Ἔργον
Ἡσύχιος ὁ Πρεσβύτερος – Σύντομος ἑρμηνεία
Ερμηνεία εις τους Ψαλμούς 1-18
Χριστολογική και εκκλησιολογική ερμηνεία των πρώτων ψαλμών, με αναφορές στη δημιουργία, την πτώση, την ενανθρώπηση, το πάθος, την κάθοδο στον άδη και την κλήση των εθνών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ερμηνεία εις τους Ψαλμούς 1-18
Χριστολογική και εκκλησιολογική ερμηνεία των πρώτων ψαλμών, με αναφορές στη δημιουργία, την πτώση, την ενανθρώπηση, το πάθος, την κάθοδο στον άδη και την κλήση των εθνών.
Μακάριος Ἡ μὲν προφητεία πληροῦται εἰς τὸν Ἰωσὴφ τὸν Ἀριμαθεῖον, ὅτι (ὅτε) οὐ συμπαρεγένετο (συμπαραγίνεται) τοῖς Ἰουδαίοις, ἡνίκα κατὰ τοῦ Χριστοῦ πονηρὰ ἐβουλεύοντο (ἐβουλεύσαντο). Τὸ δὲ ἴδιον τοῦ λόγου μακαρίζει πάντα ἄνθρωπον, τὸν μὴ συνεδριάζοντα ἢ συνευδοκοῦντα (συμπαραινοῦντα) τοῖς κακὰ βουλευομένοις ἢ ἀτάκτως περιπατοῦσιν. καὶ ἐν ὁδῷ <Ὁδὸν τοῦτον τὸν βίον λέγει, ἐπεὶ καὶ ἡμεῖς εἰς συντέλειαν τοῦ βίου ἐρχόμεθα.> ἀλλ’ ἢ ἐν τῷ νόμῳ Οὔτε γὰρ ἄλλως κατορθοῦται ἀποχὴ κακῶν, εἰ μὴ διὰ μελέτης (τῶν θείων) γραφῶν. καὶ ἔσται Ὡς γὰρ τὰ ξύλα, τὰ ἑστῶτα παρὰ τοῖς ὕδασιν, ἀειθαλῆ εἰσιν (ἀεὶ θάλλουσιν), οὕτως ὁ ἀρδευόμενος τῇ τῶν γραφῶν μελέτῃ ἀναθάλλει τὸν νοῦν (ἀεὶ) καὶ ὑγιῆ τὴν διάνοιαν κέκτηται· ξύλον δὲ λέγει τὸν σταυρόν, τοῖς ὕδασι τῆς κολυμβήθρας περιεχόμενον, καὶ θάλλοντα (θάλποντα) τοὺς φωτιζομένους. ὁ τὸν καρπόν Τῷ γὰρ ἰδίῳ καιρῷ ἐκαρποφόρησε ὁ σταυρὸς τὴν ἡμῶν σωτηρίαν, τουτέστι τὸν βότρυν τῆς ζωῆς. καὶ τὸ φύλλον Φύλλα τοῦ σταυροῦ οἱ πιστοί, ὡς ὑπ’ (ἀπ’) αὐτοῦ γεννώμενοι (γενόμενοι) καὶ ἐν αὐτῷ (δι’ αὐτοῦ) μένοντες οὐκ ἀπορρίπτονται (ἀπορρυίσκονται). καὶ πάντα Πάντα γάρ, ὅσα διὰ τοῦ σταυροῦ γίνονται (ἐγένετο), εὐοδοῦται (κατευοδοῦνται). [προκόπτει γὰρ καὶ ἐνέστηκε καὶ πέρας οὐκ ἔχει, οἷον ἡ πίστις, ἡ ἐλπίς, ἡ ἀγάπη].
οὐχ οὕτως Οὐδὲν γὰρ τῶν τοῦ σταυροῦ παρὰ αἱρετικοῖς ἢ Ἰουδαίοις ἢ Ἕλλησι κρατεῖ ἢ καρποφορεῖ, ἀλλ’ ὥσπερ ὁ χνοῦς σκορπίζεται [ὑπὸ ἀνέμου], οὕτως οἱ Ἰουδαῖοι διὰ (ἀπὸ) τῆς ἀνοίας καὶ ἀπιστίας ἀπέστησαν ἀπὸ Χριστοῦ καὶ ἀνερριπίσθησαν πανταχοῦ γῆς (πανταχοῦ ἀπὸ τῆς γῆς). διὰ τοῦτο Οἱ γὰρ μὴ γινώσκοντες τὸν θεὸν ἢ σέβας αὐτῷ μὴ προσφέροντες μετὰ τὴν ἀνάστασιν εὐθύνας οὐκ ἀπαιτοῦνται· ἔχουσι γὰρ τὴν ἀπόφασιν αὐθαίρετον. οὐδὲ γὰρ εὑρίσκεται ἐν αὐτοῖς ἔργον δικαιοσύνης. ὅτι γινώσκει Ἔγνωσται γὰρ [τῷ θεῷ] καὶ ἡ τῶν δικαίων ὁδὸς καὶ ἡ τῶν ἀδίκων, καὶ τὴν μὲν σώζει, τὴν δὲ βδελύττεται καὶ ἀπορρίπτει ὡς ἄχρηστον.
Ψαλμὸς τῷ Δαυίδ Δαυὶδ ἱκανὸς χειρὶ ἑρμηνεύεται· ἱκανὸς δὲ χειρὶ ὁ Χριστὸς ὡς πάντα ἔσω τῆς χειρὸς ἔχων, τουτέστιν εἰς αὐτὸν ἐλέχθη ἡ προφητεία. λέγει γὰρ τῷ Δαυίδ, ὡς ἐξ αὐτοῦ τὸ κατὰ σάρκα. Ἵνα τί Τουτέστιν ἵνα τί τὸ ἔθνος τῶν Ἰουδαίων ἐθυμομάχουν καὶ ἔβρυχον κατὰ τοῦ Χριστοῦ, μελετῶντες τὸν θάνατον αὐτοῦ; ἀπέβη δὲ αὐτοῖς εἰς κενόν. παρέστησαν Ἡρώδης καὶ Πιλᾶτος. καὶ αὐτοὶ γὰρ κατὰ τοῦ Χριστοῦ ὡπλίσθησαν. κατὰ τοῦ κυρίου Κατὰ τοῦ κυρίου (θεοῦ) καὶ κατὰ τοῦ κυριακοῦ ἀνθρώπου· θεὸς γὰρ [ἦν τέλειος] καὶ ἄνθρωπός ἐστι [τέλειος] ὁ Χριστός. διαρρήξωμεν Οὔτε γὰρ ὑπετάγησαν τῷ ζυγῷ τῆς πίστεως [τοῦ Χριστοῦ] ὁ Ἰουδαικὸς λαός· πανταχοῦ δὲ ἀντέστησαν. ὁ κατοικῶν Πάντες, ὅσοι οὐράνιον φρόνημα διὰ τῆς εἰς Χριστὸν πίστεως ἔσχον, τούτους γελῶσιν καὶ καταπατοῦσιν. καὶ ὁ κύριος Ἐξουδενώθησαν γὰρ [ὑπὸ τοῦ θεοῦ] πανταχοῦ γῆς. τότε λαλήσει Τότε. πότε; ἐν τῇ ἡμέρᾳ τῇ φοβερᾷ, ὅταν ἴδωσι τὸν Χριστόν, ἐρχόμενον μετὰ δόξης καὶ δυνάμεως πολλῆς. τότε ταράσσονται καὶ τῷ φόβῳ στροβοῦνται· αὐστηρὸν γὰρ αὐτὸν ἕξουσιν <καὶ θυμώδη>. ἐγὼ δὲ Λέγει γὰρ καὶ πᾶσαν τὴν ἐξουσίαν ἔδωκεν τῷ υἱῷ αὐτοῦ. ἐπὶ Σιὼν Ἐν τῇ ἐκκλησίᾳ, <καθὼς γέγραπται,> ἐπὶ τοὺς πιστούς. [Σιὼν γὰρ ἄρτος ἑρμηνεύεται· ὁ γὰρ οὐράνιος ἄρτος καθεκάστην ἐν τῇ ἐκκλησίᾳ ψάλλεται ὑπὸ τῶν πιστῶν.]
διαγγέλλων Αὐτὸς γὰρ τὴν βουλὴν τοῦ πατρὸς ἐκήρυξε τοῖς ἀνθρώποις καὶ τὴν ζωήν. κύριος εἶπεν Ἐν τῷ εἰπεῖν τὸν πατέρα· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός. ἐγὼ σήμερον Τὸ δὲ σήμερον σημαίνει τὸ ἄναρχον καὶ τὸ ἐπὶ συντελείᾳ τῶν αἰώνων φανῆναι. αἴτησαι Τὸν ἐξ ἐθνῶν λαὸν λέγει, ὃς (ὡς) διὰ τῆς παρουσίας Χριστοῦ ἐσώθη, καθὼς καὶ Παῦλος περὶ αὐτῶν λέγει· τὰ ἔθνη σύσσωμα καὶ συγκληρονόμα. καὶ τὴν κατάσχεσιν Αὐτὸς γὰρ πάσης τῆς γῆς (κτίσεως) βασιλεὺς καὶ κηδεμών. ποιμανεῖς Τοῖς τοῦ νόμου προστάγμασι· πάντα γάρ, ὅσα προστάσσει ὁ θεός, ἰσχυρά εἰσιν ὡς σίδηρος. μὴ φυλάξαντες δὲ οἱ Ἰουδαῖοι συνετρίβησαν ὡς ὄστρακον (ὄστρακα) ἄχρηστον (ἄχρηστα). νόει δὲ ῥάβδον σιδηρᾶν (καὶ) τὸν σταυρὸν ὡς ἰσχυρόν. καὶ νῦν Τουτέστι μετὰ τὴν ἐκείνων ἔκπτωσιν τοῦ ἑβραικοῦ λαοῦ ὑμεῖς, οἱ ἐξ ἐθνῶν βασιλεύσαντες, σύνετε καλῶς. ἐντέλλεται δὲ ἀρχαῖς καὶ ἐξουσίαις, ὥστε συνιέναι τὰ θαύματα (τοῖς θαύμασι) καὶ παιδεύεσθαι ταῖς ἐντολαῖς τοῦ θεοῦ, ἵνα μὴ κρίνοντες ἀδίκως μέλλητε κρίνεσθαι (δικαίως κριθήσεσθε καὶ κατακριθῆτε). δουλεύσατε [Μετὰ φόβου τουτέστι δουλεύοντες τῷ κυρίῳ]. καὶ ἀγαλλιᾶσθε Τουτέστι μετὰ χαρᾶς καὶ εὐφροσύνης τρέμειν τὸν φόβον θεοῦ καὶ μὴ ἐξ (αὐστηρίας ἢ ἐξ) ἀνάγκης <καὶ μὴ ἐξ ὑπερηφανίας>. δράξασθε Δικαίως, φησίν (τουτέστι), κρατεῖτε καὶ διδάσκετε.
καὶ ἀπολεῖσθε Τουτέστι μὴ ἐκπέσητε (τῆς πίστεως) τῆς ὁδοῦ, τῆς δικαίας ὧδε, κἀκεῖ δὲ πάλιν τοῦ κλήρου τῶν δικαίων. ὅταν ἐκκαυθῇ Ὅταν γὰρ ἐν τῇ κρίσει ὁ θυμὸς τοῦ θεοῦ ἐκκαυθήσεται (ἐκκαίεται) ἐπὶ τοὺς ἁμαρτωλοὺς ὡς κλίβανος, τότε οἱ δίκαιοι μακαρίζονται, ὡς ἐπὶ τῷ κυρίῳ (θεῷ) πεποιθότες καὶ τὸν μισθὸν λαμβάνοντες.
Ψαλμὸς τῷ Δαυίδ, ὅποτε ἀπεδίδρασκεν ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ Ἀβεσσαλὼμ πατὴρ εἰρήνης ἑρμηνεύεται (πατρὸς εἰρήνη ἑρμηνεύεται), ὡς Ἀδὰμ φησίν· ἐκρύβη ἀπὸ τῆς εἰρήνης τουτέστιν ἀπὸ προσώπου τοῦ κυρίου. ἐκεῖ (γὰρ) τὴν προφητείαν ἀναφέρει εἰς τὸν Χριστόν, ὡς μέλλοντα ἐγεῖραι τὸν Ἀδάμ. κύριε τί Ὁ Χριστὸς βοᾷ ἐκ προσώπου τοῦ Ἀδάμ, τουτέστιν ἐκ προσώπου τῆς ἀνθρωπότητος, ἐπειδὴ πολλοὶ καὶ πολλαχοῦ καὶ πανταχοῦ οἱ κατὰ τοῦ ἀνθρώπου ἐχθροὶ στρατευόμενοι, δῆλον (ἤτοι) οἱ δαίμονες, ὡς Ἰουδαίων παῖδες, κατὰ τοῦ Χριστοῦ βουλευόμενοι. πολλοὶ λέγουσιν Ἔλεγον γὰρ οἱ Ἰουδαῖοι· εἰ ἦν οὗτος ἀπὸ (ἐκ) θεοῦ, οὐκ ἂν ἔλυε τὸ σάββατον. καὶ πάλιν· εἰ υἱός ἐστι τοῦ θεοῦ, σωσάτω αὐτόν, ὅτι (εἰ) θέλει αὐτόν. καὶ ἁπλῶς κατὰ τοῦ Χριστοῦ ἠγωνίζοντο, ὡς οἱ δαίμονες κατὰ τοῦ ἀνθρώπου. σὺ δὲ κύριε Ὁ Ἀδὰμ πρὸς τὸν Χριστὸν λέγει. δόξα μου Ὅταν ὑψώθη ἐπὶ τοῦ σταυροῦ. φωνῇ μου Ἡνίκα ἀπὸ τοῦ Γολγοθᾶ ἔκραξεν· ἐλωεὶ, ἐλωεὶ, λαμᾶ σαβαχθανεί. ὄρος γὰρ ἅγιον τῷ κυρίῳ ὁ Γολγοθᾶς, ὡς ἐπ’ αὐτῷ ἡ σωτηρία τοῦ κόσμου πραχθεῖσα.
Διάψαλμα· μεταβολὴ τῆς προφητείας εἰς τὴν ἀνάστασιν. ἐγὼ ἐκοιμήθην Ἐν τῷ τάφῳ τὸ τριήμερον τὸν ζωοποιὸν θάνατον (τὸν τριήμερον καὶ ζωοποιὸν θάνατον). ἐξηγέρθην Ἀναστὰς ἐκ τοῦ τάφου (καὶ) συναναστήσας τὸν ἄνθρωπον. οὐ φοβηθήσομαι Οὔτε [οὐδὲ] γὰρ ἔτι φοβεῖται ὁ ἄνθρωπος τὰ πλήθη τῶν δαιμόνων, τῇ ἀναστάσει τοῦ Χριστοῦ τελειωθείς. τῷ κύκλῳ Οὔτε γὰρ παύονται κυκλοῦντες τὸν ἄνθρωπον, εἰ καὶ οὐδὲν ἰσχύουσιν. ἀνάστα κύριε Τουτέστιν ἀναστὰς ἐκ νεκρῶν, σῶσόν με ἐκ τῆς πληγῆς μου, ἧς ἔπληξάν με οἱ δαίμονες, φησὶν ὁ Ἀδάμ. ὅτι σὺ ἐπάταξας Ματαίως γὰρ οἱ Ἰουδαῖοι ἔχθραν κατὰ τοῦ σωτῆρος ἐτέκταινον· ἐπάταξε δὲ (γὰρ) τούτους καὶ (ἡνίκα) ἐσκορπίσθησαν (διεσκορπίσθησαν). ὀδόντας Τοὺς τοῦ διαβόλου· ἁμαρτωλὸς γὰρ ὁ διάβολος καὶ οἱ δαίμονες, (οἱ) τὴν ἁμαρτίαν τεκταίνοντες. ὀδόντες δὲ τοῦ διαβόλου εἰσὶν οἱ πονηροὶ λογισμοί. τοῦ κυρίου Ὑπὲρ (περὶ, ἐπὶ) γὰρ αὐτοῦ εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς, τουτέστι τὸν σταυρόν, οὗ ἡ σωτηρία καὶ ἡ εὐλογία ἐπὶ τὸν λαὸν τῶν ἐθνῶν ἔφθασεν.
Εἰς τὸ τέλος Ἐπὶ συντελείᾳ γὰρ τῶν αἰώνων ἐπεφάνη ὁ κύριος, ὥστε μετὰ τῶν ὕμνων τῶν ἀγγέλων καὶ τοῦ ψαλμοῦ ἡ προφητεία δεχέσθω. ἐν τῷ ἐπικαλεῖσθαι Ὧδε ἐκ προσώπου τοῦ Ἀδὰμ ὁ Χριστὸς βοᾷ· οὔτε γὰρ ἑκὼν ἥμαρτεν (ὁ Ἀδάμ), ἀλλ’ ἐξ ἀκακίας ὡς δίκαιος. ἐν θλίψει [Ἐν πολλῇ γὰρ θλίψει καὶ πολλῷ χρόνῳ συνείχετο τῇ ἁμαρτίᾳ· λύσας δὲ ταύτην ὁ Χριστός, πλάτος ἐλευθερίας εὕρατο ὁ ἄνθρωπος]. οἰκτείρησόν με Τουτέστιν ἠλευθέρωσάς με τῆς ἁμαρτίας καὶ παράσχου μοι σεαυτὸν ἔνδυμα καὶ τροφήν. υἱοὶ ἀνθρώπων Τουτέστι τί ἔτι σκληρύνεσθε τῇ καρδίᾳ (τὴν καρδίαν) ἀπιστοῦντες καὶ τῇ ματαιότητι κρατεῖσθε; διὰ τοῦτο ἦλθον ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός. καὶ γνῶτε Μάθετε καὶ πιστεύετε (πιστεύσατε) τῷ Χριστῷ λέγοντι· ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. κύριος εἰσακούσεται Αὕτη ἡ φωνὴ τοῦ Ἀδάμ· οὔτε γὰρ ἀποστρέφεται τὴν κραυγὴν τῶν ταπεινῶν, βοώντων πρὸς αὐτὸν ἡμέρας καὶ νυκτός. ὀργίζεσθε Τουτέστι κἂν ὡς ἄνθρωποι ὀργίζησθε, μὴ τελεῖτε τὸ ἔργον τῆς ὀργῆς, ἀλλὰ δότε τόπον τῇ ὀργῇ, καθὼς γέγραπται. ἃ λέγετε Τουτέστιν ὅσα λογίζεσθε ἐν τῇ καρδίᾳ ἢ περὶ (κατὰ) ἀδελφοῦ ἢ περὶ ἑτέρου κακοῦ, ἐπὶ τῆς κοίτης συνάξαντες ἑαυτοὺς κατανύγητε, τουτέστι συμπαθήσατε. εὔδηλον δὲ ὡς ἕκαστος, τὴν κοίτην τοῦ τάφου ἐνθυμηθείς, τῷ φόβῳ διορθούσθω.
