων (τὸ ἔθνος τὸ ἀνθρώπινον). καὶ ἕως τῶν νεφελῶν τουτέστι τῶν ἀποστόλων· νεφέλαι γὰρ πανταχοῦ οἱ ἀπόστολοι παρὰ ταῖς θείαις γραφαῖς νοοῦνται. ἐν αὐτοῖς οὖν ἡ ὄντως ἀλήθεια ἐπολιτεύσατο. καὶ ἡ δικαιοσύνη Ἀμετάβλητος γὰρ καὶ ἀμετακίνητος ἡ δικαιοσύνη τοῦ θεοῦ, ὡς τὰ ὄρη τὰ ἀμετακίνητα· εἰσὶ δὲ οἱ προφῆται, ὧν τὰ ῥήματα ὑπερυψώθησαν καὶ ἐμεγαλύνθησαν. καὶ κρίματά σου Κρίματα θεοῦ ὁ νόμος τῆς χάριτος καὶ οἱ λόγοι τῶν εὐαγγελίων. ἄβυσσος δέ, ὡς ἀνεξιχνίαστον τὸ μυστήριον τῆς οἰκονομίας. ἀνθρώπους Τουτέστιν οὐ μόνον ἄνθρωποι, ἀλλὰ καὶ κτήνη ἠγαλλιάσαντο ἐπὶ τῇ ἐπιδημίᾳ τοῦ Χριστοῦ. ἔστι δὲ τὸ καθ’ ὅλου ἄνθρωποι μὲν οἱ Ἰουδαῖοι, οἱ τὸν νόμον παιδεύοντες, κτήνη δὲ τὰ ἔθνη· ἀμφότεροι δὲ ἐσώθησαν τῇ παρουσίᾳ τοῦ Χριστοῦ. ὡς ἐπλήθυνας Πᾶσιν γὰρ ἤνοιγεν (ἤνοιξεν) τὴν θύραν τῆς μετανοίας, ἵνα πάντας ἐλεήσῃ. οἱ δὲ υἱοί Πάντοτε (πᾶν) τὸ τῶν ἀνθρώπων γένος, ἐν τῇ σκέπῃ τῆς ἐνανθρωπήσεως τοῦ λόγου καὶ θεοῦ ἐλπίζοντες, σώζονται· πτέρυγες γὰρ θεοῦ ἡ σὰρξ ἡ δεσποτική. μεθυσθήσονται Οἱ πιστοὶ ἐν τῇ ἐκκλησίᾳ εὐφρανθήσονται, τῷ δεσποτικῷ αἵματι ἀρδευόμενοι.

καὶ τὸν χειμάρρουν Τὸν χειμάρρουν λέγει τὸν ἀπὸ τῆς δεσποτικῆς πλευρᾶς ῥεύσαντα ῥύμῃ πολλῇ. ὅτι παρὰ σοί Ὡσαύτως τὴν πηγὴν ἐκείνην λέγει, τὴν ἐκ τῆς πλευρᾶς πηγάσασαν ὕδωρ ζωῆς καὶ αἷμα. ἐν τῷ φωτί Ὅταν γὰρ ἐκ τοῦ μνήματος προῆλθε τὸ φῶς τὸ ἀληθινόν, τότε πᾶσα ψυχὴ τῶν πιστῶν ἐφωτίσθη. παράτεινον Τουτέστιν εἰς αἰῶνας αἰώνων τὸ ἔλεός σου παράσχε (παράσχου) τοῖς πιστεύουσιν ἐπὶ σέ. καὶ τὴν δικαιοσύνην Πάντες γάρ, ὅσοι εὐθείᾳ καρδίᾳ ἐλπίζουσιν ἐπὶ κύριον, τούτοις ἡ δικαιοσύνη τοῦ Χριστοῦ ἀνεξάλειπτος πάρεστιν. μὴ ἐλθέτω Ὑπερηφανία γὰρ παρὰ τῷ θεῷ οὐκ αὐλίζεται, ἐπειδὴ ὅλος (ὁ κύριος) ὑπάρχει εἰρήνη. καὶ χείρ Οὐ γὰρ ἴσχυσαν Ἰουδαίων [πόδες καὶ] χεῖρες σαλεῦσαι [ἢ παρασαλεῦσαι] τὴν βουλὴν τοῦ λόγου καὶ θεοῦ. ἐκεῖ ἔπεσον Ἐκεῖ. ποῦ; εἰς τὸν Χριστόν, εἰς ὃν προσκόψαντες οἱ Ἰουδαῖοι ἐλικμήθησαν. ἐξώσθησαν Ἀπώσθησαν γὰρ οἱ Ἰουδαῖοι καὶ Ἕλληνες ἐκ τῆς δόξης τοῦ θεοῦ καὶ δεχθῆναι οὐκέτι δύνανται διὰ τὴν ἀπιστίαν αὐτῶν.

Ψαλμὸς τῷ Δαυίδ Τῷ Χριστῷ· πανταχοῦ γὰρ ἡ γραφὴ τὸν Χριστὸν λέγει. εἰς αὐτὸν οὖν καὶ τοὺς αὐτῷ πιστεύοντας (πιστεύσαντας) ἡ προφητεία τοῦ ψαλμοῦ κεῖται. Μὴ παραζήλου Τῷ πιστῷ ἀνθρώπῳ καὶ κατὰ θεὸν ζῶντι λέγει, ὥστε πονηροὺς ἀνθρώπους μὴ ζηλοῦν. μηδὲ ζήλου Τουτέστι μὴ μιμήσῃ ἐκείνους, οἵτινες εὐθηνοῦντες (εὐθυμοῦντες) τὰ παρὰ τὸν νόμον πράττουσι ἐξ ὑπερηφανίας. ὅτι ὡσεὶ χόρτος Πάντα γὰρ τὰ ἐν τῷ βίῳ ἀβέβαια καὶ ἐν ὀλίγῳ χρόνῳ τὴν ὑπόστασιν ἔχοντα, ὡς δόξα καὶ τιμὴ καὶ πλοῦτος καὶ πάντα, ὅσα δελεάζουσι (δελεάζει) τοὺς ἀνθρώπους τοὺς ἄφρονας. ἔλπισον Πάντων γὰρ τῶν ἐν τῷ κόσμῳ μείζων ἡ ἐλπίς, ἡ εἰς θεόν, καὶ τὸ ποιεῖν μετὰ τοῦ πλησίον χρηστότητα καὶ ἀγάπην. καὶ κατασκήνου Ποίαν γῆν; πάντως περὶ ἧς εἴρηται· πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ κυρίου ἐν γῇ ζώντων. ὑπόμεινον τὸν κύριον. χρὴ οὖν εἰς ἐκείνην τὴν γῆν τῷ νοῒ ἀεὶ ὁρᾶν καὶ τὰ αὐτῇ ἁρμόζοντα ἐργάζεσθαι, ἵνα ποιμανθῶμεν ἐν αὐτῇ, τουτέστι χαρῶμεν. κατατρύφησον Τῷ πιστῷ ἀνθρώπῳ καὶ κατὰ θεὸν λέγει. γέγραπται γάρ· αἰτεῖτε καὶ λήψεσθε. ἀποκάλυψον Τουτέστιν μηδὲν πράττε, ὧν κρύβειν (κρύπτειν) ὀφείλεις τὸν θεόν, ᾧ ποτε κρυβῆναι οὐκ ἔστιν, ἀλλὰ πᾶσα ὁδὸς τοῦ πιστοῦ παρρησίαν ἐχέτω. καὶ ἔλπισον Αὐτῷ γὰρ παραχωρεῖν πᾶσαν μέριμναν· οὐ γὰρ ἐγκαταλείψει τοὺς φοβουμένους αὐτόν.

