Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Σύντομος ἑρμηνεία

Ἡσύχιος ὁ Πρεσβύτερος

Ερμηνεία εις τους Ψαλμούς 70-73

Υπομνηματισμός των ψαλμών 70 έως 73, προβάλλοντας τη σωτηριώδη συγκατάβαση του Χριστού, την ερήμωση του ιουδαϊκού ναού και την εσχατολογική κρίση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 7 από 16

Τῷ Δαυὶδ ψαλμὸς τῶν υἱῶν Ἀμιναδάμ (Ἀδάβ) .. Περὶ τῆς πρώτης αἰχμαλωσίας τοῦ Ἰσραὴλ ὁ προφήτης λέγει, οἳ ἐταπεινώθησαν εἰς χεῖρας ἐχθρῶν. Ἀμιναδὰμ γὰρ πατρὸς ταπείνωσις ἑρμηνεύεται. δηλοῖ δὲ ὁ ψαλμὸς καὶ τὰ περὶ τοῦ Χριστοῦ μυστήρια.

Ὁ θεός, ἐπὶ σοὶ ἤλπισα Ἐκ προσώπου τοῦ ἀνθρώπου ποιεῖται ὁ Χριστὸς τὴν ἱκεσίαν πρὸς τὸν πατέρα. ἐν τῇ δικαιοσύνῃ Κατὰ τὴν δικαιοσύνην γὰρ τοῦ θεοῦ ἐσώθη ὁ ἄνθρωπος, οὐ κατὰ τὰς δικαιοσύνας τὰς ἰδίας (οὐ γὰρ κατ’ ἰδίαν δικαιοσύνην). κλῖνον πρὸς μέ Εἰ μὴ γὰρ ἔκλινεν ὁ θεὸς ἑαυτὸν πρὸς τὸν ἄνθρωπον, πῶς ἠδύνατο σωθῆναι; γενοῦ μοι Ὁ Χριστὸς γὰρ ἐμεσίτευσε θεῷ καὶ ἀνθρώποις. εἰς τόπον ὀχυρόν Ἰσχυρὸς γὰρ καὶ ἀκαταπόνητος (ἀκαταπόντιστος) ὁ τόπος τῆς ἐκκλησίας, ἐν ᾧ σώζεται ὁ ἄνθρωπος. ὅτι στερέωμα Ἐλθὼν γὰρ ὁ κύριος ἐστερέωσε τῇ πίστει τὸν ἄνθρωπον, ὥστε μηκέτι σαλεύεσθαι αὐτὸν ὑπὸ τῶν δαιμόνων. ὁ θεός, ῥῦσαί με Ἐκ τοῦ διαβόλου [καὶ τῶν δαιμόνων]· αὐτὸν γὰρ πρὸς ἀλήθειαν ἡ γραφὴ ἁμαρτωλὸν καλεῖ (αὐτοὶ γὰρ ἁμαρτωλοὶ πρὸς ἀλήθειαν). ἐκ χειρός Ὡσαύτως τοῦ διαβόλου· ἑκάτερα γὰρ αὐτὸς παρασκευάζει τῷ ἀνθρώπῳ. ὅτι σὺ εἶ Καὶ ὑπομονὴ καὶ ἐλπὶς τοῦ ἀνθρώπου ὁ Χριστός ἐστιν ἐκ νεότητος ἕως γήρους, ὅ ἐστιν ἀφ’ οὗ ἐγεννήθη ἕως τοῦ θανάτου, ἀλλὰ γὰρ καὶ εἰς τὸν αἰῶνα τὸν μέλλοντα. ἐπὶ σὲ ἐπεστηρίχθην Δῆλον ἀφ’ οὗ γὰρ συνελήφθη ὁ ἄνθρωπος, τῷ θεῷ ἀνάκειται. δίχα γὰρ θεοῦ ἀδύνατον γεννᾶσθαι (γενέσθαι) ἄνθρωπον. ἐκ κοιλίας μητρός Καὶ ἀπ’ αὐτῆς γὰρ πάλιν τῆς κοιλίας προελθὼν ὁ ἄνθρωπος, χειρὶ θεοῦ σκέπεται. ἑκάτερα δὲ πράττει ὁ Χριστὸς ἐν σχήματι ἀνθρώπου, ἵνα σώσῃ τὸν ἄνθρωπον.

ἐν σοί Ἐν τίνι γὰρ ὁ ἄνθρωπος καυχᾶται καὶ μεγαλύνεται; οὐχὶ ἐπὶ τῷ θεῷ; αὐτὸν γὰρ διηνεκῶς ὑμνεῖ. ὡσεὶ τέρας Ὁ Χριστὸς φησίν· οὐκ ἐπίστευον γὰρ οἱ Ἰουδαῖοι, ὅτι θεὸς ἐν ἀνθρώπῳ κρύπτεται. περὶ αὐτοῦ γὰρ εἴρηται· καὶ ἔσται εἰς σημεῖον ἀντιλεγόμενον. καὶ σὺ βοηθός Τοῦ ἀνθρώπου ὁ Χριστός <βοηθός ἐστι>. πληρωθήτω Ὅταν ἐνεφύσησε τοῖς ἀποστόλοις ὁ Χριστός, εἰπών· λάβετε πνεῦμα ἅγιον, τότε τῶν πιστῶν ἐπληρώθη τὸ στόμα τῆς αἰνέσεως τοῦ Χριστοῦ. ὅπως ὑμνήσω Ὑμνοῦντες γὰρ οἱ πιστοὶ οὐ παύονται λοιπόν. ὅλην τὴν ἡμέραν Ὅλον γὰρ τὸν αἰῶνα οὐ παύεται ἡ κτίσις (οὐ παύονται οἱ πιστοὶ) μεγαλύνουσα (μεγαλύνοντες) τὴν δόξαν τοῦ θεοῦ. μὴ ἀπορίψῃς Μὴ συγχωρήσῃς με, φησὶν ὁ ἄνθρωπος, ἐλθεῖν εἰς τὸν θάνατον τῆς ἁμαρτίας. ἐν τῷ ἐκλιπεῖν Φησὶν ὁ ἄνθρωπος· κύριε, ὅταν περιπέσω τῇ ἁμαρτίᾳ μου καὶ ἐκλείπῃ ἡ ἰσχὺς τῆς ψυχῆς μου, μὴ παρίδῃς με. ὅτι εἶπαν Οἱ δαίμονες τῷ ἀνθρώπῳ· ποῦ ἐστιν ὁ θεός σου; ὡς καὶ Ἰουδαῖοι τῷ Χριστῷ· πόθεν τούτῳ ἡ σοφία αὕτη; καὶ οἱ φυλάσσοντες Ὁ Ἰούδας ὡς μαθητὴς καὶ φύλαξ ἐβουλεύετο μετὰ τοῦ λαοῦ τὸ πῶς αὐτὸν παραδῶσαι (παραδώσει) αὐτοῖς. λέγοντες· ὁ θεός Ἔλεγον γὰρ οἱ Ἰουδαῖοι, ὅτι ἐχθρός ἐστι τοῦ θεοῦ, ὅτι τὸ σάββατον λύει. καταδιώξατε Ἀπέστειλαν γὰρ οἱ Ἰουδαῖοι ὑπηρέτας, ἵνα κρατήσωσιν αὐτὸν ὡς φεύγοντα· ἐνόμιζον γὰρ ψιλὸν ἄνθρωπον κρατεῖν.

