Ἔργον
Ἡσύχιος ὁ Πρεσβύτερος – Σύντομος ἑρμηνεία
Ερμηνεία εις τους Ψαλμούς 74-80
Ερμηνεία των ψαλμών 74 έως 80, όπου τονίζονται η ταπείνωση των δαιμόνων, η καθοδήγηση του Ισραήλ στην έρημο και η τυπολογία της Εκκλησίας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ερμηνεία εις τους Ψαλμούς 74-80
Ερμηνεία των ψαλμών 74 έως 80, όπου τονίζονται η ταπείνωση των δαιμόνων, η καθοδήγηση του Ισραήλ στην έρημο και η τυπολογία της Εκκλησίας.
Εἰς τὸ τέλος μὴ διαφθείρῃς, ψαλμὸς τῷ Ἀσὰφ ᾠδῆς Πρὸς τὴν συναγωγὴν ὁ λόγος· Ἀσὰφ γὰρ συναγωγὴ ἑρμηνεύεται. ὅτι, φησίν, εἰς τέλος οὐ διεφθάρησαν· ἐξ αὐτῶν γὰρ οἱ ἀπόστολοι καὶ ἕτεροι πολλοί. ἐξομολογησόμεθα Οἱ πιστοὶ ἐξομολογοῦνται τῷ θεῷ ἐπὶ πᾶσι τοῖς θαυμασίοις, οἷς ἐποίησεν αὐτοῖς. καὶ ἐπικαλεσόμεθα Προσθεῖναι γὰρ τῇ αἰνέσει ἀεὶ σπεύδουσιν οἱ δίκαιοι. διηγήσομαι Ὁ προφήτης ἐκ προσώπου τοῦ ἀνθρώπου εὐχαριστεῖ τῷ θεῷ. ὅταν λάβω Ὁ θεὸς φησίν· ὅταν φθάσῃ ὁ καιρὸς τῆς δίκης, τότε εὐθεῖα ἔσται ἡ κρίσις μου. ἐτάκη ἡ γῆ Ἀπὸ τοῦ φόβου τῆς δόξης αὐτοῦ, ὅταν ἀναστῇ κρῖναι τὴν γῆν τὴν νοητήν. ἐγὼ ἐστερέωσα Τοὺς ἀποστόλους λέγει· στύλους γὰρ ἡ γραφὴ αὐτοὺς παρατίθεται, ὡς μέσον οὐρανοῦ καὶ γῆς βαστάζοντας καὶ περιφέροντας τὴν χάριν τοῦ κηρύγματος· εἰσὶ δὲ ἄρρηκτοι. εἶπα τοῖς παρανομοῦσιν Οἱ ἀπόστολοι γὰρ κατέπαυσαν τὴν ἀνομίαν ἀπὸ πάσης τῆς γῆς διὰ τοῦ κηρύγματος. καὶ τοῖς ἁμαρτάνουσιν Πάντας γὰρ ἐδίδαξαν ταπεινοφρονεῖν καὶ μὴ ὑψηλοφρονεῖν ἐπὶ δυνάμει πλούτου. κέρας γὰρ δύναμις ἑρμηνεύεται. μὴ ἐπαίρετε Μὴ θρασύνεσθε τουτέστιν τῇ ἰσχύϊ ὑμῶν κατὰ τοῦ θεοῦ. μὴ λαλεῖτε Βλασφημοῦντες ἐξ ἀλαζονείας τὸν Χριστόν. ὅτι οὔτε ἀπὸ ἐξόδων Οὔτε γὰρ ἀπ’ ἀνατολῆς οὔτε ἀπὸ δυσμῶν οὔτε ἀπὸ ὀρέων ἔρχεται ἡ κρίσις, ἀλλὰ ἀπὸ θεοῦ μόνου ὡς δικαίως κρίνοντος. ὅτι ὁ θεός Οὗτος (αὐτὸς) γὰρ μόνος κριτὴς πάντων.
τοῦτον ταπεινοῖ Ἐν τῇ κρίσει τοὺς ἁμαρτωλοὺς ταπεινοῖ, ὡς μὴ μετανοήσαντας, καὶ τοὺς δικαίους ὑψοῖ, ὡς καλῶς πολιτευσαμένους. νόει μοι δὲ ταπεινοῦν τὸν διάβολον καὶ ὑψοῦν τὸν ἄνθρωπον. ὅτι ποτήριον Λέγει τὸν διάβολον πλήρη ὄντα τῆς δόξης τοῦ θεοῦ, κεράσματος δὲ ὡς κεκραμένον τῆς ἀρχαγγελικῆς ἀξίας, τουτέστιν ἡνωμένον. καὶ ἔκλινεν Ἐξ ὑπερηφανίας καὶ ἀλαζονείας μετεβλήθη ἀπὸ ἀρχαγγέλου εἰς διάβολον. πλὴν ὁ τρυγίας Ἡ γὰρ τρὺξ αὐτοῦ ἔμεινεν ὡς ἄχρηστος, ἕως τῆς σήμερον ἀνατρέπουσα πάντας. καὶ πίονται πάντες Ὅσοι τῇ βουλῇ αὐτοῦ ἐξακολουθοῦσιν (ἐξηκολούθησαν)· αὐτοὶ γὰρ πίνουσι τὴν αὐτοῦ ἀλαζονείαν. περὶ γὰρ αὐτοῦ γέγραπται· οὐαὶ ὁ ποτίζων (οἱ ποτίζοντες) τὸν πλησίον αὐτοῦ (αὐτῶν) ἀνατροπὴν θολεράν. ἐγὼ δὲ ἀγαλλιάσομαι Ὁ πιστὸς καὶ κατὰ θεὸν ἄνθρωπος ἀγαλλιᾶται ἐπὶ τῷ θεῷ καὶ ψάλλει τῷ θεῷ· Ἰακὼβ γὰρ νοεῖται ὁ Χριστός. καὶ πάντα τὰ κέρατα Τὴν ἰσχὺν τῶν δαιμόνων· κέρας γὰρ ἰσχὺς νοεῖται. πᾶσαν γὰρ ἰσχὺν ἀπώλεσαν οἱ δαίμονες [ἀπὸ τῆς Χριστοῦ παρουσίας]. καὶ ὑψωθήσεται Τοῦ Χριστοῦ ἡ δύναμις, ὅ ἐστιν ὁ σταυρός. κέρας γὰρ ἀκαταμάχητόν ἐστι τῶν δικαίων ὁ σταυρός.
Εἰς τὸ τέλος, ἐν ὕμνοις—Ἀσσύριον Τελείωσις ἔσται, φησίν, τῶν ὕμνων τοῦ Χριστοῦ ὑπὸ τῶν πιστευσάντων ἀπὸ τῆς συναγωγῆς. Ἀσὰφ γὰρ συναγωγὴ ἑρμηνεύεται, Ἀσσύριος δὲ κατευθύνων ἑρμηνεύεται, ὅ ἐστιν ὁ Χριστὸς ὁ κατευθύνων τὰ πάντα. γνωστός Ἐν τοῖς ἐξομολογουμένοις·
Ἰουδαία γὰρ ἐξομολόγησις ἑρμηνεύεται. λέγει δὲ καὶ τὴν μετὰ σαρκὸς ἄφιξιν, ὅτι ἐν τῇ Ἰουδαίᾳ ἐφάνη. ἐν τῷ Ἰσραήλ Ἐν τῷ λαῷ τῷ πιστῷ, τῷ ἐξ ἐθνῶν· Ἰσραὴλ γὰρ ὁρῶν κύριον ἑρμηνεύεται. ὁ πιστὸς δὲ λαὸς ὁρᾷ τὸν κύριον διηνεκῶς. καὶ ἐγενήθη Τοῦ Χριστοῦ ἡ ἀνάστασις καὶ τοῦ πιστοῦ λαοῦ. ὁ τόπος, ἐν ᾧ ἐκλήθη εἰρήνη καὶ χαρά. καὶ τὸ κατοικητήριον Ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ (Χριστοῦ). ἐκεῖ συνέτριψεν Τὰς χεῖρας τῶν δαιμόνων ἐν τῇ ἐκκλησίᾳ συνέτριψεν, ὥστε μηκέτι ἀπὸ τοῦ ὕψους τοξεύειν ἀπὸ ἀέρος (μηκέτι αὐτοὺς δύνασθαι ἐξ ἀέρος τοξεύειν). ὅπλον καὶ ῥομφαίαν Ὅπλον τὴν γλῶσσαν, ῥομφαίαν τὴν δύναμιν· ἑκάτερα τοῦ Σατανᾶ συνέτριψεν ἐν τῇ ἐκκλησίᾳ ὁ Χριστός, ἵνα μηκέτι πολεμεῖν δύναται τὸν ἄνθρωπον. φωτίζεις Ἐφάνη γὰρ φῶς μέγα ἐκ τῶν προφητῶν· ὄρη γὰρ τοὺς προφήτας ἡ γραφὴ καλεῖν εἴωθε. λέγεται δὲ καὶ ἡ πίστις ὄρος καὶ ἡ θεοτόκος καὶ ἡ ἐκκλησία. ἐκ τούτων τῶν ὀρέων ὁ εἷς ἐφωτίσθη ἄνθρωπος. ἐταράχθησαν Οἱ Ἰουδαίων παῖδες καὶ Ἑλλήνων, θεωρήσαντες τὰ θαυμάσια τοῦ Χριστοῦ, ἐταράχθησαν (ἐσαλεύθησαν). ὕπνωσαν Φυλάττοντες γὰρ οἱ στρατιῶται τὸν Χριστὸν ἐν τῷ μνήματι, διυπνισθέντες εὗρον οὐδέν· ἀνέστη γὰρ ὁ ἀκράτητος (ὡς θεός).