καὶ ἐξοίσει Τουτέστιν ἀγαγεῖ ἐπὶ σὲ ἐν παρρησίᾳ τὴν δικαιοσύνην, ἀποδιδούς σοι τὸν μισθὸν ἐν φωτὶ τῷ ἀληθινῷ. καὶ τὸ κρίμα Ἐν φωτὶ θατέρῳ, μηδ’ ὧδε μηδ’ ἐκεῖ, ἐκλεῖπον, ἀλλὰ πλῆρες. αἰνίττεται δὲ καὶ εἰς τὸν σταυρὸν καὶ εἰς τὸ πάθος τοῦ Χριστοῦ· μεσημβρίας γὰρ ἐπράχθη (πέπρακται). ὑποτάγηθι Αὕτη φωνὴ τοῦ Ἀδάμ (προφήτου), παρακελευομένη τοὺς πιστοὺς καὶ διεγείρουσα πρὸς ζῆλον ἔνθεον, ὥστε θεῷ πείθεσθαι καὶ ὑποτάσσεσθαι καὶ παρακλήσεις αὐτῷ ἀδιαλείπτους (ἀδιαλείπτως) προσφέρειν καὶ αὐτὸν ἔχειν ἐπίκουρον. μὴ παραζήλου Τουτέστιν ὁ πιστὸς ἄνθρωπος μὴ λυπείσθω, ὅταν βλέπῃ τινὰς εὐθηνοῦντας ἐν τῷ κόσμῳ. τὰ παρόντα γὰρ ὄζει φθοράν. ἐν ἀνθρώπῳ Ἐνταῦθα αἰνίττεται τὸν διάβολον καὶ τοὺς αὐτῷ ἀκολουθοῦντας. παῦσαι ἀπὸ ὀργῆς Ἀμφότερα γὰρ ἀπὸ θεοῦ χωρίζουσιν. μὴ παραζήλου Μὴ ἐρεθίζου εἰς πονηρά, λέγει τῷ πιστῷ. ὅτι οἱ πονηρευόμενοι Ἰούδας γάρ, πονηρὰ ἐνθυμηθείς, ἀπέστη καὶ ἐξήρθη τῆς στάσεως τῆς ἀποστολικῆς. οἱ δὲ ὑπομένοντες Τὴν [γῆν] τῆς ἐπαγγελίας, ὅ ἐστιν ὁ παράδεισος, ὡς οἱ ἀπόστολοι καὶ ὅσοι τούτοις ἐπίστευσαν. καὶ ἔτι ὀλίγον Προφητικοῖς ὀφθαλμοῖς ὁρῶν ὁ Δαυὶδ ἔλεγε· μετ’ οὐ πολὺ ἔρχεται ὁ Χριστὸς καὶ ἀφανίζεται ὁ διάβολος καὶ οὐκέτι οὐ μὴ ὑπάρξῃ. καὶ ζητήσεις Ἀφανὴς γὰρ ἐγένετο καὶ οὐκ ἔστιν οὐκέτι αὐτῷ τόπος ἐν ἀνθρώπῳ Χριστοῦ ἐπιδημήσαντος.

οἱ δὲ πρᾳεῖς Οἱ ἀπόστολοι, πρὸς οὓς ὁ λόγος· γίνεσθε φρόνιμοι, ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι, ὡς αἱ περιστεραί, καὶ ὅσοι τούτοις ἐξηκολούθησαν, κληρονομοῦσι τὸν παράδεισον· αὕτη γάρ ἐστιν ἡ γῆ τῆς ἐπαγγελίας. καὶ κατατρυφήσουσιν Ἐκεῖ γάρ ἐστιν ἡ εἰρήνη καὶ ἡ τρυφὴ τῶν δικαίων. παρατηρήσεται Ὁ διάβολος τὸν Χριστόν· παρετήρει γὰρ αὐτόν, νομίσας αὐτὸν ἄνθρωπον ψιλὸν εἶναι. καὶ βρύξει Ἐζήτει γὰρ αὐτὸν μασήσασθαι καὶ καταπιεῖν, ὡς ἕνα τῶν ἀνθρώπων. ὁ δὲ κύριος Ὁ Χριστός, ἰδὼν αὐτοῦ τὴν ἀσθένειαν, ἐβδελύξατο αὐτὸν καὶ παρέβλεψεν. ὅτι προβλέπει Προέβλεπε γὰρ ὁ Χριστὸς ὡς θεὸς τὴν ἡμέραν τῆς καταστροφῆς τοῦ διαβόλου. ῥομφαίαν Οἱ δαίμονες κατὰ τοῦ Χριστοῦ Ἰουδαίους ὁπλίζοντες. ἐνέτειναν Οἱ Ἰουδαῖοι τὰς ἑαυτῶν γλώσσας χαλάσαντες κατὰ τοῦ Χριστοῦ, ὡς τόξον ἐκτεταμένον (τόξη ἐντεταμένα). τοῦ καταβαλεῖν Τὸν Χριστόν, ὡς δι’ ἡμᾶς πτωχεύσαντα, καὶ ἑκούσιον πενίαν ἑλόμενον. τοῦ σφάξαι Τὸν Χριστόν· αὐτὸς γὰρ μόνος εὐθὴς πρὸς ἀλήθειαν τῇ καρδίᾳ. λέγει δὲ καὶ τοὺς ἀποστόλους. ἡ ῥομφαία Ῥομφαία ἑρμηνεύεται δύναμις· δύναμις δὲ θεοῦ ὁ σταυρός. αὐτῶν δὲ ὁ σταυρός, ὡς αὐτοὶ αὐτὸν τεκτηνάμενοι. δι’ αὐτοῦ δὲ τὰς καρδίας οἱ Ἰουδαῖοι ἐδιχοτομήθησαν. καὶ τὰ τόξα Αἱ γλῶσσαι αὐτῶν συνετρίβησαν, τουτέστιν ἀπετμήθησαν, κινηθεῖσαι κατὰ τοῦ θεοῦ.

κρεῖσσον Ἠγάπα γὰρ τοὺς πιστεύοντας (πιστεύσαντας) ὁ κύριος, εἰ καὶ ὀλίγοι τέως ἦσαν ὑπὲρ τὸ πλῆθος τοῦ λαοῦ τῶν Ἰουδαίων· αὐτὸς γὰρ δίκαιος πρὸς ἀλήθειαν. ὅτι βραχίονες Τῶν Ἰουδαίων ἡ δύναμις· συνετρίβησαν γάρ, κατὰ θεοῦ (τοῦ Χριστοῦ) τὰς χεῖρας ἐπάραντες. ὑποστηρίζει Τοὺς ἀποστόλους, ὡς ἐν πολλῇ δειλίᾳ ποτὲ ὑπάρχοντας· ἐστηρίζοντο δὲ τῇ πίστει. ὡσαύτως δὲ καὶ πάντες οἱ δίκαιοι. γινώσκει Τῶν ἀποστόλων, οἵτινες οὐκ ἔσχον μῶμον ἐν ταῖς ψυχαῖς αὐτῶν. αἱ δὲ ὁδοὶ αὐτῶν σωτηρία ἐγένοντο πάσης πνοῆς· ταῦτα προῄδει ὁ κύριος. καὶ ἡ κληρονομία Εἰς τὸν αἰῶνα γὰρ ἔσται ἡ διδαχὴ αὐτῶν, ὅ ἐστι κληρονομία αἰώνιος. οὐ καταισχυνθήσονται Ἐν καιρῷ, ἐν ᾧ παρίσταντο ἄρχουσι καὶ ἐξουσίαις, μαστιζόμενοι καὶ κακουχούμενοι. τότε δὲ ὑψοῦτο ἡ δόξα αὐτῶν. καὶ ἐν ἡμέραις Ἐν λιμῷ καὶ δίψῃ ὑπομένοντες, ὡς ὁ Παῦλος κράζει· τῇ χάριτι δὲ τότε τρεφόμενοι τοῦ πνεύματος. ὅτι οἱ ἁμαρτωλοί Οἱ δαίμονες· τούτους γὰρ πρὸς ἀλήθειαν ἁμαρτωλοὺς ἡ γραφὴ καλεῖ. οὗτοι δὲ ἐν τῇ ἐπιφανείᾳ τοῦ Χριστοῦ ἀπώλοντο (ἀπολοῦνται). οἱ δὲ ἐχθροί Οἱ ἐχθροὶ τοῦ κυρίου οἱ Ἰουδαῖοι· ὅταν γὰρ ἐνόμισαν διὰ τοῦ ψεύδους περιγενέσθαι (περιγεγενῆσθαι) τοῦ Χριστοῦ καὶ εἰς ὕψος νίκης παραγεγονέναι, τότε ὡς καπνὸς διελύθησαν.