ὁ θεός Ὁ Χριστὸς πρὸς τὸν πατέρα προσεύχεται, βεβαιῶν τὴν ἐνανθρώπησιν. ὁ θεός μου Ὁ Χριστὸς ἐκ προσώπου τοῦ ἀνθρώπου βοᾷ. αἰσχυνθήτωσαν Οἱ Ἰουδαίων παῖδες λοιδοροῦντες [ἕως ἄρτι] τὸν Χριστὸν οὐ παύονται· ἐξέλιπον δὲ <γὰρ> ἐν αἰσχύνῃ, ἰδόντες τὸν Χριστὸν ἐγερθέντα (ἀναστάντα) ἐκ τῶν νεκρῶν. περιβαλέσθωσαν Ἐμαρτύρουν γὰρ κατὰ τοῦ Χριστοῦ (κυρίου) ψευδῆ καὶ κατῃσχύνοντο μηδὲν ἀληθεύοντες (ἀληθῆ λέγοντες). ἐγὼ δέ Ὁ Χριστός φησι πρὸς τὸν πατέρα λέγων· ἐπισυνάξω τὸν ἄνθρωπον καὶ δώσω αὐτῷ ἐλπίδα ζωῆς, ὥστε αἰνεῖν καὶ δοξάζειν ἀκαταπαύστως τὸν θεόν. τὸ στόμα μου Τοῦ Χριστοῦ· αὐτοῦ γὰρ τὸ στόμα ἀληθείας πλῆρες καὶ τὰ χείλη μὴ ψευσάμενα, ἀλλ’ ὅλα (ὅλος) δικαιοσύνης. ὅλην τὴν ἡμέραν Ὅλην γὰρ τὴν ἡμέραν ἐκτεταμένος ἐπὶ τοῦ σταυροῦ εἰργάσατο τὴν σωτηρίαν τοῦ ἀνθρώπου. ὅτι οὐκ ἔγνων Τουτέστιν οὐκ ἔγνων πονηρίας, ἃς γράφουσι μὲν οἱ ἄπιστοι, ὑπαγορεύουσι δὲ οἱ δαίμονες. εἰσελεύσομαι Εἰσελεύσομαι, φησὶν ὁ πιστὸς ἄνθρωπος, ἐν δυναστείᾳ κυρίου εἰς τὸν ἀγῶνα τῆς πίστεως. κύριε, μνησθήσομαι Μόνης γὰρ τῆς τοῦ θεοῦ δικαιοσύνης χρῄζουσιν οἱ δίκαιοι. ἐδίδαξάς με Ὡς (ὅσα ἄρα) γεννηθεὶς (ἀνακαινισθεὶς) διὰ τοῦ βαπτίσματος καὶ νέος ὢν ἐδιδάχθην τὰ τῆς πίστεως. καὶ μέχρι νῦν Ἕως γὰρ τοῦ αἰῶνος τῇ πίστει ὁ ἄνθρωπος τοῦ θεοῦ τὴν δύναμιν ἀπαγγέλλει.

καὶ ἕως γήρους Ἕως γὰρ ἂν καταγηράσωσιν οἱ αἰῶνες, τὰ τῆς πίστεως λυθῆναι οὐ δύνανται. ἕως ἂν ἀπαγγείλω Τῇ γενεᾷ τῇ πιστῇ, τουτέστιν τῷ λαῷ τῷ ἐξ ἐθνῶν, ἕως οὗ διδαχθῶσι καὶ (κατὰ) τὴν δύναμιν τοῦ βραχίονός σου, ὅ ἐστι τὰ μυστήρια. τὴν δυναστείαν σου Τὴν γὰρ δύναμιν τοῦ Χριστοῦ καὶ τὴν δικαιοσύνην οἱ πιστοὶ διηγοῦνται ἕως τῶν οὐρανῶν. ἃ ἐποίησας Ὅσα τῷ γένει τῶν ἀνθρώπων παρέσχεν ὁ θεός, τίς τούτοις ὁμοιωθήσεται ἢ τίς ἱκανὸς διηγήσασθαι; ὅτι ἔδειξάς μοι Ὅσας ἡ παρακοὴ ἤγαγε τῷ Ἀδὰμ τὰς πληγάς, τὰ τραύματα, τοὺς μώλωπας, οὓς ὁ Χριστὸς ἀνέλαβεν, ἵνα ζήσῃ ὁ ἄνθρωπος. καὶ ἐπιστρέψας Παραγενόμενος καὶ ζητήσας τὸ ἀπολωλὸς καὶ ἀγαγὼν εἰς τὴν ζωήν. καὶ ἐκ τῶν ἀβύσσων Ἐκ τῆς γηΐνης πολιτείας τῆς πολυπαθοῦς, ἥτις ὡς ἄβυσσον ἔχει τὴν ἁμαρτίαν, ἐκ ταύτης ἀνασπάσας ἔσωσε τὸν ἄνθρωπον ὁ θεός. πλεονάσας Τίς γὰρ δυνατὸς (ἱκανὸς) διηγήσασθαι τὰ μεγαλεῖα τοῦ θεοῦ, ἃ διὰ τὸν ἄνθρωπον ἐποίησεν; καὶ ἐπιστρέψας Ἀντὶ γὰρ ὀργῆς καὶ ἐπιπλήξεως ἁμαρτήσαντα τὸν Ἀδὰμ (ἁμαρτήσαντι τῷ Ἀδὰμ) ἀναλαβὼν ἐβάσταζε, παράκλησιν αἰώνιον αὐτῷ ποιήσας. καὶ γὰρ ἐξομολογήσομαι Πάλιν γὰρ ὁ ἄνθρωπος σωθεὶς ἐξομολογεῖται ἐν τῇ ἐκκλησίᾳ. αὕτη γάρ ἐστι σκεῦος ψαλμῶν, ὡς ἐν αὐτῇ τελούμενα τὰ (τελουμένων) τῶν ψαλμῶν πάντων <πάντα>.