Διάψαλμα· μεταβολὴ τῆς προφητείας εἰς παραίνεσιν. θύσατε Θυσίαν δικαιοσύνης ἐπιζητεῖ ὁ θεός, εὔδηλον τὴν ἐκ καθαρᾶς ψυχῆς εὐχήν, ἐλεημοσύνην, εὐσπλαγχνίαν. ταύτην (ταῦτα) ὁ θύων διηνεκῶς ἐλπίζει ἐπὶ κύριον. πολλοὶ λέγουσιν Ἐξ ἀπιστίας οἱ πολλοὶ τοῦτο λέγουσι, μὴ ἐννοοῦντες, ὅτι ἐστὶν ἐλπὶς τῷ δικαίῳ. ἐσημειώθη Ἡ σφραγὶς τοῦ σταυροῦ, ἣν ἀεὶ φέρομεν (φοροῦμεν) ἐπὶ μετώπου καὶ τὸ λέγεσθαι χριστιανούς. ἔδωκας Εὐφροσύνη τοῖς πιστοῖς ἐδόθη ἤγουν ὁ σῖτος, ὁ μυστικὸς ἄρτος, ὅ ἐστι σῶμα τοῦ Χριστοῦ· οἶνος ὁ μυστικός, ὅ ἐστι τὸ αἷμα Χριστοῦ· ἔλαιον τὸ χρῖσμα τοῦ βαπτίσματος. ἐκ τούτων (ἐν τούτοις) γὰρ πληθύνεται τὰ τέκνα τῆς ἐκκλησίας. ἐν εἰρήνῃ Ὁ Χριστὸς (κύριος) ἐν τῷ τάφῳ τὸ τριήμερον τὸν ἀοίδιμον θάνατον (ἐκοιμήθη), ἐν ᾧ (δι’ οὗ) εἰρήνευσε τὰ ἐπίγεια καὶ ἐπουράνια. ὅτι σὺ κύριε Οἱ γὰρ τὴν σφραγῖδα <τοῦ βαπτίσματος> λαβόντες, ἀθορύβητον ἔχουσι τὴν ἐν κυρίῳ (Χριστῷ) κατοικίαν. οὐκέτι γὰρ κυριεύονται ὑπὸ τῶν παθῶν.
Εἰς τὸ τέλος, ὑπὲρ τῆς κληρονομούσης Περὶ τῆς ἐκκλησίας ὁ λόγος, αὕτη γὰρ κληρονομεῖ τὰ τοῦ Χριστοῦ. ἡ γὰρ (τῶν Ἰουδαίων) συναγωγὴ ἀποκληρονόμος (γέγονε). ὑπὲρ ταύτης οὖν (τῆς ἐκκλησίας) ἡ προφητεία ἐπὶ τέλει ἐγένετο. τὰ ῥήματα Ταῦτα ἡ ἐκκλησία βοᾷ πρὸς τὸν θεόν· οὔπω γὰρ ἦν νυμφευθεῖσα τῷ Χριστῷ. πρόσχες Τουτέστι μὴ παρέργως πρόσχῃς, μήποτε πάλιν ὀνειδίσουσί με οἱ δαίμονες, ἀλλὰ πρόσχες τῇ φωνῇ (τῆς δεήσεως) ἐμοῦ, ἵνα μάθωσιν, ὅτι καὶ θεὸς καὶ βασιλεὺς ὁ ἐκλεξάμενός με. ὅτι πρὸς σέ Δι’ ἐμοῦ γὰρ καὶ ἐν ἐμοὶ πᾶσα εὐχὴ προσφέρεταί σοι, τῷ θεῷ, φησὶν ἡ ἐκκλησία. τὸ πρωί Τουτέστι τῇ ἀναστάσει· [ὄρθρου γὰρ γέγονεν ἡ ἀνάστασις.] τότε γὰρ συνήφθην σοι, τῷ Χριστῷ, φησὶν ἡ ἐκκλησία, τότε ἐπιβλέψας ἀνεκαλέσω με. ὅτι οὐχὶ θεός Τουτέστιν ὡς θεὸς παντοδύναμος οὐκ ἀφῆκάς με ἐπὶ πολὺ παρανομεῖσθαι ὑπὸ τῶν δαιμόνων. οὐδὲ παροικήσει—οὐ διαμενοῦσιν Οὔτε γὰρ οἱ πονηροὶ καὶ ἀσεβεῖς καὶ παράνομοι ἄνθρωποι μετὰ θεοῦ ἢ παρὰ θεῷ μένειν δύνανται· καθαρὸς γὰρ ὢν ὁ θεός, καθαρῶς προσκυνεῖσθαι θέλει. ἐμίσησας Ἰουδαίους μάλιστα, οἳ ἀπὸ τοῦ νόμου ἠμέλουν καὶ εἰδώλοις προσεκύνουν [καὶ κατὰ θεοῦ ὡπλίζοντο]. ἀπολεῖς πάντας Πάντας μὲν τοὺς ψεύστας κατὰ κοινοῦ ἀπώλεια ἐκδέχεται, μάλιστα δὲ Ἰουδαίους, τοὺς κατὰ Χριστοῦ ψευσαμένους.
ἄνδρα αἱμάτων Σφόδρα γὰρ ἀγανακτεῖ θεὸς ἐπὶ φόνῳ ψυχῆς καὶ αἵματι ἀδίκῳ καὶ δόλῳ (δολίῳ?), ὅτι μισητὰ παρὰ θεῷ ταῦτα, ὡς οἱ Ἰουδαῖοι τὸν κύριον [τῆς δόξης] ἀποκτείναντες. ἐγὼ δὲ ἐν τῷ πλήθει Ταῦτα ὁ προφήτης βοᾷ, καταφεύγων εἰς τὸ ἔλεος τοῦ θεοῦ ὡς εἰς οἶκον (ἐν οἴκῳ). προσκυνήσω Τὸν νοητὸν ναόν, ὃν καταλύειν καὶ οἰκοδομεῖν ἐν τρισὶν ἡμέραις ὁ σωτὴρ (κύριος) ἔλεγε. κύριε ὁδήγησον Ἵνα ἐν αὐτῇ πορευόμενος εὐαρεστήσω σοι, ὁ πιστὸς λέγει καὶ κατὰ θεὸν ἄνθρωπος. ἕνεκα τῶν ἐχθρῶν Τὴν εἰς οὐρανοὺς ἄνοδον, ἵνα ἰδόντες οἱ Ἰουδαῖοι τακήσονται. τὸ δ’ αὐτὸ καὶ οἱ δαίμονες, ὁρῶντες τὸν ἄνθρωπον ἐν ὁδῷ δικαιοσύνης πορευόμενον. ὅτι οὐκ ἔστιν [Δευτέραν γὰρ πλάνην μετὰ τὴν ἀνάστασιν ἐπενόησαν, ἀργύρια τοῖς στρατιώταις δόντες (δώσαντες), ἵνα συκοφαντήσουσι τὴν τοῦ Χριστοῦ ἀνάστασιν]. ἡ καρδία αὐτῶν Καὶ οὕτως γὰρ διαβουλευσάμενοι ἐματαιώθησαν. τάφος ἀνεῳγμένος Οἱ γὰρ τάφοι ἀνεῳγμένοι δυσωδίαν πνέουσι. δυσώδη δὲ καὶ βορβορώδη ἠρεύξαντο, εἰπόντες· δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν. ταῖς γλώσσαις—κρῖνον Λέγοντες τῷ σωτῆρι· ἔξεστι δοῦναι κῆνσον καίσαρι ἢ οὔ; ἔκρινεν δὲ αὐτούς, ἐλέγξας τὸν δόλον αὐτῶν, εἰρηκώς· ὑποκριταί, τί με πειράζετε; ἀποπεσάτωσαν Ἀπέπεσαν γὰρ τῆς ματαίας βουλῆς, μὴ δυνηθέντες λαθεῖν αὐτόν· καὶ γὰρ θεὸς ἦν (λαθεῖν ὡς θεόν).
κατὰ τὸ πλῆθος Ἐξώσθησαν γὰρ τοῦ νόμου, ἡνίκα ἀπέπεσαν ἀπὸ τῆς (καὶ τῆς) εἰς Χριστὸν πίστεως.
Καὶ εὐφρανθήτωσαν Τὴν μυστικὴν καὶ πνευματικὴν (τοῦ πνεύματος) εὐφροσύνην (εὐφρασίαν), ὅσοι ἐξ ἐθνῶν πιστεύσαντες καὶ ἐλπίσαντες ἐπὶ κύριον. εἰς αἰῶνα Ἀτελεύτητον γὰρ ἕξουσι τὴν ἀγαλλίασιν, οἵτινες κατασκηνοῦντα τὸν Χριστὸν ἔχουσιν ἐν ἑαυτοῖς. καὶ καυχήσονται Ἀπολαμβάνοντες τὸν μισθὸν οἱ δίκαιοι τότε. ὅτι σὺ εὐλογεῖς Ὡς ἀγαπώμενοι οἱ δίκαιοι εὐλογοῦνται, τὸν ἔπαινον λαμβάνοντες ἀπὸ τοῦ θεοῦ. κύριε ὡς ὅπλῳ Ὅπλον ἀκαταμάχητον ὁ σταυρὸς τοῖς πιστοῖς· τοῦτον ἀεὶ κατὰ κεφαλῆς φέροντες (φοροῦντες) στεφανηφοροῦσι [τουτέστι βασιλεύουσιν].
Εἰς τὸ τέλος ἐν ὕμνοις Ἐπὶ συντελείᾳ τῶν αἰώνων (τοῦ αἰῶνος) ὑπὲρ τοῦ μέλλοντος αἰῶνος· ἕβδομος (ἑβδόμη) γὰρ ὁ παρὼν αἰών, ὄγδοος (ὀγδόη) δὲ ὁ μέλλων· περὶ (ὑπὲρ) τούτου ἡ προφητεία ἐρρέθη, τουτέστιν ὑπὲρ τῆς κρίσεως καὶ δηλοῖ ὁ ψαλμός. κύριε μὴ τῷ θυμῷ Τότε (τοῦτο) ἕκαστος τῶν πιστῶν, φόβῳ κατεχόμενος (συνεχόμενος), παρακαλεῖ καὶ λέγει· κύριε, μὴ ἐν θυμῷ μηδὲ ἐν ὀργῇ ἐρευνήσῃς τὰς πράξεις μου (ἡμῶν), ἀλλ’ ὡς ἀγαθὸς θεὸς ἐν εὐσπλαγχνίᾳ ποίησον ἡμῖν (ἡμῶν) τὴν κρίσιν. ἐλέησόν με Οἶδας γὰρ τὴν ἀσθένειαν ἑκάστης ψυχῆς τε καὶ σώματος, ὡς πλάστης ἑκάστου. ἴασαί με Μετὰ γὰρ τῆς ψυχῆς καὶ τὸ σῶμα συνέτριψεν ἡ ἁμαρτία καὶ σφόδρα τετάραγμαι τῷ φόβῳ, φησὶν ὁ Ἀδάμ, ὅ ἐστιν ὁ ἄνθρωπος. καὶ ἡ ψυχή μου [Ἕως πότε ἀνέχῃ, κύριε, καὶ οὐχ ἁρπάζεις με τοῦ δόμου θηρός]. ἐπίστρεψον Ἕως πότε κύριε, (φησί), μακροθυμεῖς καὶ ἀποστρέφῃ ἀπ’ ἐμοῦ; τουτέστιν ὁ Ἀδάμ. ἀλλ’ ἐπιστράφηθι, τουτέστι μετανόησον ἐπ’ ἐμοὶ σπλαγχνισθεὶς καὶ ἐλευθέρωσόν με (ἐκ) τῆς ἁμαρτίας μου καὶ σῶσόν με, ὡς ἐλεήμων θεός. ὅτι οὐκ ἔστιν Τῇ ὥρᾳ γὰρ τοῦ θανάτου ἐκ τῆς συνοχῆς τοῦ φόβου οὔτε θεοῦ, οὔτε γένους (συγγενοῦς), οὔτε φίλου μέμνηται ὁ ἄνθρωπος, ἄλλως τε (ἀλλ’ ὅτι) καὶ μετάνοια τότε οὐκ ὠφελεῖ. ἐν δὲ τῷ ᾅδῃ Μετὰ γὰρ τὴν ἀποδημίαν τὴν ἐντεῦθεν οὔτε μετάνοια, οὔτε ἐξομολόγησις ὠφελεῖ τότε τὸν ἄνθρωπον.
ἐκοπίασα Στένων τότε μάταια καὶ ἀνόνητα. λούσω Κλίνη καὶ στρωμνὴ τὸ αὐτό ἐστι, πλὴν κλίνη λέγεται, ὅταν γυμνή ἐστιν, στρωμνὴ δέ, ὅταν ἔστρωται. ταύτην, φησί, λούσω καὶ βρέξω τοῖς τῆς μετανοίας καὶ ἐξομολογήσεως δάκρυσιν. ἐταράχθη Ὁ τῆς διανοίας νοητὸς ὀφθαλμὸς τεθόλωται, ἐξογκούμενος (ἀπὸ) τῆς ἁμαρτίας, ὡς ἀπὸ θυμοῦ. ἐπαλαιώθην Τουτέστι συνεχρόνισα τοῖς πάθεσι· χαλεποὶ γὰρ ἐχθροὶ τὰ πάθη τῷ ἀνθρώπῳ. ἀπόστητε Τοῖς δαίμοσι λέγει ὁ Ἀδάμ, τουτέστιν ὁ ἄνθρωπος· ἀπόστητε ἀπ’ ἐμοῦ, μὴ πλανᾶτέ με λοιπόν· ἐγγὺς γὰρ ὁ δικαιῶν με. λέγει δὲ <καὶ> τὴν ἐνανθρώπησιν. ὅτι εἰσήκουσεν—ἤκουσεν Τὴν φωνὴν τοῦ κλαυθμοῦ μου καὶ τὴν δέησίν μου καὶ τὴν προσευχήν μου εἰσήκουσεν ὁ θεός, καὶ ὡς ἀγαθὸς οὐ παρεῖδέ με, ἀλλ’ ἑαυτὸν ἐκαίνωσεν εἰς τὴν ἐμὴν σωτηρίαν, ὥστε τοῦ λοιποῦ ἀπόστητε ἀπ’ ἐμοῦ. αἰσχυνθείησαν Ὁρῶντες τὴν ἐμοῦ (ἐμὴν) σωτηρίαν, φησὶν ὁ Ἀδάμ· εἰκότως γὰρ ταράσσονται οἱ δαίμονες αἰσχυνόμενοι. ἐπιστραφείησαν Μηκέτι χώραν εὑρίσκοντες ἐν τῷ ἀνθρώπῳ, οἱ δαίμονες ὀξέως ἀποστρέφονται, αἰσχυνόμενοι λοιπὸν τὸν ἄνθρωπον ὡς σφραγισθέντα.
Ψαλμὸς τῷ Δαυίδ, ὃν ᾖσεν Χουσῆ ἑρμηνεύεται αἰθίωψ, ὅ ἐστι διάβολος· μέλας γὰρ ὡς καπνισθεὶς τῇ ὀργῇ τοῦ θεοῦ. οὕτως γὰρ αὐτὸν καὶ ἡ γραφὴ δαλὸν ἐξεσπασμένον ἐκ πυρὸς καλεῖ. δαλὸς δέ ἐστιν ξύλον περικεκαυμένον. υἱὸν δὲ Ἰεμενείου λέγει, ὡς πλάσμα τῆς δεξιᾶς τοῦ θεοῦ γενόμενον· Ἰεμενείας γὰρ δεξιὰ ἑρμηνεύεται. ὑπὲρ ὧν οὖν οὗτος [ἐκπεσὼν τῆς ἄνω δόξης] καταπολεμεῖ τὸν ἄνθρωπον (τῷ ἀνθρώπῳ). ὑπὲρ τούτου τὸν ψαλμὸν τῷ θεῷ προσευχόμενος ἐκ προσώπου τοῦ ἀνθρώπου ἀνέθηκεν. κύριε, ὁ θεός μου Ἐκ τοῦ διαβόλου καὶ τῶν δαιμόνων αὐτοῦ. ἐκ πάντων τῶν διωκόντων Ἐπέρχεται γὰρ ζητῶν ὑποσκελίσαι με, φησὶν ὁ ἄνθρωπος, ἀλλ’ ὡς ἀγαθὸς θεὸς ῥῦσαί με ἀπ’ αὐτοῦ. μή ποτε ἁρπάσῃ Ἁρπακτικὸν γὰρ καὶ τυραννικὸν τὸ ζῶον καὶ ἀεὶ βούλεται καταπίνειν (καταπιεῖν) τὸν ἄνθρωπον, νομίζων μὴ εἶναι τὸν ἀντιλαμβανόμενον αὐτοῦ. κύριε ὁ θεός μου Ἀπολογεῖται ὁ προφήτης (ἀπολογία τοῦ προφήτου) πρὸς τὸν θεόν, τουτέστιν ὑπὲρ τοῦ ἀνθρώπου. εἰ ἀνταπέδωκα Πάλιν ὁ Χριστὸς τύπος γινόμενος τῷ ἀνθρώπῳ πρὸς τὸ μὴ ἀνταποδιδόναι κακὸν ἀντὶ κακοῦ, σταυρούμενος ἔλεγεν· ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασι τί ποιοῦσιν. ἀποπέσοιμι Τουτέστιν ἐβουλήθην καὶ ἐχθροὺς ὄντας κερδῆσαι· αὐτοὶ δὲ ἀπέστησαν ἀπ’ ἐμοῦ, οἱ Ἰουδαῖοι εὔδηλον. καταδιώξαι [Αὐτοὶ δὲ ἐπέθεντο τῷ φθόνῳ καὶ οὐκ ἐπαύσαντο καταδιώκοντες, νομίσαντες καταλαμβάνειν τὸν ἀκατάληπτον].
καὶ καταπατήσαι Μέχρι γὰρ (αὐτοῦ) τοῦ τάφου οὐκ ἐπαύσαντο ὡς δοκοῦντες (ἐδόκουν) καταπατεῖν καὶ ἐμποδίζειν τῇ δόξῃ τοῦ θεοῦ.
Διάψαλμα· μεταβολὴ τῆς προφητείας ἀπὸ τοῦ πάθους εἰς τὴν ἀνάστασιν. ἀνάστηθι Μετ’ ὀργῆς γὰρ ἀνέβη ὡς ἐκ τοῦ πολέμου τῶν ἐν τῷ ἅδῃ ἀρχόντων, συντρίψας πάντα τὰ ἐν αὐτῷ ἰσχυρὰ καὶ πᾶσαν τὴν δύναμιν αὐτοῦ, εἰς ὕψος ἀκατάληπτον ἔχων τὸ κράτος, συντελέσας τοὺς ἐχθρούς. πέρας γὰρ τέλος ἑρμηνεύεται. καὶ ἐξεγέρθητι [Τελῶν ὃ προέθου μυστήριον· τοῦτο γὰρ πρὸ αἰώνων προσέταξας, ὅπερ ἐκ νεκρῶν ἐγερθεὶς ἐτελείωσας]. καὶ συναγωγή [Ὁ τῶν Ἑβραίων λαός, τὰ τέκνα τῆς ἀσχήμου συναγωγῆς]. καὶ ὑπὲρ ταύτης Τουτέστιν ἔτι ὕψωσον τὴν ὀργήν σου πρὸς αὐτήν. αἰνίττεται δὲ καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον. κύριος κρινεῖ Αὐτὸς γὰρ ἔρχεται κρῖναι πᾶσαν πνοήν. κρῖνόν με Πᾶς γὰρ τότε ἐν ἀκακίᾳ πορευόμενος καὶ δικαιοσύνῃ μετὰ παρρησίας βοᾷ [πρὸς κύριον] καὶ λέγει· κρῖνον, τουτέστι δὸς ἡμῖν τὸν μισθόν. συντελεσθήτω Ἡ τῶν δαιμόνων ἐπιβουλὴ καὶ ὅσοι τούτοις συστρατεύονται, φανέντος τοῦ Χριστοῦ. καὶ κατευθυνεῖς Τότε γὰρ οἱ πιστοὶ κατευθύνονται, ἡνίκα οἱ πλανῶντες παύονται. ἐτάζων καρδίας Παρὰ γὰρ τῷ θεῷ πᾶσα πρᾶξις ἔγνωσται τῶν ἀνθρώπων. ἡ βοήθεια Ὁ προφήτης λέγει, ἂς ἀπεκδεχόμενος τὴν ἀνταπόδοσιν τοῦ θεοῦ. ὁ θεὸς κριτής Κριτὴς γὰρ ὑπάρχων ἰσχυρὸς καὶ δίκαιος μακροθυμεῖ (μακροθυμίᾳ χρηστεύεται), ἀπεκδεχόμενος τὴν ἐπιστροφὴν ἑκάστου [καὶ διὰ τοῦτο καθ’ ἡμέραν οὐ πλήττει, μᾶλλον δὲ οὐδὲ ὅλως πλήττει].