δανίζεται Ὁ διάβολος· λαμβάνει γὰρ τὰ τοῦ Χριστοῦ, δελεάζων τὸν ἄνθρωπον καὶ αἱρῶν τὸν πλοῦτον αὐτοῦ τὸν εἰς θεόν, καὶ οὐκέτι συγχωρεῖ αὐτῷ ἀνανεῦσαι καὶ νῆψαι πρὸς μετάνοιαν. τοῦτο δὲ ποιοῦσιν ὑπερήφανοι καὶ ἀλαζόνες ἄνθρωποι, λαμβάνοντες τὰ ἀλλότρια καὶ μὴ ἀποδίδοντες. ὁ δὲ δίκαιος Ὁ Χριστὸς ὡς οἰκτίρμων· μετὰ τοῦ καὶ τὴν ζωὴν παρέχειν τῷ ἀνθρώπῳ δίδωσι καὶ τὸν μισθὸν τοῖς πιστοῖς. ὅτι οἱ εὐλογοῦντες Οἱ ὑπομένοντες καὶ θεραπεύοντες δι’ εὐχῆς τὸν θεὸν ἀπολαμβάνουσι τὸν παράδεισον. οἱ δὲ καταρώμενοι Οἱ βλασφημοῦντες, ὡς Ἰουδαῖοι καὶ Ἕλληνες καὶ αἱρετικῶν παῖδες· οὗτοι ἐξολοθρεύονται. παρὰ κυρίου Ἀνθρώπου τοῦ Χριστοῦ (κυρίου) ὁ τὸ ἀνθρώπινον ἀξίωμα σώζων καὶ παντὸς δικαίου κατευθύνων τὴν ὁδόν. καὶ τὴν ὁδόν Τοῦ Χριστοῦ ὡς ἀληθινοῦ ἀνθρώπου τὴν ὁδόν, ἣν ἐπὶ γῆς πεποίηται θελήματι τοῦ πατρός. ὅταν πέσῃ Ὁ Πέτρος ἔπεσε μὲν τῇ ἀρνήσει, οὐκ ἐρράγη δὲ τῇ πίστει, ἀλλ’ ἔμεινεν ὑγιής. ὅτι κύριος Ἡνίκα ἐμβλέψας τῷ Πέτρῳ ὁ Χριστὸς (κύριος) ὑπομνήσας ἐνεύρωσεν αὐτόν. νεώτερος ἐγενόμην Καὶ τοῦτο ὁ Χριστός· ἐγώ, φησίν, καὶ ἐπὶ συντελείᾳ <τοῦ αἰῶνος> σεσάρκωμαι, ἐγὼ καὶ πρὸ τῶν αἰώνων ἤμην (εἰμὶ) καὶ οὐκ εἶδον τὸν δίκαιον ἐγκαταλελειμμένον, τουτέστιν οὐ παρεῖδον τὸν Ἀδάμ, ἀλλὰ βαστάσας τοῦτον ἠλέησα.

οὐδὲ τὸ σπέρμα Τουτέστιν οὐκ ἀφῆκα τοὺς ἐκ τοῦ Ἀδὰμ λιμῷ διαφθείρεσθαι, ἀλλὰ τὴν ἐμὴν σάρκα ἔδωκα αὐτοῖς εἰς βρῶσιν. ὅλην τὴν ἡμέραν Ὁ Χριστὸς ὡς θεὸς ἀπὸ τοῦ αἰῶνος καὶ ἐλεεῖ [τὸν ἄνθρωπον] καὶ τρέφει [καὶ προέφη], δανείζων αὐτῷ τὴν παρ’ αὐτοῦ [ζωὴν καὶ] πνοήν. καὶ τὸ σπέρμα Σπέρμα (σπορὰ) θεοῦ οἱ πιστοί, οὗτοι ἐν εὐλογίᾳ εἰσίν. ἔκκλινον Ὁ λόγος πρὸς τὸν πιστὸν ἄνθρωπον. καὶ κατασκήνου Αἰώνιος γὰρ ἡ τῶν μελλόντων ἀγαθῶν ἀπόλαυσις. ὅτι κύριος ἀγαπᾷ Πᾶν τὸ [ἐν] κρίσει καὶ μὴ ἀμελῶς γινόμενον τὸ θέλημα τοῦ θεοῦ πληροφορεῖ. καὶ οὐκ ἐγκαταλείψει Τοὺς ἀποστόλους καὶ ὅσοι τούτοις ἐμαθήτευσαν (τούτους ἐξηκολούθησαν), ὡς γυμνοὶ ἀποστελλόμενοι καὶ μὴ ὑστερούμενοι. εἰς τὸν αἰῶνα Ἀδιάδοχος γὰρ ἡ δόξα αὐτῶν καὶ τέλος οὐκ ἔχουσα. ἄμωμοι Ὅσοι τῷ νόμῳ (τὸ ὄνομα) τοῦ θεοῦ οὐχ ὑπετάγησαν· εἰσὶ δὲ οἱ Ἰουδαῖοι καὶ τὰ τούτων ἔγγονα (ἔκγονα), πανταχοῦ διωκόμενα (διωκόμενοι). δίκαιοι [Τὸν παράδεισον κληρονομοῦσιν οἱ πιστεύσαντες τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν.] καὶ κατασκηνώσουσιν Μετὰ γὰρ τὸ ἀπολαβεῖν τοὺς δικαίους τὴν γῆν τῆς ἐπαγγελίας οὐκέτι ἀφαιρεῖται ἀπ’ αὐτῶν. στόμα δικαίου Τοῦ Χριστοῦ· αὐτοῦ γὰρ τὸ στόμα σοφίας πλῆρες πρὸς ἀλήθειαν. καὶ ἡ γλῶσσα Ὅσα γὰρ διὰ στόματος θεοῦ λαλεῖται (καλεῖται), τροπὴν οὐχ ὑφίσταται, ἀλλ’ εἰς ἔργον τελεῖται.

ὁ νόμος τοῦ θεοῦ Ὅσα γάρ, φησὶν ὁ Χριστός, ἐνετείλατό μοι ὁ πατήρ, δεῖ με ποιῆσαι καὶ πληρῶσαι αὐτά. καὶ οὐχ ὑποσκελισθήσεται Τοῦ Χριστοῦ καὶ παντὸς δικαίου, τοῦ κατὰ θεὸν κατορθοῦντος· ἀκλινεῖς γάρ εἰσιν. κατανοήσει Ὁ διάβολος, τὸν Χριστὸν ὡς ψιλὸν ἄνθρωπον κατανοήσας, ἐζήτησεν αὐτὸν καταπιεῖν. ὁ δὲ κύριος Ἀδύνατον γὰρ τὸν κυριακὸν ἄνθρωπον χωρισθῆναι τῆς θεότητος (ἄνθρωπόν ἐστι κυριευθῆναι ὑπὸ ἁμαρτίας). οὐδὲ μὴ καταδικάσῃ Ὅταν γὰρ μέλλῃ κρίνειν ὁ θεὸς τὸν διάβολον, οὐ δύναται ὁ διάβολος ἀντιδικάζεσθαι τῷ θεῷ. ὑπόμεινον Πρὸς τὸν πιστὸν ἄνθρωπον ὁ λόγος. καὶ ὑψώσει Ὅταν γὰρ ὑψωθῇ ἀπὸ τῆς γῆς ταύτης (αὐτοῦ) ὁ ἄνθρωπος, τότε ἀπολαμβάνει τὴν γῆν τῆς ἐπαγγελίας, ὅ ἐστιν ὁ παράδεισος. ἐν τῷ ἐξολεθρεύεσθαι Λέγει τοὺς δαίμονας ἐν τῷ καιρῷ τῆς συντελείας, ὅτι μέλλουσι κατ’ ὀφθαλμοὺς τῶν δικαίων παραδίδοσθαι τῇ γεέννῃ. εἶδον ἀσεβῆ Λέγει τὸν διάβολον, ὅτι ὑψώθη κατὰ τῆς ἀνθρωπότητος διὰ τῆς εἰδωλολατρείας.