τὴν ἀλήθειάν σου Ἐν ἀληθείᾳ γὰρ καὶ ἐν ὅλῃ ψυχῇ ψάλλων ὁ ἄνθρωπος οὐ παύεται, κρούων τὴν κιθάραν τοῦ πνεύματος, ἣν ἔκρουσαν προφῆται καὶ ἀπόστολοι. ἀγαλλιάσονται Τὴν πνευματικὴν ἀγαλλίασιν, ἥτις εὐφραίνει τὸν κατὰ θεὸν ἄνθρωπον. καὶ ἡ ψυχή μου Ὑπὲρ τὰ χείλη γὰρ ἡ ψυχὴ ἀγαλλιᾶται ψάλλουσα. ἔτι δὲ καὶ ἡ γλῶσσα Ἀκαταπαύστως, φησίν, οὐ παύεται ὁ πιστὸς ἄνθρωπος δοξάζων τὸν θεόν. ὅταν αἰσχυνθῶσιν Οἱ Ἰουδαῖοι ἀπηνέγκαντο τὴν αἰώνιον αἰσχύνην, οἵτινες κακὰ ἐνενόησαν κατὰ τοῦ Χριστοῦ (θεοῦ).

Εἰς Σαλομών Εἰς τὸν Χριστόν φησι· Σαλομὼν γὰρ ἑρμηνεύεται εἰρήνη, ἡ εἰρήνη δὲ ἡμῶν ἐστιν ὁ Χριστός. Ὁ θεός, τὸ κρῖμα Ὁ πατὴρ τῷ υἱῷ. πᾶσαν γὰρ τὴν κρίσιν ἔδωκε τῷ υἱῷ· αὐτὸς γὰρ ἔρχεται κριτὴς ζώντων καὶ νεκρῶν. καὶ τὴν δικαιοσύνην Ὡς βασιλεὺς [βασιλεῖ] ὁ πατὴρ τῷ υἱῷ δίδωσι τὴν δικαιοσύνην. κρίνειν τὸν λαόν Τὸν λαὸν τὸν ἐξ ἐθνῶν, τὸν πιστόν· ἐπτώχευον γὰρ ἀπὸ θεοσεβείας. τούτους ἐν κρίσει ἔκρινεν, ἀποδοὺς αὐτοῖς τὴν κρίσιν ἐν δικαιοσύνῃ. ἀναλαβέτω τὰ ὄρη Ὄρη οἱ προφῆται διὰ τὸ ὕψος τῶν δογμάτων· αὐτοὶ δὲ τὴν εἰρήνην προανεφώνησαν τῷ κόσμῳ. βουνοὶ οἱ ἀπόστολοι, ὡς ὑψηλότεροι τῆς γηΐνης πολιτείας καὶ πλήρεις δικαιοσύνης γενόμενοι. ἑκάτερα δὲ ὁ Χριστός. κρινεῖ τοὺς πτωχούς Τοὺς πτωχοὺς τῇ καρδίᾳ ἐν τοῖς λαοῖς καὶ τοὺς ἑκούσιον πενίαν ἑλομένους, οἵτινες ἀφῆκαν πάντα διὰ τὸν Χριστὸν καὶ ἠκολούθησαν αὐτῷ. καὶ ταπεινώσει Τὸν διάβολον ὡς ἀεὶ τὸν ἄνθρωπον ἐνδιαβάλλοντα. καὶ συμπαραμενεῖ Τὸ κρῖμα καὶ ἡ δικαιοσύνη τοῦ Χριστοῦ φωτίζουσιν (φωτίζων) ὡς ὁ ἥλιος. γέγραπται γάρ· καὶ ἔσται τὸ κρῖμα αὐτοῦ εἰς φῶς ἐθνῶν. καὶ πρὸ τῆς σελήνης Τουτέστιν καὶ (ὡς) ὑπὲρ τὸ φῶς τῆς σελήνης τὸ κρῖμα τοῦ θεοῦ φωτίζον εἰς αἰῶνα αἰῶνος. καὶ καταβήσεται Ὁ Χριστὸς ἐπὶ τὴν παρθένον ἡσύχως· ὁ γὰρ ὑετὸς ἐπὶ πόκον ἐρίου κατιὼν τὸν ψόφον οὐ ποιεῖ (οὐκ ἀποτελεῖ).

καὶ ὡσεὶ σταγόνες Καὶ τοῦτο τὴν παρθένον λέγει ἡ προφητεία (ὁ προφήτης)· δύναμις γὰρ ὑψίστου, φησί, ἐπισκιάσει σοι, ὅ ἐστι σταγόνες. γῆν δὲ λέγει τὸ σῶμα τῆς παρθένου. ἀνατελεῖ [Τὴν ἐπιφάνειαν τοῦ Χριστοῦ λέγει, δι’ ἧς ἐσώθη πᾶσα ψυχή.] καὶ πλῆθος εἰρήνης Ἐν γὰρ τῇ ἐπιφανείᾳ αὐτοῦ τοσαύτη ἔσται εἰρήνη, ὥστε τὸ φῶς αὐτῆς ὑπὲρ τὸ φῶς τῆς σελήνης φωτίζειν πᾶσαν τὴν κτίσιν. καὶ κατακυριεύσει Ὁ κύριος, φησί, κατάρχων ὑδάτων πολλῶν, ὡς γέγραπται, τουτέστιν ἀπὸ τῆς θαλάσσης τοῦ βαπτίσματος ἕως τῆς θαλάσσης τῶν δακρύων τῆς μετανοίας. ἐν τούτοις γὰρ τοῖς ὕδασιν κατακλύζεται (κατασκεδάννυται) ἡ ἁμαρτία. καὶ ἀπὸ ποταμοῦ Ἀπὸ γὰρ τοῦ ποταμοῦ τοῦ Ἰορδάνου ἀρξάμενον τὸ βάπτισμα διέδραμεν ἐπὶ (εἰς) τὰ πέρατα τῆς οἰκουμένης. ἐνώπιον αὐτοῦ Ἐνώπιον τοῦ βαπτίσματος οἱ δαίμονες ὡς μέλανες· ἐν αὐτῷ γὰρ ἔπεσαν. καὶ οἱ ἐχθροί Οἱ ἐχθροὶ τοῦ Χριστοῦ, οἱ Ἰουδαῖοι, ὡς τοῦ ἀνθρώπου οἱ δαίμονες, οἵτινες ἔπεσον πτῶμα ἐξαίσιον ἐπὶ [τὸν χοῦν] τῆς γῆς. βασιλεῖς Θαρσεὶς λέγει τοὺς μεγάλους βασιλεῖς· ἔστι δὲ ἡ (μεγάλη) βασιλεία τῶν Ῥωμαίων καὶ αἱ νῆσοι ὡς ἰσχυρῶς φρουρούμεναι τῇ θαλάσσῃ τοῦ βαπτίσματος. ἐν αὐταῖς γὰρ τὰ δῶρα προσφέρονται τῷ θεῷ. αἰνίττεται δὲ ὁ λόγος καὶ τοὺς μάγους. βασιλεῖς Ἀράβων Σαβὰ ἡ βασιλίσσα τῷ Σαλομῶνι δῶρα προσήνεγκεν, ὡς ἡ ἐκκλησία ἡ ἐξ ἐθνῶν, τῷ Χριστῷ ἐπιστρέψασα.