καὶ μὴ ὀργήν Ἀπεκδέχεται γὰρ τὴν ἐπιστροφὴν τοῦ ἁμαρτωλοῦ διὰ παντός. ἐὰν μὴ ἐπιστραφῆτε Τουτέστι σπεύδετε πρός με· εἰ δὲ μή γε, ἡ ῥομφαία ἠκονημένη ἐκδέχεται τοὺς ἀπειθοῦντας. τὸ τόξον—καὶ ἐν αὐτῷ Τὸ τόξον δηλαδὴ ἡ ἀπειλὴ τοῦ θεοῦ ἕτοιμος καὶ τὸ βέλος ἐπικείμενον, τουτέστιν ἀπόφασις ἐπὶ τοὺς ἁμαρτωλούς, καὶ φησίν· ἐπιστρέψατε πρός με ἢ πέμπω τὸν θάνατον. τὰ βέλη αὐτοῦ Ἡ γέεννα δηλονότι ἀεὶ καπνίζεται, κατειργασμένη πρὸς ὑποδοχὴν τῶν ἀσεβῶν. ἰδοὺ ὠδίνησεν Ὁ Ἰούδας ὥσπερ ἐν γαστρὶ ἔσχε τὴν ἄδικον ἐνθύμησιν, καὶ τίκτει τὴν ἀνομίαν καὶ τὸν δεσπότην ἀργυρίου ἀπέδοτο. λάκκον ὤρυξεν Τὸν τάφον λέγει τὸν δεσποτικόν, ὃν ὤρυξαν Ἰούδας (οἱ Ἰουδαῖοι) καὶ ὁ διάβολος τῷ σωτῆρι, ὡς ἐδόκουν· ἀνεσκάφη δὲ ἀνοιχθεὶς τῇ ἀναστάσει τοῦ Χριστοῦ. καὶ ἐνπεσεῖται Διὰ γὰρ τοῦ βόθρου τουτέστι τοῦ μνήματος, οὗ ἡτοίμασε τῷ σωτῆρι, ὡς ἐδόκει, ὁ διάβολος, δι’ αὐτοῦ συλληφθεὶς κατηργήθη. ἐπιστρέψει Μεταμεληθεὶς γὰρ ὁ Ἰούδας καὶ ἐπιστρέψας ἀπήγξατο κατὰ τῆς κεφαλῆς ἑαυτοῦ τὸ σχοινίον ἐπιβαλών· ἄλλως τε καὶ ἡ ἁμαρτία, ἣν εἰργάσατο εἰς τὸν διδάσκαλον, κατέβη ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ἐν πόνῳ (ἐμπόνως). ἐξομολογήσομαι Ὁ προφήτης, ἐκπληττόμενος τὸ μυστήριον, ἐξομολογεῖται τῷ θεῷ καὶ δοξάζει τὴν δύναμιν αὐτοῦ. καὶ ψαλῶ Αὐτῷ, φησί, τὴν δόξαν ἀποδώσω διὰ τῆς ᾠδῆς τῷ ἐντίμῳ καὶ φοβερῷ ὀνόματι.
Εἰς τὸ τέλος ὑπὲρ τῶν ληνῶν Τέλειος ὁ λόγος τῆς ᾠδῆς ἐλέχθη ὑπὲρ τῶν θυσιαστηρίων· ληνοὺς γὰρ τὰ θυσιαστήρια λέγει, ἐν οἷς τὸ αἷμα Χριστοῦ ὡς οἶνος ἐκχέεται (χειρίζεται). κύριε ὁ κύριος ἡμῶν Ἐν πάσῃ γὰρ τῇ γῇ τὸ τῆς οἰκονομίας μυστήριον ἐθαυμαστώθη· τῷ γὰρ ὀνόματι τοῦ θεοῦ ὑπετάγη πᾶσα ἡ κτίσις. ὅτι ἐπήρθη Ἐκεῖ γὰρ ἀπήγαγε (ἀπήγαγες) τὸν ἄνθρωπον, μεγαλοπρεπῆ καταστήσας, τιμήσας αὐτὸν ὑπὲρ τὰς οὐρανίους δυνάμεις· συνήγειρας γὰρ καὶ συνεκάθισας. ἐκ στόματος Τοὺς παῖδας λέγει ἡ προφητεία, τοὺς κράζοντας τῷ σωτῆρι· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου· ὡσαννὰ ἐν τοῖς ὑψίστοις. ἕνεκα τῶν ἐχθρῶν Ἰουδαῖοι γὰρ ὡς ἐχθροὶ τοῦ κυρίου παρωξύνθησαν ἐπὶ τοῖς παισὶ κράζουσιν, κατελύθη δὲ ὁ διάβολος, νοήσας θεὸν εἶναι τὸν ὑμνούμενον· ἐχθρὸς γὰρ καὶ ἐκδικητὴς γίνεται ὁ διάβολος. ὅτι ὄψομαι Ὁ σαρκωθεὶς λόγος καὶ φαινόμενος ἄνθρωπος· οὗτος καὶ οὐρανὸν καὶ γῆν καὶ τοὺς φωστῆρας ἐποίησεν καὶ τὸν ἄνθρωπον. τί ἐστιν ἄνθρωπος Εἰ μὴ γὰρ μνησθεὶς ἐπεσκέψω τὸν ἄνθρωπον καὶ τοῦτον ἀναλαβὼν ἔσωσας ὡς ἀγαθός, ἀπολώλει (ἄν)· μεταφορικῶς γὰρ τὰ πολλὰ ἡ γραφὴ λέγει. ἠλάττωσας Τουτέστιν ἴσον ἐποίησας ἀγγέλων, εἰ μὴ ὅτι σάρκα αὐτῷ περιέθηκας. δόξῃ καὶ τιμῇ Δόξῃ ἀκαταλήπτῳ δοξάσας τὸν ἄνθρωπον, ἀναλαβὼν αὐτὸν τῇ θεότητι, ἐτίμησας δὲ ἀναγαγὼν εἰς οὐρανούς.
καὶ κατέστησας Κύριον γὰρ αὐτὸν ἐποίησας πάντων τῶν γεγονότων καὶ ὄντων ἐπὶ τῆς γῆς. πάντα ὑπέταξας Πάντα γὰρ ὑπετάγη αὐτῷ, ὡς τιμηθέντι τοσοῦτον τῷ ἀνθρώπῳ (τιμηθέντος τοσοῦτον τοῦ ἀνθρώπου) ὑπὸ τοῦ θεοῦ.
Πρόβατα—τὰ πετεινά Τὰ αἰσθητὰ τῷ ἀνθρώπῳ ὑπέταξε, τὰ νοητὰ τῷ Χριστῷ· πρόβατα τοὺς ἀφελεῖς καὶ πράους ἀνθρώπους, βόας τοὺς τὸν ζυγὸν τῆς πίστεως (ἀνδρείως) βαστάζοντας, κτήνη δὲ τὰ ἔθνη, τὰ ἐπιστρέφειν μέλλοντα, πετεινὰ δὲ τοὺς οὐράνιον βίον μετερχομένους, ἰχθύας δὲ τοὺς ἀλληλοφάγους ἀνθρώπους, ὥστε μεταβάλλειν τὸν βίον· οὗτοι γὰρ ἐν τῇ θαλάσσῃ τοῦ βίου, ὡς ἐν ὕδασι, ταῖς ἡδοναῖς νυχθέντες ἀστάτως (ἄστατοι ἦσαν). κύριε ὁ κύριος ἡμῶν Θαυμαστὸν γὰρ καὶ ἔνδοξον τὸ ὄνομα τοῦ κυρίου ἐν πάσῃ τῇ γῇ ὡς ὑπὲρ πᾶν ὄνομα.
Εἰς τὸ τέλος ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ Ἐν τελειότητι πίστεως ὑπὲρ τῶν κρυπτῶν ἁμαρτημάτων, τῶν κατὰ ψυχὴν τὴν ἐξομολόγησιν ποιουμένων, ὁ προφήτης προσέφερεν τῷ θεῷ διὰ τῆς ψαλμῳδίας. ἐξομολογήσομαί σοι Τουτέστιν ἀπὸ καρδίας καὶ ἀπὸ πάσης προσφέρω δυνάμεως τὴν ἐξομολόγησιν. διηγήσομαι Τουτέστιν ἀπαγγελῶ πάντα, ὅσα μέλλεις ποιεῖν δι’ ἐμέ· πῶς τὸν οὐρανὸν κλίνεις, πῶς σύμμορφος γίνῃ, ἵνα σώσῃς τὸν ἄνθρωπον. εὐφρανθήσομαι Ἐν (ἐπὶ) τῷ θανάτῳ σου καὶ τῇ ἀναστάσει, φησὶν ὁ ἄνθρωπος. ψαλῶ Ἐπὶ τῇ χαρᾷ τῆς σῆς παρουσίας· οἱ χαίροντες γὰρ ἀεὶ ψάλλουσιν. ἐν τῷ ἀποστραφῆναι Ἐν οἷς γὰρ ἐπεχείρησε, συνελήφθη· ἐχθροῦ γὰρ πεσόντος οἱ αἰχμάλωτοι χαίρουσιν (χαίρονται). ἀσθενήσουσιν Οἱ τῷ σωτῆρι ἐπαναστάντες· ἠσθένησαν γὰρ ἐν τῇ ματαιότητι αὐτῶν. ὅτι ἐποίησας Καταργήσας τοὺς δαίμονας καὶ ἐλευθερώσας τὸν ἄνθρωπον. ἐκάθισας Ἐπὶ τοῦ θρόνου ἐκάθισας τὸν κυριακὸν ἄνθρωπον, νικήσας τὸν διάβολον. ἐπετίμησας Ἀφ’ οὗ γὰρ κατηργήθη τὰ τῶν δαιμόνων ἔθνη, ὁ διάβολος τὴν ἰσχὺν ἀπώλεσεν. τὸ ὄνομα αὐτῶν Καὶ γὰρ καὶ τὸν τόπον καὶ τὸ ὄνομα τοῦ ἀρχαγγέλου ἀπώλεσεν εἰς τὸν αἰῶνα· κληθῆναι γάρ ἐστι ἀδύνατον. τοῦ ἐχθροῦ ἐξέλιπον Ἀφ’ οὗ γὰρ ὁ Χριστὸς ἐφάνη, κατηργήθησαν τοῦ διαβόλου αἱ δυνάμεις· ῥομφαία γὰρ δύναμις ἑρμηνεύεται. καὶ πόλεις καθεῖλες Τὰ τοῦ θανάτου καὶ τοῦ ᾅδου βασίλεια.
ἀπώλετο Τοῦ θανάτου εὔδηλον καὶ τοῦ διαβόλου· ἦχος γὰρ μέγας καὶ θόρυβος ἐγένετο ἐν τῷ συντριβῆναι πύλας χαλκείας καὶ μοχλοὺς σιδηροῦς καὶ τείχη καθαιρεθῆναι ἀδαμάντινα. καὶ ὁ κύριος Ὡς ἀτελεύτητος καὶ ἀδιάδοχος βασιλεύς. ἡτοίμασεν Ἐπὶ τῆς συντελείας εὔδηλον, ὅταν μέλλῃ κρίνειν πάντα τὰ ἔθνη. καὶ αὐτὸς κρινεῖ Δικαιοσύνη γὰρ καὶ εὐθύτης παρ’ αὐτῷ· ἀπροσωπολήπτως γὰρ κρινεῖ τότε ὁ θεός. καὶ ἐγένετο Καταφυγὴ καὶ βοήθεια τῶν δικαίων τότε ὁ θεὸς γίνεται (γενήσεται), τῶν ἐν πενίᾳ καὶ πτωχείᾳ ἐνταῦθα βιωσάντων ἐν ὑπομονῇ. ἔγνωμεν δὲ τοῦτο ἐκ τοῦ Λαζάρου καὶ τοῦ πλουσίου. καὶ ἐλπισάτωσαν Τοῖς γὰρ ἐν ἀληθείᾳ ἐγνωκόσι τὸ ὄνομα τοῦ κυρίου ἐλπὶς ἀληθῶς ἀψευδὴς καὶ καταφυγή ἐστιν ὁ θεός. ψάλατε τῷ κυρίῳ Τουτέστιν ἐν ψαλμοῖς δοξάσατε τὸν θεὸν ἐν τῇ ἐκκλησίᾳ· ἐν αὐτῇ γὰρ κατοικεῖ ὁ θεός. ἀναγγείλατε Εἴπατε, φησί, τοῖς ἔθνεσι τὰ ἔργα αὐτοῦ καὶ τὰ θαυμάσια αὐτοῦ κηρύξατε αὐτοῖς, ὅτι ἦλθεν ὁ ζητῶν τὸ ἀπολωλὸς καὶ σώζων τὸ πλανώμενον, ὅπως προτραπῶσιν εἰς τὴν κλῆσιν τῆς πίστεως. ὅτι ἐκζητῶν Ἐκδίκησιν γὰρ ποιεῖ (ποιήσει) ὁ θεὸς ἐν τοῖς αἱμάξασι τὰς χεῖρας τῶν ἐθνῶν ἐν ταῖς εἰδωλικαῖς θυσίαις. οὐκ ἐπελάθετο Οὐ γὰρ ἠμέλησε τῶν πενομένων τῇ πίστει, τῶν ἐθνῶν εὔδηλον, ἀλλ’ ἐπιστρέψας ἔσωσε πλουτίσας αὐτοὺς τῇ χάριτι. ἐλέησόν με Ταῦτα ἡ ἐκκλησία βοᾷ, ὅτι πολὺ ἐταπείνωσαν αὐτὴν οἱ δαίμονες.
ὁ ὑψῶν με Ἔγγιστα γὰρ τῶν πυλῶν τοῦ θανάτου ὑπῆρχεν ἡ ἐκκλησία, δουλεύουσα τοῖς εἰδώλοις· φανέντος δὲ τοῦ Χριστοῦ, ἐπιστρέψασα ἐδοξάσθη καὶ ὑψώθη. ὅπως ἂν ἐξαγγείλω Διὰ γὰρ τῆς ἐκκλησίας πᾶσαι αἱ αἰνέσεις καὶ ἐξομολογήσεις προσφέρονται τῷ Χριστῷ· θυγάτηρ γὰρ τῆς Σιὼν ἡ ἐκκλησία, Σιὼν δὲ οἶκος ἄρτου ἑρμηνεύεται, ὅ ἐστιν ὁ Χριστός. πύλαι δὲ τῆς ἐκκλησίας δικαιοσύνη καὶ εἰρήνη καὶ ἀλήθεια. ἀγαλλιάσομαι Ἐπὶ τῷ σταυρῷ· σωτηρία γὰρ τῆς ἐκκλησίας καὶ πάντων τῶν πιστῶν ἐν ὅλῳ τῷ κόσμῳ ὁ σταυρὸς ἐγένετο. ἐνεπάγησαν ἔθνη Τὸ τῶν Ἰουδαίων ἔθνος, ὡς ἐνόμισαν (ἐνόμιζον) παγιδεύειν τὸν σωτῆρα, διεφθάρησαν ἐν ἀπιστίᾳ καὶ ἐν αὐτῇ συνελήφθησαν· προσκόψαντες γὰρ τῷ λίθῳ, συνετρίβησαν. γινώσκεται κύριος Οἱ γὰρ ἐξ αὐτῶν πιστεύσαντες ἔγνωσαν, ὅτι αὐτός ἐστι κριτὴς πάντων. ἐν τοῖς ἔργοις Ὁ γὰρ διάβολος ἐτεκτήνατο (ἐτέκταινε) τὸν σταυρὸν καὶ ἐν αὐτῷ συνελήφθη καὶ [δι’ αὐτοῦ] ἀπώλετο. ᾠδὴ διαψάλματος Διάστασις τοῦ λόγου σὺν προσευχῇ. ἀποστραφήτωσαν Οἱ δαίμονες καὶ ὅσοι τούτοις ἐδούλευσαν [μὴ πιστεύσαντες τῷ Χριστῷ]. πάντα τὰ ἔθνη Ἕλληνες, αἱρετικοὶ καὶ οἱ Ἰουδαῖοι [καὶ οἱ ὅμοιοι αὐτοῖς]. ὅτι οὐκ εἰς τέλος Οἱ πτωχοὶ τῷ πνεύματι οὐκ ἐπελήσθησαν παρὰ τῷ θεῷ. περὶ γὰρ αὐτῶν λέγει· μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
ἡ ὑπομονή Τῶν ἀποστόλων καὶ ὅσοι τούτοις ἐξηκολούθησαν· οὗτοι γὰρ πρὸς ἀλήθειαν πένητες, ὡς μηδὲν ἐπὶ γῆς κτησάμενοι. ἀνάστηθι Περὶ τοῦ Χριστοῦ καὶ τῆς ἀναστάσεως αὐτοῦ ὁ προφήτης λέγει· ἀνάστηθι, κύριε ὁ θεός, διασκόρπισον τοὺς ἐχθρούς σου, μή ποτε καυχήσωνται ὡς νικήσαντες. κριθήτωσαν Τουτέστιν ἐντιμωθήτωσαν [τὰ ἔθνη] ἐνώπιόν σου· αὐτὰ γὰρ ἐν τῇ πίστει προκόπτουσιν. κατάστησον [Τὸν Χριστὸν καὶ τὸ εὐαγγέλιον δός, ὦ πάτερ, αὐτοῖς]. μαθέτωσαν (μάθωσιν), ὅτι τοῦ τελείου καὶ κατὰ θεὸν ἀνθρώπου ἀπέλαβον τὸ ἀξίωμα. ἵνα τί, κύριε Τῇ γὰρ μακροθυμίᾳ καὶ τῇ ἀνοχῇ τοῦ θεοῦ προσέχοντες, ἐνόμισαν μακρὰν εἶναι ἀπ’ αὐτῶν τὸν θεόν. ὑπερορᾷς Τουτέστιν ἐν καιρῷ θλίψεως μὴ ὑπερίδῃς τὸν ἄνθρωπον. ἐν τῷ ὑπερηφανεύεσθαι Ἐν τῷ γὰρ τοὺς ὑπερηφάνους ἀλαζονεύεσθαι καὶ ἐπαίρεσθαι οἱ πτωχοὶ καίονται τῇ θλίψει ὡς ἀπὸ πυρός, ὡς καὶ οἱ Ἰουδαῖοι κατὰ Χριστοῦ ὡς πτωχεύσαντος ἐπανέστησαν. συνλαμβάνονται Οἱ γὰρ ὑπερήφανοι καὶ ἀλαζόνες ἐν ταῖς ἑαυτῶν βουλαῖς ἐμπίπτουσιν· ὁ γὰρ θεὸς τοῖς ὑπερηφάνοις ἀντιτάσσεται. ὅτι ἐπαινεῖται Ἐπὶ πᾶσι γὰρ τοῖς κακοῖς, οἷς πράττει ὁ διάβολος, τέρπεται. πανταχοῦ γὰρ ἡ γραφὴ ἁμαρτωλὸν τὸν διάβολον λέγει. καὶ ὁ ἀδικῶν Ἔθος γάρ (ἐστι) τοῖς προσωπολήπταις ἀνθρώποις τοὺς ἀδικοῦντας ἐπαινεῖν καὶ ἀλείφειν ἐπὶ τῷ κακῷ (ἐπὶ τὸ κακόν). παρώξυνεν Ὡς μὴ ἐπιστρέφων, ἀλλ’ ἐπιμένων τῇ ἁμαρτίᾳ.