Λίβανος γὰρ πανταχοῦ αἰνίττεται τὰ εἴδωλα. καὶ παρῆλθον Ἐν γὰρ τῷ διαβῆναι τὸν κύριον ἀπὸ τοῦ σταυροῦ εἰς τὸν ᾅδην ὁ διάβολος καὶ ὁ θάνατος ἀφανεῖς ἐγένοντο καὶ οὐχ εὑρέθη ἔτι τόπος αὐτοῖς ἐν τοῖς πιστοῖς· κατηργήθησαν γάρ. φύλασσε ἀκακίαν Ἐν τούτοις γὰρ οἱ πιστοὶ ὀχυροῦνται. ὅτι ἐστίν Τῷ γὰρ Χριστῷ ἐγκατελείφθη ὁ ἄνθρωπος, σωθεὶς ὑπ’ αὐτοῦ· υἱὸν γὰρ ἀνθρώπου ἑαυτὸν προσηγόρευσεν. οἱ δὲ παράνομοι Οἱ δαίμονες ὑπὸ τοῦ Χριστοῦ καὶ οἱ ποιοῦντες τὰ ἄτοπα ἐπὶ τὸ αὐτὸ ἐπὶ (ἐν) τῇ ἁμαρτίᾳ αὐτῶν. τὰ ἐγκαταλείμματα Τὰ τέκνα τῶν Ἑλλήνων καὶ Ἰουδαίων καὶ αἱρετικῶν καὶ βλασφήμων· οὗτοι ἀπολοῦνται τότε καὶ εἰς οὐδὲν λογισθήσονται. σωτηρία Τῶν καλῶς βιωσάντων ἐν τῇ πίστει τοῦ Χριστοῦ, μάλιστα οἱ μάρτυρες (μαρτύρων), ὡς ὑπὲρ Χριστοῦ παθόντες. καὶ ὑπερασπιστής Ἀποστόλων καὶ μαρτύρων (ἀπόστολοι καὶ μάρτυρες) καὶ ὅσοι ὑπὲρ Χριστοῦ ἐκακοπάθησαν. καὶ βοηθήσει Μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν ἀποδιδοὺς αὐτοῖς τὸν μισθὸν ἐν δόξῃ πολλῇ. καὶ ἐξελεῖται ἐκ τῶν δαιμόνων καὶ τῶν πονηρῶν ἀνθρώπων τοὺς δικαίους, ὅσοι ὑπὲρ Χριστοῦ ἠγωνίσαντο. καὶ σώσει—ἤλπισαν Τοὺς ἁγίους πάντας, ὅσοι τῇ ἐλπίδι τῶν αἰωνίων ἀγαθῶν ἐθερμάνθησαν.

Ψαλμὸς ᾠδῆς τῷ Δαυὶδ εἰς ἀνάμνησιν περὶ τοῦ σαββάτου Οὗτος ὁ ψαλμὸς προφητεία ἐστὶ περὶ τοῦ Χριστοῦ καὶ ἀνάμνησις περὶ τοῦ σαββάτου ἐκείνου, οὗ ὁ Χριστὸς εἶπεν· εὔχεσθε (εὔχεσθαι), ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος ἢ σαββάτου. χρὴ οὖν, φησίν, ἀεὶ προβλέπειν καὶ ἑτοιμάζεσθαι.

Κύριε, μὴ τῷ θυμῷ Λέγει ὁ ἄνθρωπος, ὅ ἐστιν ὁ Ἀδάμ· ἐκ προσώπου τοῦ Χριστοῦ ὁ προφήτης βοᾷ, ὡς ὁ Χριστὸς ἐκ προσώπου τοῦ Ἀδὰμ πάντα ποιεῖ καὶ πάσχει καὶ προσεύχεται· μὴ ἐλέγξῃς με, φησίν, ἐν τῇ ὀργῇ σου, ἀλλὰ μετὰ φιλανθρωπίας ὡς ἀγαθός. μηδὲ τῇ ὀργῇ Τοῦτο καὶ πᾶς ἄνθρωπος (ἕκαστος τῶν ἀνθρώπων) παρακαλεῖ. ὅτι τὰ βέλη σου Αἱ ἐντολαί σου· ὡς βέλη γὰρ (οὕτως) τοῖς ποστοῖς ἐνιζάνουσιν, πόνον ἀποτελοῦσαι (ἀποτελοῦντα, ἀποτελοῦντες) σωτήριον. καὶ ἐπεστήρισας Τῇ γὰρ ἀοράτῳ (ἀχράντῳ) χειρὶ ἁψάμενος τοῦ Ἀδάμ, ἐστερέωσεν αὐτὸν πρὸς τὸ ἀντέχειν τοῖς δαίμοσιν. καὶ οὐκ ἔστιν Δι’ ἧς παρώργισα τὸν θεὸν παραβάς· παρεχώρησε γὰρ ὁ θεὸς τοῖς δαίμοσι μαστίζειν αὐτὸν πρὸς καιρόν, ἵνα ζητήσῃ τὸν ἀντιλαμβανόμενον. οὐκ ἔστιν εἰρήνη Ἀπὸ γὰρ τοῦ φόβου τῶν δαιμόνων ἔτρεμον καὶ συνεκλονοῦντο τὰ ὀστᾶ τοῦ ἀνθρώπου· πλήρης γὰρ ἦν τῆς ἁμαρτίας. ὅτι αἱ ἀνομίαι Ἐν γὰρ τῷ παραβῆναι τὸν νόμον τῆς ἐντολῆς ὑπὲρ κεφαλῆς τοῦ ἀνθρώπου ὑπερυψώθησαν οἱ δαίμονες. ὡσεὶ φορτίον Ἐπέκειντο γὰρ τῷ ἀνθρώπῳ οἱ δαίμονες, μὴ συγχωροῦντες αὐτὸν ἐπαίρειν, λογιζόμενοι μήπως (μήποτε) ἀνανήψῃ πρὸς ἐπιστροφήν. προσώζεσαν Μεγάλοι γὰρ ἦσαν οἱ μώλωπες τοῦ Ἀδάμ, τῷ χρόνῳ δὲ ἐσάπησαν καὶ δυσώδεις ἐγένοντο. ἀπὸ προσώπου (Ἄφρων γὰρ ἐγένετο,) παρακούσας τοῦ θεοῦ καὶ τῆς γυναικὸς ὑπακούσας.

τούτους δὲ ἀνεδέξατο ὁ Χριστός, διὸ λέγει· καὶ τῷ μώλωπι αὐτοῦ ἡμεῖς πάντες ἰάθημεν. ἐταλαιπώρησα Ὁ Χριστὸς ὡς κακοῦργος παρ’ αὐτοῖς ἐνομίσθη καὶ δεσμὰ ὑπομείνας διὰ τὸν ἄνθρωπον. ὅλην τὴν ἡμέραν Πενθῶν τὴν ἔκπτωσιν τῶν Ἰουδαίων. ὅτι αἱ ψόαι Ψόας λέγει, ὡς διὰ τὴν σάρκα, ἣν ἀνέλαβεν· ἐμπαίγματα δὲ λέγει τὰς μάστιγας. καὶ οὐκ ἔστιν ἴασις Ἀνάγκη γὰρ ἀνασκολοπισθῆναι αὐτήν· διὰ τοῦτο γὰρ καὶ εἰς τοῦτο παρεγενόμην (παραγέγονα), φησὶ ὁ κύριος, ἵνα σώσω τὸν ἄνθρωπον. ἐκακώθην [Παραδοὺς ἐμαυτὸν τοῖς πάθεσι (τῷ πάθει) θελήματι.] ὠρυόμην Ὅταν κράξας ὁ Χριστὸς (ὁ κύριος) ἐπὶ τοῦ σταυροῦ ἀφῆκε τὸ πνεῦμα. καὶ ἐναντίον Θελήματι γὰρ καὶ βουλῇ τοῦ πατρὸς παρεγένετο ἐπὶ τὸ πάθος ὁ υἱός. καὶ ὁ στεναγμός Παρ’ ᾧ (παρ’ οὗ) γὰρ ἀνέλαβον τὸν πολυστένακτον ἄνθρωπον, ἐπ’ αὐτῷ τὸν στεναγμὸν ἐπιγράφω, φησὶν ὁ κύριος. ἡ καρδία Ἡνίκα ἐπὶ τοῦ σταυροῦ καταλιποῦσα ἡ θεότης (ἡ ψυχὴ) τὸν ἄνθρωπον, ἐν τῷ ᾅδῃ κατῆλθεν, ἵνα τὰς ἐκεῖ κρατουμένας ψυχὰς ἐλευθερώσῃ. καὶ τὸ φῶς Ἀνάγκη γὰρ ἄπνουν μεῖναι τὸ σῶμα ἐπὶ τοῦ σταυροῦ ὡς νεκρόν, ἵνα μὴ σκιὰ νομισθῇ. οἱ φίλοι μου Πάντες γὰρ οἱ γνωστοὶ αὐτοῦ [καθὼς γέγραπται] εἰστήκεισαν ἀπὸ μακρόθεν, θεωροῦντες αὐτὸν ἐπὶ τοῦ σταυροῦ καὶ πενθοῦντες. καὶ οἱ ἔγγιστα Οἱ ἀπόστολοι· ἔφυγον γὰρ [πάντες] καταλιπόντες (καταλείψαντες) αὐτὸν ἐπὶ τοῦ σταυροῦ.