πάντες οἱ ἄνδρες Ἀργύρια γὰρ ἱκανὰ ἔδωκαν τοῖς στρατιώταις, ἵνα συκοφαντήσωσι τοῦ Χριστοῦ τὴν ἀνάστασιν, ὡς πλούσιοι οἱ Ἰουδαῖοι, καὶ αὐτῶν ἡ ἐλπὶς ἐκενώθη, καὶ ματαίως πλούτου τὰς χεῖρας πληρωσάντων τῶν στρατιωτῶν. ἀπὸ ἐπιτιμήσεως Ἀπενεκρώθησαν γὰρ οἱ στρατιῶται τότε, οἱ τηροῦντες τὸ μνῆμα. ἐνύσταξαν Λέγει τοὺς Ἰουδαίους, τοὺς ἐπιβεβηκότας ταῖς συμβουλίαις τῶν δαιμόνων· ἵππους γὰρ νόησον (νόει) τοὺς δαίμονας, ὡς ψευδεῖς εἰς σωτηρίαν καὶ ὀξεῖς εἰς τὸ κακοποιῆσαι. ἐν ἀορασίᾳ γὰρ ἐπλήγησαν καὶ αὐτοὶ τῇ δυνάμει τοῦ Χριστοῦ. σὺ φοβερὸς εἶ Θεῷ (κυρίῳ) γὰρ ἀντιπράττειν τολμηρόν, ἐπισφαλὲς καὶ ὀλέθριον. ἀπὸ τῆς ὀργῆς σου Ἀπ’ ἀρχῆς γὰρ ὁ θυμὸς τοῦ θεοῦ ἐπ’ αὐτούς· προεγίνωσκε γὰρ τὴν ἀνομίαν αὐτῶν. ἐκ τοῦ οὐρανοῦ Λέγει τὰς σάλπιγγας καὶ τὰς φωνάς, ὅταν ἔλθῃ ἐν δόξῃ κρῖναι ζῶντας καὶ νεκρούς. ἀκουστὴ γὰρ αὕτη ἡ φωνὴ καὶ τοῖς νεκροῖς γενήσεται. γῆ ἐφοβήθη Τότε γὰρ πᾶσα ἡ γῆ καταπτήσσει τῷ φόβῳ, ὅταν ἴδῃ τὴν κρίσιν καὶ ἡσυχάζῃ, τουτέστιν ὑποτάσσεται· ἐφοβήθη γὰρ καὶ ἡ γῆ ἐν τῷ εἰς κρίσιν παραστῆναι τὸν Χριστὸν ἐπὶ τοῦ Πιλάτου. τοῦ σῶσαι πάντας Τοὺς πραεῖς λέγει τοὺς ταπεινούς, ὅσοι ἐν ἡσυχίᾳ ἔζησαν. τότε γὰρ τὸν μισθὸν ἀπολαμβάνοντες σώζονται αἰωνίως. ὅτι ἐνθύμιον Τουτέστιν καὶ περὶ ἐνθυμήσεων μόνων ἐξομολογοῦνται οἱ δίκαιοι τῷ θεῷ.
καὶ ἐγκατάλειμμα Τουτέστιν ὅτι οὐδέποτε ἡ ἐνθύμησις τοῦ κατὰ θεὸν ἀνθρώπου ἀπέστη ἀπὸ τοῦ θεοῦ καὶ διὰ τοῦτο τῆς χαρᾶς ἐκείνης ἀξιοῦνται. εὔξασθε Πᾶς γάρ, [φησίν,] ὅστις εὔξεται εὐχὴν τῷ θεῷ, ὀφείλει ἀποδοῦναι αὐτὴν δίχα πάσης ἀναβολῆς. πάντες οἱ κύκλῳ Ἕκαστος γὰρ τότε προσφέρει τῷ θεῷ τὰ ἔργα τὰ καλὰ καὶ τὴν πίστιν κατώρθωσεν <κατορθώσας>. τῷ φοβερῷ Τῷ φοβερῷ θεῷ, ὅστις ἔχει ἐξουσίαν τῶν βασιλέων (καὶ τῶν ἀρχόντων) ἀφαιρεῖσθαι τὰς ψυχάς. φοβερῷ Ποῖος γὰρ βασιλεὺς ἢ τίς δυνάστης τῶν ἐπὶ γῆς ἐξισοῦται τῷ θεῷ;
Εἰς τὸ τέλος, ὑπὲρ Ἰδιθούμ· ψαλμὸς τῷ Ἀσάφ Ὑπὲρ τοῦ ἠπατῆσθαι (ἀπατῆσαι) τὴν συναγωγὴν ἡ προφητεία ἐλέχθη. Ἰδιθοὺμ γὰρ ἀπάτη ἑρμηνεύεται, Ἀσὰφ δὲ συναγωγή. φωνῇ μου Ὅτε ὁ Χριστὸς ἐπὶ τοῦ σταυροῦ ἐκέκραξεν· ἐλωεί, ἐλωεί. καὶ ἡ φωνή μου Ὅταν ἐπὶ τοῦ Λαζάρου <ἐπὶ τοῦ σταυροῦ> ἔκραξε φωνῇ μεγάλῃ. ἐν ἡμέρᾳ θλίψεως Ὧδε περὶ τοῦ Θωμᾶ ἡ προφητεία σημαίνει· ὅταν ὤφθη ὁ κύριος τοῖς μαθηταῖς (ἀποστόλοις) καὶ ὁ Θωμᾶς οὐκ ἦν παρών, σφόδρα ἐλυπεῖτο (ἐθλίβετο). ταῖς χερσίν μου Ἐψηλάφησεν γὰρ καὶ ἐπληροφορήθη ταῖς χερσὶ <ἀπόστολος Θωμᾶς> καὶ οὐκ ἦν ψεῦδος ἐν αὐτῷ. ἀπηνήνατο Τουτέστιν οὐκ ἀνέχεται ἡ ψυχή μου παρακληθῆναι· ἐγὼ γὰρ ἔγνων τὸ ζητούμενον (οἶδα ὃ ζητῶ). ἐμνήσθην Εὗρον <ἔλαβε> γὰρ μώλωπας, ἐν ᾧ οἱ μώλωπες παντὸς (πάντες) τοῦ γένους ἠφανίσθησαν. ἠδολέσχησα Ἡνίκα εἶπον αὐτῷ οἱ συμμαθηταί· ἑωράκαμεν τὸν κύριον, ἐν πολλῇ φροντίδι ἐγένετο ὁ Θωμᾶς, ὅτι οὐχ εὑρέθη μετὰ τῶν συμμαθητῶν αὐτοῦ.
Διάψαλμα· μεταβολὴ τοῦ λόγου. προκατελάβοντο Ὁ χορὸς τῶν ἀποστόλων οὔτε τὰς ὥρας τῆς νυκτὸς ἡσύχαζεν. ἐταράχθην Συνείχοντο γὰρ τῷ φόβῳ τῶν Ἰουδαίων καὶ ἐσιώπων οἱ ἀπόστολοι. διελογισάμην Διενοεῖτο γὰρ ὁ χορὸς τῶν ἀποστόλων τὰ ἐν ἀρχῇ θαύματα καὶ τὰ σημεῖα καὶ τὸ πάθος, ὅτι οὕτως ἐγένετο. καὶ ἡ διάνοια αὐτῶν ἔκαμνεν, ὅτι πῶς θεὸς ὢν τοιαῦτα ἐγένετο εἰς αὐτὸν ὑπὸ τῶν Ἰουδαίων; νυκτὸς μετὰ τῆς καρδίας Ἕκαστος γὰρ τῶν ἀποστόλων [ἐν νυκτὶ] ἐλογίζετο καὶ ἔσκαλλεν, τουτέστιν ἀμφιέβαλλεν τὸ τί ἐστιν τὸ γενόμενον. μὴ εἰς τοὺς αἰῶνας Ἔλεγον γάρ· μὴ ἄρα οὕτως μείνωμεν ἐγκαταλελειμμένοι. καὶ οὐ προσθήσει Τουτέστιν ἆρα οὐκ ἐμφανίζει ἡμῖν ὁ διδάσκαλος καὶ διαδέχεται ἡμῶν τὴν θλῖψιν τῆς καρδίας; ἢ εἰς τέλος Ἀλλὰ εἰς τέλος ἡμῶν ἀμελήσει ἆρα ἢ τοῦ κόσμου αὐτοῦ; συντελέσει ῥῆμα Τοσαῦτα, φησί, κατὰ γενεὰν καὶ γενεὰν περὶ αὐτοῦ ἐλαλήθη. καὶ ἆρα λήθην ποιήσεται πάντων; μὴ ἐπιλήσεται Μὴ ὀργισθεὶς ἐπίσχῃ (ἐφέξει) τοὺς οἰκτιρμοὺς αὐτοῦ καὶ τὸ ἔλεος αὐτοῦ ἀφ’ ἡμῶν, καὶ γενώμεθα μάταια μοχθοῦντες.
Διάψαλμα, τουτέστι μετέβη ὁ λόγος (μεταβολὴ τοῦ λόγου). καὶ εἶπα Τουτέστιν ὁ κύριος ἤρξατο ἐμφανίζειν τοῖς μαθηταῖς τὰ μυστήρια τῆς βασιλείας τοῦ θεοῦ. αὕτη ἡ ἀλλοίωσις Μετέβαλε γὰρ αὐτῶν τὸν κοπετὸν τῶν μαθητῶν καὶ πάντων τῶν πιστῶν. ἐμνήσθην Ποίων; ὅτι πῶς ἐξ ἐδάφους ἔπλασε καὶ ἀνέπλασε τὸ λογικὸν ζῶον οἰκείαις χερσίν. πῶς τὰς πλάκας δακτύλῳ ἐχάραξε θείῳ. πῶς πάλιν [καὶ] τὸν παράδεισον τοσούτοις φυτοῖς καὶ ὡραίοις ἐκαλλώπισε καὶ ἐποίησεν αὐτὸν λύπης καὶ μεριμνῶν ἐλεύθερον. ὅτι μνησθήσομαι [ὁ προφήτης ἐνθυμούμενος τῶν ἀπ’ ἀρχῆς θαυμασίων] ὧν ἐθαυμάστωσεν [ἀπὸ πάλαι] περὶ τοῦ ἀνθρώπου [ὁ κύριος]. καὶ μελετήσω Ὁ υἱὸς πρὸς τὸν πατέρα φησίν· ὅσα ἐβουλευσάμεθα περὶ τοῦ ἀνθρώπου, ποιήσω καθὼς ἐνετείλω. καὶ ἐν τοῖς ἐπιτηδεύμασι Μεριμνήσω, φησὶν ὁ υἱὸς τῷ πατρί, περὶ τοῦ ἀνθρώπου, ὥστε μὴ παροραθῆναι αὐτὸν ἐν τινί. ὁ θεός, ἐν τῷ ἁγίῳ Ἐν πᾶσι τοῖς ἁγίοις αὐτὸς διαβαίνει (ἐπιβαίνει) ὡς ἐνοικῶν ἐν αὐτοῖς καὶ ἐμπεριπατῶν. τίς θεὸς μέγας Τίς; οὐδείς. οὐδὲ γάρ ἐστι θεὸς πλὴν αὐτοῦ.