κατὰ τὸ πλῆθος Οὔτε γὰρ τὸ πλῆθος τῆς ὀργῆς τοῦ θεοῦ δειλιᾷ καὶ ἐπιστρέφει ὁ ἁμαρτωλός. οὐκ ἔστιν ὁ θεός Ὁ ἄπιστος καὶ ὁ ἁμαρτωλὸς οὐδέποτε τίθεται τὸν θεὸν πρὸ ὀφθαλμῶν (αὐτοῦ), βεβηλοῦνται ἀλλ’ ἑκάστης ἡμέρας καὶ ἐν παντὶ καιρῷ μιαίνει καὶ ῥυποῖ τὰς ὁδοὺς αὐτοῦ, μὴ πιστεύων, ὅτι ἐστὶ <ἔσται> κρίσις. ἀνταναιρεῖται Σμικρύνει γὰρ καὶ κατευτελίζει (ἀεὶ) τὰς ἐντολὰς τοῦ θεοῦ ὁ ἄπιστος. πάντων τῶν ἐχθρῶν Πάντας γὰρ τοὺς εὐσεβοῦντας ἐχθροὺς ἡγεῖται ὁ ὑπερήφανος (ὁ ἀλαζὼν) καὶ πάντων βούλεται κατακυριεύειν. εἶπεν γάρ Κατὰ (ἐπὶ) γενεὰν γὰρ καὶ γενεὰν πᾶσι τοῖς δικαίοις ἐπολέμησεν ὁ διάβολος καὶ πολεμῶν οὐ παύεται. περὶ γὰρ αὐτοῦ Ἠσαίας λέγει· εἶπεν ὁ διάβολος ἐν τῇ καρδίᾳ αὐτοῦ· ἀναβήσομαι εἰς τὸν οὐρανὸν καὶ ἐν μέσῳ τῶν ἀστέρων θήσω τὸν θρόνον μου. οὗ ἀρᾶς τὸ στόμα Περὶ τοῦ διαβόλου λέγει ὁ προφήτης· ἐπειδὴ διὰ παντὸς ὁ λάρυγξ αὐτοῦ πεπλήρωται ἀρᾶς (ἀνομίας) καὶ δόλου [δι’ οὗ πικρία τοῖς συνθεμένοις (πικραίνει τοὺς συντιθεμένους) αὐτῷ]. ὑπὸ τὴν γλῶσσαν Κόπος ἀνόνητος καὶ μόχθος (πόνος) ἀκερδής· δίχα δὲ τούτου (τούτων) τὴν γλῶσσαν (οὐ κινεῖ καὶ) σαλεύει. ἐγκάθηται Οἱ πλουτοῦντες τὴν ἀσέβειαν (τῇ ἀσεβείᾳ) διὰ παντὸς τῇ εἰρωνείᾳ συζῶσιν· ἐνεδρεύουσι γὰρ <οἱ δαίμονες> τοὺς ἀκάκους, ἄλλως τε καὶ οἱ πλούσιοι ἐνεδρεύουσι τοὺς πένητας.
ἐν ἀποκρύφοις Ὁ διάβολος· λεληθότως γὰρ τὸν Χριστὸν ἐζήτησεν ἀποκτεῖναι. ἀθῷος γὰρ ταῖς χερσὶ καὶ καθαρὸς τῇ καρδίᾳ μόνος ὁ Χριστός (θεός). οἱ ὀφθαλμοὶ αὐτοῦ Οἱ τοῦ διαβόλου εἰς τὸν Χριστόν· πένης γάρ, ὡς δι’ ἡμᾶς πτωχεύσας. ἐνεδρεύει Ὁ λέων ἀεὶ ἐν τῷ σπηλαίῳ τῷ ἰδίῳ ἐνεδρεύει ἅρπαγμα (ἁρπαγήν)· οὕτως καὶ ὁ διάβολος ἐν τῇ συναγωγῇ τῶν Ἰουδαίων, ὡς ἐν μάνδρᾳ, ἐθήρευε τὸν Χριστόν, νομίσας αὐτὸν ψιλὸν ἄνθρωπον εἶναι. ἁρπάσαι πτωχόν Τὸν Χριστόν, τὸν δι’ ἡμᾶς πτωχεύσαντα, ὡς ἐδόκουν, ἁρπάσαντες εἷλκον. ἐν τῇ παγίδι Τὸν διάβολον ὁ Χριστός· ἐν τῇ παγίδι γάρ, ᾗ ἔστησεν, ἐν αὐτῇ συλληφθεὶς ἐταπεινώθη. ταπεινώσει Ἐνόμισε γὰρ ὁ ἐχθρὸς καὶ αὐτῶν τῶν ἀποστόλων κατακυριεύειν, ἀλλὰ καὶ τῶν μαρτύρων· ὅταν οὖν ἔδοξε πάντων κεκρατηκέναι, τότε συντριβεὶς ἔπεσε. [τὸ γὰρ κύψαι συντριβῆναι δηλοῦται]. εἶπεν γὰρ ἐν τῇ καρδίᾳ Ἐνόμιζε γὰρ ὁ διάβολος λήθῃ παραδεδωκέναι τὸν θεὸν τὰ περὶ αὐτοῦ καὶ οὐχ ἑώρα τὰ παρ’ αὐτοῦ τεκταινόμενα εἰς αὐτόν. ἀνάστηθι κύριε Ἀναστὰς γὰρ ἐκ τῶν νεκρῶν ὑψώθη πάλιν εἰς οὐρανούς, οὓς οὐκ ἦν καταλιπών· ἐν δὲ τῷ ὑψοῦσθαι (αὐτὸν) μετὰ δόξης ἐπῆρε τὴν χεῖρα αὐτοῦ ἐπὶ τοὺς ἐχθροὺς καὶ ἐσκόρπισεν αὐτοὺς ἐπὶ (εἰς) πᾶσαν τὴν γῆν. μὴ ἐπιλάθῃ Τουτέστι μὴ ἐπιλάθῃ τοῦ ἀνθρώπου, τοῦ πτωχεύσαντος τοσοῦτον, ὡς τὰ κεράτια ἐσθίοντος.
ἕνεκεν τίνος Ἕνεκεν τοῦ ἀνθρώπου παρώργισεν ὁ διάβολος τὸν θεόν, σκελίσας αὐτὸν τῇ πλάνῃ τῶν εἰδώλων. εἶπεν γὰρ ἐν καρδίᾳ Τουτέστιν ὅσον ἂν καταπίω τὸν ἄνθρωπον, οὐκ ἔστιν ὁ ζητῶν αὐτόν, φησὶ διάβολος. βλέπεις Ὁ θεὸς πρὸς τὸν διάβολον λέγει· βλέπεις, ὅτι σὺ εἶ ὁ βλάπτων τὸν ἄνθρωπόν (μου). τοῦ παραδοῦναι Πάντα γὰρ ποιεῖς, ὥστε ἐν χερσί σου κατέχεσθαι τὸν ἄνθρωπον. σοὶ οὖν Τῷ θεῷ, εὔδηλον, ἐβόησαν οἱ πτωχοὶ τῷ πνεύματι καὶ οἱ ἀπορφανισθέντες τοῦ κόσμου, ὥστε παρ’ αὐτοῦ φρουρεῖσθαι. σύντριψον Τοῦ διαβόλου, εὔδηλον· οὗτος γὰρ καὶ ἁμαρτωλὸς καὶ πονηρός. τούτου τὸν βραχίονα, τουτέστιν τὴν ἰσχύν, κατάργησον, ἵνα μὴ λυμαίνηται τὸν ἄνθρωπον. ζητηθήσεται Τουτέστι ζητηθέντος τοῦ τέλους (ζητουμένης τέλος) αὐτῆς, οὐχ εὑρίσκεται· πολλὴ γάρ ἐστιν. βασιλεύσει Ἡ γὰρ βασιλεία τοῦ Χριστοῦ καὶ θεοῦ βασιλεία αἰώνιος, ἀδιάδοχος καὶ ἀτελεύτητος. ἀπολεῖσθε Οἱ δαίμονες ἐκ τοῦ ἀνθρώπου· γῆ γὰρ νοητὴ ὁ ἄνθρωπος. τὴν ἐπιθυμίαν Τὴν θέλησιν τῶν δικαίων (χειλέων) καὶ τὴν ἑτοιμασίαν τῆς καρδίας αὐτῶν. λέγει δὲ τὰς πράξεις τὰς ἀγαθὰς καὶ εἰσακούει καὶ ἐπιβλέπει ὁ θεὸς καὶ χαίρει ἐπ’ αὐτοῖς. κρῖναι Τῶν γὰρ ὀρφανῶν καὶ τῶν ταπεινῶν ἔκδικος ὁ θεὸς καὶ βοηθός, δι’ οὗ τῶν μεγαλαυχούντων τὸ θράσος πίπτει καὶ εἰς οὐδὲν λογίζεται <τὸ φρύαγμα ἐπὶ γῆς εἰς οὐδὲν λογίζεται>.
Εἰς τὸ τέλος Περὶ γὰρ τῶν μελλόντων ἐπὶ (ἐν) συντελείᾳ τῶν αἰώνων τελεῖσθαι ἡ προφητεία τῷ (τοῦ) Δαυὶδ ἐφανέρωσεν (ἐφανερώθη). ἐπὶ τῷ κυρίῳ Ὁ κατὰ Θεὸν (ἄνθρωπος) πολιτευόμενος καὶ εἰς ὕψος ἀρετῆς ἀνελθὼν λέγει πρὸς τοὺς δαίμονας· τί ἔχετε (λοιπὸν) λέγειν περὶ ἐμοῦ; ὅλον δέ ἐστιν εἰς τὸν Χριστόν. μεταναστεύου Ἐπὶ γὰρ τὰ δόγματα τῶν προφητῶν, ὡς ἐν ὄρεσι στρουθίου δίκην, οἱ καθάραντες τὸν βίον πέτονται ταῖς ἀρεταῖς. λέγει δὲ τὸν σωτῆρα, ὡς ἀεὶ ἐν ταῖς ἐρήμοις αὐλιζόμενον. ὅτι ἰδοὺ οἱ ἁμαρτωλοί Οὐ παύονται γὰρ οἱ δαίμονες τοξεύοντες τὸν ἄνθρωπον λεληθότως. ἡτοίμασαν Φαρέτρα ἐστὶ βελοθήκη. ἀεὶ δὲ τούτοις τοῖς βέλεσι πεπλήρωται ἡ διάνοια τῶν δαιμόνων. τοῦ κατατοξεῦσαι Ἐπιτηροῦσι γὰρ οἱ δαίμονες καὶ ὅταν εὕρωσι τὸν ἄνθρωπον τῇ ἀκηδίᾳ βαρυνόμενον καὶ ὥσπερ ἐσκοτισμένον, τότε καὶ αὐτοὶ ἐπεμβαίνουσι, τοξεύοντες (ἐπιλαμβάνοντες τοξεύουσιν) τὸν ἄνθρωπον τοῖς λογισμοῖς. ὅτι ἃ κατηρτίσω Τὴν ψυχὴν γὰρ ἡμῖν ὁ θεὸς κατήρτισε καθαράν, αὐτοὶ δὲ διὰ τῶν ῥυπαρῶν λογισμῶν καθαιροῦσιν. ὁ δὲ δίκαιος Οἱ γὰρ δίκαιοι διὰ τῆς καθαρᾶς πολιτείας, κύριος ἐν ναῷ τὸν ναὸν φυλάττουσι ἅγιον τῷ θεῷ καὶ ἐν οὐρανῷ τὸν θρόνον ἀπολαμβάνουσιν· ἑκάτερα δέ ἐστιν ὁ Χριστός. οἱ ὀφθαλμοὶ αὐτοῦ Ἐπιτηρεῖ γὰρ ἀεὶ τὸν βίον (τῶν ἀνθρώπων), τῶν κατὰ θεὸν πενήτων, ὁ κύριος ἀρεσκόμενος αὐτοῖς.
τὰ βλέφαρα αὐτοῦ Νεύματι γὰρ σταθμίζει τὰ ἐν ἡμῖν. κύριος ἐξετάζει Τουτέστιν ἐρευνᾷ ἑκάτερον, ἵνα τῷ μὲν δικαίῳ ἀποδώσει τὸν μισθόν, τῷ δὲ ἀσεβεῖ τὴν κόλασιν, ὡς δίκαιος κριτής (δικαιοκρίτης). ὁ δὲ ἀγαπῶν Ὁ διάβολος· ἀγαπῶν (ἀγαπήσας) γὰρ τὴν ἀδικίαν, τὴν ἀξίαν ἀπώλεσεν· οὕτως πᾶς ὁ τὸ ἄδικον φιλῶν ζημιοῦται τὴν ἑαυτοῦ ψυχήν. ἐπιβρέξει Τοὺς δαίμονας (τοῖς δαίμοσι) καὶ ὅσοι τούτοις ἐξακολουθοῦσιν· παγιδεύεσθαι γὰρ αὐτοὺς συγχωρεῖ ὁ θεὸς τοῖς ἰδίοις ἐπιτηδεύμασιν. πῦρ καὶ θεῖον Καὶ ταῦτα τοῖς δαίμοσι καὶ τῷ διαβόλῳ· περὶ γὰρ αὐτοῦ εἴρηται· ἔχεις ἄνθρακας πυρός, κάθισαι ἐπ’ αὐτούς. ὅτι δίκαιος κύριος Δικαίαν γὰρ τὴν κρίσιν ἐπάξει τότε τοῖς πᾶσιν, ὡς θεὸς ἀληθινός. εὐθύτητα Οὐδὲν γὰρ σκολιὸν ἢ διεστραμμένον ἢ ψευδὲς παρ’ αὐτῷ.
Εἰς τὸ τέλος, ὑπὲρ τῆς ὀγδόης Ἐπὶ συντελείᾳ τῶν αἰώνων ὑπὲρ τοῦ μέλλοντος αἰῶνος ἡ προφητεία τῷ Δαυὶδ ἐφανερώθη (ἐφανέρωσε τὴν ᾠδήν), ἵνα ἕκαστος ἑτοιμάζηται πρὸς τὸ μέλλον· ἕβδομος γὰρ ὁ παρών, ὄγδοος δὲ ὁ μέλλων. ἀλλὰ δὲ καὶ περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ· ὀγδόη γὰρ τυγχάνει ἡμέρα, καὶ ὀγδόη καὶ πρώτη. σῶσόν με, κύριε Ὁ Χριστὸς περὶ τοῦ λαοῦ τῶν Ἰουδαίων βοᾷ, ὅτι οὐκ ἦν ἐν αὐτοῖς ὁ συνίων ἐπὶ τὸν θεόν· αἰνίττεται δὲ καὶ τὸν ἀοίδιμον θάνατον τοῦ κυρίου (τοῦ θεοῦ) ἡμῶν. ὅτι ὠλιγώθησαν Ἀφέντες γὰρ τὴν ἀλήθειαν οἱ Ἰουδαῖοι ψευδῆ κατὰ τοῦ Χριστοῦ ἐμελέτησαν. μάταια ἐλάλησεν Τουτέστιν μάταια πρὸς ἀλλήλους ἐβουλεύσαντο (ἐλάλησαν) κατὰ τοῦ Χριστοῦ, [βλάψαι τὴν ἀλήθειαν σπεύδοντες]. χείλη δόλια Καὶ πρὸς ἀλλήλους [γὰρ] δολίως ἐλάλουν· ἕκαστος δὲ ἐν ἑαυτῷ ἐτέκταινε τὸ κακόν. ἐξολεθρεύσει Ἐδογμάτιζε γὰρ αὐτῶν τοὺς λογισμούς, τὰς ἐνθυμήσεις αὐτῶν ἐμβατεύων ὡς θεός. καὶ γλῶσσαν Τουτέστιν μεγαλαυχοῦσαν· κατὰ τοῦ θεοῦ γὰρ αὐτὴν ἐκίνουν. τοὺς εἰπόντας Τουτέστιν εἰς ὕψος ἐπάρωμεν. τὰ χείλη ἡμῶν Μέμφεται ἐνταῦθα τοὺς ἅρπαγας καὶ τοὺς πλεονέκτας, οἵτινες μήτε τῶν πτωχῶν τὴν πτῶσιν, μήτε τῶν πενήτων τὸν στεναγμὸν οἰκτείρουσιν (οἰκτείροντες).
ἀπὸ τῆς ταλαιπωρίας Λέγει μὲν τὴν ἀνάστασιν τοῦ Χριστοῦ, ὅτι μετ’ ὀργῆς ἐξανίσταται ἐπὶ τοὺς ἐχθρούς· τὸ δὲ θήσομαι ἐν σωτηρίῳ λέγει τὸν σταυρόν, ὡς ἐν αὐτῷ τὴν νίκην ἀράμενος ὁ κύριος. τὰ λόγια Οὐ γάρ ἐστι προσωποληψία παρὰ τῷ θεῷ, ἀλλ’ εὐθύτης καὶ δικαιοσύνη· ὁ γὰρ λόγος αὐτοῦ ὡς πῦρ καίεται. κεκαθαρισμένον Τουτέστιν εἰς τέλος καθαίρων πάντα, ὡς θεοῦ λόγος ἀπροσωπόληπτος. σὺ κύριε Ὁ προφήτης ἐκ προσώπου τοῦ ἀνθρώπου εὔχεται φυλαχθῆναι ἀπὸ τῆς γενεᾶς τῆς σκολιᾶς καὶ διεστραμμένης. αἰνίττεται δὲ καὶ τὸ γένος τῶν Ἰουδαίων εἰς πρόσωπον τοῦ Χριστοῦ. κύκλῳ οἱ ἀσεβεῖς Κυκλοῦντες γὰρ οἱ Ἰουδαῖοι τὸν Χριστὸν οὐκ ἐπαύσαντο ἄλλος πρὸς ἄλλον μελετῶντες τὸ ψεῦδος· ἀλλὰ γὰρ καὶ οἱ δαίμονες κυκλοῦντες τὸν ἄνθρωπον οὐ παύονται. κατὰ τὸ ὕψος Κατὰ γὰρ τὴν δόξαν καὶ τὴν δύναμίν σου, ὁ θεός, περιεποιήσω τὸ γένος τῶν ἀνθρώπων.