καὶ ἐξεβιάσαντο Κατήπειγον γὰρ οἱ Ἰουδαῖοι κράζοντες· ἆρον ἆρον (αἶρε αἶρε), σταύρωσον αὐτόν. καὶ οἱ ζητοῦντες Οἱ γὰρ κακῶς βουλευσάμενοι κατὰ τοῦ Χριστοῦ (κυρίου) ἐβλασφήμουν αὐτὸν λέγοντες· ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, κατάβηθι ἀπὸ τοῦ σταυροῦ. καὶ δολιότητας Δι’ ὅλης τῆς ἡμέρας τὸν δόλον τεκταίνοντες κατὰ τοῦ σωτῆρος οἱ Ἰουδαῖοι. ἐγὼ δέ Ἐξουθένει γὰρ αὐτῶν τὰ ῥήματα, ὅτι ἦσαν μάταια. καὶ ὡσεὶ ἄλαλος Ἐρωτώμενος γὰρ ὑπὸ τοῦ Πιλάτου ἐσιώπα. καὶ ἐγενόμην Οὕτως γὰρ ἐνομίσθη παρὰ Ἰουδαίοις· αὐτὸς δὲ ὡς θεὸς πᾶσαν ἐνθύμησιν αὐτῶν ἤκουσεν (ἐνόει καὶ ἐγίνωσκε). καὶ οὐκ ἔχων Οὔτε γὰρ ἀντέπιπτεν αὐτοῖς οὔτε ἤλεγχε αὐτῶν τὴν ἄνοιαν. ὅτι ἐπὶ σὲ ἔλπισα Ὡς γὰρ ἄνθρωπος βεβαιῶν τὴν σάρκα προσηύχετο. ὅτι εἶπα Τουτέστιν διὰ τοῦτο ἦλθον, ἵνα μὴ ἐπιχαρῶσι τῷ ἀνθρώπῳ οἱ δαίμονες. καὶ ἐν τῷ σαλευθῆναι Ἡνίκα ἀνέβαινεν (ἀνέβαινον) ἐπὶ τοῦ σταυροῦ, φησὶν ὁ Χριστός, οἱ Ἰουδαῖοι ὑπέρογκα ἐβλασφήμουν (ἐλάλουν ῥήματα καὶ ἐβλασφήμουν). ὅτι ἐγώ Ὅτι ἐγὼ μέν, φησὶν ὁ Χριστός, ταῖς μάστιξι παρέδωκα ἐμαυτὸν θελήσας, αὐτοὶ δὲ ἐδόκουν τῇ ἰδίᾳ δυνάμει κατορθοῦν ταῦτα. ὅτι τὴν ἀνομίαν Τουτέστιν ἐγὼ ὑπὲρ τοῦ ἀνθρώπου ἀπολογοῦμαι. καὶ μεριμνήσω Πρόπαλαι γὰρ ἐφρόντιζον διὰ τὸν ἄνθρωπον, ὅτι τῇ ἁμαρτίᾳ ἐπνίγετο καὶ οὐκ ἦν ὁ βοηθῶν.

οἱ δὲ ἐχθροί μου Κατεκράτησαν γὰρ τοῦ ἀνθρώπου οἱ δαίμονες, ὡς ἀεὶ ζῶντες, ὡς ἄσαρκοι. καὶ ἐπληθύνθησαν Ἰουδαίων παῖδες· πολλοὶ γὰρ καὶ πανταχοῦ γῆς πάρεισιν, λαλοῦντες κατὰ τοῦ κυρίου (Χριστοῦ). οἱ ἀνταποδιδόντες Ἀνθ’ ὧν ἐγὼ μὲν τὰς νόσους αὐτῶν ἰώμην, αὐτοὶ δὲ παρέδωκάν με θανάτῳ. ἐνδιέβαλλόν με Ἡνίκα γὰρ ἐλάλει ὁ Χριστὸς τοῖς Ἰουδαίοις ἀλήθειαν, αὐτοὶ δὲ ἔσυραν (διέσυρον, εἵλκυσαν) αὐτόν. μὴ ἐνκαταλίπῃς Οὔτε γὰρ ἔτι χωρισθῆναι ἡ θεότης τοῦ ἀνθρώπου δύναται. πρόσσχες Ὁ ἄνθρωπος πρὸς τὸν θεὸν δεόμενος· κύριε, πρόσσχες μοι, μὴ πάλιν ταπεινώσωσί με οἱ δαίμονες (ἐχθροί μου).

Εἰς τὸ τέλος τῷ (ὑπὲρ τοῦ) Ἰδιθούμ· ᾠδὴ τῷ Δαυίδ Ἰδιθοὺμ ἀπάτη ἑρμηνεύεται. ἐπὶ τέλει οὖν ὁ Χριστὸς διὰ τοῦ σχήματος τοῦ ἀνθρωπίνου ἠπάτησε τὸν διάβολον, δελεάσας αὐτὸν τῇ σαρκώσει (σαρκί). διὰ τοῦτο τὸ πνεῦμα τὴν ᾠδὴν (ὁδὸν) ταύτην προανεφώνησε, σημαῖνον τὰ ἐπ’ ἐσχάτων (ἐσχάτου). εἶπα· φυλάξω Ὁ τέλειος ἄνθρωπος καὶ κατὰ θεὸν ζῶν (σωζόμενος) ἀσφαλίζεται ἀεὶ τὴν γλῶσσαν. γέγραπται γάρ, ὅτι αὕτη ἐστὶν ἡ σπιλοῦσα ὅλον τὸ σῶμα. φυλάσσει οὖν τὰς ὁδοὺς τὰς ἑαυτοῦ ἐν ἀληθείᾳ ὁ τῆς γλώσσης κρατῶν. πάντα γὰρ τὰ κακὰ δι’ αὐτῆς γίνεται. ἐθέμην τῷ στόματι Ἑκουσίως γὰρ ὁ Χριστὸς σιωπᾷ (ἐσιώπα), ἐρωτώμενος παρὰ (ὑπὸ) Πιλάτου. ἐν τῷ συστῆναι Κατεναντίον γὰρ Πιλάτου ἵστατο ὁ δίκαιος κριτὴς τοῦ κόσμου. ἐκωφώθην Ὡς γὰρ ἄνθρωπος ψιλός, οὕτως ἐνομίσθη παρὰ Ἰουδαίοις ὡς κωφός, ὡς ταπεινός, ὡς μὴ ἐξουσιάζων τινός, ἐξουσιαστὴς ὑπάρχων τοῦ αἰῶνος. καὶ τὸ ἄλγημα Ἤλγουν γὰρ πρώην (πρῶτον) ἐπὶ τοῦ Ἀδάμ, πάλιν ἀλγῶ ἐπὶ τοῖς Ἰουδαίοις, [τοιαῦτα] τολμώντων αὐτῶν κατὰ τοῦ ἑαυτῶν δεσπότου. ἐθερμάνθη Τῷ ζήλῳ τῷ ὑπὲρ αὐτῶν ἐξεκαύθη· αὐτοὶ δὲ οὐκ ἔγνωσαν τῇ ἀπιστίᾳ (διὰ ἀπιστίαν). καὶ ἐν τῇ μελέτῃ Τῇ μακροθυμίᾳ γὰρ τοῦ θεοῦ μὴ πεισθέντες· ἐκδέχεται αὐτοὺς τὸ πῦρ τῆς γεέννης. λέγει δὲ καὶ τοὺς μελετῶντας ἐκθύμως (εὐθύμως) τὸν νόμον τοῦ θεοῦ.