σὺ εἶ ὁ θεός Πρὸ γὰρ τῆς ἐνσάρκου αὐτοῦ οἰκονομίας (παρουσίας) πολλοὶ θεοὶ ὠνομάζοντο, ὡς Ἀπόλλων καὶ Ἑρμῆς καὶ Ἡρακλῆς καὶ Ἄρης (Ἄρευς), καὶ Ποσειδὼν καὶ ὁ λοιπὸς χορὸς τῶν ἑλληνικῶν ἀγαλμάτων, ἀλλ’ οὐδὲ εἷς τούτων θάλασσαν ἐξήρανεν, οὐδεὶς τὸν Ἰορδάνην ἀνέστρεψεν ἢ νεκροὺς ἤγειρεν, ὡς ὁ ἀριστοτέχνης καὶ θαυματοποιὸς κύριος ἡμῶν. ἐγνώρισας Τότε θαυματουργῶν ἐν τοῖς ἔθνεσιν ἔμπροσθεν τοῦ λαοῦ τῶν Ἑβραίων, νῦν δὲ τῷ λαῷ τῷ πιστῷ, δεικνύων αὐτοῖς τὰ μυστήρια τῆς βασιλείας σου. ἐλυτρώσω Τότε τὸν ἰουδαϊκὸν ἐκ τῶν πολεμίων, νῦν δὲ τὸν ἐξ ἐθνῶν λαὸν ἐκ τῶν εἰδωλικῶν θυσιῶν. τοὺς υἱούς Τοὺς τοῦ Χριστοῦ, ὅσοι ἐν τῇ σωφροσύνῃ ἔζησαν, ὡς ὁ Ἰωσήφ. πανταχοῦ γὰρ Ἰωσὴφ σωφροσύνην νοεῖται.
Διάψαλμα· διάστασις τῆς προφητείας (εἰς ἑτέρων θεωρίαν). εἴδοσάν σε ὕδατα Ποῖα ὕδατα; τὰ τοῦ βαπτίσματος· φόβῳ γὰρ πολλῷ συνεταράχθησαν, ἵνα διώξωσι τοὺς ἐν αὐτοῖς κρυπτομένους δαίμονας. ἐταράχθησαν ἀβύσσου Ἄβυσσος· διὰ τὸ πολλὰ εἶναι τὰ ὕδατα τοῦ βαπτίσματος κατὰ πάσης τῆς οἰκουμένης. φωνὴν ἔδωκαν Νεφέλαι οἱ ἀπόστολοι· ὡς γὰρ νεφέλαι τῶν χαρισμάτων ἐβάσταζον τοὺς ὑετούς, φωνὴν δὲ ἔδωκαν τὴν τοῦ κηρύγματος. βέλη δὲ αἱ γλῶσσαι τῶν αὐτῶν· ὡς βέλη γάρ, οὕτως διέδραμον πᾶσαν τὴν οἰκουμένην ὀξέως. φωνὴ τῆς βροντῆς Βροντὴν (φωνὴν) νόει τὸ εὐαγγελικὸν κήρυγμα, τροχὸν τὸν κόσμον· οἱ ἀπόστολοι γὰρ ἐκύλισαν ἐν τῇ γῇ τὴν φωνὴν τοῦ εὐαγγελίου ὡς τροχόν. ἔφαναν αἱ ἀστραπαί Οἱ λόγοι τοῦ εὐαγγελίου ἀστράψαντες τὴν χάριν ἐν πάσῃ τῇ οἰκουμένῃ. ἐσαλεύθη Τὸ γήϊνον φρόνημα ἐσαλεύθη [μετὰ τρόμου], μετατιθέμενον εἰς οὐράνιον φρόνημα. ἐν τῇ θαλάσσῃ Λέγει τὴν θάλασσαν τὴν αἰσθητήν, ὡς περιπατήσας ἐν αὐτῇ· νόει δὲ τὸ βάπτισμα, ὡς πολλὰ ὄντα τὰ ὕδατα. καὶ τὰ ἴχνη Ὡς ἀκατάληπτα· περιπατήσας γὰρ ὁ κύριος ἐπὶ τῶν ὑδάτων, ἴχνος οὐκ ἐποίησε· τὸ δ’ αὐτὸ καὶ τὸ βάπτισμα· κατέρχεται ὁ ἄνθρωπος καὶ ἀνέρχεται καὶ ἴχνος οὐχ εὑρίσκεται. ὡδήγησας Τὸν ἰουδαϊκὸν λαόν, ὡς ποιμαινόμενον ὑπὸ θεοῦ· νῦν δὲ τὸν ἐξ ἐθνῶν ὁδηγούμενον (ὁδηγηθέντα) ἐπὶ τὴν πίστιν.
ἐν χειρὶ Μωυσῆ Ἐν χειρὶ ἐκείνων τότε, νῦν δὲ ἐν χειρὶ τοῦ Χριστοῦ τὸν πιστὸν λαόν. Μωυσῆς γὰρ ἑρμηνεύεται ψηλάφημα· Χριστὸς δὲ ψηλαφᾷ τὰ ἔργα ἡμῶν καὶ τῇ χειρὶ τοῦ ἁγίου πνεύματος. Ἀρὼν γὰρ ἑρμηνεύεται πνεῦμα.
Συνέσεως τῷ Ἀσάφ Τουτέστιν συνετίζων τὴν συναγωγήν, ὅ ἐστιν ἡ ἐκκλησία, καὶ κατηγορῶν τῆς ἀγνωμοσύνης τῶν Ἰουδαίων. Προσέχετε λαός Πάλαι μὲν τῷ λαῷ τῶν Ἑβραίων ἔλεγε, νῦν δὲ τῷ πιστῷ λαῷ· ἐκεῖνος γὰρ τύπος ἦν τούτου. κλίνατε τὸ οὖς Τότε εἰς τὰ ῥήματα τοῦ νόμου, νῦν δὲ εἰς τὰ ῥήματα τοῦ εὐαγγελίου οἱ πιστοί. ἀνοίξω ἐν παραβολαῖς Ἐδίδασκε γὰρ ἐν παραβολαῖς τὸν λαὸν ἀεί, καθὼς γέγραπται ἐν τῷ εὐαγγελίῳ. φθέγξομαι Ὅσα τοῖς πατριάρχαις καὶ τοῖς προφήταις ἐλάλησε, καὶ νῦν δι’ ἐμαυτοῦ λέγω, φησὶν ὁ Χριστός. ὅσα ἠκούσαμεν Ὁ πιστὸς λαός, ὅσα ἤκουσε παρὰ θεοῦ, ἐφύλαξεν. καὶ οἱ πατέρες Οἱ προφῆται, φησίν, προκατήγγειλαν ἡμῖν τὰ περὶ τῆς βασιλείας (ἐλεύσεως) τοῦ θεοῦ (Χριστοῦ). οὐκ ἐκρύβη Τουτέστιν ἐκρύβη ἀπὸ τῶν Ἰουδαίων ταῦτα καὶ ἐδόθη τοῖς πιστοῖς. ἀπαγγέλλοντες Τὰ ἔθνη γὰρ ὁλοκλήρως τὴν αἴνεσιν προσφέρουσι τῷ Χριστῷ (θεῷ). καὶ τὰς δυναστείας Καὶ δυνάμεις καὶ θαύματα πολλὰ ἐποίησεν ἐν τῷ λαῷ τῶν Ἑβραίων, τὰ ἔθνη δὲ ἐδέξαντο αὐτὰ ἐν φόβῳ. καὶ ἀνέστησεν Τὸν Χριστὸν ὡς ἐξ Ἰακὼβ τὸ κατὰ σάρκα. καὶ νόμον ἔθετο Τὸν τῆς χάριτος τῷ πιστῷ λαῷ· Ἰσραὴλ γὰρ ὁρῶν τὸν θεὸν ἑρμηνεύεται. ὁ λαὸς δὲ ὁ πιστὸς ὁρᾷ τὸν θεὸν διὰ παντὸς καὶ καθ’ ἑκάστην. ὅσα ἐνετείλατο Ὅσα ὑπέδειξε τὸ πνεῦμα τοῖς προφήταις, ἵνα κηρύξωσι τοῖς ἀνθρώποις. γνωρίσαι Ἐγνώρισαν γὰρ οἱ προφῆται τοῖς μετὰ ταῦτα ὡς υἱοῖς τὰ ἐσόμενα.
ὅπως ἂν γνῷ Προέλεγον γὰρ οἱ προφῆται τὰ ἔθνη γενεὰν ἑτέραν, ὡς αὐτοῖς φυλαχθησόμενα τὰ μυστήρια τοῦ Χριστοῦ ὡς υἱοῖς. καὶ ἀναστήσονται Κείμενα γὰρ τὰ ἔθνη ἀνέστησαν καὶ παρέδωκαν τοῖς τέκνοις αὐτῶν τὰ τῆς πίστεως καὶ οὐκ ἐκλείψουσιν. ἵνα θῶνται Ἡ γὰρ ἐλπὶς τῶν ἐθνῶν ὁ θεός ἐστι [καὶ ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι]. καὶ μὴ ἐπιλάθωνται Οὔτε γὰρ ἔτι τὰ ἔθνη ἐπιλησθῆναι δύνανται τὴν χάριν τοῦ Χριστοῦ [καὶ θεοῦ]. καὶ τὰς ἐντολάς Πάντα γάρ, ὅσα ἐνετείλατο ὁ θεὸς τῷ λαῷ τῷ πιστῷ, καὶ ζητεῖ καὶ φυλάττει <αἰνεῖ>. ἵνα μὴ γένωνται Μή ποτε πάλιν τοῖς εἰδώλοις (τῇ εἰδωλολατρείᾳ) δουλεύσωσιν <πιστεύσωσιν>, ὡς οἱ πρόγονοι αὐτῶν. γενεὰ σκολιά Τὴν γενεὰν αἰνίττεται (λέγει) τὴν ἰουδαϊκήν. γενεὰ ἥτις Πολλὰ γὰρ εὐεργετηθέντες κατὰ καιρὸν καὶ καιρὸν τὸ ἔθνος Ἰουδαίων παρὰ τοῦ θεοῦ, εὐθεῖα αὐτῶν ἡ καρδία πρὸς θεὸν οὐκ ἐγένετο. καὶ οὐκ ἐπιστώθη Τοσούτων γὰρ γενομένων ἐν αὐτοῖς θαυμάτων, οὐδέποτε ὁλοψύχως ἐπίστευσαν τῷ θεῷ. υἱοὶ Ἐφραΐμ Ἀπὸ μέρους ὅλον τὸ ἔθνος (γένος) τῶν Ἰουδαίων αἰνίττεται ἕτοιμον ὂν πρὸς πόλεμον θεοῦ. ἐστράφησαν Διὰ τὴν ἀσέβειαν αὐτῶν πολλάκις ἔπιπτον ἐν τοῖς πολέμοις (πολεμίοις). οὐκ ἐφυλάξαντο Ἀνήκοοι γὰρ ἀεὶ γεγόνασι τῷ θεῷ. καὶ ἐν τῷ νόμῳ Οὐδέποτε γὰρ ἐπειθάρχησαν τῷ θεῷ. καὶ ἐπελάθοντο Ὡς ἀχάριστον γένος ἠμνημόνουν ἀεί.