Εἰς τὸ τέλος Ἐπὶ τέλει γὰρ τοῦ αἰῶνος οἱ προφῆται ἐλάμβανον τὴν προφητείαν περὶ τοῦ μυστηρίου, τοῦ μέλλοντος ἐπὶ τέλει φαίνεσθαι. ἕως πότε Ὁ Χριστὸς ἀπὸ (ἐκ) προσώπου τοῦ Ἀδὰμ βοᾷ· διὰ τί, κύριε, τοσοῦτον χρόνον ἀφῆκάς με τῇ ἁμαρτίᾳ φθείρεσθαι (φέρεσθαι). ἕως πότε ἀποστρέψεις Βδελυσσόμενός με διὰ τὴν παράβασιν [μοῦ], φησὶν ὁ Ἀδάμ. ἕως τίνος θήσομαι [Ἕως πότε ἀφῆκάς με, φησί, λογίζεσθαι περὶ τῆς σῆς παρουσίας;] ὀδύνας Ἀνέκδοτος γὰρ ἡ ὀδύνη μου ἑκάστης ἡμέρας σοῦ βραδύνοντος πρὸς (εἰς) τὸ σῶσαί με. ἕως πότε ὑψωθήσεται Τῆς γὰρ σῆς παρουσίας, δέσποτα, χρονιζούσης ἐπιμένων ὁ ἐχθρὸς [καὶ βιάζων] οὐ παύεται. ἐπίβλεψον Τουτέστιν ἐν τάχει ἐλθὲ καὶ ποίησον τὴν ἐκδίκησίν μου, φησὶν ὁ Ἀδάμ. φώτισον Φώτισον τοὺς ὀφθαλμοὺς τῆς διανοίας μου, ἕως πότε βαρὺν ὕπνον καθεύδω τῆς ἁμαρτίας; μή ποτε εἴπῃ Ὁ διάβολος φησίν· μὴ καυχήσηται εἰς ἐμὲ εἰς τέλος κυριεύων μου. οἱ θλίβοντες Ἐν γὰρ τῷ σαλευθῆναι τῇ παραβάσει τὸν ἄνθρωπον οἱ δαίμονες ἐχάρησαν. ἐγὼ δὲ ἐπὶ τῷ ἐλέει Ἔγνων γάρ, ὅτι οὐ μὴ παρίδῃς τὸ πλάσμα σου, ὃ ἐποίησας. ἀγαλλιάσεται Ἠγαλλιάσατο γὰρ ὁ Ἀδὰμ ἐπὶ τῇ σωτηρίᾳ, γενομένῃ διὰ τῆς ἐνσάρκου παρουσίας τοῦ Χριστοῦ. ᾄσω Ὅτι ἐλέησέ με, φησὶν ὁ Ἀδάμ, καὶ ἐκούφισέ με ἐκ τῶν κακῶν, ὧν παρέσχε μοι ἡ παράβασις.
Εἰς τὸ τέλος Ἐπὶ τέλει (ὑπὲρ τέλους) γὰρ τῶν καιρῶν ἡ προφητεία ἐπλήσθη τοῦ μυστηρίου. εἶπεν ἄφρων Ἄφρων ὁ διάβολος, ὡς καὶ τὴν ἀξίαν ἀπολέσας καὶ φαντασθεὶς τοιαῦτα περὶ θεοῦ. λέγει γάρ· θήσομαι τὸν θρόνον μου ἐπὶ τῶν νεφελῶν καὶ ἔσομαι θεός. τὸ δ’ αὐτὸ καὶ οἱ Ἕλληνες λογίζονται (ἐλογίζοντο) τῇ αὐτῶν ἀφροσύνῃ (τὴν αὐτῶν ἀφροσύνην). διέφθειραν Τοιαῦτα γὰρ διανοηθεὶς ὁ διάβολος καὶ οἱ δαίμονες, βδελυκτοὶ ἐγένοντο καὶ διεφθάρησαν, τουτέστιν ἐξέπεσαν ἐκ τῆς δόξης αὐτῶν, ἧς εἶχον παρὰ θεοῦ (παρὰ θεῷ). οὐκ ἔστιν ποιῶν Πάντες γὰρ οἱ δαίμονες κακὰ ἐνενόησαν καὶ περὶ τοῦ θεοῦ καὶ περὶ (κατὰ) τοῦ ἀνθρώπου, ὡς ἀντίπαλοι καὶ μηκέτι χρηστόν τι λογιζόμενοι. κύριος ἐκ τοῦ οὐρανοῦ Λέγει τὴν παρουσίαν τοῦ Χριστοῦ, τὴν μετὰ σαρκός, ἣν ἐποιήσατο διὰ τὸν ἄνθρωπον. τοῦ ἰδεῖν Πάντες γὰρ ἦσαν τῇ πλάνῃ αἰχμάλωτοι καὶ οὐδεὶς ἦν ὁ περὶ θεοῦ συνίων· διὸ καὶ παρεγένετο σπλαγχνισθεὶς ἐπὶ τῆς γῆς. πάντες ἐξέκλιναν Μετὰ γὰρ τὴν πλάνην καὶ ἄχρηστοι πρὸς ἐπιστροφὴν παντελῶς ἦσαν. οὐκ ἔστιν ποιῶν Ἐκ δευτέρου πάλιν μαρτύρεται τὸ πνεῦμα τὸ ἅγιον, ὅτι πονηρὰ ἦν ἡ πληγή, ἣν ἔπληξαν οἱ δαίμονες τὸν ἄνθρωπον καὶ οὐχ ὑπελείφθη ἕως ἑνὸς ποιῶν (ποιοῦντος) ἀγαθόν. οὐχὶ γνώσονται Μαθήσονται (μνησθήσονται) γὰρ οἱ δαίμονες τὴν ἀντίληψιν τοῦ ἀνθρώπου ἐν τῇ παρουσίᾳ τοῦ κυρίου (Χριστοῦ) καὶ πενθήσουσιν.
οἱ κατέσθοντες Ἐν αὐτῷ γὰρ τῷ φάρυγγι οἱ δαίμονες ὥσπερ βρῶσιν εἶχον ἄνθρωπον, μὴ ἐννοοῦντες, ὅτι ὁ θεὸς ἐπιλαθέσθαι τοῦ πλάσματος αὐτοῦ οὐ δύναται. ἐκεῖ ἐδειλίασαν Ὅταν ὁ θεὸς εἰς ἀναζήτησιν τοῦ ἀνθρώπου παρεγένετο, οἱ δαίμονες φόβῳ μεγάλῳ κατεπλάγησαν· οὐκ ἦν δὲ τοῖς σωζομένοις φόβος, ἀλλὰ σωτηρία. ὅτι ὁ θεός Ἐν γὰρ τοῖς δικαίοις κατοικεῖ ὁ θεός, οὓς συνεστήσατο τὸ γένος ἑαυτῷ, ἀναλαβὼν (ἐν τῷ ἀναλαμβάνειν) τὸν ἄνθρωπον. βουλὴν πτωχοῦ Διαφθονούμενοι οἱ δαίμονες, οἱ (ὅτι) διὰ Χριστὸν πτωχεύσαντες, ἐλπίδα ἔχουσι τὸν κύριον· φαυλίζοντες τούτους οὐ παύονται, οὐ φοβοῦνται δὲ τῷ θεῷ ἀνακείμενοι. τίς δώσει Ὁ Χριστός· ἐν γὰρ τῇ Σιὼν ἐνομοθέτησε τὴν σωτηρίαν τῶν πιστῶν, ὅ ἐστι τὰ μυστήρια.
Ἰσραὴλ γὰρ καὶ οἱ λοιποὶ (λοιπὸν) ὁ πιστὸς λαὸς ὡς ὁρατὸς ὑπὸ θεοῦ. ἐν τῷ ἐπιστρέψαι Τουτέστιν ἐν τῷ σωθῆναι τὸν λαόν, τὸν ἐξ ἐθνῶν, αἰχμάλωτον ὄντα τοῖς δαίμοσι. ἀγαλλιάσθω Ἑκάτερα ὁ Χριστός, καὶ Ἰακὼβ καὶ Ἰσραήλ· αὐτὸς γὰρ μόνος χαρὰν ἡγήσατο τὴν ἐπιστροφὴν τοῦ ἀνθρώπου (λαοῦ).
Εἰς τὸ τέλος Τελείωσιν τοῦ μυστηρίου τοῦ Χριστοῦ σημαίνει ἡ προφητεία τοῦ ψαλμοῦ τούτου. κύριε, τίς παροικήσει Τουτέστιν (καὶ) τίς ἄρα ἀξιωθήσεται συνοικῆσαι ταῖς ἐντολαῖς σου, πιστεύσας εἰλικρινῶς τῇ ἐπιφανείᾳ σου, τῇ μετὰ σαρκὸς (σαρκώσει), ἧς (ᾗ) ἐσκήνωσας ἐν ἡμῖν. καὶ τίς κατασκηνώσει Τίς, φησί, ἐντρυφήσει τῇ πίστει τῇ σῇ; ὄρος γὰρ ἡ γραφὴ τὴν πίστιν καλεῖ. νόει δὲ καὶ τὸν Γολγοθᾶ καὶ τὰ πεπραγμένα ἐν αὐτῷ μυστήρια. πορευόμενος Ὁ Χριστὸς πρὸς ἀλήθειαν ἄμωμος καὶ δίκαιος, καὶ πᾶς ὁ μὴ διδοὺς μῶμον τοῖς ἔργοις αὐτοῦ, ἀλλ’ ἀεὶ δικαίως πράττων τὰ πάντα. λαλῶν ἀλήθειαν Ὁ τῷ ψεύδει ἀποταξάμενος καὶ ἀεὶ κρατῶν τὴν ἀλήθειαν ἀκλινῶς. ἑκάτερα δὲ ὁ Χριστός ἐστιν. ὃς οὐκ ἐδόλωσεν [Ὁ Χριστός, περὶ οὗ φησί· καὶ οὐχ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. τοῦτο δὲ καὶ ὁ κατὰ θεὸν ἄνθρωπος καὶ τελείως ἀγωνιζόμενος (ἀγωνίζεται).] οὐδὲ ἐποίησεν Ὁ πρὸς ἀλήθειαν ἀγαθὸς κύριος, ὃς κακὸν ἀντὶ κακοῦ οὐκ ἀπέδωκε (ἀνταπέδωκε) τοῖς ἀθετοῦσιν. καὶ ὀνειδισμόν Ὁ Χριστός, περὶ οὗ ἡ γραφή· ὁ διδοὺς καὶ μὴ ὀνειδίζων. τοῦτο δὲ ποιοῦσι καὶ οἱ κατὰ θεὸν ζῶντες. ἐξουδένωται Ἰούδας πονηρευθεὶς ἐξουδενώθη, τουτέστιν ἀπερρίφη (ἐξερρίφη) τῆς ἀξίας. τὸ αὐτὸ καὶ οἱ πονηροὶ πάσχουσιν.
τοὺς δὲ φοβουμένους Τοὺς ἀποστόλους λέγει, οἵτινες τῷ φόβῳ τοῦ θεοῦ (θανάτου) καὶ τῇ ἀγάπῃ ἀκλινεῖς ἔμειναν· οὗτοι (ἔτι δὲ) ἐδοξάσθησαν ἀκούσαντες, ὅτι καθίσεσθε ἐπὶ δώδεκα θρόνοις. τὸ δ’ αὐτὸ καὶ πάντες οἱ ἐν ἀληθείᾳ τὸν θεὸν φοβούμενοι ὡς ἀπόστολοι. ὁ ὀμνύων Καὶ τοῦτο ὁ Χριστός, περὶ οὗ ὤμοσε κύριος καὶ οὐ μεταμεληθήσεται. μακάριος δὲ καὶ ὁ ἄνθρωπος ἐκεῖνος, ὁ φυλάσσων ταῦτα. τὸ ἀργύριον Δώσας γὰρ ὁ κύριος τῷ ἀνθρώπῳ ἑκάτερα καὶ τὰ ἄλλα πάντα τὰ ἀγαθὰ τῆς γῆς, τόκον οὐκ ἐπιζητεῖ, ἀλλὰ προαίρεσιν ἀγαθήν. μακάριοι δὲ καὶ ὅσοι τῶν ἀνθρώπων φυλάττουσι τὸ ῥῆμα τοῦτο τοῦ προφήτου. καὶ δῶρα Ἐνταῦθα μακαρίζει, ὅσοι τὰς χεῖρας ἀπὸ δώρων καθαρὰς φυλάττουσιν. Χριστοῦ δὲ μόνου ἡ δεξιὰ καθαρὰ πρὸς ἀλήθειαν. ὁ ποιῶν ταῦτα Ὁ Χριστός, ὡς θεὸς γὰρ μόνος ἀσάλευτος καὶ ἀμετακίνητος καὶ ὅσοι δὲ φυλάττουσι <τὰς ἐντολὰς αὐτοῦ> καὶ οὐ σαλεύονται τῇ ἀπιστίᾳ.
Στηλογραφία Τουτέστι φανεροῖ καὶ διαγράφει ἡ προφητεία τῷ Δαυὶδ τὰ ἐσόμενα ἐπ’ ἐσχάτων, τὴν ἐκλογὴν τῆς ἐκκλησίας καὶ ἀνάστασιν τοῦ σώματος τοῦ Χριστοῦ. Φύλαξόν με Ὁ υἱὸς πρὸς τὸν πατέρα λέγει ἐκ προσώπου τοῦ ἀνθρώπου καὶ βεβαιῶν ἅμα τὴν οἰκονομίαν τῆς σαρκός (τὴν σαρκικήν). εἶπα τῷ κυρίῳ Χαρισάμενος γὰρ ὁ θεὸς τὴν τοσαύτην δωρεὰν τῷ ἀνθρώπῳ οὐδὲν χρῄζει τῶν τοῦ ἀνθρώπου· οὔτε γὰρ ἐπιδέεταί τινος, μόνην δὲ ἐπιζητεῖ τὴν προαίρεσιν τοῦ ἀνθρώπου. τοῖς ἁγίοις Τοῖς ἀποστόλοις, τοῖς πρὸς ἀλήθειαν ἁγίοις· αὐτοῖς γὰρ ἐγνώρισε τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν καὶ τὸ ἑαυτοῦ θέλημα καὶ δι’ αὐτῶν πᾶσι τοῖς ἁγίοις, ὅσοι τῇ διδαχῇ τῶν ἀποστόλων ἐξηκολούθησαν. ἐπληθύνθησαν Πολλαὶ γὰρ αἱ θλίψεις τῶν ἀποστόλων καὶ αἱ ἀσθένειαι, ὑστερούμενοι, κακουχούμενοι, ἀλλὰ μετὰ ταῦτα ἀνδρειότεροι τῷ κηρύγματι γεγόνασι. οὐ μὴ συναγάγω Οὔτε γὰρ δι’ αἵματος ἢ πολέμου ἢ δυναστείᾳ τινὶ τὴν κλῆσιν τῶν ἐθνῶν ἐποιοῦντο, ἀλλὰ πίστει καὶ ἀγάπῃ ἐπισυνήγαγον πάντας. οὐδὲ μὴ μνησθῶ Περὶ Ἰουδαίων ὁ λόγος καὶ Ἑλλήνων καὶ κακοπίστων πάντων, ὅσοι τῷ κηρύγματι τῶν ἀποστόλων οὐκ ἐπίστευσαν· τούτων ὁ θεὸς μνήμην οὐ ποιεῖται. κύριος ἡ μερίς Κληρονομία θεοῦ τὰ ἔθνη ἐπιστρέψαντα ἐκλήθη, σοῦ δὲ μερὶς ὁ κύριος, μυσταγωγοῦνται (μυσταγωγοῦντες) δὲ ποτηρίῳ τοῦ αἵματος (τῷ αἵματι) τοῦ Χριστοῦ.
σὺ εἶ ὁ ἀποκαθιστῶν Ὁ υἱὸς πρὸς τὸν πατέρα λέγει, ὅτι πᾶσαν τὴν ἐξουσίαν δέδωκε τῷ υἱῷ ἐπουρανίων (ὑπουρανίων) καὶ ἐπιγείων καὶ καταχθονίων καὶ τὴν τῶν ἐθνῶν κληρονομίαν. σχοινία ἐπέπεσαν Ὥσπερ γὰρ σχοινίῳ, οὕτως σφίγγεται τῇ ἀγάπῃ καὶ πίστει ὁ προσερχόμενος (προστρεχόμενος) θεῷ. καὶ γὰρ ἡ κληρονομία Προσηνής μοί ἐστιν, τουτέστιν, καὶ ἐκραταιώθη ἐν ἐμοὶ ἡ τῶν ἐθνῶν κλῆσις καὶ οὐδεὶς δύναται ἆραι αὐτὴν ἀπ’ ἐμοῦ. εὐλογήσω Ὁ υἱὸς πρὸς τὸν πατέρα ἐκ προσώπου τοῦ ἀνθρώπου, ὅτι ἐκ τοῦ πνεύματος τοῦ ἁγίου ἐπλήσθη ὁ ἄνθρωπος συνέσεως. ἔτι δὲ καί Λέγει περὶ τοῦ πάθους· νυκτὸς γὰρ κρατήσαντες αὐτὸν ἀπήγαγον εἰς τὸ κριτήριον. νεφροὺς δὲ λέγει τοὺς Ἰουδαίους, ὡς γένος αὐτοῦ ὄντας <ἢ λογισμοὺς καρδίας>. προορώμην Οὔτε γὰρ ἐχωρίσθη τοῦ πατρὸς [αὐτοῦ] τὸ τυχόν, οὔτε τῆς ἐκ δεξιῶν [αὐτοῦ] καθέδρας ἐσαλεύθη τὸ παράπαν. διὰ τοῦτο Τουτέστιν ηὐφράνθη ἡ θεότης διὰ τὸν ἄνθρωπον, ὅτι ἔσωσεν αὐτόν· ἠγαλλιάσαντο δὲ καὶ οἱ ἀπόστολοι τῷ κηρύγματι. γλῶσσα γὰρ τοῦ Χριστοῦ οἱ ἀπόστολοι. ἔτι δὲ καί Λέγει τὴν ἀνάστασιν τοῦ κυριακοῦ σώματος καὶ τὴν ἀνάληψιν, τὴν εἰς οὐρανούς, ὅτι σὰρξ οὖσα ἐν οὐρανοῖς (εἰς οὐρανοὺς) κατεσκήνωσεν. ὅτι οὐκ ἐγκαταλείψεις Πῶς γὰρ ὁ ἀκράτητος ἔμελλε κρατεῖσθαι εἰς τὸν ᾅδην, αὐτὸς σκυλεύων τὸν ᾅδην; καὶ περὶ τῆς ψυχῆς δὲ τοῦ Ἀδὰμ ἡ προφητεία.
οὐδὲ δώσεις Πῶς γὰρ σάρξ, ἡ ἄφθαρτος καὶ ἀμιγὴς ἁμαρτίας, ἠδύνατο διαφθαρῆναι; ἐγνώρισάς μοι Τῷ ἀνθρώπῳ τὴν εἰς οὐρανοὺς ἄνοδον. πληρώσεις Τὸν κυριακὸν ἄνθρωπον συνεγείρας καὶ συγκαθίσας τῇ θεότητι, ὅ ἐστι μετὰ τοῦ προσώπου σου. τερπνότητες Ἐν τῇ δεξιᾷ, ἐν ᾗ τὸν οὐρανὸν ἐστερέωσε καὶ τὴν γῆν ἐθεμελίωσε καὶ τὸν ἄνθρωπον ἔπλασεν καὶ πάντα τὸν κόσμον παρήγαγε. τούτων γὰρ τερπνότερον οὐδὲν εὑρίσκεται.