Σαβὰ γὰρ ἐπιστροφὴ ἑρμηνεύεται. Χριστὸς δέ ἐστιν ἡ εἰρήνη, ὡς Σαλομών. καὶ προσκυνήσουσιν Τῷ Χριστῷ· αὐτῷ γὰρ πᾶσα βασιλεία προσκυνεῖ ὡς θεῷ μέχρι τῆς σήμερον καὶ εἰς τὸν αἰῶνα. πάντα τὰ ἔθνη Τῷ Χριστῷ πᾶσα ἡ κτίσις καὶ οἱ ἐνοικοῦντες ἐν αὐτῇ. ὅτι ἐρύσατο Ὁ Χριστὸς τὸν ἄνθρωπον [ἐλευθερώσας ἐκ τῆς καταδυναστείας] τοῦ διαβόλου. καὶ πένητα Ὡσαύτως τὸν ἄνθρωπον ὡς ἀβοήθητον. φείσεται πτωχοῦ Τοῦ ἀνθρώπου· πτωχὸς γὰρ ἦν, μὴ ἔχων οἶκον τὴν ἐκκλησίαν· πένης δὲ ἦν, μήπω ἐσθίων τὸν ἄρτον τὸν μυστικόν, μηδὲ πίνων τὸν οἶνον τὸν μυστικόν. καὶ ψυχάς Τῶν ἐθνῶν· ἐπτώχευον (ἐπτώχευσαν γὰρ) ἀπὸ θεοσεβείας, νῦν δὲ πλουτοῦσι καὶ τῇ πίστει καὶ τῇ χάριτι. ἐκ τόκου Ὥσπερ γὰρ κακὸς δανειστής, οὕτως ἐτοκοφόρει αὐτοῖς τὴν ἁμαρτίαν ὁ διάβολος· ἐλυτρώθησαν δὲ σωθέντες τῇ χάριτι. καὶ ἔντιμον Ἐνώπιον τῶν ἐθνῶν τὸ ὄνομα τοῦ Χριστοῦ, ὡς αὐτῷ πιστεύσαντες καὶ δι’ αὐτοῦ σωθέντες. καὶ ζήσεται Λέγει ἡ γραφὴ τῷ Σαλομῶνι, κεῖται δὲ εἰς τὸν Χριστόν, ὅτι γεννηθέντος αὐτοῦ (γεννηθέντι αὐτῷ) προσηνέχθη ὁ χρυσὸς ἐπὶ τέλει τῶν αἰώνων [ἑσπέραν γὰρ τὸ τέλος λέγει]. Ἀραβία γὰρ ἑσπέρα ἑρμηνεύεται, ὅ ἐστι τέλος. καὶ προσεύξονται Τουτέστιν εἰς αὐτὸν πάντες οἱ πιστοὶ αὐτῷ καὶ εἰς αὐτὸν εὔχονται εἰς τὸν αἰῶνα. ὅλην τὴν ἡμέραν Τουτέστιν ἀκαταπαύστως καὶ διὰ παντός.

ἔσται στήριγμα Ὁ σταυρὸς ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους τοῦ Γολγοθᾶ· ἐν αὐτῷ γὰρ ἐστηρίχθη ἡ γῆ ἀπὸ τοῦ σάλους τῶν δαιμόνων. ὑπεραρθήσεται Ὑψώθη γὰρ ὑπὲρ τὰς εἰδωλικὰς θυσίας ἡ θυσία ἡ ἐπὶ τοῦ σταυροῦ. Λίβανος γὰρ ἑρμηνεύεται οἰκητήριον εἰδώλων (δαιμόνων). καὶ ἐξανθήσουσιν Οἱ δαίμονες ὡς χόρτος ἄκαρπος ἐξεδιώχθησαν ἀπὸ τῆς ἐκκλησίας· πόλις γὰρ τῶν πιστῶν ἡ ἐκκλησία. ἔστω τὸ ὄνομα Τοῦ Χριστοῦ τὸ ὄνομα εὐλογημένον [εἰς τοὺς αἰῶνας] ὑπὸ (ἀπὸ) πάσης πνοῆς. πρὸ τοῦ ἡλίου Πρὸ τοῦ ἡλίου γὰρ καὶ πρὸ πάσης τῆς κτίσεως ἦν ὁ υἱὸς σὺν τῷ πατρὶ ὡς φῶς ἐκ φωτός. καὶ εὐλογηθήσονται Ἐν τῷ ὀνόματι Ἰησοῦ (κυρίου) ἡγιάσθη τὸ γένος τὸ ἀνθρώπινον ἐπὶ τῆς γῆς. πάντα τὰ ἔθνη Ἐν αὐτῷ γὰρ μακαρίζονται πάντες οἱ εἰς Χριστὸν πιστεύσαντες (πιστεύοντες). εὐλογητός Πᾶσα γὰρ ἡ κτίσις εὐλογεῖ τὸν θεόν, ἐφ’ οἷς ἠλέησε τὰ σύμπαντα δυνάμει μεγάλῃ. καὶ εὐλογητόν Καὶ γὰρ εὐλογητὸν ἀληθῶς τὸ ὄνομα τοῦ Χριστοῦ ἀπὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα. καὶ πληρωθήσεται Ἐπλήσθη γὰρ ἡ σύμπασα κτίσις τῆς πίστεως τῆς δόξης τοῦ Χριστοῦ ἕως τοῦ αἰῶνος.