καὶ τῶν θαυμασίων Ἐξελθόντες ἐξ Αἰγύπτου πόσας δυνάμεις εἶδον; οἰκήσαντες δὲ τὴν ἔρημον, πόσα θαύματα ἐθεάσαντο; καὶ πάντων λήθην ἐποιήσαντο. ἐναντίον Ὅσα ἐπὶ τοῦ Ἀβραὰμ καὶ ἐπὶ τοῦ Ἰσαὰκ καὶ ἐπὶ τοῦ Ἰακώβ, ἐπὶ τοῦ Μωυσῆ, ἐπὶ Ἰησοῦ τοῦ Ναυή, [ἐπὶ Ἠλίου] καὶ τῶν λοιπῶν (καθεξῆς), καὶ οὐδὲ οὕτως μετεβλήθησάν ποτε. ὑστέρω δὲ πάλιν ἐν ταῖς χώραις ταύταις πόσα θαυμάσια εἶδον, ἀλλ’ οὐκ ἐπιστώθησαν. διέρρηξεν Ὅταν τῇ ῥάβδῳ ἔσχισε τὴν ἐρυθρὰν θάλασσαν, καὶ τούτου δὲ λήθη ἐγένετο· προετυπώθη (προετυποῦτο δὲ) τὸ βάπτισμα καὶ ὁ σταυρός. ἔστησεν ὕδατα Ἵσταντο γὰρ ἔνθεν καὶ ἔνθεν (ἐκεῖθεν) τὰ ὕδατα, δεδεμένα (δεδεσμημένα) ὡς ἐν ἀσκῷ, καὶ παρῆλθον οἱ Ἰσραηλῖται· νόει δὲ τὸ βάπτισμα προτυπούμενον τοῖς ἔθνεσι. καὶ ὡδήγησεν Νεφέλῃ γὰρ (δὲ) ἐσκέποντο τῇ ἡμέρᾳ διὰ τὸν ἥλιον, ἵνα μὴ καίωνται τῷ καύσωνι (καύματι)· προετυποῦτο δὲ τὸ σῶμα τὸ δεσποτικόν, ὅτι ἔμελλε σκέπη γίνεσθαι τοῦ γένους τῶν ἀνθρώπων, ἵνα μὴ φλέγωνται τῷ καύσωνι τῆς ἁμαρτίας. καὶ ὅλην Ὁδηγὸν γὰρ εἶχον ἐν νυκτὶ στῦλον πυρός, φωτίζοντα αὐτοῖς τὴν ὁδόν· αἰνίττεται δὲ τὸ πῦρ τοῦ πνεύματος, ὁδηγοῦν τοὺς πιστούς. διέρρηξεν Τὴν ἀκρότομον λέγει, ἥτις ἕως σήμερον ῥεῖ τὸ πλῆθος (τῷ πλήθει) τῶν ὑδάτων· προετυποῦτο δὲ ἡ πλευρὰ ἡ δεσποτική, ἡ ῥεύσασα τὸ ὕδωρ τοῦ βαπτίσματος, καθὼς ὁ Παῦλος ἀπόστολος φησί. ἡ δὲ πέτρα ἦν ὁ Χριστός.
καὶ ἐξήγαγεν Τύπος γὰρ ἦν τὸ γινόμενον τῆς πλευρᾶς, καθὼς ἔφημεν, τῆς δορυκεντήτου. καὶ κατήγαγεν Ποταμοὺς λέγει τὸ ὕδωρ καὶ τὸ αἷμα, ἐν οἷς κατεκλύσθησαν οἱ δαίμονες καὶ ἡ ἀσέβεια. καὶ προσέθεντο Τοιούτων γὰρ τελουμένων μυστηρίων οὐκ ἐπαύσαντο οἱ Ἰουδαῖοι βλασφημοῦντες. παρεπίκραναν Οὔτε γὰρ δάκρυον μετανοίας οὔτε ὕδωρ βαπτίσματος εἶχον (ἔσχον) οἱ Ἰουδαῖοι, ἀλλὰ παντελῶς ἦσαν (γεγόνασιν) ἄνυδροι καὶ ἄκαρποι. καὶ ἐξεπείρασαν Οὔτε γὰρ κατενύγησαν τῇ καρδίᾳ, ἀλλ’ ἀεὶ κακὰ ἐνόησαν κατὰ τοῦ θεοῦ. τοῦ αἰτῆσαι Ἀεὶ γὰρ τῇ γαστριμαργίᾳ ἐδούλευον, περὶ ὧν φησίν· ὧν ὁ θεὸς ἡ κοιλία. καὶ κατελάλησαν Ἐλοιδόρησαν, φησίν, ὡς τότε ἐπὶ Μωϋσέως καὶ νῦν ἐπὶ τοῦ Χριστοῦ· βλάσφημον γὰρ τὸ ἔθνος ἀπ’ ἀρχῆς. μὴ δυνήσεται Ἀνέλπιστα γὰρ ἦν (νῦν) αὐτοῖς περὶ τῆς μυστικῆς τραπέζης. ἐπεὶ ἐπάταξεν Ὁ προφήτης ἐκπλήττεται παραβλέπων, ὅτι μὲν [γὰρ] ἡ πλευρὰ κεντηθεῖσα ἔρρευσε τοὺς ποταμοὺς τῆς χάριτος, ἆρα ἔσται καὶ τράπεζα τούτων τῶν μυστηρίων; καὶ χείμαρροι Οἱ τῆς ἁμαρτίας χείμαρροι, ὅ ἐστι τὰ ῥεύματα, κατεκλύσθησαν, τουτέστιν ἐκαθαρίσθησαν. μὴ καὶ ἄρτον Δύναται, φησί, καὶ τὴν μυστικὴν τράπεζαν ἑτοιμάσαι καὶ ἑαυτὸν δοῦναι βρῶσιν τοῖς πιστοῖς. ἐγὼ γάρ εἰμι ὁ ἄρτος τῆς ζωῆς, ὁ ἐξ οὐρανοῦ καταβάς. διὰ τοῦτο ἤκουσεν Ἔγνω, φησί, καὶ ἐμακροθύμησεν· ᾔδει γάρ, ὅτι τὰ ἔθνη εἰσφέρει ἀντ’ αὐτῶν.
καὶ πῦρ Τὸ πῦρ τὸ τοῦ πνεύματος, τὸ νοητόν, περὶ οὗ φησίν· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί. καὶ ὀργή Ἐπὶ τὸν λαὸν τῶν Ἰουδαίων. Ἰσραὴλ γὰρ ὡς ποτὲ γένος θεοῦ ὤν, ὀργισθεὶς δὲ ἀπεβάλετο αὐτούς. ὅτι οὐκ ἐπίστευσαν Πολλῶν γὰρ τελουμένων ἰαμάτων (θαυμάτων), οὗτοι ἠπίστησαν. οὐδὲ ἤλπισαν Φαινομένης γὰρ τῆς σωτηρίας διὰ τῶν προφητῶν, αὐτοὶ ἀπήλπισαν [καὶ εἰς ἀπιστίαν ἔδραμον]. καὶ ἐνετείλατο Καὶ αἰσθηταῖς καὶ νοηταῖς· αἰσθηταῖς ἵνα ἑτοιμάσωσι τροφὴν τῷ λαῷ τῶν Ἑβραίων, νοηταῖς δὲ τοὺς προφήτας, ἵνα κηρύξωσι τὴν νοερὰν τροφὴν τοῖς ἔθνεσι. καὶ θύρας Τοὺς προφήτας λέγει, ἵνα δι’ αὐτῶν ἐμφανίσῃ τῇ γῇ τὴν χάριν. καὶ ἔβρεξεν Τροφὴν ἀχειροποίητον, προτυπῶν τὴν μυστικὴν τροφήν, τὸ σῶμα Χριστοῦ. καὶ ἄρτον Τὸ μάννα ὡς ἀχειροποίητον οὐράνιον ἐκάλεσεν, ἐσήμανε δὲ τὸ σῶμα Χριστοῦ. ἄρτον Τὸν ὕμνον τῶν ἀγγέλων λέγει, ὃν ἐπὶ τῆς γῆς ἐδίδαξεν ὁ σωτήρ· ἄρτος γὰρ αἰσθητὸς ἀγγέλοις ἀκατάλληλος τροφή. ἐπισιτισμόν Ὅσον (ὅσων) γὰρ ἤθελον, ἀνενδεῶς εἶχον, ὡς οἱ πιστοὶ ἀνελλιπῶς τὸν ἄρτον τῆς ζωῆς [ἔχουσι]. καὶ ἐπῆρεν Ὁ γὰρ Ἀμβακοὺμ λέγει· ὁ θεὸς ἀπὸ λιβὸς ἥξει· τούτου χάριν καὶ ὁ Δαυὶδ αἰνίττεται. καὶ ἔβρεξεν Τὴν ὀρτυγομήτραν λέγει τότε τῷ λαῷ τῶν Ἑβραίων, ἐπὶ δὲ τῷ πιστῷ λαῷ τὴν σάρκα τοῦ κυρίου. καὶ ὡσεὶ ἄμμον Περὶ τῶν αὐτῶν σημαίνει ὁ λόγος, ἵνα ἀκαμάτως ἐσθίωσιν.