Προσευχή Τουτέστιν προσευχὴ τοῦ Χριστοῦ ἐκ προσώπου τοῦ Ἀδὰμ ἐφανερώθη τῷ Δαυίδ. Εἰσάκουσον Ταῦτα ὁ Ἀδὰμ ὀδυρόμενος λέγει· εἰσάκουσόν μου, κύριε, καὶ μὴ παρίδῃς, ἀλλὰ πρόσχες εἰς ἐμὲ καὶ ἀνάστησόν με, πεσόντα τῇ παραβάσει. ἐνώτισαι Τουτέστι μὴ παρέργως τῇ προσευχῇ (τὴν προσευχήν) μου πρόσσχῃς· οὔτε γὰρ δολίοις οὔτε δισσοῖς χείλεσι κράζω, ἀλλὰ πόνῳ ψυχῆς συνεχόμενος. ἐκ προσώπου Τουτέστιν αὐτὸς κρῖνον τὴν κρίσιν μου, τὴν μεταξὺ ἐμοῦ καὶ τῶν ἐμὲ σκελισάντων δαιμόνων, τουτέστιν ὁ Ἀδάμ. οἱ ὀφθαλμοί μου Εὐθύτης γὰρ παρὰ τῷ θεῷ ὡς κριτῇ (τῷ κριτῇ ὡς θεῷ). ἐδοκίμασας Κύριε, οἶδας τὸν πόνον τῆς καρδίας μου, πῶς τῇ νυκτὶ τῶν ἁμαρτιῶν ἐζόφωται· διὸ ἐπίσκεψαι τὸν ἐν σκότει ὄντα. ἐπύρωσάς με Ὅταν, φησί, πυρώσῃς με τῷ πυρὶ τοῦ πνεύματος καὶ ἀναχωνεύσῃς τὸ ἐμὸν σκεῦος σὸν δὲ πλάσμα, τότε οὐ μὴ εὑρήσῃς ἐν ἐμοὶ ἀδικίαν· ἠπάτημαι γὰρ ὑπὸ τῶν δαιμόνων. ὅπως ἂν μὴ λαλήσῃ Αὐτὸς γὰρ ὁ Χριστὸς φησίν, ἅπερ ἐγὼ λέγω· οὐκ ἐξισοῦται τοῖς ἐμοῖς ῥήμασιν τὰ ἔργα τῶν ἀνθρώπων. ὑπὲρ ἄνθρωπον γάρ εἰσιν. διὰ τοὺς λόγους Ὁ κατὰ θεὸν ἄνθρωπος, ὁ τέλειος, λέγει· κύριε, διὰ τὰς ἐντολάς σου ἐγὼ ἐσκλήρυνα τὰς ὁδούς μου. νηστείᾳ (νηστείαις) καὶ ἀγρυπνίᾳ (ἀγρυπνίαις) καὶ πάσῃ κακοπαθείᾳ ἐμαυτὸν ὑπέβαλον, ἵνα φυλάξω τοὺς λόγους σου (τὰς ὁδούς σου).
κατάρτισαι Τουτέστιν ἔμβαλε τοὺς πόδας μου εἰς τὴν ὁδὸν τῆς ἀληθείας, ἵνα μὴ ἐκκλίνω εἰς τὰ δεξιὰ ἢ εἰς τὰ ἀριστερά. ἵνα μὴ σαλευθῇ Τουτέστιν ἵνα μὴ παντὶ ἀνέμῳ περιφέρωμαι διδαχαῖς καιναῖς (κεναῖς) καὶ ἀπάταις. ἐγὼ ἐκέκραξα Πάλιν γὰρ ὅτι οὐ μὴ παρίδῃς τὸ πλάσμα τὸ σόν· διὰ τοῦτο κράζων οὐκ ἐπαυσάμην. κλῖνον Τουτέστιν μὴ παρέργως μου ἀκούσῃς ὡς ῥυπωθέντος, ἀλλὰ θέλησον σῶσαί με. θαυμάστωσαν Θαῦμα γὰρ μέγα καὶ ὑπὲρ πᾶσαν τὴν κτίσιν, ὅτι θεὸς ὤν, ἐπὶ γῆς ἦλθες, ἵνα τὸν ἄνθρωπον σώσῃς. ἐκ τῶν ἀνθεστηκότων Ἐκ τῶν δαιμόνων· αὐτοὶ γὰρ ἀνθεστήκασι τῷ ἀνθρώπῳ. φύλαξόν με Ἐξ αὐτῶν με φύλαξον, φησὶν ὁ ἄνθρωπος, ἵνα μὴ πάλιν κυριεύσωσίν μου. ἐν σκέπῃ Τῶν δαιμόνων, τουτέστιν γυμνόν με κατέστησαν. ἀπὸ προσώπου Τῶν σῶν ἐντολῶν ἐξαπατήσαντές με, φησὶν ὁ Ἀδάμ. οἱ ἐχθροί μου Τὸν Χριστὸν οἱ Ἰουδαῖοι, ὡς ἐδόκουν, περιέσχον. περὶ Χριστοῦ γὰρ νῦν ὁ προφήτης διαλέγεται καὶ τοῦ λαοῦ τῶν Ἰουδαίων. τὸ στέαρ Ἐν καρδίᾳ γὰρ ἐτέκταινον τὰ κακά, ὡς [στέατι] ἡ ζύμη φυσᾷ (οὖσα) καὶ τῷ στόματι ἐλάλουν κατὰ τοῦ Χριστοῦ. ἐκβάλλοντές με [Ἔξω γὰρ τῆς πόλεως ἐσταύρωσαν αὐτὸν καὶ κυκλώσαντες ἐξεδέχοντο ἰδεῖν τὸ τέλος.] τοὺς ὀφθαλμούς Γήϊνα φρονοῦντες περὶ τοῦ Χριστοῦ καὶ οὐράνιον οὐδέν. ὑπέλαβόν με Ἐνόμισαν γὰρ οἱ Ἰουδαῖοι, ὡς κύνες ἄγραν, κρατεῖν τὸν Χριστόν, ὡς τὸν Ἀδὰμ οἱ δαίμονες.
καὶ ὡσεὶ σκύμνος Ὁ γὰρ διάβολος, ὡς ἐδόκει, κρύψας ἑαυτὸν ἐν Ἰουδαίοις, ἐπολέμει τῷ σωτῆρι. ἀνάστηθι κύριε Λέγει τὴν ἀνάστασιν τοῦ Χριστοῦ· αὐτοῦ γὰρ ἀναστάντος (ἐγερθέντος) ἐκ νεκρῶν, ἐφθάρησαν (ἐφθάσθησαν) καὶ οἱ Ἰουδαῖοι καὶ οἱ δαίμονες πανταχοῦ, καὶ οὐκέτι ἔστιν αὐτοῖς τόπος. πεπτώκασι γὰρ σκελισθέντες τῇ ἀναστάσει καὶ τῇ δυνάμει τοῦ Χριστοῦ. ῥῦσαι τὴν ψυχήν μου Τοῦ διαβόλου τὸν ἄνθρωπον (τὸν ἄνθρωπον ἀπὸ διαβόλου)· ἀσεβὴς γὰρ πρὸς ἀλήθειαν ὁ διάβολος καὶ ὅσοι τοῦτον ζητοῦσι καὶ ζηλοῦσιν. ῥομφαίαν σου Ῥομφαία γὰρ τοῦ θεοῦ (κυρίου) οἱ δαίμονες ἐπὶ τοὺς ἀπειθεῖς (ἀσεβεῖς)· συγχωρεῖ γὰρ αὐτοῖς ὁ θεὸς πρὸς ὀλίγον παιδεύειν τοὺς τοιούτους, ἵνα μαθόντες προσδράμωσιν τῷ θεῷ. κύριε ἀπολύων Τουτέστιν ὀλίγος ἐστὶν ὁ ἄνθρωπος, ἀλλὰ καὶ ἐκ τοῦ ὀλίγου τούτου ἀποδίωξον τοὺς δαίμονας τῆς γῆς, τοῦ ἀνθρώπου, τουτέστι. γῆν γὰρ πανταχοῦ ἡ γραφὴ τὸν ἄνθρωπον λέγει. τὸ δὲ διαμέρισον· χώρισον αὐτοὺς τῆς ζωῆς τῶν ἀνθρώπων. καὶ τῶν κεκρυμμένων Ὅσοι γὰρ ἀπὸ θεοῦ ἀποκρύπτονται, τουτέστιν χωρίζονται, οὗτοι εἰς τὴν γαστέρα τῶν δαιμόνων χωροῦσι, κατὰ τὴν γραφήν· καὶ κατέσθιεν (κατέπιεν) ὁ ᾅδης ἰσχύσας. ἐχορτάσθησαν Ἔθυσαν γὰρ τὰ τέκνα τοῖς δαίμοσιν, εἰδώλοις προσχωρήσαντες. ἡ δὲ ἁμαρτία αὐτῶν ἔφθασεν ἐπὶ τὰ τέκνα αὐτῶν. διὸ λέγει· τὰ κατάλοιπα τοῖς νηπίοις.
ἐγὼ δὲ ἐν δικαιοσύνῃ Ὁ Χριστὸς πρὸς τὸν πατέρα τελέσας ἐν δικαιοσύνῃ, διὸ ἦλθεν ἐπὶ τῆς γῆς σῶσαι τὸν ἄνθρωπον ἐκ τῆς πλάνης. χορτασθήσομαι Ἀπολαμβάνοντες οἱ δίκαιοι τότε τὸν μισθόν. λέγει δὲ τὸν κυριακὸν ἄνθρωπον, ὅτι ἀπήλαυσε θεότητος.
Εἰς τὸ τέλος Τῷ παιδὶ κυρίου τῷ Δαυίδ, ἃ ἐλάλησε τῷ κυρίῳ, τοὺς λόγους τῆς ᾠδῆς ταύτης ἐν ἡμέρᾳ, ᾗ ἐρρύσατο αὐτὸν κύριος ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτοῦ καὶ ἐκ χειρὸς Σαούλ, καὶ εἶπεν· ἡ προφητεία τὰ μέλλοντα ἐπὶ τέλει πληροῦσθαι φανεροῖ. διὸ λέγει τῷ παιδὶ κυρίου τῷ Δαυίδ. ἑρμηνεύεται δὲ Δαυὶδ ἱκανὸς χειρί, ἱκανὸς δὲ χειρὶ ὁ Χριστός· ἐλάλησε τὰ μέλλοντα ἐπ’ ἐσχάτων πληροῦσθαι περὶ πάντων τῶν ἐχθρῶν καὶ τῆς ἀναστάσεως, νικήσας τὸν διάβολον. ἀγαπήσω Ὁ υἱὸς πρὸς τὸν πατέρα· δύναμις γὰρ τοῦ Χριστοῦ ὁ πατήρ, ὡς Παῦλος λέγει θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν τὸν υἱόν. κύριος στερέωμα Τοῦ πιστοῦ καὶ κατὰ θεὸν ἀνθρώπου δύναμις καὶ καταφυγὴ καὶ ῥύστης ὁ θεός. ὁ θεός μου Ὁ κυριακὸς ἄνθρωπος λέγει, δοξασθεὶς τῇ θεότητι, καὶ πᾶς δὲ ὁ ἔχων ἐλπίδα ζωῆς (ζωῇ). ὑπερασπιστής Τοῦ κατὰ θεὸν σωζομένου ἀνθρώπου· ἑκάτερα δὲ ὁ Χριστὸς ὑπάρχει. αἰνῶν ἐπικαλέσομαι Ὁ Χριστὸς ἐκ προσώπου τοῦ ἀνθρώπου ταῦτα πρὸς τὸν πατέρα <λέγει>, ὡς προσευχόμενος. περιέσχον ὠδῖνες Ὤδινεν γάρ, τουτέστι ἐπόνει ὁ θάνατος καταπιεῖν <μέλλων> τὸν Χριστόν, ὡς ψιλὸν ἄνθρωπον. καὶ χείμαρροι Ὡς χείμαρροι ῥοιζηδὸν καὶ τεταραγμένοι φερόμενοι, οὕτως οἱ Ἰουδαῖοι μετὰ θράσους τὸν Χριστὸν ἐκύκλουν μετὰ ψεύδους.
ὠδῖνες ᾅδου Αἰνίττεται τὴν ἐν τῷ ᾅδῃ κατάβασιν καὶ ὅτι οἱ Ἰουδαῖοι ὠδίνουν (ὤδινον), τουτέστιν ἔτικτον κατὰ Χριστοῦ (τοῦ κυρίου) ψευδεῖς μαρτυρίας. προέφθασάν με Αἰνίττεται τὸν ζωοποιὸν θάνατον, ὃν ἔμελλεν ὑπομένειν, καὶ τὸ σωτήριον πάθος· ἑκάστη γὰρ τῶν Ἰουδαίων παγὶς θανατηφόρος ἦν, κυκλοῦσα τὸν Χριστόν. καὶ πρὸς τὸν θεόν Ὅτε ἐπὶ τοῦ σταυροῦ ἔκραξεν· ἐλωεὶ ἐλωεί, ἵνα βεβαιώσῃ τὴν σάρκα. ἤκουσεν Ὁ ναὸς ὁ ἅγιος τὸ σῶμα τοῦ Χριστοῦ, ἐν ᾧ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος. ὁ οὖν ναός, τουτέστιν ὁ κυριακὸς ἄνθρωπος, ἐβόα καὶ ἡ θεότης ἐπήκουσεν (ὑπήκουεν). καὶ ἡ κραυγή μου Εἰς τὰ ὦτα τοῦ πατρὸς ἡ κραυγὴ τοῦ υἱοῦ, ὡς γνησίου παιδός (υἱοῦ). καὶ ἐσαλεύθη Ὅταν ἐπὶ τοῦ σταυροῦ κράξας ἀπέδωκε τὸ πνεῦμα, τότε ἡ γῆ ἐσείσθη καὶ αἱ πέτραι ἐσχίσθησαν ἐπὶ τῇ ὑπερενδόξῳ (παραδόξῳ) δυνάμει. καὶ τὰ θεμέλια Ἐκ θεμελίων αὐτῶν ἡ γῆ ἀνεβράσσετο (ἀνεβράζετο). θεὸς γὰρ συνῆν τῷ ἀνθρώπῳ ἐπὶ τῷ σταυρῷ (τοῦ σταυροῦ) κρεμαμένῳ, οὐκ ἔπασχεν δέ. καὶ ἐσαλεύθησαν Τίνες ἐσαλεύθησαν; οἱ πυλωροὶ τοῦ ᾅδου· μετ’ ὀργῆς γὰρ κατέβη (ἀνέβη) πρὸς αὐτοὺς ὁ θεὸς λόγος. ἀνέβη καπνός Ἐκάπνιζε γὰρ ἡ ὀργὴ κυρίου ἐπὶ τὸν ᾅδην καὶ τὸν θάνατον. καὶ πῦρ Ὥσπερ γὰρ πῦρ φλέγει καλάμην, οὕτως ἔφλεξε τὰ θεμέλια τοῦ ᾅδου καὶ τὰ βασίλεια τοῦ θανάτου ἡ ὀργὴ τοῦ θεοῦ.
ἄνθρακες Ἐκαπνίσθη γὰρ ὁ διάβολος, καθὼς φησὶν ἡ γραφή· καὶ ἐγένετο ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός, ὅ ἐστιν ἀπόκαυμα ξύλου. καὶ ἔκλινεν Λέγει τὴν ἐπὶ τῆς γῆς ἄφιξιν αὐτοῦ. ὥσπερ γὰρ ἐν γνόφῳ οὐκ ἔστιν ὁρᾶν, οὕτω τὸ μυστήριον τῆς καταβάσεως αὐτοῦ οὐκ ἐγνώσθη ταῖς οὐρανίαις δυνάμεσιν. καὶ ἐπέβη Λέγει πάλιν τὴν εἰς οὐρανοὺς ἄνοδον αὐτοῦ μετὰ σαρκός. ἐπετάσθη Τουτέστιν μετὰ σαρκός· ὡς θεῷ δὲ καὶ οἱ ἄνεμοι διηκόνουν καὶ οἱ ἄγγελοι ταῖς πτέρυξιν ὑπούργουν. καὶ ἔθετο Ὥσπερ γὰρ ἐν σκότει οὐκ ἔστι γνῶναί τι, οὕτως ἀκατάληπτον τὸ μυστήριον τῆς ἐνανθρωπήσεως τοῦ κυρίου. οὔτε γὰρ ἔτι ἐν σαρκὶ ὡράθη (ἐφάνη) ἀνθρώποις μετὰ τὴν εἰς οὐρανοὺς ἄνοδον. κύκλῳ Ἡ σὰρξ ἡ δεσποτική· σὺν αὐτῇ γὰρ ἀνέβη. σκοτεινὸν ὕδωρ Ἀθεώρητον, τουτέστιν ἀκατάληπτον, τὸ τελούμενον μυστήριον ἐν τοῖς ὕδασι τοῦ βαπτίσματος διὰ τῶν σωμάτων. νεφέλαι γὰρ τὰ σώματα τῶν φωτιζομένων. ἀπὸ τῆς τηλαυγήσεως Ἀπὸ γὰρ τοῦ φωτὸς τῆς δόξης αὐτοῦ ἐνώπιον αὐτοῦ οἱ ἀπόστολοι πλήρεις γενόμενοι, ἀπεστάλησαν εἰς τὸ κήρυγμα. νεφέλας γὰρ ἡ γραφὴ τοὺς ἀποστόλους λέγει ἀεί. ὡς γὰρ αἱ νεφέλαι τὸν ὑετὸν λαμβάνουσαι (λαμβάνουσι καὶ) ἐκχέουσιν ἐπὶ τὴν γῆν (τῆς γῆς), οὕτως οἱ ἀπόστολοι τὸν λόγον τοῦ κηρύγματος εἰς πᾶσαν τὴν γῆν ἐξέχεαν. χάλαζα Τὰ εὐαγγέλια στερεὰ ὡς χάλαζα· αὐτὰ ἀπεστάλησαν ἄνθρακες, τὸ πῦρ τοῦ πνεύματος, περὶ οὗ φησί· γλῶσσαι πυρός.
καὶ ἐβρόντησεν Ὅταν ὁ πατὴρ τῷ υἱῷ αὐτοῦ ἐξ οὐρανοῦ ἐλάλησεν· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός. λέγεται δὲ καὶ τὸ κήρυγμα βροντή. καὶ ἐξαπέστειλεν Τὰς γλώσσας λέγει τῶν ἀποστόλων· αὗται γὰρ ὡς βέλη πυριφόρα, διαδραμοῦσαι πανταχοῦ, ἐσκόρπισαν τοὺς δαίμονας, ἐπιστρέψαντες τὰ ἔθνη. καὶ ἀστραπάς Ἀστράψαντες γὰρ οἱ ἀπόστολοι τὸν λόγον τοῦ εὐαγγελίου ἐπὶ τὰ ἔθνη, ἐτάραξαν αὐτούς, τουτέστιν ἐθορύβησαν. ἔσπευσαν γὰρ πρὸς ἐπιστροφήν. καὶ ὤφθησαν Τὰ τοῦ βαπτίσματος ὕδατα· ταῦτα γὰρ πηγαὶ ζωῆς αἰωνίου ἐφανερώθησαν. καὶ ἀνεκαλύφθη Ὁ στερεὸς θεμέλιος [καὶ ἀσάλευτος] ἐφανερώθη διὰ τοῦ βαπτίσματος, ὅ ἐστιν ἡ πίστις, δι’ ἧς κρατεῖται ἡ οἰκουμένη. ἀπὸ ἐπιτιμήσεως Ἐπετίμησε γὰρ πανταχοῦ τοῖς δαίμοσιν, ἐμφυσήσας αὐτοὺς μετ’ ὀργῆς καὶ χωρίσας τοὺς ἀνθρώπους (τοῦ ἀνθρώπου) διὰ τοῦ βαπτίσματος. ἐξαπέστειλεν Ἐξαποστείλας ὁ πατὴρ τὸν υἱὸν ἐπὶ σωτηρίᾳ τοῦ ἀνθρώπου, ἀναλαβὼν ἀνήγαγεν εἰς οὐρανούς. προσέλαβε Τῶν ῥευμάτων τῆς ἁμαρτίας· ὥσπερ γὰρ ὕδωρ ἐπέκλυζε τὴν ἀνθρωπότητα, ὕδωρ δὲ ὡς ἀνυπόστατον. ῥύσεται Τοῦ διαβόλου καὶ τῶν δαιμόνων αὐτοῦ. εἰ γὰρ καὶ ἀσθενεῖς, ἀλλ’ ὅμως κακοί. καὶ ἐκ τῶν μισούντων Ἀφ’ οὗ γὰρ ἐσκέλισαν τὸν ἄνθρωπον, κατεκράτησαν αὐτοῦ δυνάμει καὶ ἐκυρίευσαν. προέφθασάν με Ἀφ’ οὗ γὰρ ἐκάκωσαν τὸν ἄνθρωπον, σκελίσαντες προετρέποντο καὶ προηγοῦντο εἰς πᾶσαν κακίαν.
