Ἔργον
Ἡσύχιος ὁ Πρεσβύτερος – Σύντομος ἑρμηνεία
Ερμηνεία εις τους Ψαλμούς 80-88
Σχολιασμός των ψαλμών 80 έως 88, με εσχατολογικές αναφορές στη δικαιοσύνη του Θεού, την ένδοξη παρουσία Του στην Εκκλησία και την απελευθέρωση από τα είδωλα.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ερμηνεία εις τους Ψαλμούς 80-88
Σχολιασμός των ψαλμών 80 έως 88, με εσχατολογικές αναφορές στη δικαιοσύνη του Θεού, την ένδοξη παρουσία Του στην Εκκλησία και την απελευθέρωση από τα είδωλα.
ἀπέστησεν Ἐρρύσατο γὰρ τότε ἐκείνους τῆς πλινθουργίας, νῦν (τὸν) δὲ πιστὸν λαὸν τοῦ βάρους τῶν εἰδώλων ὡς γεώδους. αἱ χεῖρες Ἀνάγκῃ ὡς τὰ ἄχυρα βαστάζοντες ἐν κοφίνοις, ὡς ὁ λαὸς ὁ ἐξ ἐθνῶν, δίκην κοφίνων τὰ εἴδωλα περιφέροντες. ἐν θλίψει Τότε τὸν λαὸν τῶν Ἑβραίων ἐκ τοῦ πηλοῦ τῆς ἀνάγκης [ἐρρύσατο], νῦν δὲ τὸν πιστὸν λαὸν ἐκ τοῦ βορβόρου τῶν εἰδώλων. ἐπήκουσα Ἡνίκα γὰρ σκότος κατεῖχε τὴν γῆν Αἰγύπτου, ὁ Ἰσραὴλ ἐν φωτὶ διῆγεν καὶ οὐδεὶς τῶν Αἰγυπτίων ἑώρα· διὸ ὡς ἐν ἀποκρύφῳ ἦσαν οἱ Ἰσραηλῖται. ἐδοκίμασα Τότε τὸν λαὸν ἐν τῷ διψᾶν καὶ γογγύζειν· πικρὸν γὰρ ἦν τὸ ὕδωρ, ἐγλυκάνθη δὲ διὰ τοῦ ξύλου. τύπος γὰρ ἦν τοῦ σταυροῦ καὶ τοῦ βαπτίσματος τὸ γινόμενον. ἄκουσον Πρὸς τὸν λαὸν τῶν Ἑβραίων ὁ λόγος. ἐὰν ἀκούσης μου, οὐκ ἔσται Τουτέστιν ἐὰν ἀκούσῃς μου, οὐ μὴ προσκυνήσεις [θεῷ ἀλλοτρίῳ ἢ ὡς] εἰδώλοις ματαίοις, ὅ ἐστιν χειροποιήτοις. οὐδὲ προσκυνήσεις Ἐγὼ γάρ εἰμι, λέγει ὁ θεός, καὶ οὐκ ἔστι θεὸς πλὴν ἐμοῦ. ἐγὼ γάρ εἰμι Ὁ κτίσας καὶ σώζων σε. ὁ ἀναγαγών Ἐγώ, φησί, ὁ θεός, ὁ λυτρωσάμενός σε ἐκ τῆς δουλείας τῶν Αἰγυπτίων καὶ ἀναγαγών σε εἰς τὴν γῆν τῆς ἐπαγγελίας. πλάτυνον τὸ στόμα Μεταφορικὸς ὁ λόγος πρὸς τὸν λαὸν τὸν πιστόν, ὅτι ἐπληρώθη τῆς αἰνέσεως τοῦ κυρίου καὶ τοῦ σώματος καὶ αἵματος τοῦ Χριστοῦ.
καὶ οὐκ ἤκουσεν Ὁ ἑβραϊκὸς λαὸς τοῦτον τὸν λόγον οὐδ’ ὅλως ἠνέσχετο (ἠνείχετο) ἐπακοῦσαι. καὶ Ἰσραήλ Ἐκάμμυσαν γὰρ τοὺς ὀφθαλμούς, ὥστε μὴ ἰδεῖν τὰ μυστήρια τοῦ πιστοῦ λαοῦ. καὶ ἐξαπέστειλα Καθὰ ἐβουλεύσαντο, φησί, καὶ ἐπεθύμησαν, ἀφῆκα αὐτοὺς (αὐτοῖς) τελέσαι τὰ διαβούλια (τὰ βουλεῖα) αὐτῶν, ὅτι προσκορεῖς μοι (προσκρουσμοὶ) ἐγένοντο, φησὶν ὁ κύριος. πορεύσονται Καθὰ γὰρ ἐποίησαν, οὕτω καὶ ἀπέλαβον. εἰ ὁ λαός Εἰ ἤκουσαν τοῦ θεοῦ καὶ ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύθησαν, οὐκ ἂν ἀπεστερήθησαν τῆς συγγενείας τοῦ θεοῦ, οὐδὲ τὰ ἔθνη ἐλάμβανον τὴν αὐτῶν δόξαν. ἐν τῷ μηδενί Εἰ μὴ γὰρ ἔπεσαν <ἥμαρτον>, οὐκ ἂν ἐκυριεύοντο ὑπὸ τῶν ἐχθρῶν. καὶ ἐπὶ τοὺς θλίβοντας Ἐπέβαλε γὰρ ἀεὶ ὁ θεὸς τὴν χεῖρα αὐτοῦ ἐπὶ τοὺς ἐχθροὺς αὐτῶν· αὐτοὶ δὲ ἀεὶ ἠθέτουν. οἱ ἐχθροί Οἱ Ἰουδαῖοι λέγοντες· οὐκ ἔχομεν βασιλέα, εἰ μὴ καίσαρα. καὶ ἔσται ὁ καιρός Ὁ γὰρ καιρὸς ἐκεῖνος, εἰς ὃν ἐψεύσαντο τὸν θεόν, μένει αὐτοὺς εἰς τοὺς αἰῶνας. καὶ ἐψώμισεν Μεταφορικῶς λέγει τὸν πιστὸν λαόν, ἐσθίοντα τὸν ἄρτον τὸν μυστικόν. καὶ ἐκ πέτρας Λέγει τότε τὸ ὕδωρ τῆς ἀκροτόμου, νῦν δὲ λέγει τὸ τῆς ζωοκεντήτου πλευρᾶς ἐξελθὸν μυστήριον, ὅ ἐστι πάσης γλυκύτητος ἀνώτερον.
Ψαλμὸς τῷ Ἀσάφ Ὁ λόγος περὶ τῆς συναγωγῆς, ἐλέγχων τοὺς ἄρχοντας αὐτῶν καὶ καλῶν τὰ ἔθνη. ὁ θεὸς ἔστη Θεῶν, οὐχὶ τῶν εἰδώλων, ἀλλὰ τῶν ἀνθρώπων, κατὰ θεὸν μεγάλων, καὶ τῶν κατὰ τὴν γῆν μεγάλων, τουτέστι τῶν ἀρχόντων. ἐν μέσῳ Ἵνα δείξῃ, ποῖον (πόσον) τούτων κἀκείνων τὸ διάφορον. ἕως πότε Ἐπιτιμᾷ τοῖς κρατοῦσι (ἄρχουσι) τῆς γηΐνης πολιτείας, ὅτι κατ’ ὀφθαλμοὺς καὶ οὐ κατὰ δικαιοσύνην κρίνουσιν.
Διάψαλμα· μεταφέρει τὴν προφητείαν. κρίνατε Δικαίως κρίνατε, φησίν, οἱ ἄρχοντες καὶ μὴ κατ’ ὀφθαλμοδουλίαν. μέλει γὰρ τῷ θεῷ περὶ τῶν ταπεινῶν καὶ πενήτων. ἐξέλεσθε Πεινῶντα καὶ ἄστεγον (πεινώντων καὶ ἀστεγῶν)· ἑκάτερα δὲ ὁ Χριστὸς ἑκουσίως ἀνεδέξατο. ἐκ χειρός Ῥύσασθε, φησί, τοὺς [ἀδικουμένους ἤτοι τοὺς] ταπεινοὺς ἀπὸ τῶν πλεονεκτῶν καὶ ἁρπάγων, μή [ποτε] κατὰ τοὺς Ἰουδαίους κατακριθῆτε. οὐκ ἔγνωσαν Οὔτε γὰρ ἐνόησαν οὔτε συνῆκαν περὶ τοῦ Χριστοῦ, ἀλλ’ ἐσκοτίσθη ἡ διάνοια αὐτῶν καὶ ἡ καρδία. σαλευθήσονται Ἐκστήτωσαν ἐπὶ τῷ γεγονότι· αἰνίττεται δὲ τὸ πάθος τὸ δεσποτικόν, ὡς ἐσαλεύθη ἡ γῆ. ἐγὼ εἶπα Ἐγώ, φησὶν ὁ θεός, ἐθέμην πάντας τοὺς ἄρχοντας ὡς θεοὺς ἄρχειν καὶ κρατεῖν· αὐτοὶ δὲ ἀθετοῦσι καὶ διὰ τοῦτο πίπτουσιν. ὑμεῖς δὲ δή Ὑμεῖς δέ, φησί, τὰ ἀνθρώπινα φρονοῦντες, ἀπόλλυσθε (ἀπολεῖσθε). καὶ ὡς εἷς Ἦν γὰρ ὁ διάβολος ἄρχων ἀγγέλων καὶ διὰ τὴν ὑπερηφανίαν ἔπεσεν· οὕτως πᾶς ἄρχων ὑπερόπτης πίπτει καὶ οὐ στήσεται. ἀνάστα Τουτέστιν ἀναστὰς ὁ Χριστὸς ἐκ νεκρῶν, κατήργησε τὸ γήϊνον φρόνημα. ὅτι σύ Χριστοῦ γὰρ κληρονομία ἐγένοντο πάντα τὰ ἔθνη πιστεύσαντα εἰς αὐτόν (δι’ αὐτοῦ). ᾨδὴ ψαλμοῦ τῷ Ἀσάφ Ἐτέλει (ἔτι) ὁ λόγος περὶ τῆς συναγωγῆς.