ἐλάλησα ἐν γλώσσῃ Ὁ πιστὸς ἄνθρωπος ἐπιζητεῖ διὰ προσευχῆς τὸν θεὸν εἰδέναι τὸ πέρας τῶν ἡμερῶν πρὸς τὸ ἀγωνίζεσθαι πρὸς τὴν ἔξοδον, καθὼς καὶ ὁ Παῦλος· καλὸν τὸ ἀναλῦσαί με καὶ σὺν Χριστῷ εἶναι. καὶ τὸν ἀριθμόν Τοῦτο γὰρ ἕκαστος τῶν δικαίων θέλει γνῶναι διὰ τὸ εἰδέναι, πῶς ἀγωνίζεσθαι δεῖ. ἰδοὺ παλαιάς Ὁ παλαιστὴς μέτρον ἐστὶν ἐλάχιστον γυναικεῖον [ἐν] τοῖς ὑφάσμασι, καὶ φησί· τοιαύτας ἔθου τὰς ἡμέρας μου. λέγει δὲ τὰς τοῦ πάθους ἐπὶ τοῦ σταυροῦ, τὸ γενέσθαι ἡμέραν, εἶτα σκότος, εἶτα πάλιν ἡμέραν. καὶ ἡ ὑπόστασις Πτωχείαν γὰρ ἑκούσιον εἵλατο ὁ Χριστός· τὸ δὲ ἐνώπιον λέγει τὸ θέλημα τοῦ πατρός. πλὴν τὰ σύμπαντα Τουτέστι πᾶς ἄνθρωπος, ὁ μὴ πιστεύσας τῇ παρουσίᾳ τοῦ Χριστοῦ καὶ θεοῦ, ματαίως καὶ εἰς κενὸν τὴν ζωὴν ἔχει.

Διάψαλμα: προτροπὴ τοῦ λόγου εἰς ἕτερον νόημα. μέντοι γε Ὥσπερ γὰρ ἐν ἐσόπτρῳ ὁρᾷ τις τὴν ἑαυτοῦ εἰκόνα, οὕτως ὁ βίος ὁ ἀνθρώπινος σκιᾶς δίκην ἢ καπνοῦ (ὕπνου) ἀφίσταται. πλὴν μάτην Ὅσοι ἐξ ἁρπαγῆς καὶ πλεονεξίας πλουτοῦσιν. θησαυρίζει Ἄδηλος γὰρ ὁ βίος καὶ ἀδήλως τρέχουσιν οἱ τερπόμενοι ἐν αὐτῷ· πτεροῦ γὰρ δίκην ἀφίσταται (ἀφίπταται). καὶ νῦν τίς Οἱ πιστοὶ καὶ ὅσοι ἐν ὑπομονῇ κτῶνται τὰς ἑαυτῶν ψυχάς, ἀκαταπαύστως βοῶσιν οὕτως. καὶ ἡ ὑπόστασις Παρὰ θεοῦ γὰρ ὁρίζονται (πορίζονται) τὴν ζωὴν οἱ πιστοί. ἀπὸ πασῶν Ὁ Χριστὸς ἐκ προσώπου τοῦ ἀνθρώπου βοᾷ πρὸς τὸν πατέρα. ὄνειδος Ὡς ἄφρονες γὰρ οἱ Ἰουδαῖοι ἐπεχείρουν ὀνειδίζειν τὸν Χριστὸν βλασφημοῦντες. ἐκωφώθην Τουτέστιν ὅτι οὕτως ἠθέλησας, ὁ υἱὸς φησὶ πρὸς τὸν πατέρα. ἀπόστησον Ἔστι δὲ τοῦτο, ὅταν ἔλεγε (λέγῃ) ὁ κύριος· πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο. ἔλεγε δὲ βεβαιῶν τὸν ἄνθρωπον. ἀπὸ τῆς ἰσχύος Περὶ τοῦ Ἰούδα ὁ λόγος, ὅτι ἐκ τῆς χειρὸς τοῦ θεοῦ ἀπωσθείς, ἐξέλιπε τῆς μαθητείας. ἐν ἐλεγμοῖς Ἡνίκα βάψας τὸν ψωμὸν (τὸ ψωμίον) ὁ Χριστός, ἐπιδίδωσιν (ἐπέδωκε) τῷ Ἰούδᾳ καὶ ἐγύμνωσεν αὐτοῦ τὴν παράνομον καὶ δυσσεβῆ γνώμην. καὶ ἐξέτηξας Ὡς γὰρ ἡ ἀράχνη ἀνυπόστατός ἐστιν, οὕτως ἡ ψυχὴ τοῦ Ἰούδα καθῃρέθη πάσης δυνάμεως.

πλὴν μάτην Αὐτὸς ὁ Ἰούδας καὶ οἱ σὺν αὐτῷ πάντες (οἱ μετ’ αὐτοῦ)· κρατεῖσθαι γὰρ ὁ ἀκρατὴς (ἀκράτητος) οὐκ ἠδύνατο (οὐ δύναται).

Διάψαλμα: ἐναλλαγὴ τῆς προφητείας περὶ τοῦ ἀνθρώπου. εἰσάκουσον Τὸ πρόσωπον τοῦ Ἀδὰμ ἀναδεξάμενος ὁ Χριστὸς βοᾷ· ἡ γὰρ φωνὴ αὕτη τοῦ Ἀδάμ. ἐνώτισαι Τουτέστι μὴ παρέργως μου (μοι) πρόσσχῃς, ἀλλ’ οἴκτειρον τὰ δάκρυα τῆς μετανοίας μου. ὅτι πάροικος Διὰ γὰρ τὸν ἄνθρωπον ὁ Χριστὸς πάροικος ἐνομίσθη ἐν τῇ γῇ. διὸ λέγει [ὁ Χριστός]· ὁ δὲ υἱὸς οὐκ ἔχει ποῦ κλῖναι τὴν κεφαλήν. καὶ παρεπίδημος Τύπος γὰρ ἦσαν τῆς Χριστοῦ παρουσίας πατριάρχαι καὶ προφῆται, ὡς πάροικοι βιώσαντες ἐπὶ γῆς. ἄνες μοι Πρὸ γὰρ τοῦ θανάτου ἡ μετάνοια δεκτή· ἔτι οὖν ἐν ζωῇ ὢν ὁ ἄνθρωπος, ζητεῖ τὴν παρ’ αὐτοῦ συγχώρησιν.

Εἰς τὸ τέλος· τῷ Δαυὶδ ψαλμός Ὅσα ἐπὶ τέλει περὶ τῆς Χριστοῦ παρουσίας γίνεσθαι ἤμελλεν, προέβλεπον οἱ προφῆται [διὰ τοῦ πνεύματος τοῦ ἁγίου λέγοντες]. Ὑπομένων Ὁ Χριστὸς τὰ τοῦ πάθους, ὅμως δὲ καὶ οἱ ἐν ὑπομονῇ βιώσαντες παρρησιάζονται [ἐν τῇ] δόξῃ. καὶ εἰσήκουσεν Κατακαυχώμενος [γὰρ] ὁ Ἀδὰμ τῶν δαιμόνων ταῦτα ἐβόησεν ἐν τῇ παρουσίᾳ τοῦ Χριστοῦ. καὶ ἀνήγαγεν Ὁ Χριστός, ἐκ τοῦ τάφου ἀναστάς, συνανέστησε τὸν Ἀδὰμ ἐκ τοῦ ᾅδου, τουτέστιν ἐκ τοῦ βοθύνου, οὗ ὤρυξαν αὐτῷ οἱ δαίμονες διὰ τῆς παρακοῆς (διὰ τῆς ἀνομίας τῆς ἐκ τῆς παρακοῆς), ἐλευθερώσας αὐτὸν ἐκ τῆς ἰλύος τοῦ βορβόρου τῆς ἁμαρτίας (ἀνομίας). καὶ ἔστησεν Λέγει τὸν Χριστόν, ὃς ἔστη ἐπὶ τοῦ σταυροῦ ἐν τῇ πέτρᾳ τοῦ Γολγοθᾶ. καὶ κατηύθυνεν Καταστήσας τὸν ἄνθρωπον ἐπὶ τὴν ὁδὸν τῆς ἀληθείας, ὅ ἐστιν ὁ Χριστός, τοῦ μηκέτι ὧδε κἀκεῖσε ῥέμβεσθαι τῇ ἀπάτῃ τοῦ διαβόλου. καὶ ἐνέβαλεν Διδάξας τὸν ἄνθρωπον τὸ νέον ᾆσμα [καινὸν ὕμνον τῷ θεῷ ἡμῶν], τὸ μετὰ τὴν παρουσίαν τῆς χάριτος, τὸ μυστικόν, ὅπερ τοὺς μαθητὰς ἐδίδαξεν ὁ σωτήρ. ὕμνον τῷ θεῷ Τὸν τῶν ἀγγέλων, ὃν ᾄδουσιν· ἅγιος ἅγιος ἅγιος, κύριος Σαβαώθ. ὄψονται πολλοί Βλέποντα γὰρ τὰ ἔθνη καὶ ἀκούοντα τὴν ξένην λατρείαν, φόβῳ συσχεθέντα, ἔσπευσαν πρὸς ἐπιστροφήν, τῇ ἐλπίδι νευρούμενοι. μακάριος ἀνήρ Ἀξιωθέντα γὰρ τῆς πίστεως καὶ τῶν θείων μυστηρίων, μακαρισμὸν ἑαυτοῖς ἔπλεξαν.