Ψαλμὸς τῷ Ἀσάφ Ἐξέλιπε, φησίν, ἡ προφητεία λαλῆσαι περὶ Χριστοῦ, ἀλλὰ περὶ τῆς ἀθέσμου συναγωγῆς νῦν ὁ λόγος· Ἀσὰφ γὰρ συναγωγὴ ἑρμηνεύεται. Ὡς ἀγαθός Ἐν ᾧ γὰρ εὐθὴς ἦν ὁ λαὸς τῶν Ἰουδαίων, πολλὰ ἀγαθὰ παρέσχεν αὐτοῖς ὁ θεὸς ὡς ἀγαπωμένοις. ἐμοῦ δέ Τῆς συναγωγῆς τουτέστιν τοῦ λαοῦ. ἐσαλεύθησαν γὰρ σάλῳ δεινῷ, τουτέστιν οὐ μικρῶς. παρ’ ὀλίγον Ἐξέκλινε γὰρ ἡ συναγωγὴ ἐκ τῆς ὁδοῦ τῆς δικαίας (τῆς δικαιοσύνης), ἀπιστήσασα τῷ θεῷ. ὅτι ἐζήλωσα Ζηλώσασα τοὺς δαίμονας ἡ συναγωγή. εἰρήνην Ὁρῶσα γὰρ τοὺς δαίμονας ἀγαλλιωμένους ταῖς θυσίαις ἐμιμήσατο αὐτούς. ὅτι οὐκ ἔστιν Οὐ γὰρ [ἔτι] ἀναστῆναι δύνανται οἱ Ἰουδαῖοι, πεσόντες πτῶμα ἐξαίσιον. καὶ στερέωμα Ἐστερεώθη γὰρ ἡ πρὸς αὐτοὺς ἀπειλή, μαστιγωθέντες τῇ γεέννῃ. ἐν κόποις Οὔτε γὰρ ἀνθρώπων πιστῶν ἔργον εἰργάσαντο, ἀλλὰ τῶν δαιμόνων. διὰ τοῦτο γὰρ ἀνθρωπίνης τιμωρίας οὐκ ἀξιωθήσονται (ἠξιώθησαν), ἀλλὰ τῆς ὑπὲρ ἄνθρωπον ἀνηκέστου (ἀνεικάστου). διὰ τοῦτο ἐκράτησεν Οὔτε γὰρ ὑπέστειλαν εἰς τέλος πρᾶξαι τὴν ἀνομίαν αὐτῶν (ἕως εἰς τέλος ἔπραξαν τὴν ἀνομίαν). περιεβάλοντο Τὴν γὰρ ἀδικίαν αὐτῶν καὶ τὴν ἀσέβειαν ὡς ἱμάτιον ἐνεδύσαντο, ἣν ἔπραξαν εἰς τὸν θεόν. ἐξελεύσεται Τελεία τουτέστιν λιπαρά· ἀπὸ καρδίας γὰρ αὐτὴν (αὐτῶν) ἔπραξαν καὶ ἀπὸ ψυχῆς. διῆλθον Ἐξακολουθήσαντες τῇ καρδίᾳ <καὶ> κακὰ βουλευσάμενοι.

διενοήθησαν Λογισάμενοι πονηρὰ ἐλάλησαν κατὰ τοῦ θεοῦ (πονηρίαν κατελάλησαν τοῦ θεοῦ). ἀδικίαν Βλασφημήσαντες εἰς τὸν θεὸν καὶ εἰπόντες· δαιμόνιον ἔχεις (ἔχει). ἔθεντο εἰς οὐρανόν Τοσοῦτον ὕψωσαν τὴν βλασφημίαν, ὡς καὶ αὐτοῦ κατατολμᾶν τοῦ οὐρανοῦ. καὶ ἡ γλῶσσα Ἐπὶ γῆς γὰρ ὄντες οἱ Ἰουδαῖοι τὰ οὐράνια ἐψηλάφων. διὰ τοῦτο ἐπιστρέψει Ποῖος λαός; ὁ ἰουδαϊκός, ἐνταῦθα· ποῦ; ἐν τῇ ἀφροσύνῃ αὐτῶν, ὡς κύων ἐπὶ τὸν ἴδιον ἔμετον. καὶ ἡμέραι Πληρωθήσονται γὰρ ἡμέραι κακαὶ (πονηραὶ) ἐν αὐτοῖς, αἵτινες τιμωρήσονται (τιμωροῦνται) αὐτοὺς αἰωνίως. καὶ εἶπαν Ψιλὸν γὰρ ἐνόμιζον ἄνθρωπον τὸν ὑπ’ αὐτῶν βλασφημούμενον καὶ ἐθαύμαζον, πῶς ἔγνω (ἐνόει) αὐτῶν τὰς ἐνθυμήσεις. καὶ εἰ ἔστιν Ἔλεγον γάρ· πόθεν τούτῳ ἡ σοφία αὕτη; ἰδοὺ ἁμαρτωλοί Οἱ Ἰουδαῖοι· οὐδὲν γὰρ ἔθνος ἐπλούτει οὕτως [τῶν] ἐπὶ γῆς καὶ νοητοῦ καὶ αἰσθητοῦ πλούτου τὰς δωρεὰς καὶ τὰς εὐεργεσίας τοῦ θεοῦ, ἢ (καὶ) τὸ λέγεσθαι γένος (γένους) θεοῦ. καὶ εἶπα Ὁ προφήτης ἀπολέγεται λέγων· ἆρα μάτην τὴν δικαιοσύνην διώκω, οἱ ἁμαρτωλοὶ δὲ εὐθηνοῦσιν; αἰνίττεται δὲ τοὺς Ἰουδαίους, ὡς δῶρα ἐξ ἀδικίας λαμβάνοντας. καὶ ἐγενόμην Ἐν νηστείᾳ (νηστείαις) καὶ ἐγκρατείᾳ καὶ ἀγρυπνίᾳ καὶ πάσῃ κακουχίᾳ διὰ τὸν θεόν. καὶ ὁ ἔλεγχός μου Πρωΐας γὰρ γενομένης τῆς ἀναστάσεως τοῦ Χριστοῦ τὸ ἀσθενὲς τῶν Ἰουδαίων ἠλέγχθη.