Ὁ θεός Φωνὴ τοῦ λαοῦ τῶν Ἑβραίων αὕτη· καταπλαγέντες ἐπὶ τῇ πτώσει τῶν ἐχθρῶν αὐτῶν. μὴ σιγήσῃς Τουτέστιν μὴ παρασιωπήσῃς μηδὲ παρησυχάσῃς ἐπὶ τοῖς θλίβουσιν (τοὺς θλίβοντας) ἡμᾶς. ὅτι ἰδοὺ οἱ ἐχθροί Ἐκραταιώθησαν τουτέστιν εἰς ἐξάκουστον πᾶσιν. εἰσὶ δὲ Ἰουδαῖοι οἱ κατὰ τοῦ Χριστοῦ τοῦ θεοῦ ἠχήσαντες. καὶ οἱ μισοῦντες Τουτέστιν ὠχλοποίησαν (ὀχλοποιήσαντες) τὰ ἔθνη ἐπὶ τὸν λαόν· κεφαλὴ γάρ ἐστι τὸ πλῆθος. ἐπὶ τὸν λαόν Πολλά, φησί, κατὰ τοῦ λαοῦ τῶν Ἰουδαίων ἐτεχνάσαντο οἱ ἐχθροί, γνωμοδοτοῦντες (γνωμοδοῦντες, γνωμολογοῦντες) ἀλλήλους τὸ πῶς αὐτοὺς ἐξολοθρεύσουσιν. καὶ ἐβουλεύσαντο Ἐδόκουν γὰρ τότε ἅγιοι εἶναι οἱ Ἰουδαῖοι. λέγει δὲ καὶ περὶ τοῦ ναοῦ, ὅτι ἦν ἅγιος. εἶπαν· δεῦτε Τουτέστιν ἵνα μηδὲ ἔθνος ὀνομάζωνται. καὶ οὐ μὴ μνησθῇ Σφόδρα γὰρ ἀντέκειτο τοῖς Ἰουδαίοις τὰ ἔθνη, τὰ δι’ αὐτοὺς ἐξολοθρευόμενα. ὅτι ἐβουλεύσαντο Συνεπέθεντο γὰρ ὡς μιᾷ ψυχῇ ἐπὶ τὸ αὐτό. κατὰ σοῦ—τὰ σκηνώματα Λέγει τὰ ἀπερίτμητα ἔθνη, ὅτι συνεφώνησαν εἰς ἄλληλα κατὰ τοῦ Ἰσραήλ, ὥστε ἐκτρῖψαι αὐτόν, πλὴν οὐδὲν αὐτοῦ ἐξέλιπεν (πλὴν οἱ μὲν αὐτῶν ἐξέλειπον)· Ἰδουμαία γὰρ ἐκλείπουσα ἑρμηνεύεται· οὐδὲ (οἱ δὲ) ὑπήκουσαν τῇ πίστει. Ἰσμαηλῖται δὲ ἑρμηνεύονται ὑπακούοντες.
Γαιβὰλ καὶ Ἀμμών Οἱ Μωαβίται καὶ Ἀγαρηνοὶ συνεφώνησαν μετὰ τοῦ βασιλέως Γαβὰλ καὶ Ἀμμὼν καὶ Ἀμαλὴκ κατὰ τοῦ ἔθνους Ἰουδαίων. καὶ ἀλλόφυλοι Ἀλλόφυλοι πίπτοντες ἑρμηνεύονται· οὗτοι οὖν ἐν τῇ συνοχῇ τῶν εἰδώλων ἔπεσαν, τουτέστιν οἱ ἀλλόφυλοι. Τύρος γὰρ συνοχὴ ἑρμηνεύεται. καὶ γὰρ καὶ Ἀσσούρ Εὐθύμως γὰρ καὶ αὐτὸς συμπαρῆν ἐπὶ τῇ ἀπωλείᾳ τῶν Ἰουδαίων, [εὐθυμῶν αὐτούς]. Ἀσσοὺρ γὰρ εὐθυμῶν ἑρμηνεύεται. ἐγενήθησαν Τὸν λαὸν τῶν Ἑβραίων, ὡς ἐγκεκλεισμένοι ἐσκύλευσαν οἱ υἱοὶ τοῦ Λώτ. Λὼτ γὰρ ἑρμηνεύεται ἐγκεκλεισμένος.
Διάψαλμα· ἀνοχὴ τῆς προφητείας. ποίησον αὐτοῖς Ἵνα ὥσπερ, φησίν, ἐκεῖνοι ἀλλήλους ἐπολέμησαν, καὶ ὁ Σισαρὰ δοκῶν ἠσφαλίσθαι ἐθανατώθη, οὕτως καὶ οἱ ἀθετοῦντες τὸν θεὸν ἀπολοῦνται. Σισαρὰ δέ ἐστιν ὁ διάβολος. ὡς ὁ Ἰαβείν Ἐκεῖνος ἔφυγεν ἐν τῷ χειμάρρῳ ὡς προσδοκῶν ζήσεσθαι (ζῆσαι), ἐθανατώθη δὲ ἐκεῖ.
Ἰαβεὶμ δέ ἐστιν Ἰούδας, ὁ παραδοὺς τὸν κύριον ἐν τῷ χειμάρρῳ τῶν κέδρων. ἐξολεθρεύθησαν Ἐν ἀσχήμῳ τόπῳ· Ἀενδὼρ γὰρ ἀπρέπεια ἑρμηνεύεται. ἐγενήθησαν Ἐξουθενούμενοι καὶ καταπατούμενοι. θοῦ τοὺς ἄρχοντας Ὠρὴβ κόραξ ἐστὶ ξηρός, τεθνηκώς. Ζὴβ λύκος. Ζέβεε θυσιασμός, Σαλμανὰ ἐρριμμένος. οὕτως, φησί, γενηθήτωσαν ὡς θνησιμαῖα ζώων ἀκαθάρτων. οἵτινες εἶπαν Πρὸ τοῦ γὰρ πταῖσαι τὸν λαὸν ἔντιμος ἦν ὁ ναὸς ὡς οἶκος θεοῦ καὶ ἐφυλάττετο ὑπὸ θεοῦ. ὁ θεός μου Ἀνυπόστατον, φησί, ποτὲ ἄνω ποτὲ κάτω· οὕτως γὰρ κυλίεται ὁ τροχός. ὡς καλάμην Καλάμη γάρ, ἐν ἀμητῷ κειμένη, σκορπίζεται ὑπὸ τῶν ἀνέμων. ὡσεὶ πῦρ Ὡς ὅταν γὰρ εἰς δάσος δρυμοῦ πῦρ εἰσέλθῃ καὶ ἐν τάχει αὐτὸν δαπανᾷ, οὕτως ἡ ὀργὴ τοῦ θεοῦ ἐπὶ τὰ ἔθνη τὰ ἀσεβῆ ἐγένετο. ὡς εἰ φλόξ Ὄρη λέγει τοὺς δαίμονας· κατεφλέχθησαν δὲ τῷ πυρί, τῷ τοῦ πνεύματος τοῦ ἁγίου. οὕτως καταδιώξεις Οὕτως [πῶς; ὥσπερ τοὺς δαίμονας, οὕτως] καὶ τοὺς ἐχθροὺς τοῦ Ἰσραήλ, καὶ τοὺς αἰσθητοὺς καὶ τοὺς νοητούς, κατέκαυσεν ἡ ὀργὴ τοῦ θεοῦ. καὶ ἐν τῇ ὀργῇ Ἡνίκα γὰρ ὀργὴν ἀπέστειλεν αὐτοῖς, τρόμος ἐγένετο <πᾶσι> τοῖς ἔθνεσιν. πλήρωσον Ἀναστάντος τοῦ Χριστοῦ ἐκ νεκρῶν, ἠτιμήθησαν Ἰουδαῖοι ἐν αἰσχύνῃ. καὶ ζητήσουσιν Ζητήσουσι μέν, ἀλλ’ οὐχ εὑρήσουσιν. αἰσχυνθήτωσαν Ἕως γὰρ τοῦ αἰῶνος (καὶ εἰς τοῦτον τὸν αἰῶνα καὶ εἰς τὸν μέλλοντα) οὔτε ἡ αἰσχύνη οὔτε ὁ τρόμος αὐτῶν παύσεται.
καὶ ἐντραπήτωσαν Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὅταν ἴδωσι τὸν Χριστὸν ἐπὶ θρόνου δόξης, ἐν αἰσχύνῃ μεγάλῃ ἀπολοῦνται εἰς τὴν γέενναν τοῦ πυρὸς οἱ Ἰουδαῖοι. καὶ γνώτωσαν Τότε πᾶσα ἡ κτίσις ἐπιγνώσεται τὴν δύναμιν τοῦ θεοῦ, μάλιστα οἱ Ἰουδαῖοι. σὺ μόνος εἶ Ἰδόντες (εἰδότες) τὴν ἀκατάληπτον δύναμιν, τότε γνώσονται (γινώσκουσι), ὅτι δεσπότης πάντων ὁ θεός.