καὶ ἐγένετο Ἀφ’ οὗ γὰρ παρεγένετο ὁ κύριος, ἐστήριξε τῇ πίστει τὸν ἄνθρωπον, ὥστε μὴ σαλεύεσθαι αὐτόν. καὶ ἐξήγαγεν Ἐπλάτυνε γὰρ τὸν ἄνθρωπον δώσας <δοὺς> αὐτῷ ἐξουσίαν πατεῖν ὑπάνω πάσης δυνάμεως τοῦ ἐχθροῦ. ῥύσεταί με Θελήσας γὰρ παρεγένετο ἐξ οὐρανῶν, ἀγαπήσας τὸν ἄνθρωπον καὶ ἐρρύσατο αὐτὸν ἐκ τῆς αἰχμαλωσίας τῶν δαιμόνων· δυνατοὶ γὰρ ἐχθροὶ οὗτοι κατὰ τοῦ ἀνθρώπου. καὶ ἀνταποδώσει Τοῖς γὰρ δικαίοις, [τοῖς] ἑτοίμως ὑπακούουσι ταῖς ἐντολαῖς τοῦ θεοῦ, ἀποδίδωσι τὸν μισθόν, ὡς δίκαιος κριτής. καὶ κατὰ τὴν καθαριότητα. Τούτοις (τουτέστιν), ὅσοι τὰς χεῖρας ἀπὸ δώρων καὶ ἁρπαγῆς [καθαρὰς] ἐφύλαξαν· ἔστι δὲ ὁ Χριστός. ὅτι ἐφύλαξα Οὗτοι καυχήσονται ἐν τῇ δόξῃ τοῦ θεοῦ, ὅσοι ἐφύλαξαν τὰς ὁδοὺς κυρίου καὶ ἀκλινεῖς ἔμειναν ἐν τῇ πίστει. ὅτι πάντα τὰ κρίματα Διὰ παντὸς γὰρ ὁ κατὰ θεὸν ἄνθρωπος, τὸν φόβον τοῦ θεοῦ πρὸ ὀφθαλμῶν ἔχων, παρρησιάζεται ἐνώπιον (ὑπὸ) τοῦ θεοῦ. καὶ τὰ δικαιώματα Νυκτὸς γὰρ καὶ ἡμέρας οἱ τῇ πολιτείᾳ ὑπάρχοντες οὐράνιοι τῇ δικαιοσύνῃ τοῦ θεοῦ κατεκοσμήθησαν. καὶ ἔσομαι Ὁ υἱὸς μετὰ τοῦ πατρός· κατελθὼν γὰρ ἐπὶ γῆς οὐκ ἐμιάνθη, ἀλλ’ ὡς κατῆλθε καὶ ἀνῆλθε. καὶ φυλάξομαι Ἀναγαγὼν γὰρ τὸν ἄνθρωπον εἰς οὐρανοὺς (ἐπὶ τὴν εἰς οὐρανοὺς ἄνοδον) ἀμιγής ἐστι λοιπὸν πάσης ἀνομίας.
καὶ ἀνταποδώσει Δικαιοσύνης γὰρ πλήρης ὁ κυριακὸς ἄνθρωπος· τὸ δ’ αὐτὸ καὶ οἱ δίκαιοι ἀπολήψονται. καὶ κατὰ τὴν καθαριότητα Τὸ εἰπεῖν ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ λέγει ἐπὶ τοῦ βήματος τοῦ κατὰ ἄνθρωπον. ἔστι δὲ περὶ Χριστοῦ. αὐτοῦ γὰρ αἱ χεῖρες καθαραὶ πρὸς ἀλήθειαν ἀπὸ παντὸς μολυσμοῦ. μετὰ ὁσίου Μεθ’ οὗ γάρ τις ἀναστρέφεται, τούτου καὶ τὸν βίον μιμεῖται, καθάπερ οἱ τῷ Χριστῷ ζῶντες χριστιανοὶ λέγονται. καὶ μετὰ ἀνδρός Ἀθῷος [καθὼς] καὶ ὅσιος ὁ Χριστὸς καὶ οἱ ἐν Χριστῷ ζῶντες μετέχουσι τῆς δόξης αὐτοῦ. καὶ μετὰ ἐκλεκτοῦ Καὶ τοῦτο ὁ Χριστὸς καὶ οἱ τοῦ Χριστοῦ ἐκλεκτοί· εἰσὶ δὲ οἱ ἀπόστολοι, ὡς ἐκλεκτοὶ τοῦ θεοῦ. καὶ μετὰ στρεβλοῦ Στρεβλὸς ὁ διάβολος, ὡς διαστραφεὶς ἀπὸ τῆς ἀξίας αὐτοῦ· τούτῳ ὑπακούσας, Ἰούδας μετεστράφη (διεστράφη) καὶ ἀπώλεσε τὴν ἀξίαν. ὅτι σὺ λαόν Τὸν ἐξ ἐθνῶν ταπεινωθέντα τῇ πλάνῃ τῶν εἰδώλων. καὶ ὀφθαλμούς Τῶν ἰουδαικῶν ἀρχόντων καὶ τῶν δαιμόνων. ὅτι σὺ φωτιεῖς Ὁ Χριστὸς πρὸς τὸν πατέρα βοᾷ ἐκ προσώπου τοῦ ἀνθρώπου. ὁ θεός μου Ὡς ἐν νυκτὶ γὰρ κατέκειτο ζοφερᾷ ὁ ἄνθρωπος, ἐφωταγώγησε δὲ αὐτὸν ἀναλαβὼν τῇ θεότητι. ὅτι ἐν σοὶ ῥυσθήσομαι [Λέγει περὶ τοῦ λαοῦ τῶν Ἰουδαίων· αὐτοὶ γὰρ ἐπείραζον τὸν Χριστόν.] καὶ ἐν τῷ θεῷ Ἅπερ ᾠκοδόμησεν ἡ ἁμαρτία, τὰ τοῦ ᾅδου τὰ ἀδαμάντινα, ταῦτα ὁ Χριστὸς συνέτριψεν.
ὁ θεός μου Τοῦ Χριστοῦ καὶ θεοῦ· αὐτοῦ γὰρ ἡ ὁδὸς ἄμωμος πρὸς ἀλήθειαν, ὡς θεοῦ. τὰ λόγια κυρίου Πυρὸς γάρ εἰσιν ἐνεργέστερα τοῖς προσέχουσι τῷ θεῷ μετὰ (διὰ) πίστεως. ὑπερασπιστής Ὡς θεὸς ἐλεήμων, ὡς θεὸς συμπαθής.
Ὅτι τίς θεός Οὔτε γάρ ἐστι ἄλλος θεὸς πλὴν αὐτοῦ. λέγει γὰρ ἐν Ἠσαίᾳ· ἐγώ εἰμι καὶ οὐκ ἔστιν ἄλλος πλὴν ἐμοῦ. ὁ θεὸς ὁ περιζωννύων Ὁ πατὴρ τὸν υἱόν. λέγει γάρ· καὶ ἔδωκε πάντα τῷ υἱῷ ὡς γνησίῳ. καὶ ἔθετο Τοῦ κυριακοῦ ἀνθρώπου, ὃς ἁμαρτίαν οὐκ ἐποίησε καὶ οὐχ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. ὁ καταρτιζόμενος Οἱ γὰρ ἔλαφοι τοῖς ὄρεσι καὶ ταῖς πέτραις χαίρουσιν· οὕτως καὶ ὁ Χριστὸς τῷ ὄρει τοῦ Γολγοθᾶ· ἐπὶ τῆς πέτρας ἀναβάς, ἐπὶ τοῦ σταυροῦ (εἰς τὸν σταυρὸν) ἔστη ἐν ὑψηλοῖς. διδάσκων Εἰς τὸν κατὰ τοῦ διαβόλου πόλεμον, ὅθεν καὶ τὰς χεῖρας ἐπὶ τοῦ σταυροῦ ἐξέτεινεν ὁ Χριστός. καὶ ἔθου τόξον Λέγει τόξον χαλκοῦν τὸν σταυρὸν διὰ τὸ ἰσχυρόν· καὶ τοῦτον γὰρ ἐπὶ τῶν ὤμων ἄρας, ἐν αὐτῷ τὸν διάβολον κατεκέντησε. καὶ ἔδωκάς μοι Οὐκέτι γὰρ κυριεύειν ὁ διάβολος [κατὰ] τοῦ ἀνθρώπου δύναται, ἀφ’ οὗπερ τῷ εὐαγγελίῳ (τὸ εὐαγγέλιον) ἠσφαλίσθη. καὶ ἡ δεξιά σου Κρατήσας τουτέστιν τὸν Ἀδὰμ τῇ χειρὶ καὶ ἀναστήσας αὐτὸν κείμενον. καὶ ἡ παιδία Διδάξας τὸν ἄνθρωπον τὸν νόμον (τῷ νόμῳ) τῆς χάριτος. καὶ ἡ παιδία Παιδευθεὶς γὰρ ὁ ἄνθρωπος τῇ χάριτι τοῦ Χριστοῦ ἔμαθε [καὶ] τὰ μυστήρια τῆς χάριτος. ἐπλάτυνας Δώσας (δοὺς) ἐξουσίαν τῷ ἀνθρώπῳ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. καὶ οὐκ ἠσθένησαν Οὐκέτι γὰρ ὑπὸ ἐχθροῦ κλέπτεσθαι (βλάπτεσθαι) δύναται ἔτι.
καταδιώξω Ὁ Χριστὸς μετὰ τὴν ἀνάστασιν σκορπίσας τοὺς Ἰουδαίους. καὶ οὐκ ἀποστραφήσομαι Οὔτε γὰρ [ἔτι] συνεχωρήθησαν εἰς τὸ ἀρχαῖον παρελθεῖν (ἐπανελθεῖν) ἀξίωμα οὔτε Ἰουδαῖοι οὔτε οἱ δαίμονες. ἐκθλίψω Τοὺς δαίμονας ὁ Χριστός· ἀφ’ οὗ γὰρ κατηργήθησαν, στάσιν (σύστασιν) οὐκ ἔχουσιν. πεσοῦνται Τὰ τῶν δαιμόνων πλήθη καὶ οἱ Ἰουδαίων παῖδες, ὡς ἐχθροὶ <πεσοῦνται> ὑπὸ τοὺς πόδας τοῦ Χριστοῦ καὶ θεοῦ. καὶ περιέζωσας Ἐκραταίωσε γὰρ τὸν πρὸς αὐτοὺς πόλεμον ἐπὶ τοῦ σταυροῦ ὁ Χριστός. συνεπόδισα Δήσας (δείσας, πείσας) γὰρ τὸν ἐχθρὸν ὁ Χριστὸς καὶ τοὺς δαίμονας ἔδωκεν ὑπὸ τοὺς πόδας τῶν ἀνθρώπων. καὶ τοὺς ἐχθρούς Φεύγουσι γὰρ πανταχοῦ ὡς ἐχθροὶ οἱ δαίμονες, ὅταν ἴδωσι τὸ σημεῖον τοῦ σταυροῦ καὶ Χριστὸν ὀνομαζόμενον. καὶ τοὺς μισοῦντας Τοὺς Ἰουδαίους· μισήσαντες γὰρ τὸν Χριστὸν ἐξέπεσαν καὶ [τὰ] τοῦ νόμου καὶ τοῦ τόπου καὶ τῆς χάριτος καὶ τὸ (τοῦ) εἶναι λαὸν (λαὸς) θεοῦ. ἐκέκραξαν Μετὰ γὰρ τὸ πεσεῖν ἀναστῆναι οὐκ ἴσχυσαν· οὐ γὰρ ἠκούσθησαν ἔτι προσευχόμενοι. μάτην γὰρ εὔχονται τῷ πατρί, τὸν υἱὸν μὴ ἔχοντες. καὶ λεπτυνῶ Σποδὸς γάρ, τουτέστιν κονιορτός, ἀνέβη (ἀπέβη) αὐτοῖς τὰ τοῦ νόμου καὶ τόπου λικμηθέντα, ὡσεὶ χνοῦς κατὰ πρόσωπον ἀνέμου. ὡς πηλόν Ὥσπερ γὰρ πηλός, πόλεως ἐν πλατέαις πατούμενος, ἀφανὴς γίνεται, οὕτως οἱ Ἰουδαῖοι πανταχόθεν ἀπώλοντο.
ῥῦσαί με Τοῦ λαοῦ τῶν Ἰουδαίων κραζόντων· αἶρε αἶρε (ἆρον ἆρον), σταύρωσον αὐτόν. καταστήσεις με Ἀφ’ οὗ γὰρ Ἰουδαῖοι ἠρνήσαντο λέγοντες· οὐκ ἔχομεν βασιλέα, ἐβασίλευσεν ἐπὶ τὰ ἔθνη ὁ κύριος, δεξάμενα τὴν χάριν τῆς πίστεως (τοῦ πνεύματος). λαὸς ὅν Ὁ ἐξ ἐθνῶν λαός, μὴ εἰδότες τὸν Χριστόν· αὐτοὶ ἐδέξαντο αὐτὸν καὶ δουλεύουσιν ἐν φόβῳ (ἐδούλευσαν φόβῳ). εἰς ἀκοήν Μετὰ φόβου γὰρ καὶ σπουδῆς ἐδέξαντο τὰ ἔθνη τὸν λόγον τοῦ κηρύγματος [τῆς θεότητος]. υἱοὶ ἀλλότριοι Υἱοὶ γὰρ τὸ κατὰ σάρκα ἐτύγχανον τοῦ Χριστοῦ, ἀρνησάμενοι δὲ ἀπηλλοτριώθησαν. υἱοὶ ἀλλότριοι Ὡς ἀρχαῖοι καὶ παλαιωθέντες τῇ κακίᾳ ἐβδελύχθησαν· ἐχώλαναν δέ, ὅτι τῇ ὁδῷ τῆς ἀληθείας οὐκ ἔστησαν, ἀλλ’ ἐξέκλιναν. ζῇ κύριος Ὁ Χριστός, ἀναστὰς ἐκ νεκρῶν, ὡς θεὸς οὗτος (οὕτω) εὐλογημένος ὑπὸ πάντων. καὶ ὑψωθήτω Σώσας γὰρ τὸ γένος, τὸ ἀνθρώπινον, ὑψώθη ἀναληφθεὶς εἰς οὐρανούς. ὁ θεὸς ὁ διδούς Ὁ πατὴρ τῷ υἱῷ δώσας (δοὺς) τὴν νίκην πάντων· πάντα γὰρ τὰ ἔθνη ὑπετάγησαν τῇ πίστει τοῦ Χριστοῦ <καὶ θεοῦ>. ὁ ῥύστης Τοῦ ἰουδαικοῦ λαοῦ· ἔβρυχον (ἐβρύχοντο) γὰρ μετ’ ὀργῆς μεγάλης κατὰ τοῦ Χριστοῦ. ἀπὸ τῶν ἐπανιστανομένων Περὶ τοῦ Ἀδὰμ ὁ λόγος· ὕψωσε γὰρ αὐτὸν ἐκ τῶν δαιμόνων, ἀναγαγὼν εἰς οὐρανὸν τὸν ἄνθρωπον. καὶ ὁ Χριστὸς κατ’ ὀφθαλμοὺς τῶν ἐχθρῶν αὐτοῦ ἀνέβη εἰς οὐρανούς. ἀπὸ ἀνδρός Τὸν Δαυὶδ ἐκ (ἀπὸ) τοῦ Γολιάθ, τὸν Χριστὸν ἐκ τοῦ Ἰούδα.
λέγει δὲ καὶ τὸν ἄνθρωπον ἐκ τοῦ διαβόλου. διὰ τοῦτο Τουτέστιν ὅτι (ὅτε) τὰ ἔθνη ἐν ἐξομολογήσει τῷ θεῷ προσέδραμον. καὶ τῷ ὀνόματι— μεγαλύνων Μετὰ ὕμνων καὶ ψαλμῶν δοξάζοντες τὸν Χριστὸν [οἱ πιστοί]· αὐτὸς γὰρ βασιλεὺς τῶν αἰώνων καὶ σωτὴρ πάντων. καὶ ποιῶν Λέγει δὲ τῷ Δαυὶδ [τὸ ἰδικόν], ὡς ἐξ αὐτοῦ τὸ κατὰ σάρκα ὁ Χριστός· σπορὰ δὲ τοῦ Χριστοῦ ὁ πιστὸς λαός, τουτέστιν ποίημα Χριστοῦ· ἐπ’ αὐτοὺς οὖν τὸ ἔλεος τοῦ Χριστοῦ αὐλίζεται.
Εἰς τὸ τέλος Τὰ ἐπὶ τέλει μέλλοντα τελεῖσθαι μυστήρια προηγόρευσεν ἡ προφητεία τοῦ ἁγίου πνεύματος. Οἱ οὐρανοί Οἱ ἀπόστολοι οὐρανοί, ὡς τὸν Χριστὸν περιφέροντες καὶ ὡς τὸ φρόνημα οὐράνιον ἔχοντες καὶ ὡς βροντὴ κληθέντες· αὐτοὶ διηγήσαντο τῇ οἰκουμένῃ τὰ ἔνδοξα μυστήρια τοῦ Χριστοῦ καὶ θεοῦ. καὶ ἄλλως τε καὶ (ἀλλ’ ὥστε καὶ) οἱ οὐρανοὶ τῷ κάλλει καὶ τῷ μεγέθει δεικνύουσι τὴν δόξαν τοῦ θεοῦ. ποίησιν Στερέωμα λέγει (καλεῖ) τὴν σάρκα τὴν ἁγίαν. τὰ γὰρ ἐν αὐτῇ μυστήρια δείκνυσι τὴν δύναμιν (δόξαν) τοῦ Χριστοῦ· ἀλλὰ καὶ ὁ αἰσθητὸς οὗτος ὁ οὐρανὸς τῶν χειρῶν τοῦ θεοῦ ἀναγγέλλει τὴν δύναμιν τῇ θεωρίᾳ. ἡμέρα Ἡ παρθένος ἡ θεοτόκος τὴν Ἐλισάβετ ἀσπαζομένη· ἡμέραν γὰρ αὐτὴν ἡ γραφὴ (προφητεία) καλεῖ ὡς φωστῆρας βαστάζουσαν. καὶ νὺξ νυκτί Ὁ ἐν γαστρὶ τὸν ἐν γαστρὶ αἰσθανόμενος (αἰσθόμενος)· ὡς ἐν νυκτὶ γὰρ ἐν τῇ γαστρὶ συνείχοντο, εἰ καὶ φωστῆρες ἦσαν. οὐκ εἰσὶν λαλιαί Οὔτε γὰρ ἐκεῖνος οὔτε οὗτος τὸ λαλεῖν εἶχον, τέως καὶ σαλπίγγων ὑψηλότερα (ὑψηλότερον) ἐν πάσῃ τῇ οἰκουμένῃ (τὴν οἰκουμένην) ἤχησαν τὰ τούτου θαύματα, ἐκείνου δὲ τὰ κηρύγματα. εἰς πᾶσαν τὴν γῆν Τῶν ἀποστόλων εὔδηλον· πανταχοῦ γὰρ τῆς γῆς ἐκύλισαν (βολίσαντες) τὸν τροχὸν τοῦ κηρύγματος. καὶ εἰς τὰ πέρατα Εἰς πᾶσαν γὰρ τὴν οἰκουμένην τὰ ῥήματα τῶν εὐαγγελίων ἀκουστὰ ἐποίησαν οἱ ἀπόστολοι.