εἰ ἔλεγον Ἔλεγε γὰρ ὁ σωτήρ· διηγήσασθε αὐτοῖς τὰ μεγαλεῖα τῆς βασιλείας τῶν οὐρανῶν, αὐτοὶ δὲ ἀνήκοοι ἐγένοντο τῇ ἀπιστίᾳ. ἰδοὺ τῇ γενεᾷ Ὅτι γένος θεοῦ ὑπάρχοντες ἀσύνετοι (ἀσύνθετοι) γεγόνασι, τουτέστιν ἀνήκοοι, καθὼς γέγραπται· ἀνήκοος (ἀσύνθετος) Ἰουδαία. καὶ ὑπέλαβον Προέγνων, φησὶν ὁ κύριος, ὅτι ἀθετήσουσιν οἱ Ἰουδαῖοι εἰς ἐμὲ καὶ ἔγκοπόν με ποιήσουσιν τῇ ἀπιστίᾳ καὶ τῇ ἀνοίᾳ αὐτῶν. ἕως εἰσέλθω Ἕως οὗ εἰς τοὺς πατρῴους κόλπους εἰσαγάγω τὸν ἄνθρωπον. καὶ συνῶ Ἴδω, φησί, τὰ τέλη αὐτῶν, εἰ ἄρα μετανοήσουσιν ἢ ἐπιμενοῦσιν τῇ ἀπιστίᾳ (ἀνομίᾳ). πλὴν διὰ τὰς δολιότητας Πλὴν δόλου γέμοντες οὐ μετενόησαν καὶ ἔθετο αὐτοὺς ὁ θεὸς εἰς τιμωρίαν. κατέβαλες αὐτούς Ἐν γὰρ τῷ ὑψωθῆναι Ἰουδαίους τῇ ὑπερηφανίᾳ ἔπεσαν πτῶμα δεινόν. πῶς ἐγένοντο Πῶς αἰφνιδίως ἔρημος ἐγένετο ὁ ναὸς αὐτῶν καὶ ἡ χώρα [αὐτῶν] καὶ αὐτοί; ἐξάπινα Ἠνόμησαν γὰρ κατὰ τοῦ θεοῦ ὁπλισάμενοι καὶ ἀπώλοντο παρὰ τὸ μὴ εἶναι. ὡσεὶ ἐνύπνιον Θᾶττον ἐνυπνίου ἐπελήσθησαν. κύριε, ἐν τῇ πόλει Καὶ ἐν τῇ κάτω, ὅτι ἠρημώθη, καὶ ἐν τῇ ἄνω Ἰερουσαλήμ, ὅτι οὐκ ἔστιν αὐτοῖς τόπος ἐκεῖ. ὅτι ἐξεκαύθη Τοῦ λαοῦ τῶν Ἰουδαίων, ὅτι πλήρεις γενόμενοι μετεβλήθησαν εἰς κακόν. καρδία γὰρ θεοῦ καὶ νεφροὶ ὡς γένος θεοῦ <καὶ> ὁ λαὸς τῶν Ἰουδαίων ἦσαν ποτέ (τότε).

καὶ ἐγώ Οὐ γὰρ ἐνόησεν ὁ λαὸς Ἰουδαίων, ὅτι μέλλουσι ἐξωσθῆναι (ἐξῶσθαι) τῆς χάριτος τοῦ θεοῦ. κτηνώδης Παρὰ τῷ θεῷ οἱ Ἰουδαῖοι ἀφρονήσαντες <ἀφρόνως ἀποστάντες>. καὶ ἐγὼ διὰ παντός Οὐδ’ ἐχωρίσθη γὰρ ὁ θεὸς αὐτῶν ποτε. ἐκράτησας Ὡς γὰρ πατὴρ τέκνον κρατεῖ καὶ ὁδηγεῖ, οὕτω κρατήσας ὁ θεὸς τὸν Ἰσραὴλ ὡδήγησεν. ἐν τῇ βουλῇ Οὐ γὰρ ἂν ἐβούλετο ὁ θεὸς ὡδήγει τὸν Ἰσραήλ· ἐξελέξατο γὰρ αὐτὸν ὁ θεὸς ἔνδοξον ἑαυτῷ, αὐτοὶ δὲ ἠθέτησαν αὐτόν. τί γάρ μοι ὑπάρχει Βλάσφημος ὢν ὁ λαὸς τῶν Ἰουδαίων (Ἑβραίων) παραιτεῖται τὰ οὐράνια ἀγαθά, ὡς Χριστὸν παραιτησάμενοι τῇ ἀρνήσει. καὶ παρὰ σοῦ Τοσούτων γὰρ ἀγαθῶν ἀπολαύσας ὁ λαός, ἠχαρίστησεν ἀρνησάμενος. ἐξέλιπεν ἡ καρδία μου Ὁ Χριστὸς περὶ τῶν Ἰουδαίων λέγει ὡς συγγενῶν, ὅτι ἐξέλιπον ἀπ’ αὐτοῦ. ὁ θεὸς τῆς καρδίας Ὁ πιστὸς λαὸς [νῦν] προαναφωνεῖ, ὅτι καὶ τῆς καρδίας αὐτῶν ὁ θεὸς καὶ μερὶς αὐτῶν ὁ θεός, ὡς τῷ σώματι καὶ τῷ αἵματι Χριστοῦ τρεφόμενοι. ὅτι ἰδού Οἱ Ἰουδαῖοι μακρυνθέντες ἀπὸ θεοῦ ἀπώλοντο. ἐξωλέθρευσας Ἀπέστησαν γὰρ ἀπὸ θεοῦ οἱ Ἰουδαῖοι καὶ εἰδώλοις προσεκύνησαν, ὅ ἐστι μεγάλη πορνεία τὸ ἀποστῆναι ἀπὸ τοῦ θεοῦ. ἐμοὶ δέ Ὁ ἐξ ἐθνῶν λαὸς κολληθεὶς τῇ πίστει καὶ τῇ ἀγάπῃ τοῦ θεοῦ. τίθεσθαι Τί γὰρ ἄλλο σωτήριον τῷ ἀνθρώπῳ, ὡς τὸ ἐλπίζειν ἐπὶ κύριον;

τοῦ ἐξαγγεῖλαι Ὁ γὰρ πιστὸς ἄνθρωπος οὐ παύεται διηνεκῶς ἐξαγγέλλων τὴν αἴνεσιν ἐν τῇ ἐκκλησία τῷ θεῷ. Σιὼν γὰρ ἡ ἐκκλησία (ἑρμηνεύεται).