Εἰς τὸ τέλος—τοῖς υἱοῖς Κόρε ψαλμός Περὶ τῶν θυσιαστηρίων ἡ προφητεία τῷ λαῷ τῶν Ἰουδαίων αἰνίττεται. υἱοὶ γὰρ Κόρε φαλάκρωμα ἑρμηνεύονται, ἐπειδὴ ἀπώλεσαν οἱ Ἰουδαῖοι πάντα νόμον· προφητείας, θυσίας, προσφοράς, ἀπαρχὰς καὶ αὐτὸν τὸν ναόν. ληνοὺς δὲ λέγει τὰ θυσιαστήρια, ὡς ἐν αὐτοῖς τὸ αἷμα Χριστοῦ ὡς οἶνος κιρνᾶται. ὡς ἀγαπητά Περὶ τῶν ἐκκλησιῶν (τῆς ἐκκλησίας) ὁ λόγος· αὗται γὰρ ἀγαπώμεναι ὑπὸ θεοῦ (τῷ θεῷ), ὅτι σκηναὶ αὐτοῦ εἰσιν καὶ ὅτι κατασκηνοῖ ἐν αὐταῖς. ἐπιποθεῖ Ὁ κατὰ θεὸν ἄνθρωπος ἐπιποθεῖ καὶ σπεύδει ἐν τῇ ἐκκλησίᾳ, [αὐλὴ γὰρ θεοῦ ἡ ἐκκλησία]. ἡ καρδία μου Ὁ κυριακὸς ἄνθρωπος ἐπὶ τὴν θεότητα. καὶ γὰρ στρουθίον Ὁ Χριστὸς τὸ σῶμα τοῦ Ἀδάμ· στρουθίον δὲ διὰ τὴν πρὸς ἡμᾶς συγκατάβασιν ὀνομάζεται. καὶ τρυγών Τρυγὼν ἡ ἐκκλησία, εὗρε τὸ σῶμα τοῦ Χριστοῦ, νοσσιὰν ἀδιάφθορον, καὶ ἐν αὐτῇ τίθησι τὰ τέκνα αὐτῆς, τρέφουσα τῷ σώματι καὶ τῷ αἵματι τοῦ Χριστοῦ. τὰ θυσιαστήριά σου Ἐν αὐτοῖς γὰρ μερίζει ὡς ἄρτον τὸ σῶμα τοῦ Χριστοῦ τοῖς τέκνοις ἡ ἐκκλησία. ὁ βασιλεύς μου Καὶ βασιλεὺς γὰρ καὶ θεὸς τῆς ἐκκλησίας ὁ Χριστός, ὡς αὐτῷ νυμφευθεῖσα. μακάριοι πάντες Ἐν τῇ ἐκκλησίᾳ· οἶκος γὰρ τοῦ θεοῦ αὕτη. μακάριοι οὖν οἱ κατοικοῦντες ἐν αὐτῇ, ἐν πίστει καὶ εἰρήνῃ (ἤγουν τῇ πίστει καὶ εἰρήνῃ).
εἰς τοὺς αἰῶνας Οἱ γὰρ τοιοῦ τοι καὶ ἐν τῷ νῦν αἰῶνι μακάριοι καὶ ἐν τῷ μέλλοντι· αἰνοῦντες γὰρ μετὰ τῶν ἀγγέλων οὐ παύονται.
Διάψαλμα· ἀνοχὴ τοῦ πνεύματος. μακάριος ἀνήρ Μακάριος γὰρ ἀληθῶς καὶ τρισμακάριος ὁ ἄνθρωπος ἐκεῖνος, οὗ ἐστιν ἡ ἐλπὶς αὐτοῦ ἐπὶ κύριον καὶ ἡ ἀντίληψις αὐτοῦ παρὰ θεοῦ. ἀναβάσεις Τουτέστιν τίνος ἀεὶ ἐν τῇ καρδίᾳ ἀναβαίνει τὰ περὶ τῆς κρίσεως καὶ διατίθεται αὐτῷ ὅρον τοῦ φυλάττειν τὰς ἐντολὰς τοῦ θεοῦ. ἐν τῇ κοίλαδι Ἐκεῖ γὰρ μέλλει κρίνειν ὁ θεὸς τὰ ἐν ἡμῖν πεπραγμένα. χρὴ οὖν ἀεὶ ἐκεῖ τὸν νοῦν ἔχειν, τουτέστιν εἰς τὸν τόπον, ὃν ὥρισεν τῇ δίκῃ. καὶ γὰρ εὐλογίας Τότε γὰρ ἀπολαμβάνουσιν οἱ δίκαιοι τὸν μισθὸν καὶ πέμπονται εἰς τὸν παράδεισον. πορεύσονται Ἀπὸ τῆς δίκης πορεύσονται οἱ ἅγιοι εἰς τὸν παράδεισον τῆς τρυφῆς. ὀφθήσεται Ὁ θεὸς τῶν ἁγίων· ἐν τῇ Σιὼν γάρ, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ κρῖναι πάντας. κύριε ὁ θεός Ὁ προφήτης, προθεωρήσας ταῦτα, δέεται τοῦ θεοῦ, ὥστε ἐκεῖ δοξασθῆναι. ὑπερασπιστά Οἱ ἅγιοι τότε εὐχαριστοῦντες προσκυνοῦσι [καὶ ὑμνοῦσι τὸν κύριον]. καὶ ἐπίβλεψον Πάντες γὰρ [οἱ δίκαιοι] χριστοὶ κυρίου [εἰσὶν] διὰ τὸ βάπτισμα (διὰ τοῦ βαπτίσματος τοῦ ἁγίου). ὅτι κρείσσων Ὑπὲρ πάσας γὰρ τὰς ἡμέρας τῆς ἐνταῦθα ζωῆς μία ὥρα κρείττων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ἀναπαύεσθαι. ἐξελεξάμην Πόση γάρ τις ἀμοιβὴ διαδέχεται τὸν (τῶν) ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ ταπεινούμενον (ταπεινουμένων) ὑπὲρ οἴκους βασιλικοὺς καὶ λαμπρούς.
ἢ οἰκεῖν Ἐν οἴκοις ὑπερηφάνων καὶ ἀσεβῶν ἀνθρώπων, ὧν οἱ οἶκοί εἰσιν ἐν κατάρᾳ. ὅτι ἔλεον Τῆς γὰρ ἐλεημοσύνης καὶ τῆς ἀληθείας οὐδὲν ἐνδοξότερον παρὰ θεοῦ (θεῷ). χάριν καὶ δόξαν Δῆλον τοῖς ὑπομένουσιν [τὸν θεὸν] ἐν ἀληθείᾳ. κύριος οὐχ ὑστερήσει Ὡς τοὺς ἀποστόλους καὶ τοὺς πορευομένους τῇ τούτων διδαχῇ· οὐχ ὑστεροῦνται οὗτοι τῶν αἰωνίων ἀγαθῶν. κύριε τῶν δυνάμεων Τούτου γὰρ οὐδὲν μακαριώτερον· ἡ γὰρ ἐλπὶς οὐ καταισχύνει.
Εἰς τὸ τέλος· τοῖς υἱοῖς Κόρε ψαλμός Ὑπὲρ τῶν πιστευσάντων ἀπὸ (ἐκ) τοῦ λαοῦ τῶν Ἰουδαίων ἐλέχθη ἡ προφητεία. εὐδόκησας Θέλημα, φησί, θεοῦ ἐγένετο ἐπὶ τὸν ἄνθρωπον· γῆ γὰρ νοητὴ ὁ ἄνθρωπος. ἀπέστρεψας Οἱ γὰρ ἐξ Ἰακὼβ πιστεύσαντες οὐχ ὑπέπεσαν τῇ πτώσει τῶν Ἰουδαίων, ὡς κατὰ Χριστοῦ στρατευσαμένων. ἀφῆκας Τουτέστι συνεχώρησας. ἐκάλυψας Ἐν τῷ ὕδατι τοῦ βαπτίσματος εὔδηλον.
Διάψαλμα· ἀνοχὴ τοῦ λόγου. κατέπαυσας Οὐκ ἔστι γὰρ ἔχθρα πρὸς τὸν ἄνθρωπον· ἐλύθη γὰρ ὁ μεσότοιχος καὶ [λοιπόν] ἐστιν ἡ εἰρήνη. ἀπέστρεψας Μετενόησεν ὁ θεὸς ἐπὶ τῇ κακίᾳ τοῦ ἀνθρώπου καὶ σπλαγχνισθεὶς ἔσωσεν αὐτόν. ἐπίστρεψον ἡμᾶς Ἐπέστρεψε γὰρ ἐλθὼν ὁ κύριος τὸν ἄνθρωπον ἀπὸ τῆς ὁδοῦ τῆς πλάνης ἐπὶ τὴν ὁδὸν τῆς σωτηρίας, τουτέστιν ἐπὶ τῇ πίστει (ἐν πίστει). καὶ ἀπόστρεψον Ὃν ἤγειρεν ὁ ἄνθρωπος, προσχωρήσας τοῖς δαίμοσιν. μὴ εἰς τὸν αἰῶνα Ἐδόκει γὰρ ὁ ἄνθρωπος μηκέτι αὐτοῦ ἐπισκοπὴν γενέσθαι ὑπὸ (ἀπὸ) θεοῦ. ἢ διατενεῖς Μή, φησίν, ἕως τέλους λήθην ποιήσεται τοῦ ἀνθρώπου ὁ θεός, τοσοῦτον παροργίσαντος. ὁ θεός Ἐπιστρέψας γὰρ ὁ θεὸς ἐζωοποίησε τὸν ἄνθρωπον τῇ χάριτι. καὶ ὁ λαός Εὐφραίνεται γὰρ ὁ πιστὸς λαὸς ἑκάστης ἡμέρας ἐπὶ τῆς μυστικῆς τραπέζης. δεῖξον ἡμῖν Τὴν μετὰ σαρκὸς ἐπιδημίαν τοῦ Χριστοῦ ἔσπευδεν ἰδεῖν ὁ ἄνθρωπος. καὶ τὸ σωτήριόν σου Τὸν σταυρόν, φησί, δώρησαι ἡμῖν· ὅπλον γὰρ σωτηρίας ἀκαταμάχητον ὁ σταυρὸς ἐδόθη τῷ γένει τῶν ἀνθρώπων. ἀκούσομαι Ὁ ἄνθρωπος ὁ πιστεύσας ἐξεδέχετο τὴν τῶν εὐαγγελίων (τοῦ εὐαγγελίου) φωνήν. ὅτι λαλήσει Ἐν τῷ εἰπεῖν· εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν. καὶ ἐπὶ τοὺς ὁσίους Πρῶτον γὰρ τοῖς ἀποστόλοις κηρύττει τὴν εἰρήνην καὶ δι’ αὐτῶν τοῖς ἐπιστρέφουσιν ἐν ὅλῃ καρδίᾳ.