ἐν τῷ ἡλίῳ Λέγει τὴν ὁμοιότητα τῆς λαμπρότητος· καὶ γὰρ ἐν τῷ ἡλίῳ κατασκηνοῖ ὡς θεός· αὐτὸς γὰρ ἔδωκε τῷ ἡλίῳ τὸ φαίνειν. καὶ αὐτός Ὥσπερ γὰρ ὁ νυμφίος ἐστολισμένος (ἐκπορευόμενος) ἐκ τοῦ παστοῦ ἐξέρχεται, οὕτως καὶ ὁ ἥλιος ἐστολισμένος ταῖς ἀκτῖσιν (ἀκτίναις) ἐκ τοῦ ἄκρου τοῦ οὐρανοῦ προέρχεται (ἐξέρχεται)· καὶ οὕτως ὁ Χριστὸς ἐστολισμένος τὸ φῶς ἐκ τῶν νεκρῶν ἀνέρχεται. ἀγαλλιάσεται Ὡς γίγας διὰ τὸ ἰσχυρόν· χαίρων γὰρ καὶ μετὰ δυνάμεως κατῆλθεν εἰς τὸν ᾅδην, ἵνα συντρίψῃ τὴν ἐν αὐτῷ δύναμιν (δυναστείαν). ἀπ’ ἄκρου καὶ τοῦτο ὁ Χριστός· ἐκ τοῦ οὐρανοῦ γὰρ ἐλθὼν πάλιν εἰς οὐρανοὺς ἀνῆλθεν ἐν τοῖς πατρῴοις. καὶ οὐκ ἔστιν Ὥσπερ γὰρ ὁ ἥλιος πάντα τόπον [τῆς γῆς] φωτίζει, οὕτως καὶ ὁ Χριστὸς ἐπὶ πᾶσαν ψυχὴν τῶν πιστῶν τὸ θερμὸν τῆς πίστεως καὶ τὸ πῦρ τὸ τοῦ πνεύματος μετέδωκεν. ὁ νόμος Ὁ νόμος τῆς χάριτος, ὃν αὐτὸς ὁ Χριστὸς ἐκήρυξε· μετανοεῖτε, ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. ἡ μαρτυρία Ἣν αὐτὸς μαρτύρεται λέγων· δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. ἐν τούτῳ γὰρ ὁ νηπιώδης λαὸς ἀνδρεῖον φρόνημα ἀναλαμβάνει. τὰ δικαιώματα Πάντα γὰρ τὰ μυστήρια, ὅσα παρέδωκε τοῖς πιστοῖς ὁ Χριστός, δικαιώματα τυγχάνουσιν· ἐν αὐτοῖς γὰρ (δὲ) αἱ καρδίαι εὐφραίνονται τῶν κατὰ θεὸν ἀγωνιζομένων.
ἡ ἐντολή Ἡ λέγουσα· οὐ μοιχεύσεις, οὐ κλέψεις καὶ τὰ ἑξῆς· αὕτη γὰρ φανερῶς ἐλέχθη καὶ φωτίζει τοὺς ὑπακούοντας. ὁ φόβος Πάντες γάρ, ὅσοι φόβῳ θεοῦ ἄγονται, τούτων ὁ μισθὸς μένει εἰς τὸν αἰῶνα. ὁ γὰρ φόβος τοῦ θεοῦ σώζει τὸν ἄνθρωπον. τὰ κρίματα Πάντες γὰρ οἱ λόγοι κυρίου ἀληθινοὶ καὶ δίκαιοι· οὐδὲν γὰρ ἄκριτον παρὰ τῷ θεῷ ὡς δικαιοῦντι. ἐπιθυμητά Οὐδὲν γὰρ χρυσὸς ἢ λίθοι τίμιοι ὠφελοῦσι τὸν ἄνθρωπον, ὡς οἱ λόγοι τοῦ θεοῦ καὶ αἱ ἐντολαί. τούτων δὲ ἕκαστος τῶν πιστῶν ἐπιθυμεῖ καὶ σπεύδει ἀξιωθῆναι. καὶ γλυκύτερα Τοῦ γὰρ μέλιτος ἡ γλυκύτης πρόσκαιρος, ἡ δὲ τῶν λόγων τοῦ θεοῦ αἰώνιος. καὶ γὰρ ὁ δοῦλος Πάντες γὰρ οἱ ἐν ἀληθείᾳ δουλεύοντες τῷ θεῷ φυλάττουσι τὰς ἐντολὰς αὐτοῦ, ὡς ὁ Χριστὸς ὡς υἱὸς τοῦ πατρὸς τὰς ἐντολάς· οὐκ ἦλθον γάρ, φησίν, ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με πατρός. ἐν τῷ φυλάσσειν Οὐδὲ γὰρ μέτρῳ ὑποβάλλεται, ὅσα ἡτοίμασεν ὁ θεὸς τοῖς φυλάσσουσι τὰς ἐντολὰς αὐτοῦ. παραπτώματα Ὅσα γὰρ ἁμαρτάνει ὁ ἄνθρωπος, τίς γινώσκει, εἰ μὴ μόνος ὁ θεὸς ὡς καρδιογνώστης. ἐκ τῶν κρυφίων Ἐκ πάντων, φησίν, ὧν ἡ καρδία τίκτει καὶ οἱ λογισμοί· αὐτὸς γὰρ γινώσκεις, ἐκ τούτων με καθάρισον. καὶ ἀπὸ ἀλλοτρίων Τῶν ἐξ ἁρπαγῆς καὶ πλεονεξίας· ταῦτα γὰρ ἀλλότρια τυγχάνουσι. ταῦτα δὲ μισεῖ ὁ θεός [καὶ οἱ τῷ θεῷ δουλεύοντες].
ἐὰν μή μου Ὁ κατὰ θεὸν ἄνθρωπος φησίν· ὅταν αὐτά με μὴ νικήσωσι, τότε ἐλπίδα ζωῆς ἀπεκδέχομαι. καὶ καθαρισθήσομαι Οὔτε γάρ ἐστιν ἁμαρτία ἄλλη τοιαύτη, ὡς τὸ τῶν ἀλλοτρίων ἐρᾶν. καὶ ἔσονται Ὅταν γὰρ τούτων καθαρεύῃ ὁ ἄνθρωπος, τότε ἀκουστὴ τῷ θεῷ γίνεται ἡ εὐχὴ αὐτοῦ. καὶ ἡ μελέτη Ὁ γὰρ οὕτως ἀγωνιζόμενος, τούτου ἕτοιμος ἡ καρδία ἐνώπιον τοῦ θεοῦ τῇ μελέτῃ τοῦ νόμου. κύριε, βοηθέ μου Ὅταν γὰρ πάντων τῶν ἀτόπων καθαρισθῇ (καθαρεύῃ) ὁ ἄνθρωπος, τότε καὶ βοηθείας καὶ λυτρώσεως ἀξιοῦται.
Εἰς τὸ τέλος Ἐλέχθη ἡ προφητεία περὶ τῶν μυστηρίων τοῦ Χριστοῦ, τῶν μελλόντων ἐπιτελεῖσθαι. ἐπακούσαι Λέγει περὶ τοῦ Ἀδάμ, ὅτι ἔθλιψαν αὐτὸν οἱ δαίμονες· πληροῖ δὲ ταῦτα (αὐτὰ, αὐτοὺς) ὁ Χριστὸς ἐπὶ τοῦ σταυροῦ. ὑπερασπίσαι Καὶ τοῦτο ὁ Χριστός, ὡς ὁ παῖς Ἰακώβου λεγόμενος· αὐτὸς γὰρ μόνος ὑπερασπιστὴρ ὡς θεὸς τοῦ ἀνθρώπου γεγένηται. ἐξαποστείλαι Ὁ πατὴρ τὸν υἱὸν ἐξ οὐρανῶν ἐξ ἁγίων κατοικητηρίων πέμψας βοήθειαν τῷ γένει τῶν ἀνθρώπων. καὶ ἐκ Σιών Ἐξ οὐρανοῦ τουτέστιν. μνησθείη Τὴν θυσίαν λέγει, ἣν ἐν τῷ σταυρῷ ὡλοκαύτωσεν ὁ κύριος [ὑπὲρ τοῦ ἀνθρώπου, ἐπιάνθη δέ], τουτέστιν τῷ αἵματι τοῦ Χριστοῦ πολλῶν σωζομένων.
Διάψαλμα· ἐναλλαγὴ τῆς προφητείας. δῴη σοι Τῷ κυριακῷ ἀνθρώπῳ ἡ θεότης, [τοῖς πιστοῖς ἡ χάρις τοῦ ἁγίου πνεύματος]. καὶ πᾶσαν τὴν βουλήν Ἢν ἐβουλεύσατο ὁ θεὸς λόγος περὶ τοῦ ἀνθρώπου. ἀγαλλιασώμεθα Οἱ ἄνθρωποι ἐπὶ τῇ σωτηρίᾳ, τῇ πραχθείσῃ ἐπὶ τοῦ σταυροῦ. καὶ ἐν ὀνόματι Ἡ ἀνθρωπότης, μεγαλοποιηθεῖσα κατὰ πάσης δυνάμεως τοῦ ἐχθροῦ, καὶ τὴν ἀπαρχὴν εἰς οὐρανοὺς πέμψασα. πληρώσαι Τοῦ κατὰ θεὸν ἀγωνιζομένου· θέλημα γὰρ [κύριος] τῶν φοβουμένων αὐτὸν ποιήσει. νῦν ἔγνων Χριστὸν λέγει, ὅτι ἔχρισε τῷ πνεύματι τῷ ἁγίῳ· τὸ αὐτὸ δὲ καὶ ὁ ἄνθρωπος χριόμενος (κεχρισμένος) τῷ χρίσματι [τῆς ἁγίας τουτέστι] τοῦ βαπτίσματος σώζεται. ἐπακούσεται Ὁ οὐρανὸς τὸ σῶμα τὸ δεσποτικόν, ὡς ἐν αὐτῷ οἰκούσης τῆς θεότητος. διὰ γὰρ τῆς ἐνσάρκου παρουσίας ἐπακούσας ἔσωσε τὸν ἄνθρωπον. ἐν δυναστείαις Μετὰ γὰρ δυνάμεως πολλῆς τῆς δεξιᾶς αὐτοῦ εἰργάσατο τὴν σωτηρίαν τοῦ ἀνθρώπου. οὗτοι ἐν ἅρμασιν Οἱ δαίμονες ἐν ἅρμασι, ὡς μετάρσιοι ὄντες· οἱ Ἰουδαῖοι πάλιν καὶ αὐτοὶ ἐν ἵπποις διὰ τὸ ἀκατάσχετον τῆς γνώμης· ὡς ἵπποι γὰρ ἐμμανεῖς ἐχρεμέτιζον κατὰ τοῦ σωτῆρος. ἡμεῖς δὲ ἐν ὀνόματι Πάντες, ὅσοι τῷ ὀνόματι Χριστοῦ καὶ θεοῦ ἐσφραγίσθημεν, ἐπικαλούμεθα ἐν ἀληθείᾳ. αὐτοὶ συνεποδίσθησαν Οἱ δαίμονες καὶ ὅσοι τούτοις ὑπακούουσιν. ἡμεῖς δὲ ἀνέστημεν Ὅσοι τῷ θεῷ (Χριστῷ) συνετάξαντο καὶ ἀπετάξαντο τοῖς δαίμοσιν.
κύριε, σῶσον Τουτέστιν σῶσον ἡμῖν τὸ ἀξίωμα τοῦ βασιλέως Χριστοῦ τὸ λέγεσθαι χριστιανούς.
Εἰς τὸ τέλος Τῶν ἐπὶ τέλει μυστηρίων μελλόντων τελεῖσθαι εἰς τὸν ἄνθρωπον ἀπὸ (ὑπὸ) τοῦ Χριστοῦ ἡ προφητεία τοῦ ψαλμοῦ προεκηρύχθη. κύριε, ἐν τῇ δυνάμει Ὁ Χριστὸς ἐν τῇ δυνάμει τοῦ πατρός· Χριστὸς γὰρ θεοῦ δύναμις καὶ θεοῦ σοφία, φησὶν ὁ ἀπόστολος. εὐφραίνονται δὲ καὶ οἱ ἐπὶ γῆς βασιλεῖς, ὅταν δυνάμει Χριστοῦ κατορθῶσι τὰ τῆς βασιλείας. καὶ ἐπὶ τῷ σωτηρίῳ Ὁ Χριστὸς καὶ τοῦτο· σφόδρα· γὰρ ἠγαλλιάσατο ἐπὶ τῇ σωτηρίᾳ, τῇ γενομένῃ τοῦ ἀνθρώπου, ἣν ἔπραξεν αὐτὸς θελήσας. τὴν ἐπιθυμίαν Τῷ Χριστῷ καὶ τοῦτο· θελήματι γὰρ τῷ ἰδίῳ καὶ ὡς εἰπεῖν ἐπιθυμίᾳ ἔσπευσεν εἰς ἀναζήτησιν τοῦ ἀνθρώπου. καὶ τὴν δέησιν Καὶ τοῦτο ὁ Χριστός· ἡνίκα περὶ τῶν ἀποστόλων ηὔχετο πρὸς τὸν πατέρα λέγων· πάτερ, ἁγίασον αὐτοὺς ἐν τῷ ὀνόματί σου. ὅτι προέφθασας Πρὸ γὰρ πάντων τῶν αἰώνων ἦν ὁ υἱός, ἐν τῇ δόξῃ τοῦ πατρὸς ἡγιασμένος. ἔθηκας Καὶ τοῦτο ὁ Χριστός· δόξῃ καὶ τιμῇ ἐστεφάνωσας (ἐστεφάνωσεν) αὐτόν. λέγει δὲ καὶ τὸν ἄνθρωπον τὸν κυριακόν, ἐστεφανωμένον τῇ θεότητι [ὅ ἐστι ὁ τίμιος λίθος]. ζωὴν ᾐτήσατο Συνήγειρε γὰρ καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις τὸν ἄνθρωπον, ὥστε λοιπὸν ζῆν εἰς αἰῶνα αἰῶνος. μεγάλη ἡ δόξα [Τοῦ ἀνθρώπου τοῦ κυριακοῦ]· μεγάλῃ γὰρ δόξῃ ἐδοξάσθη τῷ (τὸ) συγκαθῆσθαι τῷ θεῷ. δόξαν Τὴν χάριν καὶ τὴν σφραγῖδα τοῦ βαπτίσματος· οὕτως γὰρ μεγαλοπρεπὴς ἐπὶ πάσῃ τῇ κτίσει [ἀνεδείχθη] ὁ ἄνθρωπος.
ὅτι δώσεις Τὸ σῶμα καὶ τὸ αἷμα Χριστοῦ, δι’ οὗ τρέφεται καὶ σώζεται ὁ πιστὸς ἄνθρωπος εἰς τὸν αἰῶνα. εὐφρανεῖς Εὐφροσύνη γὰρ μεγάλη τῷ ἀνθρώπῳ τὸ συνεῖναι θεῷ. ὅτι ὁ βασιλεύς Ὁ Χριστός, ὡς βασιλεὺς πρὸς ἀλήθειαν, τῆς πρὸς τὸν πατέρα ἀγάπης ἀχώριστος ὤν, οὐκ ἐσαλεύθη. ἐν τῷ ἐλέει Τουτέστιν οὐ μετεμελήθη ἐλεήσας (ἐλεῆσαι) τὸν ἄνθρωπον. εὑρεθείη Τοῖς Ἰουδαίοις εὔδηλον· οὗτοι γὰρ ἐχθροὶ τοῦ Χριστοῦ, οὗτοι (αὐτοὶ) δὲ ἔπεσαν ὑπὸ τὴν ἀπόφασιν, ὅ ἐστι χεὶρ θεοῦ. ἡ δεξιά σου Ἰουδαίων παῖδες ὡσαύτως· καταφρονήσαντες γὰρ τῆς δεξιᾶς τοῦ Χριστοῦ, ὑπὸ ταύτης ἐλικμήθησαν. θήσεις αὐτούς Ἐν τῷ καιρῷ γὰρ τῶν σημείων τοῦ Χριστοῦ οἱ Ἰουδαῖοι τῷ φθόνῳ καὶ τῷ ζήλῳ ὡς κλίβανος ἀνήφθησαν. λέγει δὲ καὶ τὸν καιρὸν τῆς συντελείας. κύριε, ἐν ὀργῇ Τὸ πῦρ γὰρ αὐτῶν οὐ σβεσθήσεται, φησὶν Ἠσαίας. τότε γὰρ μετ’ ὀργῆς πρὸς αὐτοὺς ἐλεύσεται. τότε. πότε; ἐν τῇ συντελείᾳ. τὸν καρπόν Διὰ γὰρ τῆς ἀναστάσεως ὁ Χριστὸς κατήργησεν ἀπ’ αὐτῶν ἀπαρχὰς καὶ προσφορὰς καὶ νεομηνίας καὶ θυσίας. καὶ τὸ σπέρμα Ἀπὸ πάντων γὰρ υἱῶν ἀνθρώπων βδελυκτοὶ καὶ μισητοὶ γεγόνασιν οἱ Ἰουδαῖοι, ἐπειδὴ κατὰ θεοῦ τὰς χεῖρας ἐπῆραν. ὅτι ἔκλιναν Πονηρὰ λογισάμενοι (πονηρὸν λογισμὸν λογισάμενοι) κατὰ τοῦ Χριστοῦ καὶ θεοῦ αὐτῶν· πότε γὰρ κατὰ θεοῦ βουλευόμενός τις ὑποστῆναι δύναται (δυνήσεται);
διελογίσαντο ὡς Ἰουδαῖοι ἐβουλεύσαντο θανατῶσαι τὸν ἀθάνατον· ἡ δὲ βουλὴ αὐτῶν οὐχ ὑπέστη. ὅτι θήσεις Ὥστε διώκεσθαι ὑπὸ πάντων. ἐν τοῖς περιλοίποις Ὥστε κατὰ γενεὰν καὶ γενεὰν τοῖς γεννωμένοις (γενομένοις) τὰ πρόσωπα αὐτῶν πλήρη ἀτιμίας θεωρεῖσθαι. ὑψώθητι Λέγει τὴν εἰς οὐρανοὺς αὐτοῦ ἀνάληψιν. ᾄσομεν Ἀφ’ οὗ γὰρ ἀνέστη καὶ εἰς οὐρανοὺς ἀνέβη, οὐ παύονται οἱ πιστοὶ ᾄδειν καὶ δοξάζειν τὰς δυναστείας τοῦ Χριστοῦ καὶ τὰ μεγαλεῖα, ἃ ἐποίησεν ἡμῖν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.