Συνέσεως τῷ Ἀσάφ Ὧδε ἡ προφητεία σημαίνει, πῶς ἥμαρτεν ἡ συναγωγὴ τῶν Ἰουδαίων καὶ πῶς ἦραν τὰς χεῖρας κατὰ θεοῦ καὶ πόσα κακὰ αὐτὴν διεδέξαντο πολιορκουμένην ὑπὸ τῶν ἐχθρῶν. Ἵνα τί ἀπώσω Αὕτη ἡ φωνὴ τῆς αἱμοφύρτου συναγωγῆς. ὠργίσθη Διὰ τὸ παρανομῆσαι [τὸν λαὸν] ηὐξύνθη ἡ ὀργὴ τοῦ θεοῦ ἐπ’ αὐτούς. μνήσθητι Μνήσθητι, φησί, κύριε, ὅτι πρωτότοκος λαός σου ἡμεῖς καὶ παρεδόθημεν εἰς χεῖρας ἐχθρῶν ἀνόμων. ἐλυτρώσω Ὡς ῥάβδος γὰρ ἐκλεκτὴ οὖσα ἡ συναγωγή, νῦν ἀπεβλήθη διὰ ἀπιστίαν. ὄρος Σιών Ἐν γὰρ τῷ ναῷ, φησί, κατεσκήνου σου ἡ δόξα, καὶ πῶς νῦν ἐμιάνθη; ἔπαρον τὰς χεῖρας Τῶν δαιμόνων καὶ τῶν ἐχθρῶν τοῦ Χριστοῦ. ὅσα ἐπονηρεύσατο Κατὰ τοῦ Χριστοῦ ὁ διάβολος [πονηρευσάμενος καὶ] ὁπλισάμενος. καὶ ἐνεκαυχήσαντο Ὅπου γὰρ αἱ ἑορταὶ καὶ τὸ σάββατον κατὰ νόμον ἐτελεῖτο, ἐνεπυρίσθη καὶ ἐβεβηλώθη. ἔθεντο τὰ σημεῖα Πάντα γάρ, ὅσα ἐποίησεν ὁ θεὸς [ἡμῶν] σημεῖα, μετ’ αὐτῶν εἰς οὐδὲν ἔθεντο, μὴ γνόντες τὴν δύναμιν αὐτῶν. ὡς εἰς τὴν ἔξοδον Ὥσπερ γὰρ ἐν ἐξόδῳ λαῶν πολλῶν ἐν ὕλῃ πολλῇ κόπτονται τὰ ξύλα, οὕτως τὰς θύρας τοῦ ναοῦ κατέκοψαν οἱ πολέμιοι καὶ ἐγένοντο εἰς καταπάτημα. τὰς θύρας αὐτῆς Οὐ μόνον γὰρ τὰς θύρας [τοῦ ναοῦ], ἀλλὰ καὶ τὴν στέγην (στεφάνην) καὶ τοὺς τοίχους κατέστρεψαν. ἐνεπύρισαν Ἔκαυσαν γὰρ καὶ τὴν γῆν καὶ τὴν τράπεζαν τῶν ἄρτων καὶ τὰ Χερουβὶμ καὶ πᾶν, εἴ τι ἦν αὐτοῖς ἅγιον.

εἰς τὴν γῆν Καὶ αὐτὸ τὸ βιβλίον τοῦ νόμου ῥίψαντες εἰς τὴν γῆν, κατεπάτησαν ἐξουθενήσαντες. εἶπαν ἐν τῇ καρδίᾳ Πάντες οἱ ξένοι τοῦ νόμου καὶ ἐχθροί, ὥσπερ συγγένεια ὁμοφώνως λογισάμενοι, ἐν καρδίᾳ ἐπείθοντο ἐξαφανίσαι τὸ ἁγίασμα αὐτῶν. δεῦτε Τὰς ἰουδαικάς· κατέπαυσαν γὰρ αὐτὰς οἱ πολέμιοι, συγχωρήσαντος τοῦ θεοῦ, ὅτι οὐ μετὰ θεοσεβείας ἐγίνοντο. τὰ σημεῖα Οἱ Ἰουδαῖοι λέγουσιν· οὐδὲν τῶν ἐξ ἔθους σημείων, ὧν ἐποίει (ἐποίησε) μεθ’ ἡμῶν [ὁ θεός], εἴδομεν. οὐκ ἔστιν ἔτι Ἐξέλιπον γάρ, φησί, <τὰ ἔθνη> καὶ οἱ προφῆται καὶ ἡμεῖς ἐπελήσθημεν ἀπὸ τοῦ θεοῦ. ἕως πότε Μετὰ γὰρ τὴν ἐρήμωσιν τῆς Ἰερουσαλὴμ ἐπέγνωσαν τὸν θεὸν καὶ πάντες ἦσαν προσπίπτοντες τῷ θεῷ (ἦσαν ἐν μετανοίᾳ). παροξυνεῖ Ὀνειδίζουσι, φησί, οἱ ἐχθροὶ τὸν θεόν. ἵνα τί ἀποστρέφεις Φησὶν ὁ λαὸς τῶν Ἑβραίων· ἦρας ἀφ’ ἡμῶν τὴν χεῖρά σου καὶ ἀνῆκας ἡμᾶς εἰς τέλος καὶ ἐκυρίευσαν ἡμῶν οἱ ἐχθροὶ ἡμῶν. ὁ δὲ βασιλεύς Τῶν ἐθνῶν· προεγίνωσκε γὰρ ὁ θεὸς τὴν ἐπιστροφὴν αὐτῶν. εἰργάσατο Τὸν σταυρὸν λέγει, ἐπειδὴ ἐν μέσῳ τῆς γῆς ἐπάγη· δι’ αὐτοῦ δὲ ἡ σωτηρία τῷ γένει τῶν ἀνθρώπων ἐγένετο. σὺ ἐκραταίωσας Καὶ τὴν αἰσθητὴν μὲν τὴν (ὡς) μεγάλην, ἀλλὰ γὰρ ὅμως τὴν τοῦ βαπτίσματος ὡς ἰσχυρὰν καὶ κραταιὰν οὖσαν. αὕτη γὰρ κατακλύζει τὴν ἁμαρτίαν [καὶ τοὺς δαίμονας].