πλὴν ἐγγύς Καθὼς φησὶν ἡ γραφή· ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονιεῖ· ἤγγισε γὰρ ἡ σωτηρία τῶν ἀνθρώπων. τοῦ κατασκηνῶσαι Ἐσκήνωσε γὰρ ἐν τῷ ἀνθρώπῳ ἡ θεότης· γῆ γὰρ ὁ ἄνθρωπος, δόξα δὲ ἡ θεότης. ἔλεος Ὁ Χριστὸς καὶ ἡ παρθένος [ἡ θεοτόκος]· κατεσκήνωσε γὰρ ἐν αὐτῇ ὁ λόγος καὶ θεός. δικαιοσύνη Ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον. ἀλήθεια Ἀλήθεια ἐκ τῆς γῆς ἡ παρθένος ἡ θεοτόκος· ἀληθείᾳ γὰρ παρθένος, ἀληθείᾳ μήτηρ. δικαιοσύνη δὲ ἐκ τοῦ οὐρανοῦ ὁ Χριστός. δίκαιος γὰρ ὤν, πρὸς ἀλήθειαν δικαιοσύνην εἰργάσατο, τὴν παρθένον καὶ μητέρα ποιήσας καὶ παρθένον φυλάξας. καὶ γὰρ ὁ κύριος Ἐπιστρέψας πάντας πρὸς (εἰς) τὴν ἀλήθειαν. καὶ ἡ γῆ Λέγει τὸν σταυρὸν καὶ τὴν θεοτόκον· ταῦτα γὰρ ἐκ τῆς γῆς. δικαιοσύνη Οἱ προφῆται, οἱ κηρύξαντες τὴν αὐτοῦ παρουσίαν. καὶ θήσει Τῶν ἀποστόλων καταρτίσας τοὺς δρόμους εἰς τὴν ὁδὸν τοῦ εὐαγγελίου.
Προσευχὴ τῷ Δαυὶδ [τουτέστι τῷ Χριστῷ]· Δαυὶδ ἱκανὸς χειρὶ ἑρμηνεύεται, ὁ Χριστὸς δὲ δυνατὸς χειρὶ ὡς θεός. κλῖνον Φωνὴ [τοῦ προφήτου ἐκ προσώπου] τοῦ Ἀδὰμ αὕτη. ὅτι πτωχός Παραβὰς γὰρ ὁ Ἀδάμ, ἀπώλεσε τὸν πλοῦτον, ὃν ἐπιστεύθη παρὰ τοῦ θεοῦ. φύλαξον Ἐν ἀκακίᾳ γὰρ ψυχῆς συνηρπάγη (συνηρπάσθη) ὑπὸ τοῦ ὄφεως διὰ τῆς γυναικός. σῶσον Σὺ γὰρ οἶδας, κύριε, φησὶν ὁ Ἀδάμ, ὅτι εἰ καὶ ἔπεσα (ἔπταισα) ἄκων, ἀλλ’ ἄλλον θεὸν οὐκ οἶδα. ἐλέησόν με Ὅλας γὰρ τὰς ἡμέρας βοῶν ὁ Ἀδὰμ οὐκ ἠμέλησεν. εὔφρανον Δός μοι, φησὶν ὁ ἄνθρωπος, τὴν μυστικὴν τράπεζαν, ἵνα δι’ αὐτῆς ἑκάστοτε εὐφραίνηται (σώζηται) ἡ ψυχή μου. ὅτι πρὸς σέ Οὔτε γὰρ ἐγὼ ἐξουσιάζω τῆς ψυχῆς μου, σὸν γάρ ἐστιν ἐμφύσημα. ὅτι σύ, κύριε Τίνος γὰρ ἡ χρηστότης καὶ εὐσπλαγχνία οὕτως πολλὴ ὡς τοῦ θεοῦ, ὅτι κατῆλθεν ἐξ οὐρανοῦ, ἵνα σώσῃ τὸν ἄνθρωπον. καὶ πολυέλεος Πάντων γὰρ τῶν βοώντων ἐπακούει (ὑπακούει) ὁ θεὸς ὡς συμπαθὴς <καὶ> ὡς ἐλεήμων. ἐνώτισαι Τουτέστιν μὴ παρέργως (πάρεργος) ἀκούσῃς μου, ὡς ῥυπωθέντος, ἀλλὰ σὺ ὁ θεὸς ἐλέησόν [με]. καὶ πρόσσχες Τουτέστιν πρόσσχες, ποίαν [αὐτὴν τὴν ἀληθινὴν προσευχὴν σὺ οἶδας] καὶ μετὰ ποίας καρδίας προσφέρω. ἐν ἡμέρᾳ Ὅτε, φησί, ὁ ἄνθρωπος ἤσθιε τὰ κεράτια, κόρος δὲ οὐδαμοῦ οὔτε σκέπη οὔτε ἀντίληψις, τότε ἔγνω ὁ ἄνθρωπος ὅτι εἰσηκούσθη.
οὐκ ἔστιν ὅμοιος Τίς γὰρ θεοφόρος ἢ δίκαιος ἐξισοῦται τῇ ἀγαθότητι τοῦ θεοῦ, ἢ τίς θεὸς ὡς ὁ θεὸς ἡμῶν, ὅτι οὐ παρεῖδε τὸν ἄνθρωπον πεσόντα; καὶ οὐκ ἔστιν Τίς γὰρ ἐξιχνιάσει τὰ ἔργα αὐτοῦ ἢ τίς ἱκανὸς διηγήσασθαι (ἐξηγήσασθαι) τὰ μεγαλεῖα αὐτοῦ (τοῦ θεοῦ); πάντα τὰ ἔθνη Ποῦ; εἰς τὴν κοίλαδα τοῦ κλαυθμῶνος. οὕτως γὰρ γέγραπται· καὶ συνάξω πάντα τὰ ἔθνη εἰς τὴν κοίλαδα Ἰωσαφάτ. καὶ προσκυνήσουσιν Τότε γὰρ πάντα τὰ ἔθνη ὑποτάσσονται τῷ θεῷ, θεωροῦντες τὴν δόξαν αὐτοῦ. ὅτι μέγας εἶ σύ Τίς γὰρ τότε ἱκανὸς ἀποβλέψαι εἰς τὴν ἡμέραν ἐκείνην, ἐν ᾗ πάντες τῷ φόβῳ καὶ τῷ τρόμῳ ἀναβράσσονται. ὁδήγησόν με Ἐν τῷ αἰῶνι τούτῳ, φησὶν ὁ ἄνθρωπος, ὁδήγησόν με ἐν τῇ ὁδῷ τῆς ἀληθείας, ἵνα τότε εὕρω παρρησίαν ἐνώπιόν σου, ὁ θεός μου. εὐφρανθήτω Οὐδὲν γὰρ τῆς εὐφροσύνης ἐκείνης ἀνώτερον τοῦ ἔχειν ἀεὶ τὸν φόβον τοῦ θεοῦ. ἐξομολογήσομαι Ὁ πρωτόπλαστος <ἄνθρωπος> εὐχαριστεῖ τῷ θεῷ, ὅπως σωθεὶς ἀνακαινισθῇ. καὶ δοξάσω Καὶ ἐν τούτῳ καὶ ἐν τῷ μέλλοντι αἰῶνι οἱ δίκαιοι σωθήσονται (δοξάζουσι τὸ ὄνομα τοῦ κυρίου). ὅτι τὸ ἔλεος Ὁ ἄνθρωπος φησίν, ὅτι οὕτως με πεσόντα οὐ παρεῖδες, ἀλλ’ ἠλέησάς με ὡς θεός. καὶ ἐρρύσω Ἡνίκα κατελθὼν εἰς τὸν ᾅδην, ὁ Χριστὸς ἠλευθέρωσε τὴν ψυχὴν τοῦ Ἀδάμ, πολλῷ χρόνῳ κατεχομένην. ὁ θεός Οἱ δαίμονες γὰρ ἐπανέστησαν τῷ ἀνθρώπῳ, ὡς οἱ Ἰουδαῖοι κατὰ τοῦ Χριστοῦ.
καὶ συναγωγή Οἱ ἰουδαϊκοὶ ἄρχοντες· ἐζήτουν γὰρ ἀποκτεῖναι τὸν κύριον διὰ φθόνον. οὐ προέθεντο Οὐ γὰρ ἠβουλήθησαν δέξασθαι τὸν Χριστόν (κύριον), καθὼς εἶπεν· εἰς τὰ ἴδια ἦλθε καὶ οὐκ ἔλαβον αὐτόν. καὶ σύ, κύριε Οὐ γὰρ ἐπιβλέπεις ἐπὶ κακίας ἀνθρώπων, ἀλλὰ φείδῃ πάντων ὡς φιλάνθρωπος. μακρόθυμος Ἄμετρος γὰρ ἡ μακροθυμία τοῦ θεοῦ ἐπὶ τοὺς ἁμαρτάνοντας καὶ τὸ ἔλεος πολύ, ἐκδεχόμενος πάντας εἰς μετάνοιαν. ἐπίβλεψον Ὁ Ἀδὰμ παρακαλεῖ τὸν θεόν. δὸς τὸ κράτος Τὴν σφραγῖδα ἐπεζήτει τοῦ βαπτίσματος καὶ τὸ ἔνδυμα τῆς ἀφθαρσίας· δι’ αὐτῶν γὰρ ἐκραταιώθη ὁ ἄνθρωπος. καὶ σῶσον Νῦν τοῦ προφήτου τὸ ῥῆμα. ποίησον Τουτέστιν φησὶν ὁ προφήτης· εἰς πέρας ἔλθωσιν οἱ λόγοι, οὓς προεκήρυξα. καὶ ἰδέτωσαν Οἱ Ἰουδαῖοι, ὅταν ἴδωσι τὸν Χριστὸν ἐκ νεκρῶν ἀναστάντα, τότε καταισχύνονται. ὅτι σύ, κύριε Ἐβοήθησε γὰρ ὁ Χριστὸς ἐλθὼν τῷ ἀνθρώπῳ καὶ προσήγαγεν αὐτῷ παράκλησιν αἰωνίαν, παρασχὼν αὐτῷ τὴν μυστικὴν τράπεζαν.