καὶ ἐπέπεσον Πέριξ γὰρ τῶν οἴκων αὐτῶν παρῆν ἡ τροφή. καὶ ἐφάγοσαν Τότε οἱ Ἰσραηλῖται ὡς γαστρίμαργοι. καὶ τὴν ἐπιθυμίαν Πάντα γὰρ τὰ θελήματα αὐτῶν ἐποίει ὁ θεός, ὅπως μὴ δέξονται ἀφορμήν. οὐκ ἐστερήθησαν Ἐν οὐδενὶ γὰρ ἐστερήθησαν ἀπὸ θεοῦ· αὐτοὶ δὲ τοῦ γογγύζειν ἐξ ἀλαζονείας οὐκ ἐπαύσαντο. ἔτι τῆς βρώσεως Ἔτι γὰρ ἐμασῶντο τὴν δόξαν τοῦ θεοῦ καὶ ἐγόγγυζον. καὶ ὀργή Καὶ ὀργισθεὶς ὁ θεὸς ἐπάταξεν αὐτούς. καὶ ἀπέκτεινεν Ἀπεκτάνθησαν γὰρ τότε διὰ τὴν ἀπείθειαν καὶ ἀντιλογίαν αὐτῶν. τότε· πότε; ὅτε ἔλεγον· ποιήσωμεν ἡμῖν θεούς, οἳ προπορεύσονται ἡμῖν (ἡμῶν). καὶ τοὺς ἐκλεκτούς Τοὺς ἐκλεκτούς (ἐπιλέκτους), τοὺς δυνάστας (δυνατοὺς) τοῦ Ἰσραὴλ συνεπόδησαν. ἐν πᾶσιν τούτοις Οὐ γὰρ ἔκαμψεν αὐτοὺς ἡ ἐπιτιμία τοῦ θεοῦ. καὶ οὐκ ἐπίστευσαν Οὔτε πάλαι οὔτε ἐπὶ τέλει ὁρῶντες τὰ σημεῖα ἐπίστευσαν τῷ θεῷ. καὶ ἐξέλιπον Ἠπειγμένοι (ἠπειγμένος) δι’ ἀσέβειαν αὐτῶν. ὅταν ἀπέκτεινεν Μὴ νοοῦντες, ὅτι μετάνοια ἐν τῷ θανάτῳ οὐκ ὠφελεῖ (ἔστιν). καὶ ἐπέστρεφον Ἐν ὑποκρίσει νομίζοντες τὸν θεὸν λανθάνειν. καὶ ἐμνήσθησαν Πολλάκις γὰρ ἐμνημόνευον, πλειστάκις δὲ ἠθέτουν ἐξ ἀπιστίας. καὶ ὁ θεός Πάντα ὡς ἐνόμιζον εἰρηνικὰ (ἐν εἰρήνῃ) ἔπραττον, ἀλλὰ ὁ θεὸς οὐ μυκτηρίζεται. καὶ ἠγάπησαν Τῷ στόματι μόνον, τῇ δὲ ψυχῇ ὑπεκρίνοντο. καὶ τῇ γλώσσῃ Ἐλάλουν γὰρ καλά, διενοοῦντο δὲ φαῦλα.
ἡ δὲ καρδία Ἐξέκλιναν γὰρ ἀπὸ θεοῦ καὶ εἰδώλοις προσεχώρησαν. οὐδὲ ἐπιστώθησαν Ἀνεγίνωσκον γὰρ τὸν νόμον, ἀλλ’ οὐκ ἐπίστευσαν τῷ λαλήσαντι αὐτόν. αὐτὸς δέ ἐστιν Ἀεὶ γὰρ ὡς οἰκτίρμων συνεπάθει (συμπαθεῖ) αὐτοῖς καὶ οὐ διέφθειρεν αὐτούς· ἐξεδέχετο γὰρ τὴν ἐπιστροφὴν αὐτῶν. καὶ πληθυνεῖ Ἐπεκράτει γὰρ ἀεὶ τοῦ ἐκτρίψαι αὐτούς. καὶ οὐχὶ ἐκκαύσει Οὐ πληρώσει αὐτὴν φειδόμενος αὐτῶν. καὶ ἐμνήσθη Ἐλογίσατο γάρ, ὅτι ποτὲ σαρκικὸν φρόνημα εὐαρεστεῖ τῷ θεῷ, καὶ ὡς συμπαθὴς ἐφείσατο. πνεῦμα Ὧδε τὸν θάνατον αἰνίττεται καὶ συνέπασχεν ὡς θνητοῖς (θνητός, νεκρός). ποσάκις παρεπίκραναν Καὶ γὰρ τροποφορούμενοι ἐν τῇ ἐρήμῳ ἠθέτησαν. παρώργισαν Ἔλεγον γὰρ τῷ Μωυσῇ· ἐξήγαγες ἡμᾶς εἰς τὴν ἔρημον [θανατῶσαι], ἀμνημονοῦντες τῶν προλαβόντων ἀγαθῶν. καὶ ἐπέστρεψαν Πολλάκις παρέβησαν καὶ ἐπέστρεψαν καὶ πάλιν ἐπείρασαν. καὶ τὸν ἅγιον Τὸν Μωυσῆν παρώξυναν· ἦν γὰρ ἐξ Ἰσραήλ. οὐκ ἐμνήσθησαν Πῶς ἐν δυναστείᾳ (δυνάμει) μεγάλῃ ἐρρύσατο αὐτοὺς ἐκ τῆς δουλείας τῶν Αἰγυπτίων. ἡμέρας ἧς Οὐδὲ γὰρ τῆς ἡμέρας ἐκείνης ἐμνήσθησαν, ὡς ἐρρύσθησαν ἐκ τῶν ἐχθρῶν. ὡς ἔθετο Ὅταν οἱ Αἰγύπτιοι ἦσαν ἐν θλίψει καὶ αὐτοὶ ἐν ἀγαλλιάσει. καὶ τὰ τέρατα Ἡ Τάνις χώρα ἐστὶ τῶν Αἰγυπτίων, ἐν ᾗ τὰ πλεῖστα σημεῖα ἐγένετο. ἑρμηνεύεται δὲ ἐντολὴ ταπεινή, ὡς ταπεινωθέντων ἐκεῖ τῶν Αἰγυπτίων, ἀλλ’ οὐδὲ οὕτως ἐπίστευσαν.
καὶ μετέστρεψεν Παρὰ γὰρ τοῖς Αἰγυπτίοις αἷμα ἦν τὸ ὕδωρ, παρὰ δὲ τοῖς Ἰσραηλίταις ὕδωρ ἦν καθαρόν. ἀλλ’ οὐδὲ οὕτως κατενύγησαν ἢ μετενόησαν. καὶ τὰ ὀμβρήματα Ὤρυσσον γὰρ οἱ Αἰγύπτιοι λάκκους καὶ αὐτὸ τὸ ἔπομβρον αὐτοῖς ἦν αἷμα, ἀλλὰ τούτων ὁ λαὸς ἀμνήμων ἐγένετο. ἐξαπέστειλεν Καὶ οἱ μὲν Αἰγύπτιοι ἐτιμωροῦντο, ὁ δὲ Ἰσραὴλ οὐκ ἔπασχεν οὐδέν. καὶ βάτραχον Δι’ εὐτελῶν ζώων καὶ βδελυκτῶν ἐπολεμοῦντο οἱ Αἰγύπτιοι. τοσαύτη ἦν ἡ φειδὼ τῶν υἱῶν Ἰσραήλ. καὶ ἔδωκεν Ὥστε ἐξαφανίσαι αὐτῶν τοὺς καρπούς, ὥστε λιμῷ αὐτοὺς διαφθαρῆναι. καὶ τοὺς πόνους Λυμαίνεται γὰρ καὶ ἡ ἀκρὶς τοὺς καρπούς. ἀπέκτεινεν Καὶ τῇ χαλάζῃ πρὸς συγκλασμὸν καὶ τῇ πάχνῃ πρὸς τὸ ξηρᾶναι, ἵνα μήτε οἶνον πρὸς ἀπόλαυσιν μήτε ξύλον [καύσιμον, κάρπιμον] πρὸς διατροφὴν ἔχωσι. καὶ πᾶν ἐγένετο πρὸς ἐκδίκησιν τοῦ λαοῦ, ἀλλ’ οὐκ ἦν ἐν αὐτοῖς ὁ συνιών. καὶ παρέδωκεν Πανταχόθεν πενία καὶ ἀνυπαρξία (ἀνευποριστία) ἐταπείνουν τοὺς Αἰγυπτίους, ἵνα μετὰ δόξης καὶ δυνάμεως ἐξέλθῃ ὁ Ἰσραήλ, ἀλλὰ ἡ καρδία αὐτῶν, ἡ σκληρά, οὐ κατενύγη (μετενόησεν). ἐξαπέστειλεν Καταπτήσσων διὰ πάντων, ἵνα δείξῃ τῷ λαῷ τὴν δύναμιν αὐτοῦ εἰς προτροπὴν πίστεως, ἀλλ’ ἐπὶ τούτοις πᾶσιν ἡ καρδία ἀνήλατος (καρδία αὐτῶν σκληρά).