καὶ οὐκ ἐνέβλεψεν Νήψαντα γὰρ τὰ ἔθνη μέμφονται τὴν τῶν εἰδώλων ματαίαν μανίαν (τῇ τῶν εἰδώλων ματαίᾳ μανίᾳ), νοήσαντες ψευδῆ εἶναι τὰ παρ’ αὐτοῖς. πολλὰ ἐποίησας Τίς γὰρ δυνατὸς ἐξιχνιάσαι τὴν βουλὴν τοῦ θεοῦ, ἣν περὶ τοῦ ἀνθρώπου ἐβουλεύσατο, ὁ προφήτης ἐκπληττόμενος βοᾷ. καὶ τοῖς διαλογισμοῖς Τίς γὰρ ἔγνω νοῦν κυρίου ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο ἢ τίς ἐξιχνίασε τὸ μυστήριον τῆς οἰκονομίας; ἀπήγγειλα Ὁ Χριστὸς φησίν· ἐλάλησα καὶ ἐδίδαξα ἐπὶ τῆς γῆς τὴν ζωὴν τὴν αἰώνιον· ἐπληθύνθησαν δὲ [ὑπὲρ ἀριθμὸν] οἱ πιστοί, ὡς ἀριθμῷ μὴ ὑποβάλλεσθαι. θυσίαν Τὰς νομικὰς τῶν Ἰουδαίων· ἐβδελύξατο γὰρ αὐτὰς ὁ Χριστὸς ὡς ἀσέμνους καὶ ἀνωφελεῖς. σῶμα δέ Σαρκωθεὶς ὁ κύριος (Χριστὸς) καὶ δώσας τὸ ἑαυτοῦ σῶμα εἰς ἀπόλαυσιν τῷ ἀνθρώπῳ (τῶν ἀνθρώπων). ὁλοκαύτωμα Μετὰ γὰρ τὴν ἄφιξιν τοῦ κυρίου κατηργήθησαν αἱ νομικαὶ θυσίαι, ἑαυτὸν προσενέγκας ὑπὲρ ἡμῶν θυσίαν. τότε εἶπον Ἰδοὺ ἐν κόσμῳ ὁ Χριστὸς [ἥκει] μετὰ σαρκός. ἐν κεφαλίδι Τουτέστιν ἐν πάσῃ βίβλῳ γέγραπται τὰ περὶ τῆς ἐνανθρωπήσεώς μου. τοῦ ποιῆσαι Καθὼς αὐτὸς λέγει· διὰ τοῦτο ἦλθον, ἵνα ποιήσω τὸ θέλημα τοῦ πέμψαντός με πατρός [μου]. καὶ τὸν νόμον Ἐν μέσῳ γὰρ τῆς κοιλίας ἑκάστου ἀνθρώπου ἐνέβαλε τὸν νόμον τῆς χάριτος, τουτέστιν ἐν τῇ ψυχῇ· κοιλία γὰρ ἡ ψυχή. εὐηγγελισάμην Τουτέστι παγκοσμίως ἐδίδαξα περὶ τῆς βασιλείας τῶν οὐρανῶν.

ἰδοὺ τὰ χείλη Τουτέστιν ἕως τέλους καὶ ἕως τοῦ αἰῶνος οὐ σιωπήσω διδάσκων. κύριε, σὺ ἔγνως Ὁ Χριστὸς [φησὶ] πρὸς τὸν πατέρα, ὅτι βουλῇ αὐτοῦ καὶ ἑκουσίᾳ γνώμῃ ἦλθε σῶσαι τὸν ἄνθρωπον. τὴν δικαιοσύνην Οὔτε ἁμαρτωλοῖς οὔτε δικαίοις (οὔτε ἁμαρτωλοὺς οὔτε δικαίους) ἔκρυψα τοῦ ἀναγγεῖλαι τὴν μετάνοιαν. τὴν ἀλήθειάν σου Πᾶσι γὰρ τὸ μυστήριον τῆς ἐμῆς θεότητος ἔδειξα, τοῖς σωζομένοις. οὐκ ἔκρυψα Παντὶ γὰρ τῷ κόσμῳ, καὶ δικαίοις καὶ ἀδίκοις, ἐφανέρωσα τὴν ἀλήθειαν. σὺ δέ, κύριε Φησὶν ὁ υἱὸς πρὸς τὸν πατέρα· [ἐγὼ] ἔδειξα αὐτοῖς, οἰκτείρων τὸν ἄνθρωπον. τὸ ἔλεός σου Οὐδέποτε γὰρ ἐλεῶν ἀργεῖ ὁ θεός. ὅτι περιέσχον Πολλαὶ γὰρ αἱ θλίψεις καὶ τὰ κακά, ἅπερ ἐνενόησεν (ἐπενόησεν) ὁ διάβολος τῷ ἀνθρώπῳ. κατέλαβον Πρὸ Χριστοῦ γὰρ ὁ ἄνθρωπος, ἀφεὶς τὸν φυσικὸν νόμον καὶ προσχωρήσας τοῖς εἰδώλοις, ἐτυφλώθη τῇ διανοίᾳ, καὶ ἀναβλέψαι οὐ συνεχωρεῖτο ὑπὸ τῶν δαιμόνων. ἐπληθύνθησαν Τὰ κακά, ἃ οἱ δαίμονες ἐξεῦρον (ἐξεῦραν) τῷ ἀνθρώπῳ. καὶ ἡ καρδία Ἀπὸ τῆς ἀθυμίας, τῆς περιεσχηκυίας τὸν ἄνθρωπον, οὔτε ἡ καρδία νῆψαι ἰσχύει (ἴσχυεν). εὐδόκησον Τουτέστιν τάχυνον ἐλθεῖν πρὸς ἡμᾶς· τῆς γὰρ σῆς παρουσίας χρῄζει ἡ κτίσις πᾶσα. κύριε Ὁ ἄνθρωπος [λέγει]· μὴ ἀναβάλλου τὴν σωτηρίαν τὴν πρὸς ἡμᾶς, κύριε.

καταισχυνθείησαν Οἱ δαίμονες· αὐτοὶ γὰρ τὴν ψυχὴν τοῦ ἀνθρώπου ἐξαπολέσαι ἐζήτουν (ἐζήτησαν)· κατῃσχύνθησαν δὲ οὗτοι καὶ ἐνετράπησαν ἐν τῇ παρουσίᾳ τοῦ κυρίου, ἰδόντες (εἰδότες) τὸν ἄνθρωπον ἐν θεότητι ἐποχούμενον (ἐπεχόμενον). ἀποστραφείησαν Νῦν περὶ Ἰουδαίων ὁ λόγος καὶ τοῦ Χριστοῦ· ἐν γὰρ τῷ ἀναστῆναι τὸν κύριον ἐκ νεκρῶν ἀπεστράφησαν ἐν αἰσχύνῃ οἱ Ἰουδαῖοι, οἱ θελήσαντες τὸν θάνατον τοῦ κυρίου (Χριστοῦ). κομισάσθωσαν Πολλὴν γὰρ ἐκομίσαντο αἰσχύνην οἱ Ἰουδαῖοι, ὅσοι ἐπὶ τῷ πάθει αὐτοῦ ἔκραζον· οὐά, οὐά. ἀγαλλιάσαιντο Πολλῆς γὰρ χαρᾶς καὶ ἀγαλλιάσεως ἐπλήσθησαν ἐπὶ τῇ ἐγέρσει τοῦ Χριστοῦ (κυρίου), ὅσοι ἐπὶ τοῦ σταυροῦ ἐπένθουν. καὶ εἰπάτωσαν Ἕως γὰρ τοῦ αἰῶνος λοιπὸν οὐ παύονται οἱ πιστοὶ δοξάζοντες καὶ μεγαλύνοντες τὸν κύριον Ἰησοῦν. ἐγὼ δὲ πτωχός Ὁ Χριστός, ὡς ἑκάτερα ἑκουσίως ἀναδεξάμενος (καταδεξάμενος, ἐνεδέξατο), ἵνα φροντίσῃ τοῦ ἀνθρώπου. βοηθός μου Βοηθὸς καὶ σωτὴρ ἐγένετο ὁ Χριστὸς τῷ γένει τῶν ἀνθρώπων, οὐκ ἐν χρόνῳ, ἀλλ’ εἰς τὸν αἰῶνα.

Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυίδ Πάντοτε ὁ προφήτης περὶ τοῦ τέλους προέλεγεν, ὅσα ἔμελλεν ὁ κύριος ἐπιτελεῖν διὰ τὴν σωτηρίαν τοῦ ἀνθρώπου. Μακάριος ὁ συνίων Μακάριοι, φησί, καὶ τρισμακάριοι οἱ νοήσαντες καὶ συνιέντες τὸν Χριστόν, πῶς πλούσιος ὤν, ἑκουσίως ἐπτώχευσε καὶ πενίαν εἵλετο. οἱ γὰρ ἄπιστοι ταῦτα μυκτηρίζουσιν. ἐν ἡμέρᾳ Πάντας τοὺς πιστεύσαντας (πιστεύοντας) τῇ παρουσίᾳ τοῦ κυρίου. οὗτοι ῥυσθήσονται ἀπὸ πάσης πονηρίας (ἐπηρείας) τοῦ διαβόλου. κύριος φυλάξαι αὐτόν Τὸν πιστόν, τὸν κεκολλημένον τῷ σώματι τοῦ Χριστοῦ (κυρίου) ἐν πίστει εἰλικρινεῖ, ἐν τῷ κόσμῳ τούτῳ φυλάσσει ἀσφαλῶς, ὡς ἐν κακοῖς ὄντα τὸν βίον, καὶ τὴν ζωὴν ἀγαθὴν παρέχει· μακαρίζει δὲ τότε ἐν τῇ γῇ τοῦ παραδείσου. καὶ μὴ παραδοῖ Νοητῶν ἐχθρῶν καὶ αἰσθητῶν, τουτέστιν ἀνθρώπων καὶ δαιμόνων. κύριος βοηθήσαι Τῶν τοῦ σώματος παθῶν ἐπὶ τῆς αἰσθητῆς κλίνης λυτροῦνται [εὐχερῶς οἱ πιστοί, τὸ δὲ ὅλον ἐστίν, ὥστε] ἐν τῷ θανάτῳ· κλίνην γὰρ ἀσφαλῆ λέγει τὸν θάνατον. ὅλην τὴν κοίτην Αὐτὸν γὰρ (τὸν ἄνθρωπον) καὶ τὸν τάφον τοῦ ἀνθρώπου μετέβαλεν εἰς ἀφθαρσίαν, κατελθὼν ἐν τῷ ᾅδῃ ὁ κύριος· τὸ γὰρ στρέψαι ἐστὶ τὸ μεταβαλεῖν ἀπὸ τοῦ κακοῦ εἰς τὸ ἀγαθόν. ἐγὼ εἶπα Ταῦτα ὁ Ἀδὰμ πρὸς τὸν θεὸν ἐβόησεν, ὡς τραυμάτων πλήρη τὴν ψυχὴν ἔχων (πλήρης ὢν) διὰ τὴν παράβασιν.

οἱ ἐχθροί μου Καθάπερ οἱ δαίμονες τῷ Ἀδάμ, οὕτω οἱ Ἰουδαῖοι κατὰ τοῦ Χριστοῦ· αὐτοὶ γὰρ ἐχθροὶ τοῦ κυρίου πρὸς ἀλήθειαν, οἱ λέγοντες· δεῦτε, ἀποκτείνωμεν αὐτόν. πότε ἀποθανεῖται Ἔσπευδον γὰρ οἱ Ἰουδαῖοι ἰδεῖν τὸν θάνατον τοῦ κυρίου. καὶ εἰ εἰσεπορεύετο Ὁ Ἰούδας, εἰσερχόμενος πρὸς τοὺς ἄρχοντας τοῦ λαοῦ (ᾅδου) καὶ συμφωνῶν μετ’ αὐτῶν περὶ τοῦ Χριστοῦ· ματαία δὲ ἦν αὐτοῦ ἡ βουλή. ἡ καρδία αὐτοῦ Τοῦ Ἰούδα ἡ καρδία ἐπεσώρευσεν ἑαυτῷ τὴν ἀνομίαν, λογισάμενος τὴν φιλαργυρίαν καὶ τὴν προδοσίαν τοῦ Χριστοῦ. ἐξεπορεύετο Πάλιν ἐξερχόμενος πρὸς τὸν λαόν, τὰ αὐτὰ συνετάσσετο (συνελάλει) καὶ αὐτοῖς. ἐπὶ τὸ αὐτὸ κατ’ ἐμοῦ Ὁ Ἰούδας καὶ οἱ σὺν αὐτῷ καθ’ ἡσυχίαν συνεβουλεύοντο (ἐβουλεύοντο), ποίῳ τρόπῳ πράξουσι τὴν ἀσέβειαν. λόγον παράνομον Οἱ Ἰουδαῖοι λέγοντες· οὗτος ὁ ἄνθρωπος οὐκ ἔστιν ἐκ τοῦ θεοῦ, ἀλλὰ καὶ δαιμονιῶντα ἐκάλουν. μὴ ὁ κοιμώμενος Διαγελᾷ τῶν Ἰουδαίων τὰ σκέμματα (σκώμματα), ὡς οἰόμενοι διὰ τοῦ θανάτου θραύειν αὐτόν, ὡς ἕνα τῶν καθ’ ἡμᾶς. ὁ δὲ φησί· πῶς με νομίζετε θανάτῳ περιβαλεῖν τὴν ζωήν; ὕπνος γάρ ἐστιν ἐμοὶ τὸ πάθος (παθεῖν). καὶ γὰρ ὁ ἄνθρωπος Ὁ Ἰούδας, ᾧ πάντα ἐπίστευον ὡς ἀποστόλῳ, καὶ πάντα ἐθάρρουν, καὶ αὐτὸς εὑρέθη κατ’ ἐμοῦ. ὁ ἐσθίων ἄρτους Ὁ συναυλιζόμενος, φησί, μετ’ ἐμοῦ ἐν τῇ τραπέζῃ, ὡς ἀδελφός, οὗτος τοὺς Ἰουδαίους κατ’ ἐμοῦ ἐπτέρνισεν εἰς κακόν.

σὺ δέ, κύριε Ὁ κυριακὸς ἄνθρωπος πρὸς τὴν θεότητα λέγων· ἀνάστησόν με καὶ σκορπιῶ αὐτοὺς ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς. ἐν τούτῳ ἔγνων Ἐν τῷ ἀναστῆναι καὶ ἀνταποδοῦναι Ἰουδαίοις κατὰ τὰ ἔργα αὐτῶν. ὅτι οὐ μὴ ἐπιχαρῇ Κατῃσχύνθη γὰρ ὁ διάβολος καὶ οὐκ ἐχάρη ἐπὶ τῇ ἀναστάσει τοῦ κυρίου καὶ τῇ σωτηρίᾳ τοῦ ἀνθρώπου. ἐμοῦ δέ Τοῦ Ἀδάμ· ἄκακος γὰρ ὤν, ὑπέπεσε τῇ παραβάσει, ἀνέστη δὲ ὑπὸ τῆς θεότητος. καὶ ἐβεβαίωσας Ἀσφαλισάμενος τῇ χάριτι τὸν ἄνθρωπον, συνεγείρας καὶ συγκαθίσας ἐν τῷ οὐρανῷ (συγκαθίσας τὸν ἄνθρωπον). εὐλογητὸς κύριος Ὁ προφήτης ἐπὶ τοῖς μυηθεῖσι (μηνυθεῖσι) δι’ αὐτοῦ μυστηρίοις εὐχαριστεῖ τῷ θεῷ.

Εἰς τὸ τέλος· εἰς σύνεσιν τοῖς υἱοῖς Κόρε Κόρε φαλάκρωμα ἑρμηνεύεται, ἐπειδὴ Ἰουδαίοις ὁ θεὸς ἠπείλησε καὶ φησίν· ἀντὶ τοῦ κόσμου τῆς κεφαλῆς φαλάκρωμα ἕξεις. ἀφῃρέθη γὰρ αὐτῶν (αὐτῷ) πάντα τὰ ἐπιθυμητά. ἀντὶ τούτου φησίν· εἰ βούλοιτο (βούλοιντο) ἐπιστρέφειν οἱ προφῆται παρακαλοῦσι. διὸ λέγει· εἰς σύνεσιν ὁ ψαλμός.