Τοῖς υἱοῖς Κόρε ψαλμὸς ᾠδῆς Περὶ τῶν πιστευσάντων ἀπὸ τοῦ λαοῦ αἰνίττεται ὁ προφήτης. Οἱ θεμέλιοι Τοῦ Χριστοῦ· ἐν αὐτοῖς γὰρ ἐθεμελίωσε τὴν ἐπαγγελίαν τοῦ πατρὸς ἐν τῷ ὄρει Σιών, ἐν τῷ Γολγοθᾶ, ἐν τῷ ὄρει τῶν ἐλαιῶν. ἀγαπᾷ κύριος Καὶ γὰρ ἀγαπᾷ [κύριος τὴν ἐκκλησίαν]· κεκλεισμένων γὰρ αὐτῶν, εἰσῆλθεν ὁ κύριος καὶ τοῖς μαθηταῖς ἑαυτὸν ἀνεφάνισεν. ταύτας οὖν ἀγαπᾷ ὑπὲρ τὰς συναγωγὰς τῶν Ἰουδαίων. δεδοξασμένα Περὶ τῆς νέας Ἰερουσαλὴμ ὁ λόγος, ὅτι αὕτη κατέχει τὰ πραχθέντα ἐν αὐτῇ μυστήρια. περὶ γὰρ αὐτῆς ἐλέχθη, ὅτι πόλις ἐστὶ τοῦ μεγάλου βασιλέως. μνησθήσομαι Ῥαὰβ πλατυσμὸς ἑρμηνεύεται καὶ Βαβυλὼν σύγχυσις. οἱ γὰρ τὸν ῥυπαρὸν βίον ἀσκήσαντες καὶ τῇ συγχύσει τῶν δαιμόνων βαρηθέντες, οὗτοι ἐπέγνων τὸν θεόν, ὅ (ὅς) ἐστιν ἡ ἐκκλησία ἡ ἐξ ἐθνῶν, ὧν καὶ μνημονεύειν ἐπαγγέλλεται. καὶ ἰδοὺ ἀλλόφυλοι Οἱ πεσόντες τῇ πτώσει τῶν εἰδώλων· ἀλλόφυλοι γὰρ πίπτοντες ἑρμηνεύονται. καὶ οἱ ἐν τῇ συγχύσει τῆς πλάνης· Τύρος γὰρ σύγχυσις ἑρμηνεύεται. καὶ οἱ ταπεινωθέντες ὑπὸ τῶν δαιμόνων·
Αἰθιοπία γὰρ ταπείνωσις ἑρμηνεύεται. οὗτοι οὖν ὡς ἀπεξενωμένοι τοῦ θεοῦ ἐγενήθησαν ἐκεῖ. ποῦ; ἐν τῇ παρουσίᾳ τοῦ Χριστοῦ, πιστεύσαντες καὶ σωθέντες. μήτηρ Σιών Ὡς μήτηρ γὰρ ἡ Σιὼν τρέφει τὸν ἄνθρωπον· ἐν αὐτῇ γὰρ πρῶτον ἐζυμώθη ὁ ἄρτος τῆς ζωῆς, ὅ ἐστι τὸ σῶμα τοῦ Χριστοῦ. καὶ ἄνθρωπος Ὁ Χριστός, ὡς ἄνθρωπος γεννηθεὶς ἐν αὐτῇ καὶ προσενεχθεὶς ὡς ἀμνός. καὶ αὐτός Ἐν αὐτῇ γὰρ ἐθεμελίωσε τὰ μυστήρια τῆς οἰκείας σαρκός, ἅτινα λυθῆναι οὐ δύνανται. κύριος διηγήσεται Διὰ γὰρ τῶν γραφῶν (προφητῶν) τοῖς μετέπειτα λαοῖς διηγήσατο ὁ θεὸς τὰ ἑαυτοῦ μεγαλεῖα (μυστήρια). καὶ ἀρχόντων τούτων Τῶν ἀποστόλων· αὐτοὶ γὰρ ἐν τῇ Σιὼν ἐπολιτεύθησαν· δι’ αὐτῶν γὰρ τὸ κήρυγμα τοῖς ἔθνεσι ἀπεστάλη.
Διάψαλμα· διαστολὴ τοῦ λόγου. ὡς εὐφραινομένων Πάντων γὰρ εὐφροσύνη ἐγένετο τὸ σῶμα καὶ τὸ αἷμα Χριστοῦ, [ἡ διδαχὴ τῶν ἀποστόλων], τῶν κατοικούντων ἐν τῇ πίστει Χριστοῦ καὶ θεοῦ ἡμῶν. ᾨδὴ ψαλμοῦ—συνέσεως Ἀιθὰμ τῷ Ἰσραηλίτῃ Ἡ προφητεία σημαίνει τὸν θάνατον τοῦ Χριστοῦ καὶ τὸ πάθος καὶ τοῦ λαοῦ τῶν Ἰουδαίων τὴν πρὸς τὸν Χριστὸν ἔχθραν. κύριε ὁ θεός Νυκτὸς τὸ πάθος, ἡμέρας ὁ σταυρός· ὅλην γὰρ τὴν ἡμέραν διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου. εἰσελθέτω Ἐκ προσώπου τοῦ Ἀδὰμ ὁ Χριστὸς ὡς ἄνθρωπος προσηύχετο. κλῖνον τὸ οὖς Εἰς τὴν δέησιν, ἣν ὑπὲρ τοῦ ἀνθρώπου προσφέρω, φησὶ ὁ κύριος πρὸς τὸν πατέρα. ὅτι ἐπλήσθη Ἡ ψυχὴ τοῦ Ἀδὰμ ὑπὸ τῶν δαιμόνων ἐμπαιζομένη· ταύτην δὲ ἀνεδέξατο ὁ κύριος. καὶ ἡ ζωή Λέγει περὶ τοῦ Χριστοῦ, ὅτι ἐγεύσατο θάνατον (θανάτου σαρκί). προσελογίσθην Ἐγενήθην ὡς εἷς τῶν θνητῶν ἀνθρώπων, τῶν εἰς τὰ μνήματα τιθεμένων τῆς γῆς. λέγει δὲ τὸν τάφον τὸν δεσποτικόν. ἐγενήθην Ἐνομίσθην ὡς εἷς τῶν θνητῶν ἀνθρώπων, μὴ ἔχων βοήθειαν, ἀλλ’ ἐγὼ ὑπέτασσον τὸν θάνατον, ἐλεύθερος ὢν ἀπὸ τῶν ἐχθρῶν (νεκρῶν). ὡσεὶ τραυματίαι Ὡς ἀπ’ αἰῶνος νεκροὶ κείμενοι ἐν τοῖς τάφοις, ὧν οὐδεὶς ἐμνήσθη ποτέ. καὶ αὐτοί Ὅσοι μὴ γνόντες τὸν θεὸν ἀπέθανον. ἔθεντό με Τὸν Χριστὸν οἱ Ἰουδαῖοι ἐν τῷ μνήματι [φησὶν ὁ κύριος]. ἐν σκοτεινοῖς Πᾶς γὰρ τάφος σκιὰ θανάτου καὶ σκότους ἐργαστήριον.
ἐπ’ ἐμέ Ἐγὼ γὰρ περὶ (ὑπὲρ) πάντων ἀπέθανον, ἵνα τὸν θυμὸν παύσω, τὸν κατὰ τοῦ ἀνθρώπου. καὶ πάντας Τοὺς μετεωρισμοὺς λέγει, τουτέστιν τὰ ὑψηλὰ φρονήματα τῶν ὑπερηφάνων, καὶ ἀνθρώπων καὶ δαιμόνων, διῆλθον ἐπ’ ἐμὲ καὶ ἐβάσταξα διὰ τὸν ἄνθρωπον.
Διάψαλμα· μεταβολὴ τοῦ λόγου. ἐμάκρυνας Ἰουδαίους ὁ λόγος αἰνίττεται· ἦσαν γὰρ φίλοι θεοῦ καὶ ἐμακρύνθησαν δι’ ἀπιστίαν. ἔθεντό με Ἐβδελύξαντο γὰρ τὸν Χριστὸν ὡς δαιμονιῶντα. παρεδόθην Ἐκράτησαν γὰρ τὸν Χριστόν, ἀλλ’ οὐκ ἀπέκρυψεν ἑαυτὸν ἀπ’ αὐτῶν, ἀλλ’ ὑπέμεινεν ἑκουσίως. οἱ ὀφθαλμοί Οὗτος γάρ ἐστιν ὁ λέγων· αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλῖναι (θεῖναι). καὶ ἐκέκραξα Ὅταν ἐπὶ τοῦ σταυροῦ ἔκραξεν ὁ κύριος· ἐλωεί, ἐλωεί. διεπέτασα Ἐπὶ τοῦ σταυροῦ ὁ Χριστὸς ἐκτεταμένος. μὴ τοῖς νεκροῖς Τοὺς νεκρωθέντας λέγει τῇ ἁμαρτίᾳ καὶ ἀπιστίᾳ· οὗτοι γὰρ θεωροῦντες τὰ θαυμάσια (θαύματα) οὐ κατανύγονται. ἢ ἰατροί Οὔτε γὰρ αἰσθητοὶ ἰατροὶ οὔτε νοητοὶ δυνήσονται ἀναστῆσαι τοὺς ἅπαξ κεκαρωμένους τῇ ἁμαρτίᾳ καὶ κειμένους. μὴ διηγήσεται Ὅταν γὰρ εἰς τὸν λάρυγγα τοῦ διαβόλου, περὶ οὗ γέγραπται· τάφος ἀνεωγμένος ὁ λάρυγξ αὐτοῦ, εἰσέλθῃ ὁ ἄνθρωπος, οὐκέτι ἐλπίδα ἔχει ζωῆς, ὥστε διηγεῖσθαι τὰ ἐλέη τοῦ θεοῦ (κυρίου). καὶ τὴν ἀλήθειαν Περὶ γὰρ ἐκείνου λέγει· καὶ ἔσται ἐν τῷ στόματι αὐτοῦ ἀπώλεια· ἀλήθεια γὰρ ἐκεῖ οὐκ αὐλίζεται. μὴ γνωσθήσεται Οἱ γὰρ ἅπαξ ἐσκοτισμένοι τῇ πλάνῃ οὐκ ἐπιγινώσκουσι τὰ θαυμάσια τοῦ κυρίου. καὶ ἡ δικαιοσύνη Ἐν γὰρ τῇ γηΐνῃ πολιτείᾳ δικαιοσύνη θεοῦ οὐ γνωρίζεται οὔτε συνίσταται.