σὺ συνέτριψας Τῶν δαιμόνων ἐν τῷ βαπτίσματι (τῷ ὕδατι τοῦ βαπτίσματος)· ἐκεῖ γὰρ ἀπετμήθησαν. σὺ συνέτριψας τὰς κεφαλάς Τὰς τοῦ διαβόλου· πολυκέφαλος γὰρ ὢν ὡς πονηρὸς <νοητὸς> καὶ πολυεννόητος, ἀλλὰ [καὶ] αὗται ἀπετμήθησαν ἐν τῷ βαπτίσματι. ἔδωκας αὐτόν Τοῖς ἔθνεσιν ὡς ταπεινοῖς· Αἰθίοπες γὰρ ταπεινοὶ ἑρμηνεύονται. τὰ ἔθνη γὰρ πιστεύσαντα κατέφαγον αὐτόν, τουτέστιν διέφθειραν αὐτόν. σὺ διέρρηξας Τουτέστιν διέκοψας τὰς πηγὰς τῆς ἁμαρτίας καὶ τοὺς ποταμούς, οὓς συνεστήσατο ὁ χειμὼν τῆς εἰδωλικῆς πλάνης. σὺ ἐξήρανας Σύ, φησίν, ἐξήρανας τοὺς ποταμοὺς τοῦ αἵματος τῶν θυσιῶν· Αἰθὰμ γὰρ ἑρμηνεύεται αἷμα· ἑρμηνεύεται δὲ καὶ βάτος, ὅ ἐστιν ἀκανθώδης ὕλη τῶν εἰδώλων. σή ἐστιν ἡ ἡμέρα Ἡ ἡμέρα τῆς ἀναστάσεως καὶ ἡ νὺξ τοῦ πάθους· ἑκάτερα γὰρ θελήσας παρήγαγες. σὺ κατηρτίσω Λέγει τὰ <γενόμενα> ἐπὶ τοῦ πάθους· φαῦσιν καὶ σκότος καὶ πάλιν ἥλιον φαίνοντα. σὺ ἐποίησας Ἔαρ καὶ θέρος καὶ φθινόπωρον καὶ χειμῶνα· ταῦτα γὰρ ὑπὸ θεοῦ ἐκανονίσθη. ταῦτα δὲ νοεῖται εἰς τὰ μετέπειτα. θέρος καὶ ἔαρ Τουτέστι σὺ ὥρισας ταῦτα· θέρος γὰρ ἡ συντέλεια, ἔαρ δὲ λέγει τὸν μέλλοντα αἰῶνα ὡς φωτεινόν, ὡς φαιδρόν, ὡς ἐκ χειμῶνος πολλοῦ εὐδίαν. μνήσθητι Τῆς ἡμέρας ἐκείνης μνησθείς, οἴκτειρον πᾶσαν τὴν κτίσιν καὶ τὸ ἀνθρώπινον γένος. ἐχθρὸς ὠνείδισεν Ὁ διάβολος διὰ τῶν Ἰουδαίων τὸν Χριστόν.

καὶ λαὸς ἄφρων Ὁ λαὸς τῶν Ἰουδαίων λέγοντες· ἡμεῖς οὐκ ἔχομεν βασιλέα εἰ μὴ καίσαρα. μὴ παραδῷς Τοῦ λαοῦ [τοῦ ἐξ ἐθνῶν] τὴν ψυχὴν μὴ ἐγκαταλείψῃς τοῖς δαίμοσιν, ὥστε δαμάζεσθαι ὑπ’ αὐτῶν. τῶν ψυχῶν Πένητες γὰρ ἀπὸ θεοσεβείας ὑπῆρχον τὰ ἔθνη, διὸ περιεποιήσατο ὁ θεὸς τὰ ἔθνη λαὸν περιούσιον, εὐάρεστον ἑαυτῷ. ἐπίβλεψον Ἴδε τὸν λαόν σου, πρὸς οὓς ἔστησας τὴν διαθήκην σου διὰ τοὺς πατέρας αὐτῶν· πῶς ἀμνημονήσαντες ἠθέτησαν. ὅτι ἐπληρώθησαν Ἐσκοτίσθησαν αἱρετικῶν παῖδες καὶ Ἑλλήνων καὶ κατεσκεύασαν ἑαυτοῖς ἐκκλησίας ἀνόμους. μὴ ἀποστραφήτω Μεταφορικῶς (μεταφορικὸς) ὁ λόγος· ἀποστραφήτω, φησίν, ὁ διάβολος τεταπεινωμένος καὶ κατῃσχυμμένος, εἰς ἃ ἐπετήδευσεν. πτωχός Ὁ Χριστός· ἑκάτερα γὰρ ἑκουσίως ἀνεδέξατο [ὁ σωτήρ]· αὐτὸς γὰρ δοξάζει τὸ ὄνομα τοῦ πατρὸς πρὸς ἀλήθειαν· ἐδόξασα [γάρ], φησί, καὶ πάλιν δοξάσω. ἀνάστα, ὁ θεός Λέγει μὲν τὴν ἑαυτοῦ ἀνάστασιν, δι’ ἧς ἐδικάσθησαν οἱ Ἰουδαῖοι. λέγει δὲ καὶ τὴν μέλλουσαν δίκην τὴν παγκόσμιον. μνήσθητι Τότε γὰρ μνησθήσεται ὁ θεὸς [τοῦ λαοῦ] τῶν Ἰουδαίων, πῶς ἐν ἀφροσύνῃ ὠνείδιζον τὸν Χριστὸν ἐπὶ τοῦ σταυροῦ τῇ ἡμέρᾳ τοῦ πάθους. μὴ ἐπιλάθῃ Τότε, [φησίν,] ὅταν μέλλῃς ἀποδοῦναι ἑκάστῳ [κατὰ τὰ ἔργα αὐτοῦ], τότε τῶν δοξολογούντων σε μνήσθητι καὶ στῆσον αὐτοῖς τὸν μισθόν, ὡς ἐλεήμων.

ἡ ὑπερηφανία Τότε γὰρ μανθάνουσιν οἱ ὑπερήφανοι καὶ οἱ βλάσφημοι, τίνες εἰσίν· οὔτε γὰρ παύονταί ποτε βλασφημοῦντες.