θυμὸν καὶ ὀργήν Διὰ πάσης γὰρ θλίψεως ἐταπείνου ὁ θεὸς τοὺς Αἰγυπτίους, ἵνα ὁ λαὸς τῶν Ἰουδαίων ἐνδοξασθῇ· οὐ συνῆκαν δὲ ἐπὶ τοῖς γινομένοις. ὡδοποίησεν Τουτέστιν κατὰ κρίσιν τοῦ θεοῦ ἦλθεν ἐπ’ αὐτοὺς ἡ ὀργὴ τοῦ θεοῦ, ἕως οὗ εἰς τέλος ἀπεκτάνθησαν. οὐκ ἐφείσατο Πάντες γὰρ ἐθανατώθησαν ὑπὸ ῥοπήν. καὶ τὰ κτήνη Λέγει μὲν καὶ τὰ αἰσθητὰ κτήνη, νόει δὲ καὶ τοὺς ἀνοήτους ἀνθρώπους. καὶ ἐπάταξεν Ἐπειδὴ πρωτότοκος ὁ Χριστὸς καὶ πρώτην καταλαμβάνει τὴν Αἴγυπτον· τύπος γὰρ ἦν τὸ γινόμενον. Αἰγύπτου γὰρ πρώτης ἔπεσεν τὰ εἴδωλα. ἀπαρχήν Χὰμ ἑρμηνεύεται ἀπώλεια· ἀπώλεσεν δὲ ὁ θεὸς τῶν Αἰγυπτίων τὰ ὑπάρχοντα, δι’ ὧν ἐθερμαίνοντο εἰς ἀλαζονείαν. καὶ ἀπῆρεν Τότε τὸν Ἰσραὴλ ἐξ Αἰγύπτου καὶ ἐκ θλίψεως·
Αἴγυπτος γὰρ ἐκθλίβουσα ἑρμηνεύεται· νῦν δὲ τὰ ἔθνη ὡς πρόβατα προσελάβετο. καὶ ἤγαγεν Τότε τὸν λαὸν τῶν Ἰουδαίων ἐν τῇ ἐρήμῳ τῇ αἰσθητῇ· νῦν δὲ τὰ ἔθνη ἐν τῇ ἐκκλησίᾳ. ἔρημος γὰρ ἦν ἡ ἐκκλησία τὸ πρότερον. καὶ ὡδήγησεν Οὔτε γὰρ ὁ λαὸς τῶν Ἰουδαίων ἐφοβεῖτο ὑπὸ θεοῦ ὁδηγούμενος (ἐφοβοῦντο ὑπὸ θεοῦ ὁδηγούμενοι) τότε, οὔτε ὁ λαὸς ὁ πιστὸς ἔτι δειλιᾷ (ἐδειλία), ἐν τῇ ἐκκλησίᾳ τοῦ Χριστοῦ ποιμαινόμενος. καὶ τοὺς ἐχθρούς Τότε (τοὺς) αἰσθητοὺς ἐχθροὺς ἡ θάλασσα ἡ αἰσθητή, τοὺς δὲ νοητοὺς ἐχθρούς, ὅ ἐστιν οἱ δαίμονες, ἡ θάλασσα ἡ νοητή, ὅ ἐστι τὸ βάπτισμα. καὶ εἰσήγαγεν Εἰσήγαγε πρὸς (εἰς) τὰ μυστήρια, τὰ πραχθέντα ἐν τῷ ὄρει Σινᾶ, ἐν τῷ ὄρει τοῦ Γολγοθᾶ, ἐν τῷ ὄρει τῶν ἐλαιῶν. ὄρος τοῦτο Ταῦτα γὰρ τὰ ὄρη ἐκτήσατο, ἡνίκα ἐποίησε τὴν γῆν τῇ δεξιᾷ αὐτοῦ· νόει δὲ τὸν Γολγοθᾶ. καὶ ἐξέβαλεν Τότε διὰ τοὺς Ἰουδαίους ἐξέκοψε τὰ ἔθνη τῶν Ἀμορραίων καὶ Χετταίων· νῦν δὲ διὰ τὸν πιστὸν λαὸν τοὺς δαίμονας. καὶ ἐκληροδότησεν Ἔλαβον γὰρ τὰ ἔθνη κληρονομίαν (κληρονομίας) τὸν κύριον (Χριστὸν) διὰ τοῦ εὐαγγελίου, ὅ ἐστι σχοινίον, τουτέστιν ἀσφάλεια. καὶ κατεσκήνωσεν Ἐν τοῖς σκηνώμασιν τῶν Ἀμορραίων κατῴκησαν οἱ Ἰσραηλῖται, ἐν δὲ ταῖς ἐκκλησίαις κατεσκήνωσαν τὰ ἔθνη πιστεύσαντα. καὶ ἐπείρασαν Ὁ λαὸς τῶν Ἰουδαίων (Ἑβραίων)· ἐκ προγόνων γὰρ καὶ πειραστὴς καὶ γογγυστής.
καὶ τὰ μαρτύρια Λαβόντες γὰρ τὸν νόμον οὐκ ἐφύλαξαν. καὶ ἐπέστρεψαν Αἰνίττεται τοὺς ἐπὶ τοῦ Χριστοῦ Ἰουδαίους· ὅτι καθὼς οἱ πατέρες αὐτῶν ἐν τῇ ἐρήμῳ ἠθέτησαν, οὕτως καὶ οὗτοι ἐπὶ τοῦ σταυροῦ (σωτῆρος). καὶ μετεστράφησαν Γένος γὰρ θεοῦ ὄντες, μετεστράφησαν τῆς εὐθείας ὁδοῦ, εἰς ἃ μὴ δεῖ. καὶ παρώργισαν Εἰδωλομανοῦντες ἐν τοῖς ὑψηλοῖς καὶ θυμιάζοντες τοῖς δαίμοσιν. καὶ ἐν τοῖς γλυπτοῖς Τοῖς ξοάνοις (ξύλοις) προσκυνοῦντες. ἤκουσεν ὁ θεός Τουτέστιν ἔγνω ὁ θεός, ἃ ἐποίησαν καὶ ὑπερεῖδεν αὐτούς, μισήσας αὐτούς [τὸ γένος τοῦ Ἰσραὴλ ἤγουν τῶν Ἰουδαίων]. καὶ ἀπώσατο Ὡς τυφλώττουσαν τὴν συναγωγήν· Σιλωὰμ γὰρ ὑπόχυσις ἑρμηνεύεται. σκήνωμα αὐτοῦ Οὔτε γὰρ κατεσκήνωσεν ἐν ταῖς συναγωγαῖς αὐτῶν (ταῖς αὐτῶν ψυχαῖς) ὁ Χριστὸς ὡς βδελυκταῖς. καὶ παρέδωκεν Ἡνίκα οἱ Ἀσσύριοι ἐξῃχμαλώτησαν τὴν παλαιὰν Ἰερουσαλὴμ καὶ πάντα τὰ ἱερὰ καὶ αὐτοὺς μετήνεγκαν εἰς Βαβυλῶνα. καὶ τὴν καλλονήν Πάντα γὰρ τὰ ἐπίλεκτα τοῦ ἱεροῦ ἤρθη εἰς Βαβυλῶνα ὑπὸ τῶν πολεμίων. καὶ συνέκλεισεν Παρεδόθησαν γὰρ εἰς θάνατον διὰ τὴν καρδίαν αὐτῶν τὴν πονηράν. καὶ τὴν κληρονομίαν Ἐξεκόπησαν γὰρ τοῦ εἶναι λαὸς θεοῦ. τοὺς νεανίσκους Ὅσοι ἐνεανιεύθησαν κατὰ θεοῦ, ἀνηλώθησαν πυρπολουμένης τῆς ἀρχαίας (παλαιᾶς) Ἰερουσαλήμ.
καὶ αἱ παρθένοι Αἰχμάλωτοι γὰρ ἀπὸ Χαλδαίων αἱ παρθένοι αὐτῶν ἐγένοντο καὶ οὐκ ἦν ὁ πενθῶν, οὐ νυμφίος, οὐ πατήρ, οὐ μήτηρ· νόει δὲ καὶ τὰς συναγωγὰς αὐτῶν. οἱ ἱερεῖς αὐτῶν Ἐν αὐτῷ γὰρ τῷ ναῷ κατεσφάγησαν. καὶ αἱ χῆραι Καὶ αὗται γὰρ διηρπάγησαν καὶ οὐκ ἦν ὁ κλαίων περὶ αὐτῶν. καὶ ἐξηγέρθη Ἐκ τῆς πολλῆς μακροθυμίας ὡς ἐξ ὕπνου ἐνομίσθη ἐγηγέρθαι. ὡς δυνατός Ὡς δυνάστης (δυνατὸς) ἐκ μέθης καὶ ὕπνου ἀνανήψας καὶ τῆς κεφαλῆς σαλευομένης ἀφειδῶς, ὥσπερ οὕτως ὀργισθεὶς ὁ θεὸς ἄρδην ἐπάταξε τοὺς Ἰουδαίους. καὶ ἐπάταξεν Ὡς γὰρ ἐχθροὺς ὄντας θεοῦ ἐπάταξεν αὐτοὺς (τοὺς Ἰουδαίους), τοῦ μηκέτι εἶναι λαὸν θεοῦ. ὄνειδος αἰώνιον Ἕως γὰρ τῆς συντελείας τοῦ αἰῶνος (Καὶ ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι) καὶ μετὰ τὴν συντέλειαν τὸ ὄνειδος αὐτῶν ἀνεξάλειπτον μένει. καὶ ἀπώσατο Ἀπὸ μέρους ὅλον τὸ ἔθνος τῶν Ἰουδαίων λέγει. καὶ τὴν φυλήν Τουτέστιν (καὶ) τὰς καρποφορίας αὐτῶν ἐμίσησεν.
Ἐφραὶμ γὰρ καρποφορία ἑρμηνεύεται. καὶ ἐξελέξατο Τοὺς ἐξομολογουμένους· Ἰούδας γὰρ ἐξομολόγησις ἑρμηνεύεται. νόει δὲ καὶ τὸ κατὰ σάρκα· ἐξ Ἰούδα γὰρ ὁ κύριος ἀνέτειλεν (ἀνατέταλκεν). τὸ ὄρος Τὴν ἐκκλησίαν νόει·
Σιὼν γὰρ σκοπεύτρια ἑρμηνεύεται. διὰ τῆς ἐπισκοπῆς ἤγουν τῆς ἐκκλησίας ἐπισκοπεῖ ὁ Χριστὸς τὰ ἔργα τὰ ἡμέτερα. αὐτὴν γὰρ ἀγαπήσας ὁ Χριστὸς ἐξελέξατο. καὶ ᾠκοδόμησεν Κέρας ἑρμηνεύεται ἰσχύς, μονόκερως δὲ μονότροπος ἡ πίστις, καθὼς γέγραπται· εἷς κύριος, μία πίστις, ἓν βάπτισμα. ἐν τῇ γῇ Τὴν ἐκκλησίαν καὶ τὴν πίστιν· ταῦτα γὰρ μένουσιν εἰς τὸν αἰῶνα. καὶ ἐξελέξατο Τὸν Χριστὸν ὁ πατήρ. λέγει γάρ· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός· ἐκ τοῦ Δαυὶδ γὰρ (τὸ) κατὰ σάρκα <ἐγεννήθη>. καὶ ἀνέλαβεν Τὸν Χριστὸν ἐκ τοῦ λαοῦ τῶν Ἰουδαίων τὸ κατὰ σάρκα, ὡς Δαυὶδ ἐκ τῶν προβάτων. ἐξόπισθεν Κατόπιν (κατόπισθεν) τῶν ἐκκλησιῶν λέγει· αὗται γὰρ πανταχοῦ ὀχλοποιοῦνται. λόχος γάρ ἐστιν ὁ ὄχλος, ἔστι δὲ ὁ Χριστός. ποιμαίνειν Ἐβασίλευσε γὰρ ὁ Χριστὸς ἐπὶ τὸν λαὸν τῶν ἐθνῶν·
Ἰσραὴλ γὰρ ὁρατὸς θεοῦ (ὁρῶν θεὸν) ἑρμηνεύεται, ὡς ὁ λαὸς ὁ πιστὸς ὁρᾷ διηνεκῶς τὸν θεόν. καὶ ἐποίμανεν Ὁ Χριστὸς τὸν λαὸν τῶν ἐθνῶν ὡς νεογενῆ, ὡς ἄκακον ὄντα ἐποίμανε, τουτέστιν ὡδήγησεν πρὸς τὴν νομὴν τῶν εὐαγγελίων καὶ τῆς χάριτος. καὶ ἐν τῇ συνέσει Τῇ γὰρ ἀγαθότητι τοῦ Χριστοῦ καὶ τῇ δεξιᾷ αὐτοῦ ὁδηγοῦνται οἱ πιστοὶ εἰς τὴν ὁδὸν τῆς αἰωνίου ζωῆς.