κἀγὼ κύριε Ὁ υἱὸς πρὸς τὸν πατέρα, [ἵνα ῥυσθῇ ἀπὸ πάσης θλίψεως]. καὶ τὸ πρωί Τῇ ὥρᾳ τῆς ἀναστάσεως προσεδέχθη ἡ προσευχὴ τοῦ ἀνθρώπου· ὄρθρου γὰρ ἡ ἀνάστασις <ἐγένετο>. ἵνα τί Ὡς ἄνθρωπος γὰρ ὁ Χριστὸς λαλεῖ, ἵνα βεβαιώσῃ τὴν ἐνανθρώπησιν. ἀποστρέφεις Ἐκ προσώπου τοῦ Ἀδὰμ ὁ Χριστὸς φησίν· ὅσον γὰρ ὤφειλεν ὁ Ἀδάμ, ὁ Χριστὸς ἀποδίδωσιν. πτωχός εἰμι Ἑκουσίως γὰρ ἀνεδεξάμην καὶ πτωχείαν καὶ κόπον, ἵνα σώσω τὸν ἄνθρωπον, φησὶν ὁ Χριστός. ὑψωθείς Ὑψωθεὶς γὰρ ἐπὶ τοῦ σταυροῦ ὁ Χριστὸς καὶ γευσάμενος θανάτου, ὡς ἄτιμος ἐλογίσθη καὶ ἐξεμυκτηρίσθη ὑπὸ πάντων ὡς ἄνθρωπος ταπεινός. ἐπ’ ἐμέ Οἷς γὰρ ὠργίσθης σὺ καὶ ἀπέρριψας, οὗτοι διῆλθον ἐπ’ ἐμέ, μαστίζοντες καὶ ἐμπαίζοντές με. καὶ οἱ φοβερισμοί Τὰ στοιχεῖα σαλευόμενα καὶ ἡ γῆ κλονουμένη, ἐταράσσετο ὁ κυριακὸς ἄνθρωπος συγχωρούσης τῆς θεότητος. ἐκύκλωσάν με Οἱ Ἰουδαῖοι ὡς ὕδωρ, τουτέστιν ἀνυπόστατοι, χεόμενοι ὧδε καὶ ἐκεῖσε ὡς ὕδωρ. ὅλην τὴν ἡμέραν Ὅλην γὰρ τὴν ἡμέραν τοῦ πάθους οὐκ ἀπέστησαν κυκλοῦντες καὶ κολαφίζοντες καὶ ἐμπαίζοντες τὸν Χριστὸν (ἐμπτύοντες τῷ Χριστῷ) οἱ Ἰουδαῖοι. ἐμάκρυνας Τότε γὰρ οἱ ἀπόστολοι ἔφυγον πάντες· φίλοι γὰρ καὶ πλησίοι τοῦ Χριστοῦ [ἐν ἀληθείᾳ] αὐτοὶ ἦσαν (εἰσὶν) καὶ μάλιστα Πέτρος [καὶ Ἰωάννης].
καὶ τοὺς γνωστούς Πάντες γὰρ οἱ γνωστοί, ὡς γέγραπται, εἱστήκεισαν ἀπὸ μακρόθεν, μή ποτε, οἷα εἰκός, καὶ αὐτοὶ συλληφθῶσιν.
Συνέσεως Αἰθὰμ τῷ Ἰσραηλίτῃ Εἰς σύνεσιν, φησί, τῷ Ἰσραὴλ διὰ τὸ μὴ μολύνεσθαι εἰδωλικαῖς θυσίαις. Αἰθὰμ γὰρ ἑρμηνεύεται αἷμα. τὰ ἐλέη σου Ὁ λαὸς ὁ ἐξ ἐθνῶν σωθεὶς παρὰ θεοῦ ἀδιαλείπτως ᾄδει τὰ ἐλέη <μυστήρια> τοῦ θεοῦ καὶ θαυμάζει. εἰς γενεάν Τίς γάρ ποτε παρασιωπῆσαι δύναται καὶ μὴ λαλεῖν τὴν ἀλήθειαν τοῦ θεοῦ καὶ (ἐν) γενεαῖς πάσαις ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι. ὅτι εἶπας Ὥστε μὴ ἐκλείπειν, ἀλλὰ μένειν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. ἐν τοῖς οὐρανοῖς Ἐν γὰρ τοῖς οὐρανοῖς ἀπόκειται ἡ ἀλήθεια· ἐπὶ γῆς γὰρ σπανίως εὑρίσκεται. διεθέμην Τοῖς ἀποστόλοις· αὐτοὺς γὰρ ἐξελέξατο ὁ κύριος καὶ ὅσοι δι’ αὐτοὺς (αὐτῶν) ἐπίστευσαν. αὐτοῖς γὰρ ἐπίστευσε τὴν τῶν εὐαγγελίων διαθήκην. ὤμοσα Ἐπειδὴ ἐξ αὐτοῦ τὸ κατὰ σάρκα, διὰ τοῦτο τὰ πιστὰ αὐτῷ <πιστὸν αὐτὸν> ἐφύλαξεν ὁ θεός. ἕως τοῦ αἰῶνος Τὴν παρθένον λέγει τὴν θεοτόκον, ὅτι ἐκ τοῦ Δαυὶδ κατάγεται, αὕτη δὲ μένει εἰς αἰῶνα αἰῶνος ἀνεξάλειπτος. καὶ οἰκοδομήσω Λέγει τὸν Χριστόν, ὅτι θρόνον ἔχει (ἔσχε) τὴν παρθένον καὶ ὅτι αἰώνιος ὑπάρχει.
Διάψαλμα· μετάθεσις τῆς προφητείας. [ἢ προσώπου ἐναλλαγὴ ἢ διανοίας μεταβολὴ ἢ ἄλλως ἀπαλλαγή. ἢ διάψαλμά ἐστι μουσικοῦ μέλους ἢ ῥυθμοῦ προτροπῆς γενομένης ἢ διανοίας ἐναλλαγή. ἔγραψαν τὸ διάψαλμα οἱ ἑρμηνεύσαντες ἄρχοντες, οἱ ἐκλεχθέντες παρὰ τοῦ βασιλέως Δαυὶδ ἐκ τῆς φυλῆς Λευί, Ἀσὰφ ὁ υἱὸς Κόρε, Αἰμάν, Αἱθάμ, Ἰδιθούμ.] ἐξομολογήσονται Οἱ νοητοί· εἰσὶ δὲ οἱ ἀπόστολοι καὶ ὅσοι οὐράνιον τὸν βίον ἔχουσιν, οὗτοι τὰ θαυμάσια τοῦ κυρίου (θεοῦ) ἐξαγγέλλουσι. καὶ τὴν ἀλήθειαν Ἐν τῇ συνόδῳ τῇ παγκοσμίῳ· αὕτη γὰρ πρὸς ἀλήθειαν ἐκκλησία μεγάλη καὶ σύστημα ἁγίων. ὅτι τίς ἐν νεφέλαις Τίς γὰρ ἴσα τῶν νεφελῶν τὸν βίον κεκτημένος, ἴσος τῷ κυρίῳ εὑρεθήσεται. καὶ τίς ὁμοιωθήσεται Τίς γὰρ τῶν ἁγίων, ὡς υἱοθεσίας ἀξιουμένων, ὅμοιος τῷ θεῷ εὑρεθῆναι δυνήσεται. ὁ θεός Σφόδρα γὰρ δοξάζεται ὁ θεός, ὅταν οἱ ἅγιοι βουλεύωνται περὶ αὐτοῦ καὶ τῆς αἰωνίου ζωῆς. μέγας καὶ φοβερός Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ μάλιστα, ὅταν καθίσῃ ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καθὼς γέγραπται. πᾶς γὰρ ὁ κόσμος τότε κύκλῳ αὐτοῦ ἐκτέταται ἐν φόβῳ καὶ τρόμῳ. κύριε ὁ θεός Τότε βοήσουσιν οἱ ἅγιοι πάντες, δοξάζοντες τὴν αὐτοῦ δύναμιν. δυνατὸς εἶ Τότε γὰρ γνώσονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς τὴν ἀκατάληπτον δύναμιν τοῦ Χριστοῦ, κύκλῳ δὲ αὐτοῦ ἡ ἀλήθεια. ἀπροσωπόληπτος γὰρ ὑπάρχει ὁ θεός.
σὺ δεσπόζεις Ἔστι μὲν νοεῖν καὶ τὴν θάλασσαν τὴν μεγάλην· λέγει δὲ καὶ τὴν τοῦ βίου, ὡς πολυτάραχον καὶ ἐν σάλῳ οὖσαν. καὶ τὸν σάλον Καὶ ταύτην καὶ ἐκείνην ὁ Χριστός ἐστι ὁ κρατῶν, καταπραΰνων ἀμφοτέρων τὴν ζάλην. σὺ ἐταπείνωσας Τὸν διάβολον καὶ τοὺς αὐτὸν ζηλοῦντας ἐν ὑπερηφανίᾳ· ὡς ὁ σφαγεὶς καὶ κείμενος νεκρός, οὕτως πίπτουσιν οἱ ὑπερήφανοι. καὶ ἐν τῷ βραχίονι Ἐν τῷ βραχίονι γὰρ τοῦ πατρὸς ὡς θεοῦ δύναμις καὶ θεοῦ σοφία· ἐν αὐτῷ γὰρ ἐσκορπίσθησαν οἱ δαίμονες καὶ ὅσοι τούτοις ἐζήλωσαν. σοί εἰσιν Τουτέστιν καὶ τῶν οὐρανῶν καὶ τῆς γῆς σὺ βασιλεύεις, καὶ τῶν αἰσθητῶν οὐρανῶν καὶ τῶν νοητῶν, καὶ τῆς αἰσθητῆς γῆς καὶ τῆς νοητῆς. τὴν οἰκουμένην Πᾶσαν μὲν γὰρ [τὴν οἰκουμένην] σὺν τοῖς κατοικοῦσι. λέγει δὲ καὶ τὴν μέλλουσαν, καθὼς ὁ ἀπόστολος φησί, περὶ ἧς καὶ λαλοῦμεν. τὸν βορρᾶν Σὺ γὰρ τοὺς ἀνέμους τῇ θαλάσσῃ προσένειμας, ἵνα δῷς καὶ ἐν τοῖς ὕδασιν ἐργασίαν.
Θαβώρ Ἐπειδὴ καὶ ταῦτα ὄρη ἐλάχιστα ὄντα πολλῆς ἠξιώθησαν δόξης· ἐν γὰρ τῷ Θαβὼρ μετεμορφώθη ὁ κύριος, ἐκ δὲ τοῦ Ἑρμωνιεὶμ ἀνελήφθη Ἠλίας· καὶ διὰ τοῦτο ἠγαλλιάσαντο ἐν τῷ θεῷ. σὸς ὁ βραχίων Τοῦ πατρὸς ὁ υἱός, τοῦ υἱοῦ ἡ σὰρξ ἡ ἁγία.
Χριστὸς γὰρ θεοῦ δύναμις καὶ θεοῦ σοφία. κραταιωθήτω Κατὰ τῶν ἐχθρῶν σου, καὶ τῶν αἰσθητῶν καὶ τῶν νοητῶν. δικαιοσύνη Τότε ὅταν μέλλῃ κρίνειν πάντα τὰ ἔθνη· ὁ γὰρ θρόνος τοῦ θεοῦ δικαιοσύνης καὶ κρίματος πλήρης. ἔλεος καὶ ἀλήθεια Ἡ γὰρ δευτέρα παρουσία μετὰ παρατάξεως πολλῆς καὶ φρικτῆς δυνάμεως ἔρχεται. προηγοῦνται δὲ τὸ ἔλεος καὶ ἡ ἀλήθεια. τὸ μὲν ἔλεος διὰ τὸ ἐλεῆσαι, ἀλήθεια δὲ ὅτι οὐκ ἔστι προσωποληψία παρὰ τῷ θεῷ. μακάριος ὁ λαός Τότε γὰρ μακαρίζονται, ὅσοι διὰ προσευχῆς καὶ ψαλμῶν δοξάζοντες τὸν θεὸν οὐκ ἐπαύσαντο· μακαρίζονται δὲ τῶν ἀμοιβῶν ἀξιούμενοι. κύριε, ἐν τῷ φωτί Ὅσοι τότε τὰς ἀμοιβὰς τῶν ἔργων ἀπολαμβάνουσιν (κομίζονται), ἐν φωτὶ ἀληθινῷ χαίρουσιν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. καὶ ἐν τῷ ὀνόματι Οἱ ἅγιοι πάντες ἀγαλλιῶνται ὅλον τὸν αἰῶνα (ὅλην τὴν ἡμέραν). καὶ ἐν τῇ δικαιοσύνῃ Ὑψηλὸν τὸν βίον ποιήσαντες καὶ διὰ τοῦτο ὑψούμενοι ἐνδόξως. ὅτι τὸ καύχημα Ὁ Χριστὸς τῶν ἁγίων· ἐν αὐτῷ γὰρ σεμνύνονται καὶ ἐν τῷ αἰῶνι τούτῳ καὶ ἐν τῷ μέλλοντι. καὶ ἐν τῇ εὐδοκίᾳ Τῶν πιστῶν πάντων ἐν τῷ θελήματι τοῦ Χριστοῦ ὑψώθη τὸ καύχημα καὶ ἡ ἰσχύς. ὅτι τοῦ κυρίου Τοῦ λαοῦ τοῦ πιστοῦ, ὅ ἐστι τῶν ἐθνῶν, ὁ Χριστὸς ἀντελάβετο ὡς βασιλεὺς Ἰσραήλ, ὡς εἶδος καὶ ὅρασις τοῦ θεοῦ, ὅ ἐστιν Ἰσραήλ.
τότε ἐλάλησας Τοῖς προφήταις πᾶσι προλέγων τὰ ἑαυτοῦ μυστήρια καὶ τὴν ἔλευσιν [καὶ τὴν δευτέραν αὐτοῦ παρουσίαν]. καὶ εἶπας Διὰ τοῦ Χριστοῦ, ὅ ἐστιν ὁ κυριακὸς ἄνθρωπος, τὴν βοήθειαν τοῦ γένους ἡμῶν. ὕψωσα Λέγει μὲν τὸν Δαυίδ, νοεῖται δὲ ὁ Χριστός. εὗρον Ἐνταῦθα αἰνίττεται τὸν Χριστόν, ἐκ τοῦ Δαυὶδ γὰρ τὸ κατὰ σάρκα. ἐν ἐλέει Τότε μὲν τὸν Δαυὶδ τῷ ἐλαίῳ τῆς χρίσεως, νῦν δὲ τῷ ἐλαίῳ τῆς χάριτος τοὺς προσερχομένους τῷ βαπτίσματι. ἡ γὰρ χείρ Ἡ δεξιὰ τοῦ πατρὸς τῷ υἱῷ (τὸν υἱόν) [καὶ ἡ χάρις τοῦ ἁγίου πνεύματος τὸν βαπτισθέντα]. καὶ ὁ βραχίων Λέγει μὲν τὸν Δαυὶδ κατὰ τῶν πολεμίων· ἔστι δὲ ὁ Χριστὸς νικήσας τὸν πόλεμον τοῦ ἐχθροῦ ἐπὶ τοῦ σταυροῦ. οὐκ ὠφελήσει Οὔτε γὰρ ὁ διάβολος οὔτε οἱ Ἰουδαῖοι ὠφέλησάν τι κατὰ τοῦ Χριστοῦ γενόμενοι. καὶ υἱὸς ἀνομίας Αἰνίττεται τὸν Ἰούδαν ὡς υἱὸν ἀνομίας, ὅτι οὐκέτι δύναταί τι κατὰ Χριστοῦ λογίσασθαι. χρὴ δὲ νοεῖν τὸν διάβολον, ὅτι οὐκέτι ἐξουσιάζει τοῦ ἀνθρώπου, ἀφ’ οὗπερ ἐσφραγίσθη τῷ ὀνόματι τοῦ Χριστοῦ καὶ θεοῦ. καὶ συγκόψω Ἀπὸ προσώπου τοῦ ἀνθρώπου τοὺς δαίμονας· οὗτοι γὰρ πρὸς ἀλήθειαν ἐχθροὶ τοῦ ἀνθρώπου, ἐνεκρώθησαν δὲ τῇ ἐπιδημίᾳ τοῦ Χριστοῦ. καὶ τοὺς μισοῦντας Τοὺς Ἰουδαίους· οὗτοι γὰρ τὸν Χριστὸν ἐμίσησαν (ἐμίσουν). καὶ ἡ ἀλήθεια Μετὰ τοῦ Χριστοῦ· αὐτῷ γὰρ μόνῳ ταῦτα πρέπει. καὶ ἐν τῷ ὀνόματι Αὐτὸς γὰρ ἄκρα <κέρας> καὶ δύναμις τοῦ πατρός.
καὶ θήσομαι Ἐν τῇ θαλάσσῃ τοῦ βαπτίσματος· τῇ χειρὶ γὰρ τοῦ θεοῦ δυναμοῦται, καὶ ἡ αἰσθητὴ θάλασσα χειρὶ θεοῦ κρατεῖται. καὶ ἐν ποταμοῖς Λέγει τὰ δάκρυα τῆς μετανοίας· καὶ αὐτὰ γὰρ εἰς τὴν δεξιὰν τοῦ θεοῦ εἰσέρχονται καὶ οἱ ποταμοὶ οἱ αἰσθητοὶ τῇ δεξιᾷ τοῦ θεοῦ χαλινοῦνται. αὐτὸς ἐπικαλέσεται Ἐν τῷ λέγειν τὸν Χριστόν· πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο. θεός μου Ἐν τῷ λέγειν τὸν Χριστὸν τοῖς ἀποστόλοις· πορεύομαι πρὸς τὸν θεόν μου καὶ θεὸν ὑμῶν. κἀγὼ πρωτότοκον Τὸν Χριστόν, καθὼς ὁ [ἀπόστολος] Παῦλος φησί· πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς (πρωτότοκος ὁ πρὸ πάσης κτίσεως). ὑψηλόν Πασῶν γὰρ τῶν βασιλειῶν ἀνώτερος ὁ Χριστός, ὡς ποιητὴς καὶ αὐτῶν τῶν βασιλέων [πάντων]. εἰς τὸν αἰῶνα Ἀχώριστος γὰρ ὁ υἱὸς τοῦ πατρὸς καὶ ὁ πατὴρ τοῦ υἱοῦ. καὶ ἡ διαθήκη Πρὸς τὸν Δαυὶδ [ὁ λόγος]· λέγει δὲ διὰ τὸν Χριστόν (κύριον). καὶ θήσομαι Λέγει τὴν παρθένον τὴν θεοτόκον, ὅτι ἐκ τῆς ῥίζης Ἰεσσαὶ ἀνέτειλεν. καὶ τὸν θρόνον Λέγει μὲν τὸν Δαυίδ, νόει δὲ τὸν Χριστόν· τούτου γὰρ ὁ θρόνος (sic slav., graece φθόνος) οὐκ ἐν χρόνῳ (θρόνῳ) κρίνεται. ἐὰν ἐγκαταλίπωσιν Προέλεγεν γὰρ ἡ γραφὴ τὸν Σαλομῶνα ὡς υἱὸν τοῦ Δαυίδ· νόει δὲ καὶ ὅλον τὸ ἔθνος τῶν Ἰουδαίων ὡς υἱοὺς τοῦ θεοῦ λεγομένους. καὶ τοῖς κρίμασιν Σαλομὼν γὰρ ἐγκατέλιπε τὴν ὁδὸν τοῦ πατρὸς καὶ οἱ Ἰουδαῖοι τὸν νόμον.