Ψαλμὸς τῷ Ἀσάφ Περὶ τῆς συναγωγῆς ὁ λόγος δηλοῖ, ὅσα ἔπαθε κατὰ καιρὸν ὑπὸ τῶν ἐχθρῶν διὰ τὴν ἀπιστίαν αὐτῶν. Ὁ θεός, ἤλθοσαν Ἀντίοχος καὶ οἱ λοιποὶ μετ’ αὐτόν, ὡς ἐπόρθησαν τὸ ἱερὸν καὶ ἐβεβήλωσαν αὐτό. ἐμίαναν Μετὰ γὰρ ἀκαθαρσίας εἰσελθόντες ἐμόλυναν τὰ δοκοῦντα [εἶναι] ἅγια αὐτῶν. ἔθεντο Οὕτως γὰρ αὐτὴν ἠρήμωσαν, ὡς εἶναι αὐτὴν καλύβην φυλάσσουσαν ὀπώρας. ἔθεντο τὰ θνησιμαῖα Οἱ κόρακες γὰρ σὺν τοῖς γυψὶν ἤσθιον τοὺς σφαζομένους ὑπὸ τῶν ἐχθρῶν. τὰς σάρκας Ὡς εἰκὸς γάρ, καὶ νήπιοι καὶ ὅσιοι κατεσφάζοντο, ἠσθίοντο δὲ καὶ ὑπὸ τῶν θηρίων. ἐξέχεαν τὸ αἷμα Τοσοῦτοι γὰρ ἦσαν οἱ πίπτοντες ὑπὸ τῶν πολεμίων, (ὡς) περιεκλύζετο ἡ πόλις τοῖς αἵμασι καὶ οὐδὲ ταφῆς ἠξιοῦντο. ταῦτα δὲ συνεχώρησεν ὁ θεὸς γίνεσθαι διὰ τὴν παρανομίαν αὐτῶν (τοῦ λαοῦ). ἐγενήθημεν Κατεγελάσθησαν καὶ ὠνειδίσθησαν ὑπὸ τῶν ἐχθρῶν καὶ τῶν ἐθνῶν. ὅτι τιμώμενοι ὑπὸ θεοῦ πῶς οὕτως ὠνειδίσθησαν (ἠτιμάσθησαν). μυκτηρισμός Πάντα γὰρ τὰ πέριξ ἔθνη ἐχλεύαζον, μυκτηρίζοντες τὴν Ἰερουσαλὴμ τὴν ἀρχαίαν, ὅτι πῶς ἀγαπωμένη ἠτιμώθη ὑπὸ θεοῦ, ἀτιμάσασα τὸν θεόν. ἕως πότε Ἡ συναγωγὴ συνεχομένη δέεται τοῦ θεοῦ, ὥστε παῦσαι τὴν ὀργήν. ἐκκαυθήσεται Γέγραπται γάρ· ζηλῶν ἐζήλωσα τὴν Ἰερουσαλὴμ ζῆλον μέγαν. καὶ πάλιν· ὁ ζῆλος [τοῦ οἴκου σου κατέφαγέ με καὶ ὁ ζῆλος] κυρίου Σαβαὼθ ἐποίησε ταῦτα.
ἔκχεον τὴν ὀργήν Ἐπὶ τὰ ἔθνη, φησί, στρέψον (τρέψον) τὴν ὀργήν σου, ἵνα τῷ φόβῳ ἐπιστρέψωσι καὶ ἐπιγνώσονταί (ἐπιγνώσωσί) σε, τὸν ἀληθινὸν θεόν. καὶ ἐπὶ βασιλείας Ὅπως καὶ αὐτοὶ συνῶσι καὶ πιστεύσωσι (ἐπιστρέψουσιν). ὅτι κατέφαγον Τὸν ἰουδαϊκὸν λαόν· κατεβρώθησαν γὰρ ὑπὸ τῶν ἐθνῶν, καὶ οἱ τόποι αὐτῶν ἐγενήθησαν ἔρημοι παρὰ τὸ μὴ κατοικεῖσθαι. μὴ μνησθῇς Κράζουσι τὰ ἔθνη· μὴ μνησθῇς ἡμῶν τοῦ προτέρου βίου, ἡνίκα εἰδώλοις προσεκυνοῦμεν, ἀλλὰ ἐπίσκεψαι ἡμᾶς ὡς θεός. ταχὺ προκαταλαβέτωσαν Τουτέστιν σπεῦσον πρὸς ἀναζήτησιν ἡμῶν καὶ οἴκτειρον ἡμᾶς ὡς συμπαθής. ὅτι ἐπτωχεύσαμεν· —ὁ σωτὴρ ἡμῶν Πολλὴ γὰρ πτωχεία θεοσεβείας ἦν παρὰ τοῖς ἔθνεσι πρὸ τοῦ πιστεῦσαι· πιστεύσαντα δὲ ἐπλούτησαν τὰ ἔθνη. ἕνεκα τῆς δόξης Δόξα γὰρ τοῦ ὀνόματος τοῦ Χριστοῦ εἰς τὰ ἔθνη, ῥυσθέντα ἀπὸ τῶν δαιμόνων. καὶ ἱλάσθητι Ἐν γὰρ τῷ ὀνόματι τοῦ Χριστοῦ ἄφεσις ἁμαρτιῶν καταγγέλλεται καὶ τοῦτο ἐπιζητεῖ (ἐπεζήτει) τὰ ἔθνη. μήποτε εἴπωσιν Τὰ ἔθνη, τὰ μὴ ἐπεγνωκότα τὸν θεόν. καὶ γνωσθήτω Τοῦ αἵματος λέγει τῶν μαρτύρων. εἰσελθάτω Τῶν ψυχῶν, τῶν πεπεδημένων ταῖς ἁμαρτίαις. κατὰ τὴν μεγαλωσύνην Τῶν ἀποθανόντων τῇ ἁμαρτίᾳ, φησί· τούτων τὰ ἔκγονα περιποίησαι τῇ πίστει. ἀπόδος Τοῖς δαίμοσι λέγει, ὑπὲρ ὧν ἐγειτόνευσαν τῷ ἀνθρώπῳ διὰ τῆς πλάνης· τούτοις διπλᾶ ἀπόδος, καθὼς ἐποίησαν τῷ ἀνθρώπῳ.
τὸν ὀνειδισμόν Λέγοντες τῷ ἀνθρώπῳ οἱ δαίμονες· ποῦ ἐστιν ὁ θεός σου; ἡμεῖς γὰρ λαός Πιστεύσαντα γὰρ τὰ ἔθνη ἐγενήθη μία ποίμνη [ἁγία] τοῦ Χριστοῦ. ἀνθομολογησόμεθα Τουτέστιν ἐξομολογησόμεθά σοι, κύριε, περὶ τῶν προτέρων ἁμαρτιῶν. εἰς γενεάν Ἑκάστῃ γὰρ γενεᾷ τῇ ἐρχομένῃ διηγήσασθαι χρὴ τὴν δόξαν σου, κύριε.
Εἰς τὸ τέλος—ὑπὲρ τοῦ Ἀσσυρίου Ἡ προφητεία τὴν ἐπὶ τέλει μεταβολὴν σημαίνει τῆς συναγωγῆς μαρτυρομένης τὴν ἔκπτωσιν τὴν ἀπὸ τῶν Ἀσσυρίων ἔσεσθαι μέλλουσαν. ἔτι καὶ τὴν Χριστοῦ παρουσίαν. ὁ ποιμαίνων Εὐχὴ τοῦ λαοῦ πρὸς τὸν θεόν. ὁ ὁδηγῶν Αἰνίττεται τοὺς ἐν σωφροσύνῃ ζῶντας, ὅτι ὁδηγοῦνται ὑπὸ τοῦ θεοῦ, καθὼς ὁ σώφρων Ἰωσήφ. ὁ καθήμενος Λέγει περὶ τῆς ἐλεύσεως τοῦ Χριστοῦ. ἐναντίον Ἐφραΐμ Ὅλον τὸ ἔθνος αἰνίττεται τῶν Ἰουδαίων, ὡς σκληρῶν ὄντων καὶ ἀσεβῶν. ἐξέγειρον Τὰ ἔθνη κράζουσι· ἀνάστα (ἀνάστας), φησί, κατάβηθι εἰς ἀναζήτησιν ἡμῶν καὶ σῶσον ἡμᾶς, ὁ θεός, ὡς ἐλεήμων. ὁ θεός, ἐπίστρεψον Ἐκ τῆς ὁδοῦ τῆς πλάνης [τὰ ἔθνη]. καὶ ἐπίφανον Ἴδωμεν τὴν δόξαν σου κατασκηνοῦσαν ἐν ἡμῖν καὶ σωζώμεθα. κύριε ὁ θεός Ἕως πότε δεομένων ἡμῶν παρασιωπᾷς, φησὶ τὰ ἔθνη, ἀλλὰ (καὶ) ἐσμὲν ἐν αἰχμαλωσίᾳ τῶν δαιμόνων. ψωμιεῖς Οὔτε γὰρ χωρὶς κλαυθμοῦ ἐσθίομεν τὸν ἄρτον, ἐπιποθοῦντες τυχεῖν τοῦ ἄρτου τοῦ μυστικοῦ. καὶ ποτιεῖς Καὶ γὰρ τὸ ποτήριον ἡμῶν δάκρυσι κιρνᾶται· ἐκδεχόμεθα (ἐκδεχόμενοι) γὰρ τυχεῖν τοῦ αἵματός σου, κύριε. ἔθου ἡμᾶς Τῷ λαῷ, φησί, τῶν Ἰουδαίων· οὐ γὰρ ἐβούλοντο τὰ ἔθνη σωθῆναι. καὶ οἱ ἐχθροί Οἱ δαίμονες· ἐχθροὶ γὰρ κακοὶ οὗτοι τοῦ ἀνθρώπου· ἐξουδένωσαν γὰρ τὸν ἄνθρωπον σφόδρα. κύριε ὁ θεός Φησὶ τὰ ἔθνη πρὸς τὸν θεόν· πλανωμένους [ἡμᾶς] τῇ εἰδωλολατρείᾳ ἐπίστρεψον.
καὶ ἐπίφανον Ἡνίκα γὰρ ἐπεφάνη ὁ Χριστὸς μετὰ σαρκὸς ἐπὶ τῆς γῆς, ἐσώθη ὁ ἄνθρωπος.
Διάψαλμα· μεταφορὰ τοῦ λόγου. ἄμπελον Τὸν λαὸν τῶν Ἑβραίων ἐκ τῆς δουλείας Αἰγύπτου, τὸν νέον ἐκ τῆς θλίψεως τῶν δαιμόνων. Αἴγυπτος γὰρ ἡ θλίβουσα (ἐκθλίβουσα) ἑρμηνεύεται. ἐξέβαλες Τοὺς Ἀμορραίους καὶ τοὺς Χετταίους ἐξωλόθρευσε ὁ θεὸς καὶ κατῴκισε τὸν Ἰσραήλ, ὅ ἐστιν ὁ πιστὸς λαός. ὡδοποίησας Τουτέστιν ὡδήγησε (ὁδοποιήσας) διὰ Μωϋσέως. καὶ κατεφύτευσας Ἐστερέωσε τὴν βάσιν αὐτῶν ὡς ἀγαπωμένων, καὶ ἐπληθύνθησαν ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς. νόει δὲ καὶ τὸν νέον λαόν [τὸν πιστόν]. ἐκάλυψεν Σκιὰ γὰρ καὶ τύπος τῶν μελλόντων ἦσαν οἱ Ἰουδαῖοι, καὶ τὰ ἐν αὐτοῖς πραττόμενα· διὸ τοὺς προφήτας ὡς ὄρη ἐκάλυπτεν ἡ σκιὰ τοῦ νόμου. καὶ αἱ ἀναδενδράδες Λοιπὸν γὰρ παυσαμένης τῆς σκιᾶς (κακίας) καὶ φανερωθείσης τῆς ἀληθείας ἐφ’ ὕψους (εἰς ὕψος) σωτηρίας ἔφθασεν ἡ πίστις. ἐξέτεινεν Δηλοῖ τὸ πλάτος τῆς πίστεως καὶ τῶν περάτων (ἀρετῶν), ὅτι ἀπὸ περάτων ἕως περάτων τῆς οἰκουμένης ἐπλήρωσε τὴν γῆν. ἵνα τί καθεῖλες Τῆς σκιᾶς (τὴν σκιάν) τῶν Ἰουδαίων τὸν νόμον, ὅ ἐστιν ὁ φραγμός, τουτέστιν καθεῖλες. καὶ τρυγῶσιν Οἱ δαίμονες, οἱ μὴ πορευόμενοι τῇ ὁδῷ τῆς ἀληθείας, ἀλλὰ παραπορευόμενοι. ἐλυμήνατο Τὴν ἰουδαϊκὴν γενεὰν ἡ πλάνη τῶν εἰδώλων· ὡς χοῖρος γὰρ οὕτως καὶ ἡ πλάνη τῷ βορβόρῳ τρέφεται. δρυμὸς δὲ τὰ εἴδωλα ὡς ἄκαρπα καὶ ὑλώδη.
καὶ ὄνος ἄγριος Ὁ διάβολος κατενεμήσατο τὴν Ἰουδαίων συναγωγήν, ἐνεφιλοχώρησε (ἐφιλοχώρησε) γὰρ εἰς αὐτὴν (ἐν αὐτῇ) σφόδρα. ὁ θεὸς τῶν δυνάμεων Τουτέστι νεῦσον ἐπὶ τὰ ἔθνη τὴν φιλανθρωπίαν σου, φησὶν ὁ προφήτης. ἐπίβλεψον Ἐπίφανον τουτέστι τῇ γῇ. καὶ ἐπίσκεψαι Τὴν τῶν ἐθνῶν γενεάν. καὶ κατάρτισαι Στήριξον αὐτὴν τοῖς μυστηρίοις τοῖς σοῖς· αὕτη γὰρ μόνη φύτευμα ἅγιον ὑπάρχει τῆς δεξιᾶς τῆς σῆς, ὁ λαὸς ὁ ἐξ ἐθνῶν. καὶ ἐπὶ υἱόν Λέγει τὸν κυριακὸν ἄνθρωπον, ὃν ἀνέλαβε· δι’ αὐτοῦ γὰρ ἐσώθη τὰ ἔθνη. ἐνπεπυρισμένη Ἡ συναγωγὴ ἡ ἰουδαϊκή, ὡς παροξύνουσα τὸν θεόν· καὶ γὰρ ὁ ναὸς [αὐτῶν] ἐπυρπολήθη. ἀπὸ ἐπιτιμήσεως Οἱ Ἰουδαῖοι, οἵτινες ἐξέκλιναν ἀπὸ προσώπου τοῦ κυρίου· αὐτοὶ ἀπώλοντο, μὴ δεξάμενοι τὸν Χριστόν. γενηθήτω Λέγει τὸν Χριστόν, ὡς δεξιὰν ὄντα (δεξιὰ ὢν) τοῦ πατρός. καὶ ἐπὶ υἱόν Τὸν Χριστόν, ὡς υἱὸν θεοῦ ὄντα, λεγόμενον δὲ υἱὸν ἀνθρώπου, ὃν ἐκραταίωσεν (ἐκραταίωσας) εἰπών· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα. καὶ οὐ μὴ ἀποστῶμεν Ἀφ’ οὗ [γὰρ] συνήφθησαν τὰ ἔθνη τῷ Χριστῷ [πιστεύσαντα], οὐκέτι χωρίζονται ἀπ’ αὐτοῦ. ζωώσεις ἡμᾶς Ἀφ’ οὗ γὰρ ἠξιώθησαν τῆς αἰωνίου ζωῆς οἱ πιστοί, οὐ παύονται ἐπικαλούμενοι τὸ ὄνομα κυρίου, τοῦ θεοῦ. κύριε ὁ θεός Ἔτι γὰρ χρῄζουσι τὰ ἔθνη τῆς ἐπιστροφῆς. καὶ ἐπίφανον Τῇ γὰρ ἐπιφανείᾳ τοῦ Χριστοῦ ἐσώθη πᾶσα κτίσις καὶ πᾶσα πνοή.
Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν .. Ληνοὺς νόει (λέγει) τὰ θυσιαστήρια, περὶ ὧν ἡ προφητεία, (καὶ) περὶ τῆς συναγωγῆς. Ἀσὰφ γὰρ συναγωγὴ ἑρμηνεύεται· προτρέπεται γὰρ τὰ ἔθνη πρὸς τὰ πνευματικὰ θυσιαστήρια. ἀγαλλιᾶσθε Αὕτη ἡ προτροπὴ τῶν ἐθνῶν, ὅπως σωθέντες ἐπὶ τῷ θεῷ ἀναπαύωνται. ἀλαλάξατε Ἐν (ἐπὶ) φωνῇ, φησί, μεγάλῃ καὶ κραυγῇ δοξάσατε τὸν κύριον (τὸν θεόν)· Ἰακὼβ γὰρ ὁ Χριστός. λάβετε ψαλμόν Χαρίζεται (χορηγεῖ) γὰρ ὁ θεὸς τὸν νοῦν τῷ ἀνθρώπῳ, ὥστε ψάλλειν (ᾄδειν) καὶ δοξάζειν τὸν θεόν· δότε ὑμεῖς τὸ σῶμα σὺν τῇ φωνῇ, ὥστε τὸν ἦχον ἀποτελεῖν τὸν ψαλμόν (τῶν ψαλμῶν). ψαλτήριον Καρδίαν καθαρὰν μετὰ τῆς γλώσσης· ἡ γλῶσσα γὰρ ὡς κιθάρα κρούουσα σημαίνει τὰ τῆς καρδίας. σαλπίσατε Τουτέστι κηρύξατε πᾶσι τὴν παρουσίαν τοῦ Χριστοῦ, ὅτι νέος ὁ βίος ἐγένετο τῶν ἀνθρώπων· οὐδὲν (οὔτε) γὰρ εὐσημότερον (τι) τῆς ἡμέρας τῆς ἑορτῆς ἐκείνης, ἐν ᾗ ὁ Χριστὸς ἐφάνη τῇ γῇ. ὅτι πρόσταγμα Τῷ λαῷ τῷ πιστῷ, ὅ ἐστιν Ἰσραήλ· αὐτῷ γὰρ ἐδόθη τῆς χάριτος τὸ πρόσταγμα κατὰ κρίσιν θεοῦ. μαρτύριον Ὅτι πάντα, ὅσα ὑπέμεινεν ὁ Ἰωσήφ, τύπος ἦν τοῦ Χριστοῦ, ὅ ἐστι μαρτύριον. ἐν τῷ ἐξελθεῖν Τὸν λαὸν λέγει τῶν Ἑβραίων τότε, νῦν δὲ τὸν πιστόν, ὅτι ἐξῆλθεν ἀπὸ τῆς θλίψεως τῶν εἰδώλων· Αἴγυπτος γὰρ ἐκθλίβουσα ἑρμηνεύεται. γλῶσσαν Τὴν φωνὴν λέγει τῶν ἐθνῶν· οὐ γὰρ ᾔδεισαν αὐτὴν τὸ πρότερον.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.