ἐὰν τὰ δικαιώματα Τῇ πορνείᾳ γὰρ τῇ αἰσθητῇ καὶ νοητῇ ἐμόλυναν τὰ ἅγια τῶν ἁγίων. ἐπισκέψομαι Τῷ σταυρῷ· ἐν αὐτῷ γὰρ συνετρίβησαν ὡς σκεύη κεραμέως, τουτέστιν ὡς ὄστρακα σαθρά [καὶ παντελῶς ἄχρηστα]. καὶ ἐν μάστιξιν Ὥστε πρὸς ἐπιστροφὴν ἀγαγεῖν. τὸ δὲ ἔλεος Τινὲς γὰρ ἐξ αὐτῶν πιστεύσαντες ἐσώθησαν· ἐξ αὐτῶν γάρ εἰσι καὶ (ἐξ αὐτῶν δὲ καὶ) οἱ ἀπόστολοι. οὐδὲ μή Τουτέστιν οὐ νοθεύσω τὴν ἀλήθειαν· οὐ ψεύσομαι, φησί, ὅτι θεὸς ἐγώ εἰμι. οὐδὲ μὴ βεβηλώσω Οὐ ψεύσομαι γάρ, ὅσα διεθέμην πρὸς Ἀβραὰμ τὸν πατέρα αὐτῶν· ἐν γὰρ τῷ πιστεῦσαι πολλοὺς ἐκ τῶν Ἰουδαίων ἡ διαθήκη οὐ παρεθραύσθη. καὶ τὰ ἐκπορευόμενα Θεὸς γὰρ ψεύσασθαι οὐ δύναται, ἀλλ’ ὅσα ἐπηγγείλατο, αὐτοῖς παρέσχεν. ἅπαξ ὤμοσα Ὤμοσα τῷ Δαυὶδ καὶ οὐ ψεύσομαι (οὐκ ἐψευσάμην), φησὶν ὁ θεός· ἐκ γὰρ αὐτοῦ [τὸ κατὰ σάρκα] ἀνέτειλα, ἵνα σώσω τὸν ἄνθρωπον. τὸ σπέρμα Σπέρμα τοῦ θεοῦ οἱ πιστοί. λέγει δὲ καὶ τὴν παρθένον τὴν θεοτόκον. καὶ ὁ θρόνος Ὁ θρόνος τοῦ υἱοῦ ἐνώπιον τοῦ πατρός· ἥλιος γὰρ δικαιοσύνης ὁ Χριστὸς χρηματίζει. καὶ ὡς ἡ σελήνη Περὶ τῆς ἐκκλησίας ὁ λόγος, ὅτι ὡς σελήνη φωτὸς πλήρης. καὶ ὁ μάρτυς Ὁ Χριστός· μάρτυς γὰρ τῆς ἐκκλησίας ὡς νυμφίος αὐτῆς ὑπάρχων.
Διάψαλμα· μετάθεσις τῆς προφητείας. σὺ δὲ ἀπώσω Πρὸς τὸν διάβολον ὁ λόγος· αἰνίττεται δὲ καὶ τὸν Σαούλ. ἀνεβάλου Ἠρνήσατο γὰρ ὁ Σαοὺλ τὸ χρῖσμα, ὃ ἐχρίσατο, τὸ βασιλικὸν καὶ τὸ προφητικόν. κατέστρεψας Φησὶν ὁ Σαοὺλ πρὸς τὸν θεόν· διὰ τί ἀπώσω με καὶ ἐβδελύξω με; ἀπὸ μέρους δὲ ὅλον τὸ ἔθνος λέγει (νοεῖ) τῶν Ἰουδαίων· ἔστι δὲ νοεῖν καὶ τὸν διάβολον. ἐβεβήλωσας Τοῦ λαοῦ τῶν Ἰουδαίων, ὅτι πᾶν τὸ ἁγίασμα αὐτοῦ ἠδαφίσθη εἰς τὴν γῆν. καθεῖλες Νόμον καὶ χάριν καὶ προφήτας· ἐν τούτοις γὰρ ἐσκέποντο οἱ Ἰουδαῖοι, ἀφῃρέθησαν δὲ ἀπ’ αὐτῶν. ἔθου Πάντα γὰρ τὰ δυνατὰ τοῦ λαοῦ κατεφρονήθη ἁμαρτησάντων αὐτῶν. διήρπασαν Οἱ δαίμονες καὶ τὰ ἔθνη διήρπαζον τὸν λαὸν τῶν Ἰουδαίων, ὡς Χαλδαῖοι καὶ οἱ λοιποί· οὗτοι γὰρ ἔξωθεν τῆς ἀληθινῆς ὁδοῦ παρεπορεύοντο. ἐγενήθη Τοῖς ἔθνεσι τοῖς κύκλῳ αὐτῶν· ὠνείδιζον γὰρ τοὺς Ἰουδαίους, ὅτι νόμον ἔχοντες οὐκ ἔπραττον τὰ τοῦ νόμου. ὕψωσας Λέγει μὲν περὶ τοῦ Σαούλ, ὅτι ἐνικήθη ἐν τῷ πολέμῳ καὶ ἀπέθανεν· πλὴν καὶ κατὰ τοῦ λαοῦ ἐπῆραν χεῖρα καὶ Χαλδαῖοι καὶ Ῥωμαῖοι. εὔφρανας Λέγει τὸν Σαούλ, ὅτι ἡττᾶτο ἐν τῷ πολέμῳ, ἀποστὰς ἀπὸ τοῦ θεοῦ. ἀπέστρεψας Ἡ γὰρ ῥομφαία, ἣν εἶχε πρὸς βοήθειαν, αὕτη ἐστράφη [κατ’ αὐτοῦ] καὶ ἐθανάτωσεν αὐτόν. καὶ οὐκ ἀντελάβου Τὸν Σαοὺλ λέγει· ὑπὸ τῶν ἐχθρῶν γὰρ κατεπατήθη καὶ οὐ προσέφυγε τῷ θεῷ, [ἀλλὰ τὴν μαντείαν ἐζήτει].
κατέλυσας Ἀπέρριψε γὰρ αὐτὸν ὁ θεός, ὥστε μηκέτι περὶ καθαρσιῶν θυσίας προσφέρειν. τὸν θρόνον Κατέπεσε γὰρ εἰς τὸ γήϊνον φρόνημα, ὡς καὶ ὁ διάβολος ἀπ’ οὐρανοῦ εἰς τὴν γῆν ἐρρίφη. ἐσμίκρυνας Τουτέστιν ὀλιγοχρόνιον ἔταξεν ὁ θεὸς [εἰς] τὴν βασιλείαν αὐτοῦ. κατέχεας Ῥίψας ζῶντα τῆς βασιλείας καὶ ἄλλον ἀντ’ αὐτοῦ εἰσαγαγών.
Διάψαλμα· καὶ πάλιν μεταβολὴ τῆς προφητείας. ἕως πότε Ὁ προφήτης πρὸς τὸν θεὸν δεόμενος [λέγει] μὴ ἐγκαταλειφθῆναι. ἐκκαυθήσεται Εἰς τέλος, φησίν, ἐξεγερθήσεται. μνήσθητι Οὐ γὰρ ἀγνοεῖς, φησίν, ὃν ἔπλασας ἄνθρωπον, ὅτι ἀσθενὴς καὶ εὐόλισθος ὑπάρχει. μὴ γὰρ ματαίως Οὐ γὰρ εἰς μάτην, φησίν, ἐποίησας τὸν ἄνθρωπον, ἀλλ’ εἰς δόξαν τῶν χειρῶν σου, ὃν μὴ παρίδῃς, ὡς θεὸς συμπαθής. τίς ἐστιν Οὐδείς, φησίν· διὰ τοῦτο ὁ θεὸς καταβὰς ἐξ οὐρανοῦ κατήργησε τὸν θάνατον. ῥύσεται Οὐδεὶς γὰρ δύναται (δυνατὸς) ῥυσθῆναι (ἰαθῆναι) ἐκ τοῦ ᾅδου, εἰ μὴ μόνος ὁ Χριστός, περὶ οὗ γέγραπται· καὶ ἡ σὰρξ αὐτοῦ οὐκ εἶδε διαφθοράν. ποῦ ἐστιν Ὅταν ἔπλασας τὸν ἄνθρωπον καθαρὸν καὶ δίχα πάσης ἁμαρτίας. ἃ ὤμοσας Ἃ ἐπηγγείλω τῷ Δαυίδ, ἐξ αὐτοῦ φανῆναι τὸ κατὰ σάρκα, καὶ ἤδη τάχυνον τὰ ἐλέη σου <κύριε>. μνήσθητι Ὡς ὀνειδίζουσιν (ὠνείδιζον) οἱ δαίμονες τὸν ἄνθρωπον λέγοντες αὐτῷ· ποῦ ἐστιν ὁ θεός σου; οὗ ὑπέσχου Καθώς, φησίν, ὑπέσχου διὰ τοῦ σπέρματός μου ἐπιστρέφειν τὰ ἔθνη ἐπὶ σωτηρίαν, φησὶν ὁ Δαυίδ. οὗ ὠνείδισαν Ὠνείδιζον γὰρ οἱ δαίμονες τὸν ἄνθρωπον χρονιζούσης τῆς παρουσίας τοῦ κυρίου. εὐλογητός Ὁ λαὸς ὁ πιστὸς προσφέρει τὴν εὐλογίαν (θυσίαν) τῷ θεῷ, εὐχαριστῶν ἐφ’ οἷς ἐσώθη.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.